Καὶ εἰ οὕτως οἶδε τιμᾶν Χριστὸς τῶν ἑαυτοῦ δούλων τὴν πανόσιον κοίμησιν, πόσον ἄρα λοιπὸν ἐτίμησεν ἂν τὴν πάνσεπτον κοίμησιν τῆς ἰδίας αὐτοῦ καὶ πανάγνου Μητρός; ὄντως ἐπέστη ἐκεῖ τότε ἐν πόλει Σιών, ἐπέστη ἐκεῖ Χριστὸς ὁ Θεὸς καὶ πλῆθος στρατιᾶς ταγμάτων οὐρανίων, ἵνα τὰ μέν, ὡς φιλότιμά τε καὶ φιλοδέσποτα, τὴν συνήθη λειτουργίαν τῷ Δεσπότῃ προσοίσουσι καὶ τῆς τούτου πανυμνήτου Μητρὸς τὴν κηδείαν ἀγλαοφανῶς διακοσμήσουσιν, ὁ δέ, ἵνα ὡς Θεὸς παντοδύναμος εὐκρινῶς διακρίνῃ καὶ λήψεται ψυχὴν καθαρὰν σώματος ἀκηράτου, ὡς δὲ υἱὸς φιλομήτωρ τιμήσῃ μητέρα παρθένον καὶ ἀποδῷ αὐτῇ πολλαπλασίους τὰς ὀφειλάς. Ποίας οὖν ὀφειλάς; τοῦ ἐγκύου τοῦ ξένου, τοῦ τόκου τοῦ ἀρρήτου, τοῦ θηλασμοῦ τοῦ ἁγίου, τοῦ ἐγκολπίου βαστάγματος, τῶν σπαργάνων ἐκείνων, τῆς ἐν Αἰγύπτῳ φυγῆς, τῆς ἐκεῖθεν ὑποστροφῆς, τῆς εἰς Ναζαρὲτ ὑπὲρ νοῦν οἰκήσεως καὶ αὐξήσεως, τὸν πόθον τὸν εἰς αὐτόν, τὴν εὐλάβειαν τὴν πολλήν. Καὶ τὸν πόθον μὲν καθορῶμεν ὁπηνίκα ἐν ἡμέραις τρισὶ διαζητοῦσα εὗρεν αὐτὸν «καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων», καί, «τέκνον, τί ἐποίησας ἡμῖν οὕτω», φησί, καί, «ἰδοὺ ἡμεῖς ὀδυνώμενοι ἐζητοῦμέν σε». Τὴν δὲ εὐλάβειαν {τὴν} ἐν τῷ γάμῳ τῷ ἐν Κανᾷ· «οἶνον», φησίν, «οὐκ ἔχουσιν». Εἶδας εὐλάβειαν, ἀγαπητέ, πανεντίμου μητρός;