Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Ἑρμηνεία Κανόνων Δεσποτικῶν Ἑορτῶν

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος στη Γέννηση του Χριστού

Ερμηνεία της άκρας συγκατάβασης και ενανθρώπησης του Λόγου, του μυστηρίου της παρθενικής κυοφορίας, της έλευσης των μάγων εξ ανατολών, της σφαγής των νηπίων και της φυγής στην Αίγυπτο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 7 από 9

ΝΕΟΦΥΤΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ ΚΑΙ ΙΣΤΟΡΙΑ ΠΕΡΙ ΤΩΝ ΓΕΝΟΜΕΝΩΝ ΣΗΜΕΙΩΝ ΕΝ ΤΩι ΝΑΩι ΤΩι ΠΕΡΣΙΚΩι ΚΑΙ ΠΩΣ ΕΦΑΝΗ Ο ΑΣΤΗΡ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΜΑΓΩΝ Εὐλόγησον, πάτερ. Χριστοῦ τὸ γενέθλιον πάντες πιστοὶ τὸ ἐκ Παρθένου Μαρίας δεῦτε δοξάσωμεν· Χριστοῦ τὴν ἐξ ἀχράντου ἁγνῆς βρεφουργίαν δεῦτε πάντες ὑμνήσωμεν· Χριστοῦ τὴν δι’ ἀπειράνδρου καὶ ἀτρύγου παρθένου πρὸς ἡμᾶς παρουσίαν δεῦτε, πιστοί, προσκυνήσωμεν καὶ προσπέσωμεν γεγηθότες καὶ προσείπωμεν· «ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις».

Χριστοῦ πρὸς ἡμᾶς σαρκὶ ἐνδημήσαντος, τῶν σαρκικῶν φρονημάτων δεῦτε καὶ ἡμεῖς ἐκδημήσωμεν καὶ πρὸς αὐτὸν νοητῶς ἐνδημήσωμεν, ὅτι καὶ αὐτὸς πρὸς ἡμᾶς καθ’ ἡμᾶς καὶ δι’ ἡμᾶς ἁμαρτίας χωρὶς ἐνδημῆσαι εὐδόκησε.

Χριστὸς ἐκ Παρθένου τεχθεὶς ἐννομώτατον τόκον σὺν παρθενίᾳ φρονίμῳ ἄμφω τετίμηκεν· ἐπεὶ γὰρ καὶ τόκος παράνομος γίνεται καὶ μωρὰ παρθενία ἔν τισιν, ὥς φησι τὸ ἱερὸν εὐαγγέλιον, πέφυκε· Χριστὸς ἐκ Παρθένου ἀχράντου ὑπὲρ λόγον καὶ ἔννοιαν ἀποτίκτεται, ἵνα τὴν ἀχρηστίαν τοῦ τόκου τοῦ ἀσεβοῦς καὶ τῆς μωρᾶς παρθενίας καταργήσῃ τὸ ἄτοπον· Χριστὸς ὁ πλάστης γεννᾶται σαρκὶ ἐκ τοῦ πλάσματος, ἵνα τὸ πλάσμα αὐτοῦ τὸ παλαιωθὲν καινὸν ἀπεργάσηται καὶ καινουργήσας αὐτὸ πρὸς τὸ ἀρχαῖον ἀνασώσῃ ἀξίωμα· Χριστὸς ὁ ὑπεράνω τῶν οὐρανῶν ἐπὶ τῆς γῆς σήμερον ἐκ Παρθένου ἐν Βηθλεὲμ γεννηθεὶς τοὺς «ἐν λάκκῳ κατωτάτῳ» ἡμᾶς πεπτωκότας τῶν ὀλεθρίων παθῶν καὶ εἰς τὰ τοῦ ᾅδου ταμεῖα ἐκεῖθεν ἀνασῴζει ὡς εὔσπλαγχνος. Ἐπεὶ γὰρ οὐδεὶς κείμενος κάτω ἐκ τῶν αὐτοῦ συγκειμένων δύναται ἀναστῆσαί τινα καὶ πρὸς τὰ ἄνω ἀναπέμψαι, ἀλλὰ τῆς ἄνω πάντες οἱ κάτω δέονται χειρὸς ἑλκυσθῆναι πρὸς τὰ ἄνω, ἀπεστάλη ἄνωθεν χεὶρ παντουργὸς ἅμα καὶ πανσθενής, ἵνα ὡς ἔνδοξος καὶ ἰσχυρὰ δεξιὰ τοῦ Δεσπότου ἑλκύσῃ πρὸς τὰ ἄνω κάτω κειμένην τὴν φύσιν ἡμῶν. «

Ἡ δεξιά σου», φησί, «Κύριε, δεδόξασται ἐν ἰσχύϊ, ἡ δεξιά σου χείρ, Κύριε», καὶ τὰ ἑξῆς· καὶ αὖθις· «Ἀπέστειλε», φησίν, «ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ» Χριστὸν («ἐγώ εἰμι», φησίν, «ἡ ἀλήθεια») «καὶ ἐρρύσατο τὴν ψυχήν μου»· ἔδει μὲν γὰρ αὐτὸν δι’ ἄμετρον ἔλεος ἐκζητῆσαι τὸ πρόβατον αὐτοῦ τὸ ἀπολωλός, οἷα ποιμὴν ἀγαθός, καὶ ὡς πλαστουργὸς ἀνανεῶσαι τὸ παλαιωθὲν φύραμα τῶν αὐτοῦ παναγίων χειρῶν καὶ καινουργῆσαι καὶ κυβερνῆσαι ὡς ἀρχιτέκτων ὑπέρσοφος τὸ σαθρωθὲν καὶ ὑποβρύχιον γεγονὸς σκάφος αὐτοῦ, καὶ ὡς κυβερνήτης πανάριστος πρὸς τοὺς αὐτοῦ λιμένας καθοδηγῆσαι καὶ ἀνασώσασθαι καὶ ἐκ βυθοῦ ἀπωλείας ἄνω πρὸς ἑαυτὸν ἐφελκύσαι ὡς πεφυκὼς ὑπεράνω καὶ τῶν οἰκείων χειρῶν τὸ πλαστούργημα πρὸς τὸ ἀρχαῖον ἀναβιβάσαι ἀξίωμα.

Τὸ δὲ καὶ τοσοῦτον πρὸς ἡμᾶς καταβῆναι καὶ βροτὸς ὁ ὑπερούσιος καταξιώσας γενέσθαι τε καὶ δούλου περιθέσθαι μορφὴν ὁ δοῦλα φέρων τὰ σύμπαντα καὶ ὡς εἷς τῶν ἀνθρώπων ὁρᾶσθαί τε ἀνθρώποις καὶ συναναστρέφεσθαι βασιλεὺς ὑπάρχων τῶν ἄνω δυνάμεων καὶ σταυρὸν ὁ ἀπαθὴς ὑπομεῖναι καὶ θάνατον ὁ φύσει ἀθάνατος, τοῦτο τῆς ἄκρας ἐστὶν ἀγαθότητος, τοῦτο πᾶσαν ἔννοιαν ἐξιστᾷ, τοῦτο γλῶσσα βροτεία τὸ μυστήριον, καθὼς ἔχει, λαλῆσαι οὐ δύναται, τοῦτο νοῦς ἀνθρώπου μᾶλλον δὲ καὶ ἀγγέλου χωρῆσαι ἀμήχανον, τοῦτο τῆς τοῦ Θεοῦ ἀγάπης πρὸς τὸν κόσμον αὐτοῦ τὸ ἀκραιφνέστατον γνώρισμα. Καὶ τοῦτο σαφῶς τις θεολόγος ἡμῖν διετράνωσεν· «Οὕτω», φήσας, «ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ ἔδωκε τὸν μονογενῆ, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον».

Σήμερον ὁ οὐρανὸς ἐπαγάλλεται ἄνωθεν, καὶ συναγάλλεται ἡ γῆ ταῖς οὐρανίαις δυνάμεσι καὶ συνευφραίνονται, καὶ σταλάζει τὰ ὄρη γλυκασμὸν καὶ οἱ βουνοὶ εὐφροσύνην, ὅτι ἠλέησεν ὁ Θεὸς τὸν κόσμον αὐτοῦ διὰ πολλὴν ἀγαθότητα.

Σήμερον τῶν ἀσωμάτων οἱ δῆμοι καὶ τῶν βροτῶν τὰ συστήματα τὸ τοῦ Χριστοῦ γενέθλιον συνεορτάζουσι. Σήμερον τῆς παρθενίας τὸ μέγεθος ἐκ Παρθένου τεχθεὶς Χριστὸς ἐφανέρωσε καὶ διετράνωσε καὶ ἐγκωμίασε τόδε τὸ χρῆμα τὸ πρὶν δυσκατόρθωτον· ἦν γὰρ τὸ ἀγγελικὸν τοῦτο ἀξίωμα ἄγνωστον ἀνθρώποις καὶ πρὸς κτῆσιν ἀμήχανον· ἀφ’ οὗ δὲ Χριστὸς ἐκ Παρθένου, γνωστὸν ἅμα καὶ ζηλωτὸν τῆς παρθενίας τὸ κάλλος ἐγένετο, καὶ τὸ πρὶν ἄγνωστον καὶ ἀμήχανον εὔγνωστόν τε καὶ εὐμήχανον συνεργίᾳ Θεοῦ καὶ χάριτι τοῖς βουλομένοις ἐγένετο. Σήμερον τοῦ ἀρχιπάτορος καὶ τῆς προμήτορος Εὔας τὸ ἐπιτίμιον λέλυται· τοῦ μὲν γὰρ τὸ ἐπιτίμιον ἦν τὸ «ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου» καὶ «ἐν λύπαις φάγῃ αὐτὴν» καὶ «ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου» καὶ «εἰς γῆν ἀπελεύσῃ» καὶ τὰ ἑξῆς, τῆς δὲ «πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τοὺς στεναγμούς σου» καὶ «ἐν λύπαις τέξῃ τέκνα» καὶ τὰ ἑξῆς. Ἀφ’ οὗ δὲ τὸ «χαῖρε, κεχαριτωμένη» καὶ τὸ «χαίρετε» καὶ τὸ «μὴ μεριμνᾶτε τί φάγητε, ἀλλὰ πρῶτον ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ» καὶ τὸ «σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ» εἴρηται, ἔκτοτε λοιπὸν καὶ τὸ πρὶν ἐπιτίμιον λέλυται.

Σήμερον σπαργάνοις εἰλίσσεται ὁ σπαργανώσας ὁμίχλῃ τὴν θάλασσαν, καὶ ὁ ψάμμῳ περιτειχίσας αὐτὴν εἴσω μικροῦ σπηλαίου περιτειχίζεται, καὶ ἐν φάτνῃ ἀνακλίνεται ὁ Χερουβεὶμ ἐποχούμενος, ὅπως διαλύσῃ σειρὰς ἐγκλημάτων ἡμῶν καὶ ὁμίχλην διασκεδάσῃ ἀγνωσίας καὶ γνῶσιν δώσῃ τρισαγίου Θεοῦ. Καὶ ἐπειδὴ ἐν τιμῇ ὄντες, ἤγουν κατ’ εἰκόνα Θεοῦ γεγονότες καὶ ὁμοίωσιν, οὐδὲν συνήκαμεν, «παρασυνεβλήθημεν δὲ μᾶλλον τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθημεν τούτοις», λαμβάνει ὁ Δεσπότης δουλικὴν εἰκόνα πηλίνην καὶ τὴν φθαρτὴν ταύτην ὁμοίωσιν, καὶ ἀναλλοίωτος μένων Θεὸς ἐν φάτνῃ ἀλόγων ὡς νήπιος ἀνακλίνεται, ἵνα ἡμᾶς τῆς κτηνώδους ὁμοιώσεως εἰς τὸ κατ’ εἰκόνα Θεοῦ καὶ αὖθις ἀμείψειε. Σήμερον ἡ «προσδοκία τῶν ἐθνῶν» καὶ τὸ «ἄστρον τὸ ἐξ Ἰακὼβ καὶ ὁ ἄνθρωπος ὁ ἐξ Ἰσραὴλ» γεννηθεὶς μάγους ἐξ ἀνατολῶν δωροφόρους ἐκάλεσε· «βασιλεῖς Θαρσὶς καὶ νῆσοι», φησί, «δῶρα προσοίσουσι· βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσι». Σήμερον τοῦ θανάτου καὶ τῆς φθορᾶς τὰ δεσμὰ διαλύονται· ἐτέχθη γὰρ ἡ ζωὴ ἡ ὄντως καὶ ἡ ἀνάστασις. «Ἐγώ εἰμι», φησίν, «ἡ ὁδὸς καὶ ἡ ζωὴ» καὶ ἡ ἀνάστασις.

Σήμερον, κατὰ τὸν θεῖον Δανιήλ, «ἀνέστησεν ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται», καὶ ἡ συλλαβοῦσα παρθένος κατὰ τὸν ἅγιον Ἠσαΐαν ἧξεν ἐν Βηθλεὲμ τῆς Ἰουδαίας καὶ ἐγέννησεν υἱὸν Ἐμμανουήλ, Θεὸν μεθ’ ἡμῶν, «καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Θεοῦ Πατρὸς ἄγγελος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος».

Σήμερον γὰρ «Βηθλεέμ, γῆ Ἰούδα», σὺν τῷ οἴκῳ τοῦ Ἐφραθὰ κατὰ τὸν θεῖον Μιχαίαν ἐξήνεγκε τοῦ εἶναι ἄρχοντα ἐν τῷ Ἰσραήλ, <καὶ> αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος· μὴ ὑπόλαβε, φησίν, ὅτι ἐκ Βηθλεὲμ καὶ ἐξ Ἐφραθὰ τὴν ἀρχὴν ἔσχε τοῦ εἶναι· αἱ ἔξοδοι γὰρ αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Συνᾴδει γοῦν ὁ θεσπέσιος οὗτος καὶ τῷ λέγοντι «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος» καὶ «ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», καὶ «πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ», «καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν». Περὶ ὧν καὶ εἴπομεν ἱκανῶς {περὶ τούτων} εἰς τὸν τοῦ πανσέπτου Σταυροῦ λόγον, περί τε ἀνάρχου γεννήσεως καὶ τρισαγίου μονάδος καὶ ὁμοουσίου, καὶ ὅσα ἐκεῖ θεοσδότως ἐξείπομεν· ἀπαιτήθημεν γὰρ τότε τοιαῦτα εἰπεῖν, δι’ ἣν αἰτίαν οὐκ ἐξ ἑνός, ἀλλ’ ἐκ τριῶν ξύλων ὁ θεῖος ἀπηρτήθη Σταυρός. Σήμερον οἱ θεηγόροι προφῆται ἀγάλλονται τὴν ἔκβασιν βλέποντες τῶν προφητειῶν αὐτῶν περὶ τῆς θείας γεννήσεως. Σήμερον τὸ μύρον τὸ ἅγιον καὶ ὑπερεύοσμον ἐκ μυροθήκης ἁγίας κεκένωται καὶ καθαγιάσαν τὴν ὑφήλιον ἅπασαν τρανῶς εὐωδίασε. «

Μύρον», φησίν, «ἐκκενωθὲν ὄνομά σου» καὶ «ὀσμὴ μύρων σου δραμοῦμαι, καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα» καὶ «διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε». Τοῦτο ἐκενώθη τὸ μύρον ἐν Βηθλεὲμ τῇ πόλει ἐκ μυροθήκης πανάγνου καὶ τρανῶς εὐωδίασε τῆς γῆς τὰ πληρώματα. Διὸ καὶ μάγοι ἐξ ἀνατολῶν καὶ ποιμένες πελάζοντες καὶ ἄγγελοι ἐξ οὐρανῶν εἰς ὀσμὴν ἔδραμον τοῦδε τοῦ μύρου καὶ εἶδον τὸ μύρον ἐκεῖνο παιδίον κείμενον ἐν τῇ φάτνῃ καὶ τὴν ἁγίαν ἐκείνην πάναγνον Δέσποιναν μυροθήκην ἐγκόλπιον τοῦτο κατέχουσαν. Ἦν γὰρ ἐκεῖ, ὦ θεῖον καὶ ἱερώτατον ἄθροισμα, ἦν ἐκεῖ τότε εὐωδία ὄντως «ὑπὲρ πάντα τὰ ἀρώματα», οὗ ὀσφρανθέντες μάγοι ἐκ Περσίδος ἥκασι καὶ προσεκύνησαν καὶ δῶρα ὡς βασιλεῖ καὶ Θεῷ τούτῳ προσήνεγκαν, οἱ δὲ ποιμένες ὑπέστρεψαν ἐξηγούμενοι πάντα ὅσα εἶδον καὶ ἤκουσαν, οἱ δὲ ἄγγελοι «Δόξα» ἐκραύγαζον «ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία».

Τούτου τοῦ μύρου τὴν εὐωδίαν νεάνιδες αἰσθηθεῖσαι ψυχαὶ τῶν δικαίων ἔδραμον ὀπίσω αὐτοῦ. Ἦν γὰρ ἐκεῖ ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἔνδοθεν τοῦ σπηλαίου ἐξαίσιον μύρον καὶ μυροθήκη· βαβαὶ τοῦ μυστηρίου τοῦ ξένου· ἐκενώθη ἐκεῖ τότε, ἐκενώθη, ἐτέχθη ἐκεῖ μύρον οὐράνιον, μύρον σωτήριον, μύρον πᾶσαν ἔννοιαν ἐξιστῶν, μύρον ἀνέκφραστον, μύρον σωστικόν, μύρον ἅγιον καὶ ὑπεράγιον καὶ πάσης ἐννοίας ἀνώτερον, μύρον εὐωδιάζον πάντα τὰ θεῖα στρατεύματα καὶ ἁλιεῖς ἀθροῖζον εἰς μαθητείαν καὶ στρατιώτας πρὸς ἄθλησιν, ὁσίους δὲ ἐνισχῦον πρὸς ἀρετὴν καὶ γυναῖκας νευροῦν διὰ παρθενίας καὶ βίου σεμνοπρεποῦς ὀσμὴν μύρου θείου καταλαβεῖν· καὶ «διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε». Οὐκ ἦν ἐν τῷ σπηλαίῳ ἐκείνῳ, οὐκ ἦν ἐκεῖ λοχεία τότε συνήθης, οὐ βία, οὐ μαίευσις, οὐ θεραπαινίδων παράστασις, οὐ κλίνης ἀνάπαυλα, οὐ ψυχροῦ ὕδατος θεραπεία, οὐ θερμοῦ χρεία, οὐκ ἀμφίων ἐναλλαγή, οὐ βρώματα συνήθη, οὐ κατήφεια τὸ σύνολον. Καθάπερ γὰρ μύρον ἐκ μυροθήκης κενούμενον οὐ βίαν, οὐ μολυσμόν, οὐκ ἄλλην τινὰ κέκτηται δυσκολίαν, μόνους δὲ τοὺς μεθέξοντας θέλγει τῆς τούτου εὐωδίας, οὕτω καὶ ὁ παρθενικὸς καὶ θεῖος ἐκεῖνος γεγένηται τόκος.

Πάντα ἄχραντα, πάντα καθαρὰ καὶ πανάγια, πάντα χαρμονικά, πάντα φαιδρά, πάντα αἰσθητῶς καὶ νοητῶς πεπληρωμένα χοροστασίας ἀγγέλων, πάντα πανάγια, Δέσποινα, τοῦ παναγίου τόκου σου, πάντα, Δέσποτα, <τὰ> τῆς σῆς γεννήσεως εὐωδίας μεστά, καὶ «ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα», καὶ «διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε», καὶ «εἰς ὀσμὴν μύρου σου δραμοῦμεν».

Μᾶλλον δὲ τῆς τούτου εὐωδίας αἰσθάνεσθαι καὶ τρέχειν ὀπίσω αὐτῆς καὶ φθάνειν αὐτὴν καὶ κρατεῖν ἡμᾶς καταξίωσον καὶ δυσωδίας ἁπάσης παθῶν ὀλεθρίων ὁ τεχθεὶς ἐκ Παρθένου ἡμᾶς ἐλευθέρωσον. Ταύτας οὖν τὰς θείας καὶ προφητικὰς μαρτυρίας συνοπτικῶς ὁ λόγος διαλαβὼν πρὸς τὸ θεῖον λοιπὸν εὐαγγέλιον κατεπείγεται· τοῦτο γὰρ καὶ οἱ θεῖοι εὐαγγελισταὶ εἰκότως πεποιήκεσαν καὶ ὀλίγας τινὰς ῥήσεις προφητικὰς εἰληφότες πρὸς μαρτυρίαν, ὅσον τοῦ δεῖξαι ὅτι ὁ προφητευόμενος οὗτός ἐστι Χριστὸς ὁ τοῦ Θεοῦ Υἱός, {καὶ} εὐθὺς τὸ εὐαγγέλιον αὐτοῦ θαρσαλέως ἐκήρυττον. Ἐξηγησάμενος γὰρ ὁ θεῖος Ματθαῖος ἄνωθεν ἐκ τοῦ Ἀβραὰμ τὴν γενεαλογίαν καὶ εἰπὼν ὅτι ὁ δεῖνα ἐγέννησε τὸν δεῖνα καὶ ὁ δεῖνα τὸν δεῖνα καὶ ἀριθμήσας καὶ εὑρὼν ἀπὸ Ἀβραὰμ ἕως Χριστοῦ γενεὰς τρισσὰς δεκατέσσαρας καὶ δείξας ὅτι πρὸ εἴκοσι ὀκτὼ γενεῶν ὁ Δαβὶδ τὰ τοῦ Χριστοῦ προεφήτευε, τότε φησὶ «τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν». Οὐκ ἔχω, φησί, κἀνταῦθα εἰπεῖν ὡς ἐπὶ τῶν πρίν, ὅτι καὶ ὁ δεῖνα ἐγέννησε τὸν Ἰησοῦν· ἔστι γὰρ οὗτος ἀπάτωρ ἐπὶ τῆς γῆς, καθάπερ καὶ ἀμήτωρ ἐν οὐρανῷ, διὸ καὶ ἡ γέννησις αὐτοῦ οὕτως ἦν· «Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσὴφ πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν».

Ἐμνηστεύθη γὰρ τῷ δικαίῳ παρθένος οὖσα πρὸς φύλαξιν, {ὡς} ἵνα λάθῃ τὸν πονηρὸν δαίμονα τὸ μυστήριον· ἀφ’ ἧς γὰρ ἡμέρας εἶδεν αὐτὴν μνηστευθεῖσαν οὐκέτι αὐτὴν ὑπενόει τὴν διὰ Ἠσαΐου ῥηθεῖσαν παρθένον.

Ἐκείνην, φησί, παρθένον εἶπεν ὁ προφήτης συλλήψεσθαι καὶ τεκεῖν παιδίον Θεὸν Ἐμμανουήλ· αὕτη δὲ ἐμνηστεύθη καὶ ὅσον ἤδη ἁρμοσθήσεται καὶ ἀνδρί. Αἰσθόμενος δὲ αὐτὴν ὁ δίκαιος Ἰωσὴφ ἔγκυον οὖσαν καὶ μὴ εἰδὼς τὸ μυστήριον τὸ εἰς αὐτὴν γεγονὸς καὶ εἰδὼς ὅτι τὰς κλεψιγάμους λιθάζουσι καὶ ἀποκτείνουσιν, «οὐκ ἠθέλησε δίκαιος ὢν παραδειγματίσαι αὐτήν, ἀλλὰ λάθρᾳ ἐβουλήθη ἀπολῦσαι αὐτήν», ἤγουν ἐκδιῶξαι αὐτὴν τοῦ οἴκου αὐτοῦ, καὶ αὐτὴν μὲν ἀπαλλάξαι θανάτου, αὑτὸν δὲ ὀνειδισμοῦ καὶ σκωμμάτων.

Κρεῖττον γάρ μοι, φησίν, ἐστὶ πρὸς ἀπολογίαν λέγειν ὅτι ἄφαντος ἡ Μαρία ἐκ τῆς οἰκίας μου γέγονεν, ἢ παραδειγματίσαι ἣν παρέλαβον ἐκ τὰ ἅγια τῶν ἁγίων ἐκ χειρὸς τῶν ἱερέων φυλάττειν παρθένον ὡς δίκαιος τάχα. «Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσήφ, υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ». Μὴ φοβοῦ, φησί, μηδὲ ὑποτόπαζε τοιαῦτα· οὔτε σὺ αἰσχύνης ἄξιος εἶ, οὔτε ἡ παρθένος θανάτου, ἀλλὰ σὺ μὲν ἀντ’ αἰσχύνης τιμῆς, αὕτη δὲ ὡς τεκοῦσα σωτῆρα Θεὸν σαρκὶ μήτηρ Θεοῦ κληθήσεται. «Διεγερθεὶς δὲ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ», ἤγουν ἣν παρέλαβεν ἐξ ἱερέων πρὸς φύλαξιν μνηστευσάμενος· μνήστωρ γὰρ τῆς Παρθένου φύλαξ ἐστὶ καὶ λέγεται. «Καὶ παρέλαβεν αὐτὴν καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν». Τί ἐστι «καὶ οὐκ ἐγίνωσκεν αὐτήν»; Τουτέστιν ἐκρύβη ἐξ ὀφθαλμῶν αὐτοῦ τοῦ ἔγκυος καθορᾶσθαι, καὶ ἔβλεπεν αὐτήν, οὖσαν ἔγκυον, ὥσπερ καὶ πρότερον.

Εἰ γὰρ καὶ ἤκουσε παρὰ τοῦ ἀγγέλου ὅτι ὁ τεχθεὶς ἐξ αὐτῆς σώσει τὸν λαὸν ἀπὸ τῶν ἀνομιῶν αὐτῶν, ἀλλ’ ὅμως ἐθορυβεῖτο καὶ τὸν λαὸν αἰσχύνετο, μὴ δυνάμενος ἀπολογήσασθαι ὑπὲρ αὐτῆς παντὶ τῷ ἐρωτᾶν βουλομένῳ. Διὸ καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἐν γαστρὶ ἔχουσαν, οὔτε αὐτὸς οὔτε ἄλλος τις περιεργάζεσθαι θέλων, «ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον». Καὶ τότε ἐγνώσθη ὅτι ἐν γαστρὶ ἔχουσα ἔτεκε, καὶ οὐδεὶς τῶν ὁρώντων σκανδαλισθῆναι τότε ἐδύνατο, ὅτι καὶ ἄγγελοι καὶ ἀστὴρ καὶ μάγοι καὶ ποιμένες τὸ τεχθὲν παιδίον ἐδόξαζον. Ἀλλὰ μηδεὶς ἡμᾶς οἰέσθω ἀγνοεῖν τῶν θείων διδασκάλων τὰς ἑρμηνείας τὰς περὶ τοῦ «οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον» καὶ ὡς ἀγνοοῦντες παρερμηνεύσαμεν τὸ ἔπος. Οὐδὲ πάλιν ἀναιροῦντες τὰς θεοπνεύστους αὐτῶν ἑρμηνείας τὸ «οὐκ ἐγίνωσκεν αὐτὴν» ἑρμηνεύσαμεν οὕτως, ἀλλ’ ὅτι ἐκεῖνοι βίᾳ φερόμενοι διὰ τὴν μάχην τῶν τότε αἱρετικῶν πρὸς τοιαύτας ἀπολογίας περὶ τῆς Παρθένου ἐχώρησαν, ἐπεὶ οὐδὲ ἀπολογίας χρεία ἦν περὶ τοιαύτης πανάγνου καὶ θεομήτορος.

Τίς γὰρ ἀκούων παρὰ τίνος ἡ Παρθένος τὰ εὐαγγέλια ἐδέξατο καὶ Πνεύματος ἁγίου πρὸς ταύτην ἐπέλευσιν καὶ ὑψίστου δυνάμεως ἐπισκίασιν καὶ σύλληψιν ἄρρητον καὶ ἀκατανόητον γέννησιν καὶ Θεοῦ υἱὸν ἀφράστως ἐξ αὐτῆς γεννηθέντα καὶ ἀγγελικὴν ὑμνῳδίαν περὶ τοῦ τεχθέντος παιδίου καὶ μάγων ἐλθόντων ἀφ’ ἡλίου ἀνατολῶν πρὸς τὴν τούτου προσκύνησιν ἐτόλμησεν ἂν ἐρωτῆσαι εἰ μετὰ ταῦτα ἡ παρθένος αὕτη συνήφθη ἀνδρί; ἀλλ’ οὐδ’ ἂν τοῦτο ἐτόλμησεν ἐρωτῆσαι οὐδ’ αὐτὸς ὁ διάβολος, καὶ διὰ τοῦτο κἀγὼ τῷ «οὐκ ἐγίνωσκεν αὐτὴν» οὕτω σὺν Θεῷ τὴν ἑρμηνείαν ἀληθεστάτως προσήγαγον. Πῶς δὲ εἶπε «τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον»; ποῖον γὰρ ἄλλον δευτερότοκον ἔτεκεν, ἵνα οὗτος μείνῃ πρωτότοκος; καὶ ποῖον, εἰπέ μοι, ὁ Πατὴρ δευτερότοκον ἔτεκεν υἱόν, ὅτι καὶ ἐκ Πατρὸς πρωτότοκος λέγεται; Ὡς γὰρ πρωτότοκος ἐκ Πατρὸς λέγεται πάσης τῆς κτίσεως, οὕτω καὶ ἐκ μητρὸς πρωτότοκος εἰς τὸ βάπτισμα καὶ πρωτότοκος ἐκ νεκρῶν ἐν πολλοῖς ἀδελφοῖς. «Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἰερουσαλὴμ λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;» Οὐ λέγουσι τέως ὁ τοῦ κόσμου τεχθεὶς βασιλεύς, ἀλλ’ ὁ τεχθεὶς ἐν τῇ Ἰουδαίᾳ καὶ ἐξ Ἰουδαίων.

Ἐδόκουν ἴσως καὶ οἱ μάγοι ὅτι μόνοις τοῖς Ἰουδαίοις ἐστὶ βασιλεύς· διὸ καὶ ἐπυνθάνοντο· «Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;» Ὑμεῖς γὰρ ὡς λαὸς Θεοῦ καὶ νόμον ἔχοντες καὶ προφήτας, καὶ εἴσω τοῦ ἔθνους ὑμῶν πεφυκὼς ὁ τεχθεὶς βασιλεύς, ῥᾴδιον ὑμῖν τοῦ εἰδέναι καὶ προσκυνῆσαι καὶ πιστεῦσαι εἰς αὐτόν. Ἡμῖν δὲ τοῖς πόρρω καὶ ξένοις Θεοῦ παντάπασιν καὶ μηδόλως εἰδόσι Θεόν, ἀλλὰ διάφορα θεοποιοῦσιν ἀγάλματα, ἀντὶ νόμου καὶ προφητῶν ὁ ἀστὴρ αὐτοῦ ἡμῖν αὐτὸν κατεμήνυσεν· «εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτόν».

Ἐπεὶ δὲ μέχρι τῶν μάγων ὁ λόγος ἀρτίως κατήντησε, μικρὸν ἐπισχέτωσαν τοῦ εὐαγγελίου τὰ ῥήματα καὶ διὰ βραχέων λεχθήτωσαν τὰ ἐν τῇ Περσίδι τότε γενόμενα. Οὐ στοχαζόμενοι δὲ ἁπλῶς, οὐδὲ αἰνιττόμενοι τὰ ἐν ἐκείνῃ τῇ χώρᾳ γεγονότα σημεῖα διηγούμεθα, ἀλλ’ ὡς ἐμάθομεν ἐκ τῶν ἐκεῖ γεγραμμένων συνοπτικῶς τοῖς δεχομένοις ἐξείπωμεν, ἵνα κἀντεῦθεν τὸ τοῦ Χριστοῦ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν θεῖον γενέθλιον πάντες δοξάσωμεν, ὅσοι φιλόχριστοι, καὶ σὺν ἄλλοις πολλοῖς γνώσωμεν καὶ τοῦτο· ὅτι καὶ ἡ σύλληψις τῆς πανάγνου καὶ ὁ τόκος ἐν τῇ Περσίδι ἐπεγνώσθη ὁμοῦ, καίτοι γε κατὰ τὸν Μάρτιον μῆνα τῆς συλλήψεως ἡ Παρθένος τὰ εὐαγγέλια ἐδέξατο, κατὰ τὸν Δεκέμβριον δὲ ὁ σωτήριος τόκος ἐγένετο· τοῖς δὲ Πέρσαις ἀπὸ Μαρτίου μηνὸς ὁ ἀστὴρ καθωράθη, καὶ ὡς ἤδη τεχθέντος τοῦ βασιλέως ἥπτοντο τῆς ὁδοῦ πρὸς τὴν τούτου προσκύνησιν καὶ ἐν ἐννέα μησὶ τῷ ἀστέρι ἀκολουθήσαντες καθ’ ἣν ἡμέραν ἐτέχθη Χριστὸς τὴν Ἰουδαίαν κατέλαβον· καὶ βεβαιώσει ἡμᾶς οὕτως ἔχειν τὸ πρᾶγμα, εἰ ἀκούσωμεν συνετῶς τὰ ἐν τῷ ναῷ τῷ περσικῷ παρὰ τῶν εἰδώλων τότε γενόμενα.

Ἦν γὰρ ἐν τῷ ναῷ τῷ ῥηθέντι τοῦ Διὸς ἀγαλμάτων πληθύς, οὐ μόνον ἀνδρῶν τε καὶ γυναικῶν καὶ τετραπόδων ἁπλῶς, ἀλλὰ καὶ ἑρπετῶν καὶ θηρίων καὶ πετεινῶν, ἅτινα διὰ χρυσοῦ τε καὶ ἀργύρου σκευάσας Κῦρος ὁ Περσῶν βασιλεὺς ἔθηκεν εἰς τὸν ῥηθέντα ναόν, δι’ ὧν καὶ ἐξηπάτουν οἱ δαίμονες οὐ τὸν βασιλέα καὶ μόνον ἁπλῶς, ἀλλὰ καὶ ἅπαν τὸ γένος τὸ περσικόν· δύο δὲ γυναικεῖαι στῆλαι πλεῖον τῶν ἀγαλμάτων πάντων εἶχον ἐκ βασιλέως τιμήν, ἐξ ὧν ἐκάλει τὴν μὲν μίαν Ἥραν, τὴν δὲ ἑτέραν Πηγήν. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, καθ’ ἣν καὶ δι’ ἣν ἡμέραν ὁ θεῖος Γαβριὴλ τὴν Παρθένον εὐηγγελίσατο, ἤρξαντο καὶ τὰ ῥηθέντα ἀγάλματα ἐν τῷ ναῷ διαμάχεσθαι οὐκέτι δαιμονικαῖς φαντασίαις χρησμοδοτούμενα, καθάπερ καὶ πρότερον, ἀλλὰ θείᾳ τινὶ προμηθείᾳ κινούμενα συνεσκιασμένα τινὰ καὶ ἀμυδρὰ περὶ τοῦ θείου μυστηρίου ἀθρόον ἀλλήλοις ἐμάχοντο. Καὶ τὰ μὲν ἔλεγον· ἀνέζησεν ἡ Ἥρα καὶ ἐν γαστρὶ ἔλαβε καὶ οὐκέτι λέγεται Ἥρα, ἀλλ’ Οὐρανία· ὁ μέγας γὰρ Ἥλιος ἐφίλησεν αὐτήν. Τὰ δὲ ἔλεγον· ἡ Πηγὴ ἐφιλήθη· μὴ γὰρ ἡ Ἥρα; τέκτονα γὰρ ἐμνηστεύσατο ἡ Ἥρα. Καὶ ἀντέφησαν τὰ ἕτερα ἀγάλματα· ἐπεὶ οὐ πείθεσθε ὅτι ἡ Ἥρα συνέλαβεν ἀλλ’ ἡ Πηγή, ἔστω ἡ συλλαβοῦσα Πηγή· δικαίως γὰρ καὶ Πηγὴ λέλεκται.

Μαρία δὲ αὕτη κέκληται τοὔνομα, ἥτις ἐν μήτρᾳ ὡς ἐν πελάγει μυριάγωγον ὀλκάδα φέρει· εἰ δὲ Πηγή, ὡς λέγετε, ὀνομάζεται, πηγὴν Πνεύματος διηνεκῶς ἀενναΐζει ἕνα μόνον ἔχουσα ἰχθύν, ὃς ἐν ἀγκίστρῳ τὸν σύμπαντα κατέχει κόσμον· ἐμνηστεύσατο, ὡς λέγετε, τέκτονα, ἀλλὰ τίκτει τέκτονα κόσμου καὶ ποιητὴν οὐρανοῦ· τὴν τρικάτοικον γὰρ οἰκίαν τοῦ σύμπαντος κόσμου τεκτονεύσας πανσόφως ὠρόφωσεν.

Ἔμειναν οὖν τὰ ἀγάλματα ἡμέραν ὁλόκληρον ἀλλήλοις ἀντιμαχόμενα· τὰ μὲν ὅτι ἡ Ἥρα ἐφιλονίκουν συνέλαβε, τὰ δὲ ὅτι ἡ Πηγὴ ἀντέλεγον φιληθεῖσα συνέλαβε. Ταῦτα δὲ βλέπων καὶ ἀκούων ὁ βασιλεὺς ἅμα Προύπτῳ τῷ ἱερεῖ φόβῳ συνείχοντο.

Μὴ φέρων δὲ ὁ βασιλεὺς τοῦ αὐτοματισμοῦ αὐτῶν τὸν ἄσχετον τάραχον φεύγειν ἐσκέπτετο. Κατασχὼν δὲ ὁ ἱερεὺς Προῦπτος ἔλεγε· στέρξαι μικρόν, ὦ βασιλεῦ· ἔφθασεν ἤδη τελεία ἀποκάλυψις, ἣν ὁ Θεὸς τῶν θεῶν σαφηνίσαι ἡμῖν ᾑρετίσατο.

Τούτων δὲ λεγομένων ἀνεῴχθη ἄνωθεν ἡ ὀροφὴ τοῦ ναοῦ, καὶ κατῆλθεν ἀστὴρ πανυπέρλαμπρος λίαν καὶ ἔστη ἐπάνω τῆς στήλης τῆς λεγομένης Πηγῆς, καὶ φωνὴ ἐκ τοῦ ἀέρος ἠκούετο τοιάδε· Δέσποινα Πηγή, ὁ μέγας Ἥλιος ἀπέσταλκέ με ἀμιάντου γάμου μηνῦσαί σοι τόκον καὶ ἔσῃ νύμφη τριωνύμου μονάδος, τὸ δὲ τεχθὲν ἄσπορον βρέφος καλεῖται <Ἀρχὴ καὶ Τέλος, ἀρχὴ μὲν σωτηρίας, τέλος δὲ> ἀπωλείας.

Ταύτης οὖν τῆς φωνῆς ἐνεχθείσης, τὰ ἀγάλματα πάντα πρηνῆ κατεπτώθησαν. Ἔστη δὲ μόνη ἡ ῥηθεῖσα Πηγή, ἥτις καὶ διάδημα ὤφθη φοροῦσα βασιλικόν, ἄνθρακα ἔχον ἀστερόλιθον παμμεγέθη καὶ ἕτερον σμάραγδον· ὑπεράνω δὲ αὐτῆς ἦν ὁ ἀστὴρ ἐπηρμένος ὁ καταβὰς ἐκ τῶν ἄνω.

Ταῦτα οὖν ὁ βασιλεὺς ἑορακὼς καὶ ἔκθαμβος γεγονὼς προστάσσει ἀθροισθῆναι ὅσοι σοφοὶ ὑπὸ τὴν αὐτοῦ βασιλείαν· καὶ ἱκανῶν ἐπὶ τὸ ἱερὸν ἀθροισθέντων εἶδον ἐπ’ ἐδάφους τὰ ἀγάλματα πάντα, μόνην δὲ τὴν Πηγὴν ἱσταμένην ἐνδόξως, καὶ πάντες ἐθαύμασαν. Ἀποκριθέντες δὲ θεοπνεύστως εἶπον τῷ βασιλεῖ· γνωστὸν ἔστω σοι, ὦ βασιλεῦ, ὅτι ῥίζα ἔνθεος καὶ βασιλεία ἀνέκυψεν οὐρανίου καὶ ἐπιγείου βασιλέως χαρακτῆρα φέρουσα· ἡ γὰρ Πηγὴ κυρίας τῆς βηθλεεμίτιδος εἰκόνα φέρει, τὸ δὲ διάδημα τύπον βασιλείας, ὁ δὲ ἀστὴρ οὐράνιον μήνυμα ἐπὶ γῆς τερατεύει. Εἷς δὲ τῶν ῥηθέντων σοφῶν Βαρσάκιος τοὔνομα τῶν λοιπῶν ἐμπνευσθεὶς θειοτέρως λέγει τῷ βασιλεῖ· οὗτός ἐστιν ὁ ἀστὴρ τοῦ ἀνθρώπου ἐκείνου, ὃν προεῖπε Βαλαάμ· «Ἄνθρωπος», φησίν, «ὁρῶν καὶ ἀκούων λόγια Θεοῦ, ἐπιστάμενος ἐπιστήμην ὑψίστου καὶ ὅρασιν Θεοῦ ἰδὼν ἐν ὕπνῳ, ἀνακεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ· δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζω· ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ». Καὶ αὕτη μέν, ὦ βασιλεῦ, ἡ προφητεία Βαλαάμ· τὸ δὲ τοὺς θεοὺς καὶ τὰς θεὰς ἡμῶν πεσεῖν τοῦτο δηλοῖ, ὅτι πέπτωκεν αὐτῶν ἡ ἐξουσία, καὶ ἡ τιμὴ αὐτῶν ἔσχηκε πέρας· ὁ γὰρ ἐλθὼν ἐκ τῶν ἄνω πρεσβυτέρας ὑπάρχει ἀξίας καὶ πῶς τοὺς νεάζοντας ἐν αὐτῇ ἐάσει δοξάζεσθαι;

Πέμψον οὖν μάγους εἰς τὴν Ἰουδαίαν, ὦ βασιλεῦ, καὶ εὑρήσεις τεχθέντα ἐκεῖ τὸν υἱὸν τοῦ Θεοῦ παρθενικαῖς ἀγκάλαις κρατούμενον.

Καὶ ταῦτα μὲν οἱ σοφοὶ θεοκινήτως τῷ βασιλεῖ διελέχθησαν· ἑσπέρας δὲ γενομένης ἐφάνη ἐν τῷ ναῷ ἐκείνῳ, φασίν, οὐ μετὰ τῶν σατύρων Διόνυσος λέγων· οὐκέτι μία ἐξ ἡμῶν ἡ Πηγὴ λογισθήσεται, ἀλλ’ ὑπὲρ πάντας ἡμᾶς χρηματίζει κατὰ πολύ. Τίνα γεννῶσα; ἄνθρωπον θείας τύχης ὄντα σύλλημμα.

Ἱερεῦ Προῦπτε, τί πράττων καθέζει ἐνταῦθα; Πρᾶξις γάρ τις ἔγγραφος ἔφθασε καθ’ ἡμῶν, καὶ μέλλομεν ὡς ψευδεῖς ὑπὸ ἐμπράκτου ἐλεγχθῆναι προσώπου· ἃ γὰρ ἐφαντάσαμεν, ἐφαντάσαμεν. Οὐκέτι χρησμοὺς διδόαμεν· ἤρθη ἀφ’ ἡμῶν ἡ τιμή· ἄδοξοι καὶ ἀγέραστοι γεγόναμεν. Εἷς δὲ μόνος ἐκ πάντων ἀναλαβὼν τὴν ἰδίαν τιμὴν εἶπε· μυθοβαδεῖν οὐκέτι, Πέρσαι, ἀνέχομαι· οὐκέτι γῆς καὶ ἀέρος φόρους ἀπαιτήσουσι. Ὁ γὰρ κτίσας αὐτὰ πάρεστι ἐμπράκτους φόρους τῷ πέμψαντι προσκομίζων· ὁ τὴν παλαιὰν εἰκόνα ἀνακτίζων καὶ τὴν εἰκόνα τῇ εἰκόνι συντιθεὶς καὶ ὅμοιον ἐφ’ ὁμοίωσιν διδοὺς πάρεστι. Διὸ καὶ οὐρανὸς συγχαίρει τῇ γῇ, γῆ δὲ καυχᾶται οὐρανῶν καύχημα δεξαμένη· ἃ γὰρ οὐ γέγονεν ἄνω, γέγονε κάτω· καὶ ὃν ἡ εὐδαιμονοῦσα τάξις οὐκ οἶδεν, ἡ δυσδαιμονοῦσα θεωρεῖν κατηξίωται· κἀκείνῃ μὲν ἀπειλεῖ φλόξ, ταύτῃ δὲ δρόσος πάρεστι.

Τίς ἄρα τῆς κυρίας Πηγῆς ἡ τοσαύτη εὐτυχία, ὥστε κατὰ τὴν Βηθλεὲμ βασιλέα τεκεῖν; τίς τῆς Πηγῆς ἡ ἄπειρος χάρις, οὕτω ποθεινῆς γενομένης καὶ χάριν χάριτος συλλαβεῖν; Ἡ Ἰουδαία ἤνθισεν, αὕτη δὲ μαραίνεται· τοῖς ἐθνικοῖς καὶ ἀλλογενέσι σωτηρία ἦλθε· τοῖς ταλαιπωροῦσιν ἀνάψυξις ἀξίως πλεονάζει.

Γυναῖκες χορεύουσαι λέγετε· Κυρία ναματοφόρε Πηγή, οὐρανίου φωστῆρος γεναμένη μήτηρ, ἡ ἀπὸ καύματος τὸν κόσμον νεφέλη δροσίζουσα, οὐράνιε πύλη, μνημόνευε τῶν σῶν ἱκετίδων. Ταῦτα οὖν ὅσα ὁ Διόνυσος ἀπεφθέγξατο.

Καὶ ὅσα οἱ σοφοὶ καὶ ὅσα τὰ ἀγάλματα τοῦ ναοῦ προελάλησαν ὁ βασιλεὺς συνεγράψατο, πείρᾳ μαθεῖν ἐφιέμενος εἰ ἄρα γενήσεται τῶν εἰρημένων ἡ ἔκβασις. Ἵστατο δὲ ὁ ἀστὴρ ἐπάνω τῆς στήλης τῆς λεγομένης Πηγῆς· καὶ ὅτε ὁ βασιλεὺς καὶ οἱ σοφοὶ τοὺς μάγους μετὰ δώρων πρὸς τὸν τεχθέντα ἄνακτα εἰς τὴν Ἰουδαίαν προέπεμπον, τότε σὺν αὐτοῖς καὶ αὐτὸς ὁ ἀστὴρ συνεπορεύετο. Ἔφερον δὲ μεθ’ ἑαυτῶν προστάξει τοῦ βασιλέως καὶ παῖδα ζωγράφον, ὅπως τὰ ὁμοιώματα ἑκατέρων, δηλαδὴ τῆς τεκούσης καὶ τοῦ τεχθέντος παιδίου, τῷ βασιλεῖ ἀπενέγκωσι. Φθάσαντες δὲ εἰς τὴν Ἰουδαίαν καὶ εὑρόντες καὶ προσκυνήσαντες τὴν βασιλίδα καὶ ὃν ἔτεκε βασιλέα καὶ τὰ ἐπιφερόμενα δῶρα αὐτῷ προσκομίσαντες καὶ ἀμφοτέρων τὸν σεπτὸν χαρακτῆρα χρωματουργήσαντες καὶ τὴν αὐτῶν διακονίαν καλῶς ἐξανύσαντες ἀνέκαμψαν εἰς τὴν χώραν αὐτῶν ἀγαλλόμενοι, τῷ βασιλεῖ τῶν Περσῶν τάδε διηγούμενοι.

Φθάσαντες, φησίν, ὦ βασιλεῦ, τὴν χώραν τῶν Ἰουδαίων, τὸ σημεῖον τοῦ ἀστέρος ἐκίνει πάντας πρὸς ἡμετέραν ἐρώτησιν· τί τοῦτο, φησίν, ὅτι Περσῶν σοφοὶ μετὰ ἀστεροφανίας πρὸς ἡμᾶς ἐπεδήμησαν; Καὶ ἠρώτων ἡμᾶς οἱ πρῶτοι τῶν Ἰουδαίων τί τὸ ἐσόμενον καὶ δι’ ὃ πάρεστε· καὶ εἴπομεν ὅτι ὃν λέγετε Μεσσίαν ἐτέχθη. Καὶ ἀηδῶς μὲν τοῦτο ἤκουσαν, ἀντιστῆναι δὲ ἡμῖν οὐκ ἐτόλμησαν, μᾶλλον δὲ καὶ ἐδυσώπησαν ἵνα δῶρα λάβωμεν παρ’ αὐτῶν καὶ τὸ κεφάλαιον τοῦτο παντελῶς σιωπήσωμεν, ἵνα μὴ ἀποστασία, φησίν, εἰς ἡμᾶς γένοιτο.

Ἡμεῖς δὲ πρὸς αὐτοὺς ἀπεκρίθημεν ὅτι ἡμεῖς μᾶλλον καὶ δῶρα τῷ βασιλεῖ τῷ τεχθέντι προσάγομεν καὶ κήρυκες τῶν γενομένων ἐν Περσίδι σημείων ἀπεστάλημεν, καὶ πῶς δῶρα λαβόντες ἅπερ εἴδομεν μεγαλεῖα σιωπῆσαι δυνάμεθα; Μετεπέμψατο δὲ ἡμᾶς καὶ Ἡρῴδης ὁ βασιλεὺς καὶ λαλήσας τινὰ πρὸς ἡμᾶς καὶ ἀκούσας τινὰ παρ’ ἡμῶν πρὸς τὴν ἡμῶν διακονίαν ἡμᾶς προεπέμψατο. Καὶ αὖθις παρὰ τοῦ ἀστέρος συνήθως καθοδηγούμενοι τὸ σπήλαιον κατελάβομεν καὶ ἰδόντες προσεκυνήσαμεν τό τε θεῖον βρέφος καὶ τὴν τεκοῦσαν αὐτὸ καὶ ἐπυθόμεθα, τί σου τὸ ὄνομα, ὦ περίβλεπτε μῆτερ, καὶ ποίας πέφυκας χώρας καὶ εἰ ἄρα ἡρμόσθης ἀνδρί.

Ἡ δὲ ἀπεκρίνατο· Μαρία μὲν προσκέκλημαι καὶ ἐκ τῆσδε τῆς χώρας πέφυκα· ἀνδρὶ δέ, ὡς ἔφητε, συνεύνῳ τετάχθαι οὐδόλως ἐπίσταμαι, ἀλλὰ μόνον μεμνήστευμαι. Ὀλιγωρούσης μου δὲ τῆς ψυχῆς καὶ μηδαμῶς βουλομένης ποτὲ εἰς γάμου κοινωνίαν ἐλθεῖν, ἐν μιᾷ τῶν ἡμερῶν ἀνατείλαντος τοῦ ἡλίου ἐπέστη μοι ἄγγελος Θεοῦ ἀσπόρου συλλήψεως εὐαγγέλια φέρων μοι. Καὶ τοῦτο ἐνωτισθεῖσα ἐγὼ τὸ ξένον καὶ ἄπορον ἄκουσμα, «πῶς, κύριέ μου,» εἶπον, «ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;» καὶ τὸ ἐμοὶ ξένον φανὲν καὶ ἄπορον ὁ θεῖος ἄγγελος λέλυκε τάχιστα, δυνάμει λέγων καὶ προμηθείᾳ Θεοῦ ἥ τε σύλληψις καὶ ὁ τόκος γενήσεται.

Ἡμεῖς δὲ ἀποκριθέντες εἴπομεν πρὸς αὐτήν· ὦ βασιλίδων καὶ μητέρων πασῶν ὑπερτέρα ἀπείρανδρε μῆτερ, πάντες οἱ θεοὶ τῶν Περσῶν ἐμακάρισάν σε· μέγα τὸ καύχημά σου ὡς βασιλέα τεκοῦσα οὐρανοῦ τε καὶ γῆς, ἄτρυγε κόρη. Ἦν δὲ τὸ παιδίον σπαργάνοις ἐνειλημένον «κείμενον ἐν τῇ φάτνῃ», μερικόν τινα τῆς τεκούσης αὐτὸ φέρον χαρακτῆρα· ὃ προσκυνήσαντες καὶ ἀσπασάμενοι καὶ ἐπ’ ἀγκάλαις βαστάσαντες ἡμῶν ἕκαστος ἅπερ εἴχομεν «δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν», τούτῳ δεδώκαμεν, τὰ σὰ εἰπόντες σοὶ προσφέρομεν, Ἰησοῦ παντοδύναμε· οὐκ ἄλλως γὰρ τὰ ἀδιοίκητα διοικεῖσθαι ἠδύναντο, εἰ μὴ αὐτὸς κατελθεῖν ηὐδόκησας· ἔπρεπε γάρ, Δέσποτα, τῇ σοφῇ σου μεθόδῳ οὕτω μεθοδεῦσαι καὶ σῶσαι τὸ πλάσμα σου. Ἐμειδία δὲ τὸ παιδίον καὶ ἐσκίρτα τὰ παρ’ ἡμῶν ἀκοῦον λεγόμενα. Δοξάσαντες δὲ αὐτὸ ἡμεῖς καὶ τὴν μητέρα αὐτοῦ καὶ τοὺς ἁγίους αὐτῶν χαρακτῆρας χρωματουργήσαντες καὶ συνταξάμενοι τῇ μητρὶ καὶ παρθένῳ, καὶ αὕτη ἡμᾶς τὰ εἰκότα τιμήσασα, ἤλθομεν ἐν τῷ τόπῳ ἐν ᾧ κατελύσαμεν.

Ἑσπέρας δὲ γενομένης ἐπέστη ἡμῖν ἄγγελός τις φοβερὸς λέγων· ἀναχωρεῖτε ταχέως, μή τις ἐπιβουλὴ ὑμᾶς καταλάβῃ. Φόβῳ δὲ πολλῷ ἡμεῖς συσχεθέντες εἴπομεν πρὸς αὐτόν· καὶ τίς ὁ ἐπιβουλεύσων τηλικαύτῃ πρεσβείᾳ, ὦ ἀρχιστράτηγε θεῖε; ὁ δέ, Ἡρῴδης, φησίν, ὁ βασιλεύς· καὶ ὁρᾶτε μή τις ὑμῶν πρὸς αὐτὸν ἀνακάμψῃ, ἀλλ’ ἀναστάντες πορεύεσθε εἰς τὴν χώραν ὑμῶν ἐν εἰρήνῃ σῳζόμενοι. Ἡμεῖς δὲ ἐπὶ τοὺς ἀσθενεῖς ἵππους ἡμῶν ταχὺ ἐπιβάντες ἐκεῖθεν ἀπῄραμεν, ἀπαγγέλοντες καθ’ ὁδὸν μέχρι σοῦ, βασιλεῦ, τὰ μεγαλεῖα πάντα, ὅσα κατείδομεν.

Ταῦτα ὁ βασιλεὺς καὶ οἱ σοφοὶ τῶν Περσῶν παρὰ τῶν θεοφόρων μάγων ἀκούσαντες καὶ τῆς τεκούσης παρθένου καὶ τοῦ θείου βρέφους τὰ ὁμοιώματα θεασάμενοι πάντες ἐξέστησαν. Προσέταξε δὲ ὁ βασιλεὺς γραφῇ παραδοῦναι τὰ τῶν μάγων διηγήματα. Τὴν εἰκόνα δὲ τῆς θεομήτορος ἅμα καὶ τοῦ θείου βρέφους αὐτῆς εἰς τὸν ναὸν προεστήσατο, οὐκέτι τοῦ Διὸς τὸν ναόν, ἀλλὰ τοῦ Ἰησοῦ λέγων κληθήσεσθαι. Καὶ ἔγραψεν οὕτως· ἱερὸν Διὸς ἡλίῳ μεγάλῳ, βασιλεῖ Ἰησοῦ.

Ἡμεῖς δὲ χάριτι θείᾳ τάδε διεξελθόντες τῷ διηγήματι, φέρε δὴ καὶ αὖθις πρὸς τὸ θεῖον εὐαγγέλιον τὸν λόγον ἰθύνωμεν κἀκεῖθεν αὐτὸν διασφραγίσαντες περατώσωμεν. Ἀλλὰ μηδεὶς ξένα τοῦ εὐαγγελίου τὰ λεχθέντα λογίσοιτο, ἐπεὶ κἀκεῖνο παρθένον διηγεῖται σαρκοφόρον τεξαμένην Θεὸν καὶ μάγους ἐκ Περσίδος χώρας σὺν ἀστέρι ὁδηγῷ εἰς προσκύνησιν τοῦ γεννηθέντος ἐπιδημήσαντας. Ὅτι δὲ τὸ εὐαγγέλιον τὰ ἐν τῇ Περσίδι οὐκ ἐξηγήσατο, νόει ὅτι «οὐκ ἠδύνατο ὁ κόσμος χωρεῖν τὰ γραφόμενα βιβλία» κατὰ τὸν μέγαν Ἰωάννην, εἰ πάντα ὅσα περὶ τοῦ Ἰησοῦ ὁλικῶς διεγράφοντο, καὶ ὅτι οὐκ ἂν ἐκ Περσίδος δωροφόροι μάγοι πρὸς τὴν Ἰουδαίαν παρέβαλον, εἰ μὴ πολλὰ ἐκεῖ σημεῖα εἶδον καὶ τέρατα. Διὸ καὶ ἐνδημήσαντες «ποῦ ἐστιν» ἐζήτουν «ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτόν. Ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ». Καλῶς Ἡρῴδης ταράττεται φιλαρχίας δαιμόνιον ἐσχηκὼς καὶ βασιλέα τεχθέντα ἐνηχηθεὶς ταράττεται φόβῳ διαδοχῆς. Τί δέ; Καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ συνταράττεται καὶ συνθλίβεται, καθάπερ τυράννου καὶ σκυλευτοῦ καὶ οὐ σωτῆρος τεχθέντος.

Πυθόμενος δὲ τοὺς γραμματεῖς καὶ μαθὼν ὅτι ἐν Βηθλεὲμ γεννᾶται ὁ Χριστὸς καὶ τοῦτο ἐκ τοῦ πάλαι προειπόντος προφήτου βεβαιωθεὶς («καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα», λέγοντος, «οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὃς ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ»), ταῦτα ὁ παράφρων ἀκηκοὼς πειρᾶται ἀκυρῶσαι προφήτου λόγον καὶ ψῆφον Θεοῦ. Καὶ ὅρα τὴν σκαιωρίαν· «πορευθέντες», φησὶ πρὸς τοὺς μάγους, «ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου»· ἀκριβῶς, φησίν, ἐξετάσατε, μήπως ἄλλο παιδίον ἀρτιγέννητον ὑμᾶς ἀπατήσῃ, ἀλλ’ ἐκεῖνο σπεύσατε εὑρεῖν, ὅπερ λέγετε βασιλέα τεχθῆναι· «ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ». Οὐ λέγει τὸν δόλον, ἵνα ἐλθὼν ἀναιρῶ αὐτό, ἀλλὰ «προσκυνήσω αὐτῷ»· οὐ γὰρ ἤκουσε τοῦ εἰπόντος· «Τίς οὗτος ὁ κρύπτων βουλήν, συνέχων δὲ ῥήματα ἐν καρδίᾳ ἐμὲ οἴεται κρύπτειν;» «Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν, καὶ ἰδοὺ ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς. Ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα». Φθάσαντες γὰρ τὴν Ἰουδαίαν ἐκρύβη οἰκονομικῶς ἀπ’ αὐτῶν ὁ ἀστήρ, ἵνα κηρυχθῇ ὁ τεχθεὶς βασιλεύς. Διὸ καὶ ἤρξαντο ἐρωτᾶν· «Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;»

Καὶ ὥσπερ ἐλύπει αὐτοὺς σφόδρα τοῦ ἀστέρος ἡ ἀποκρυβή, ὡς μηδὲν τούτου χωρὶς δυνατὸν εὑρεῖν τὸν τεχθέντα, ἀλλὰ καὶ εἰς μάτην κοπιᾶσαι ὁδοιπορίαν τοσαύτην καὶ γέλως ὀφθῆναι τοῖς φιλολοιδόροις, οὕτως ἰδόντες αὐτὸν προεξάγοντα αὐτοὺς «ἕως ἐλθὼν ἔστη ἐπάνω, οὗ ἦν τὸ παιδίον» κείμενον, «ἐχάρησαν σφόδρα καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ καὶ πεσόντες προσεκύνησαν αὐτῷ καὶ ἀνοίξαντες», φησί, «τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν». Τρισσὸς γὰρ ἦν ὁ τεχθεὶς οὗτος τῇ ἀξίᾳ· Θεὸς ἤτοι καὶ βασιλεὺς καὶ ἄνθρωπος ἀληθῶς· διπλοῦς τῇ φύσει, Θεὸς καὶ ἄνθρωπος, καὶ τῆς Τριάδος εἷς καὶ ὁμοφυὴς Θεός. Διὸ καὶ τρισσὰ τούτῳ τὰ δῶρα οἱ μάγοι προσάγουσιν, ὡς βασιλεῖ τὸν χρυσόν, καὶ λίβανον ὡς Θεῷ, καὶ σμύρναν διὰ τὸ μέλλειν θνῄσκειν σαρκί· «σμύρναν καὶ στακτὴν καὶ κασίαν» καὶ ὁ θεῖος δι’ αὐτὸν προεῖπε Δαβίδ, ἣν καὶ Νικόδημος ἅμα Ἰωσὴφ προσέφερον σμύρναν καὶ ἀλόην ὡσεὶ λίτρας ἑκατὸν τῇ τοῦ δεσπότου κηδείᾳ. «Καὶ χρηματισθέντες», φησί, «μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν». Καὶ αὐτοὶ μὲν δι’ ἑτέρας ὁδοῦ ἀνεχώρησαν, ὁ δὲ Ἡρῴδης λήθης βυθοῖς παρεδόθη μέχρι καὶ δύο ἐτῶν περατώσεως. Διὸ καὶ μνησθεὶς «ἀπὸ διετοῦς καὶ κατωτέρω» τὰ βρέφη ἀναιρεθῆναι προσέταξεν. «

Ἀναχωρησάντων δὲ τῶν μάγων», δηλαδὴ μετὰ τὴν ὀκταήμερον περιτομὴν καὶ τὴν τεσσαρακονθήμερον νομικὴν εἴσοδον τοῦ παιδίου πρὸς τὸν ναόν, ἐφίσταται «ἄγγελος Κυρίου κατ’ ὄναρ λέγων τῷ Ἰωσήφ· ἀναστὰς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό». Ὅπου γὰρ σηπεδὼν μεγάλη καὶ νόσου πλεονασμός, ἐκεῖ πάντως καὶ φαρμάκων πολλῶν χρεία καὶ πλείστης ἰατρείας σπουδή. Ἀθεΐαν γὰρ φαντασθέντες οἱ Αἰγύπτιοι παραπλησίως τοῖς Πέρσαις πολυθεΐαν εἰδώλων ἐλάτρευον θάτεροι καὶ μᾶλλον οἱ Αἰγύπτιοι, φασίν· οὐ κτηνῶν ἁπλῶς καὶ ἑρπετῶν καὶ θηρίων, ἀλλὰ καί τινων ἀκινήτων καὶ φαυλοτέρων τελείως ἐλάτρευον. Καὶ θέλων ὁ Θεὸς καὶ αὐτοὺς ἀπαλλάξαι παραπλησίως τοῖς Πέρσαις τῆς ἀθέσμου λατρείας καὶ συντρίψαι καὶ τὰ τούτων ἀγάλματα, ὅρα τὴν προμηθείαν αὐτοῦ· οὐ λέγει ὁ θεῖος ἄγγελος τῷ δικαίῳ ὅτι λαβὼν τὸ παιδίον κατάβηθι εἰς Αἴγυπτον, ἵνα κἀκεῖ συντρίψῃ τὰ εἴδωλα καὶ ἀπαλλάξῃ τῆς πλάνης τοὺς ταῦτα λατρεύοντας, ἀλλὰ διὰ τὸν Ἡρῴδην δῆθεν «φεῦγε» φησὶν «εἰς Αἴγυπτον». Ἠδύνατο γὰρ καὶ εἰς Αἴγυπτον μὴ φυγεῖν καὶ τὸν Ἡρῴδην διαλαθεῖν, ὥσπερ δὴ καὶ ὁ Πρόδρομος. Ἀλλὰ «φεῦγε» φησὶν «εἰς Αἴγυπτον», ἵνα φυγὴν καὶ φόβον καὶ δόλον ἀκούσας ὁ δίκαιος καταλάβῃ τὴν Αἴγυπτον τάχιστα· ὅπερ καὶ γέγονε. «

Νυκτὸς γάρ», φησί, «τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ παραλαβὼν ἀνεχώρησεν εἰς Αἴγυπτον». Πολλῶν δὲ ἀγαλμάτων ἄνωθεν τῶν τειχέων ὡς φρουρῶν δῆθεν ἱσταμένων οὐδαμῶς ὑπέφερον τοῦ παιδίου τὴν εἴσοδον, ἀλλὰ πρηνῆ τῷ ἐδάφει πεσόντα λεπτῶς συνετρίβησαν. «Καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ὅπως πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου». Τί οὖν φαίημεν; ὅτι καὶ ὁ Πατὴρ τὸν Ἡρῴδην φοβεῖται καὶ φυγαδεύει τὸν υἱὸν αὐτοῦ ἐκεῖθεν εἰς Αἴγυπτον καὶ αὖθις μετὰ τὴν τελευτὴν τοῦ τυράννου ἐκεῖθεν τοῦτον μετακαλεῖ; Ἄπαγε τὴν δύσφημον ταύτην ἔννοιαν ἐκ φιλοθέου πάσης ψυχῆς. Ἀλλ’ ἵνα φωτίσῃ τὴν Αἴγυπτον καὶ πληρώσῃ τὰ πάντα τῆς τούτου αἰνέσεως, παιδεύσῃ δὲ καὶ ἡμᾶς ἐχθρῶν ὁρατῶν τε καὶ ἀοράτων φεύγειν τὰς ἐπηρείας. «Ἰδὼν δὲ ὁ Ἡρῴδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων ἐθυμώθη λίαν καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων». Ἐγώ, φησί, τὸ παιδίον μόνον ἐκεῖνο τὸ βασιλεῦσον ἀναιρεῖν ἐβουλόμην· ἐπεὶ δέ με ἠπάτησαν οἱ μάγοι καὶ ἐνέπαιξαν καὶ οὐκ ἀνέκαμψαν πρός με, κἀγὼ ἐπιλέλησμαι ἄχρι τοῦ νῦν ἀλλοδαπαῖς φροντίσιν εἰργόμενος· καὶ νῦν ἤδη δύο παρέδραμον ἔτη, καὶ πλῆθος παίδων ἐτέχθη ἐν τῇ Βηθλεέμ, κἀκεῖνο γνωσθῆναι ῥᾳδίως ἡμῖν τὸ παιδίον ἀμήχανον.

Ὁλικῶς ἀπαλείψω λοιπὸν τὰ τεχθέντα παιδία, οὐ μόνον τὰ ἐν Βηθλεέμ, ἀλλὰ καὶ ὅσα ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω κατὰ τὸν χρόνον ὃν ἠκρίβωσα παρὰ τῶν μάγων. Καὶ τούτοις πάντως συναναιρεῖται καὶ ὁ παῖς ἐκεῖνος, ὁ τεχθεὶς βασιλεύς, καὶ οὐδαμῶς μου φανῶσιν ὑπερφρονοῦντες οἱ μάγοι. Καὶ διατί, ὦ παράνομε βασιλεῦ, οὐ Βηθλεὲμ μόνης ἀναιρεῖς τὰ παιδία, ἀλλὰ καὶ πάντα τὰ ἐν τοῖς ὁρίοις αὐτῆς; Ἤκουσας πάντως ὅτι ἐτέχθη ἐν τῇ Βηθλεὲμ ὃν ὑποπτεύεις διάδοχον. Καὶ διατί τῶν πέριξ χωρίων ἀτεκνοῖς τὰς μητέρας; Δέδοικα, φησί, μήπως αἰσθομένη τὴν τῶν παίδων σφαγὴν ἡ μήτηρ αὐτοῦ {καὶ} λάθῃ τοὺς ἀναιροῦντας καὶ ἐξέλθῃ σὺν τῷ παιδὶ πρὸς τὰ πέριξ χωρία καὶ διαδράσῃ τὸ ξίφος. Ὢ τῆς ἀνοίας τοῦ θεομάχου· πῶς ἀνεφίκτοις ἐπιχειρεῖ ὁπλιζόμενος κατὰ τοῦ πλάστου αὐτοῦ; Ἀποστείλας γάρ, φησίν, ἀνεῖλε τοὺς ἐν τῇ ὀρεινῇ καὶ Βηθλεὲμ παῖδας ἀπὸ διετοῦς καὶ κατωτέρω ὡσεὶ τέσσαρας καὶ δέκα χιλιάδας. Ἔστι δὲ ἐννοῆσαι ὅτι καὶ πολλαὶ γυναῖκες καὶ ἀνὰ δύο ἀφῃρέθησαν τέκνων, ὅσαι δηλαδὴ καὶ διδύμους κυῆσαι ἔτυχον εὑρεθῆναι καὶ ὅσαι κατ’ ἔτος καὶ πάλιν ἔτυχον τίκτειν, καὶ μᾶλλον εἰ ἄρρενα τὰ τικτώμενα ἦσαν. Πολλαὶ δὲ καὶ νεάζουσαι οὐδὲν πλέον ἢ δύο καὶ μόνον ηὐπόρουν πρωτοτόκων παιδίων· καὶ ταῦτα ὁμοῦ ἀνῃρέθησαν· διὸ ἦν καὶ τὸ πένθος ἀπαραμύθητον.

Ὧν καὶ τὸ θρῆνος ὁ θεῖος Ἰερεμίας προακηκοὼς προαπεφήνατο λέγων· «Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη», τουτέστιν ἄνω εἰς ὕψος, «θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς καὶ οὐκ ἤθελε παρακληθῆναι ὅτι οὐκ εἰσίν». Ἢ ὅτι δύο τέκνα, ὡς ἔφημεν, ἡ Ῥαχὴλ αὕτη ἀπεβάλετο καὶ πλεῖον πασῶν ἐθρήνει τῶν γυναικῶν, ἢ ὅτι εἰς ἓν πρόσωπον, τῆς Ῥαχήλ, τὸ πλῆθος συνάπτει ὁ προφήτης τῶν θρηνουσῶν γυναικῶν, ὧν καὶ ἤκουσεν ἐν Ῥαμά, ἤγουν εἰς ὕψος ἡ φωνὴ αὐτῶν <ἠκούσθη> ὁμοῦ θρηνουσῶν.

Οὐ γὰρ ᾔδεσαν ἐκεῖναι αἱ γυναῖκες ὅτι διὰ Χριστὸν καὶ ὡς Χριστὸς ἀνῃρέθησαν καὶ ἐν τοῖς κόλποις Ἀβραὰμ περιθάλπονται καὶ σὺν Χριστῷ τὰ νήπια αὐτῶν βασιλεύουσι, διὸ καὶ πένθος εἶχον ἀπαραμύθητον. «Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου» χρηματίζεται καὶ αὖθις δι’ ἀγγέλου ἐν Αἰγύπτῳ ὁ δίκαιος Ἰωσήφ, ὥστε λαβεῖν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἀνελθεῖν εἰς γῆν Ἰσραήλ· ἀνελθὼν δὲ καὶ «ἀκούσας ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ καὶ αὖθις κατ’ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται». Ὁ μὲν οὖν δίκαιος, ἀκούσας ὅτι Ἀρχέλαος βασιλεύει, ὡς ἄνθρωπος ἐφοβήθη ἐκεῖ ἀπελθεῖν.

Ἐπεὶ γὰρ καὶ δι’ ἀγγέλου θείου οἰκονομικῶς προτρέπετο φοβεῖσθαι καὶ φεύγειν, πῶς οὐκ ἂν ἐφοβήθη; ἐφοβήθη γὰρ φόβον «ἐκεῖ, ἔνθα οὐκ ἦν» κατὰ τὸν Δαβὶδ «φόβος», ἵνα τῷ φόβῳ ἐκεῖθεν ὠθούμενος ἐλθὼν οἰκῆσαι ἐν Ναζαρὲτ τῆς Γαλιλαίας καὶ τὰς ῥήσεις τῶν προφητῶν ὅτι Ναζωραῖος καὶ Γαλιλαῖος κληθήσεται περατώσας δείξῃ τὴν ἔκβασιν.

Ἐπεὶ οὖν τὰ προφητῶν ἐνταῦθα πέρας ἐσχήκασι, φέρε δὴ λοιπὸν ἄρτι καὶ ἡμεῖς τὸν λόγον περατώσαντες εἴπωμεν· ὁ παλαιὸς τῶν ἡμερῶν καὶ νηπιάσας δι’ ἡμᾶς, ὁ πλουτῶν θεότητι καὶ πτωχεύσας μέχρι σαρκὸς καὶ δούλου μορφῆς, ὁ ἀόρατος τῇ φύσει καὶ φανεὶς φιλανθρώπως, «ὁ μόνος ἔχων ἀθανασίαν» καὶ διὰ θνητοὺς θανὼν ἑκουσίως, δὸς ἡμῖν βοήθειαν «τὸν παλαιὸν ἄνθρωπον ἀποθέσθαι» καὶ νηπιάσαι τοῖς πάθεσι καὶ τέλειον κτήσασθαι φρόνημα καὶ πτωχεῦσαι τῷ κόσμῳ καὶ πλουτῆσαι τῷ πνεύματι καὶ τῶν ἀοράτων ἀπαλλαγῆναι τυράννων, ἀοράτως καὶ ὁρατῶς παρὰ σοῦ βοηθούμενοι· καὶ τοῦ θανάτου διὰ θανάτου ἡμᾶς ἐξαιρούμενος τῆς ἀθανάτου ζωῆς καὶ βασιλείας σου κληρονόμους ἀνάδειξον. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.