Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Ἑρμηνεία Κανόνων Δεσποτικῶν Ἑορτῶν
Λόγος στα Άγια Φώτα
Η σημασία της μετάνοιας, η βάπτιση του Χριστού στον Ιορδάνη, η τριαδική Θεοφάνεια, η ανασκευή των αιρέσεων και η αντιμετώπιση των πειρασμών της ερήμου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος στα Άγια Φώτα
Η σημασία της μετάνοιας, η βάπτιση του Χριστού στον Ιορδάνη, η τριαδική Θεοφάνεια, η ανασκευή των αιρέσεων και η αντιμετώπιση των πειρασμών της ερήμου.
ΝΕΟΦΥΤΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΑ ΑΓΙΑ ΦΩΤΑ Εὐλόγησον, δέσποτα. Φωτὸς ἀνεσπέρου, φιλέορτοι, πανήγυριν σήμερον ἄγοντες, φαιδρῶς ὑπαντήσωμεν χαίροντες φωτὸς δᾳδουχίαν ἀδύτου δεξάμενοι· φῶς φωτισθῶμεν, ὡς πρέπον ἐστὶ τῷ μεγάλῳ φωτί· φωτὸς ἀειφανοῦς πρὸς ἡμᾶς ἐνδημήσαντος φωτισθῶμεν ὡς δεῖ, ψυχῇ δηλαδή τε καὶ σώματι, μηδὲν σκοτεινὸν κατὰ πρᾶξιν ἢ κατὰ διάνοιαν φέροντες, μέλλοντες καθυπαντᾶν τῷ θείῳ φωτί· μᾶλλον δέ, εἰ καὶ σκοτεινόν τι ἐν ἡμῖν περιφέρεται, τὴν τούτου ποιησώμεθα ἀρτίως ἀπόθεσιν. Εἰς τοῦτο γὰρ καὶ «τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον» σαρκὶ πρὸς ἡμᾶς ἐπεδήμησεν, ἵνα τὰ ἔργα τοῦ σκότους ἀποθέμενοι τὰ ὅπλα τοῦ φωτὸς ἐνδυσώμεθα καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες αὐτῷ ἡμᾶς προσκαλοῦντι ἀκολουθήσωμεν. «Ἐγώ εἰμι», φησί, «τὸ φῶς τοῦ κόσμου· ὁ ἐμοὶ ἀκολουθῶν οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς».
Ὁ ἐμοί, φησίν, ἕπεσθαι προαιρούμενος καταλείψῃ πρῶτον τὰ ἔργα τοῦ σκότους καὶ δείξῃ ἐναργῶς ὅτι ἀγαπᾷ τὸ φῶς καὶ τὸ σκότος μισεῖ, ἐπεὶ «πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν ἔρχεται εἰς τὸ φῶς, ἵνα φανερωθῶσι τὰ ἔργα αὐτοῦ, ὅτι ἐν τῷ Θεῷ εἰσιν εἰργασμένα». Ὁ δὲ τοιοῦτος ἕξει τὸ φῶς, ἐμέ, καὶ γενήσεται φῶς καὶ κληρώσεται τὸ ἀνέσπερον φῶς τῆς ἀθανάτου ζωῆς. Ὁ δὲ ἐμοὶ ἕπεσθαι μὴ προαιρούμενος εὔδηλον ὅτι «περιπατήσει ἐν τῇ σκοτίᾳ» τοῦ φωτὸς ὑστερούμενος· ὁ ὢν γὰρ ἐν τῷ φωτὶ ἡνωμένος ἀεί, τοῦ σκότους πάντως ἀπήλλακται, ὁ δὲ διάγων ἐν σκοτίᾳ τοῦ φωτὸς ὄντως ὑστέρηται, ἐπεὶ οὐδεμία κοινωνία φωτὸς μετὰ σκότους, καθὼς οὐδὲ «δυσὶ κυρίοις δύναταί τις δουλεύειν, Θεῷ τε δῆλον καὶ μαμωνᾷ», οὐδὲ δυσὶν ὁδοῖς, εὐρύχωρον καὶ στενήν, δύναταί τις ὁδεῦσαι ὁμοῦ, εἰ μή που τὴν μίαν καταλιπὼν πρὸς ἄλλην ἐκκλίνῃ. Ὅτι δὲ ῥᾴδιον τοῦτο τοῖς βουλομένοις, πάντῃ δῆλόν ἐστιν. Αὐτεξουσιότητος γὰρ ἀξιώματι πρὸς Θεοῦ τιμηθεὶς ὁ ἄνθρωπος ἐξ ἀρχῆς αὐτεξουσίως προαιρεῖται ἢ τὴν ὁδὸν τῆς ζωῆς ἢ τὴν ὁδόν, ὡς εἰπεῖν, τοῦ θανάτου καὶ ῥᾴδιον ἔχει τὸ ἐκ θατέρας πρὸς θατέραν ἐκκλίνειν, ὡς εἴρηται.
Ὅτι δὲ τοῦτο ἀληθὲς καὶ οὐχ ἁπλῶς ἐστι στοχασμός, ἐννοήσωμεν πόσοι ἄνθρωποι ἐκ συνέσεως πρὸς ἄνοιαν μετεβλήθησαν καὶ ὅσοι ἐξ ἀνοίας πάλιν εἰς μετάνοιαν μετεποιήθησαν.
Τίς γὰρ τοῦ Ἀδὰμ συνετώτερος πρὸ παραβάσεως γέγονεν; ὃς καὶ πλήθει τοσούτων κτηνῶν καὶ ἑρπετῶν καὶ θηρίων καὶ πετεινῶν ἁρμοδίως προὔθηκε τὰ ὀνόματα· οὐ μὴν δέ, ἀλλὰ καὶ θαυμαστὰ προφητεύσας ὅθεν τε καὶ ἐλήφθη τὸ ὀστοῦν καὶ ᾠκοδομήθη αὐτῷ βοηθὸς καὶ ὅτι κληθήσεται γυνή, ἤτοι γονή, καὶ ὅτι «καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα» καὶ εἰς σάρκα μίαν τῇ γυναικὶ αὐτοῦ συναφθήσεται. Καὶ ἴδε πῶς ὁ τοσαύτης σοφίας καὶ προφητείας καὶ συνέσεως ἔμπλεος πεφυκώς, πῶς μετὰ παράβασιν ἐπειρᾶτο κρύπτεσθαι Θεὸν καὶ ἀντὶ μετανοίας καὶ ἐξαγορίας καταιτιᾶτο τὸν δόντα τὴν βοηθόν.
Ἴδε Ἰούδας, ὁ πρὶν μαθητὴς καὶ ὕστατον προδότης, οὐχὶ καὶ αὐτὸς εἷς τῶν δώδεκα ἦν καὶ σὺν αὐτοῖς ἐπεστέλλετο καὶ θαύματα ἐπετέλει ὡς Χριστοῦ φοιτητής; καὶ αὐτὸς τῶν μελλόντων καθεσθῆναι ἐπὶ δώδεκα θρόνων συναρίθμιος ἦν καὶ γνώμην αὐθαίρετον ἠμείψατο, πάντα ταῦτα τριάκοντα ἀργυρίοις, καὶ προδότης ἐγένετο. Πόσοι δὲ πάλιν ἀπὸ ἄκρας κακίας πρὸς μετάνοιαν μετεβλήθησαν, ὅ τε τελώνης καὶ ἡ πόρνη καὶ ὁ λῃστὴς καὶ οἱ τούτων συμμέτοχοι; Ἄφες γάρ μοι τὴν τοῦ ἀσώτου παραβολήν, ὅτι πρόσωπον φέρει παντὸς ἀνθρώπου ἐξ ἀσωτείας πρὸς τὸν Θεὸν ἐπιστρέφοντος καὶ παρὰ τῷ εὐσπλάγχνῳ πατρὶ διὰ μετανοίας εἰλικρινοῦς καὶ ἀπταίστου εἰσδέχεται ἀναστάσεως καὶ τὴν πρώτην αὐτὸν πάλιν ἐπενδύει στολήν, καὶ τὸν μόσχον θύει τὸν σιτευτὸν ἐν τῇ ἀνευρέσει τοῦ ἀπολωλότος υἱοῦ. Ἄφες γοῦν, ὡς ἔφθην εἰπών, τὴν σωτήριον ταύτην καὶ θείαν παραβολὴν καὶ θέασαί μοι πῶς ἠμείφθησαν ἐξ ἀρχῆς καὶ ἀμείβονται μέχρι τοῦ νῦν αὐθαιρέτως οἱ ἄνθρωποι, οἱ μὲν ἐξ ἀνοίας πρὸς μετάνοιαν καὶ ἀρετήν, οἱ δὲ ἐξ ἀρετῆς καὶ συνέσεως πρὸς κακίαν ὡς προείρηται, καὶ ἑκατέρωθεν πάντως ἕξεις ὠφέλειαν, ἤγουν οὐκ ἀπογνώσεις ἁμαρτήσας πολλά, ἐὰν ἀπ’ ἄρτι μετανοήσῃς καλῶς, οὐδ’ αὖ πάλιν θαρρήσεις καλῶς ἑστηκώς, μήπως μικρὸν χαυνωθῇς καὶ τὰς ἡνίας χαλάσῃς τοῦ ἵππου τοῦ λογικοῦ καὶ πέσῃς ἐξάπινα.
Καὶ τοῦτο δηλῶν ὁ ἀπόστολος ἔλεγεν· «Ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ». Ἀλλὰ τί ταῦτα πρὸς τὴν ἁγίαν τῶν Φώτων ἡμέραν; ἴσως ἂν εἴπῃ τις. Σὺ δὲ τί ἂν ἐρᾷς λέγειν ἡμᾶς, ὦ φιλόλογε ὁμοῦ καὶ φιλέορτε, τῶν λεγομένων οἰκειότερον εἰς τὴν παροῦσαν τῶν Φώτων πανήγυριν; ἄρα περὶ φωτὸς ἢ φωτίσματος ἢ τῶν μετεχόντων ἁπλῶς τοῦ θείου βαπτίσματος; Ἐπεὶ γὰρ φῶς ὁ Πατὴρ καὶ φῶς ὁ Υἱὸς καὶ φῶς τὸ πανάγιον Πνεῦμα, ἐν μιᾷ φωτοχυσίᾳ καταφωτίζει μία θεότης τὰ σύμπαντα. Φώτισμα δὲ τὸ δι’ ὕδατος καὶ πνεύματος δωρεὰν τοῖς ἀνθρώποις ἐκεῖθεν διδόμενον, φωτιζόμενοι δὲ οἱ τοῦτο λαμβάνοντες· διὸ καὶ ἐπυθόμην σοι, εἰ ἄρα περὶ φωτὸς ἢ φωτισμοῦ ἢ φωτιζομένου λέγειν ἡμᾶς ἐφίεσαι. Ἐμοὶ γὰρ δοκεῖ ὅτι, εἰ μὲν πρὸς ἀπίστους καὶ ἀμυήτους τοῦ θείου βαπτίσματος ἐποιούμην τὸν λόγον, καλὸν ἦν εἰπεῖν περὶ φωτὸς Θεοῦ, κατὰ τὸ ἡμῖν ἐγχωροῦν, καὶ βαπτίσματος. Ἐπεὶ δὲ πρὸς πιστοὺς καὶ τοῦ θείου βαπτίσματος μεμυημένους ὁ λόγος ἡμῖν ἐκτίθεται, καλὸν οἶμαι συνυφαίνειν τῷ λόγῳ ῥήματα μετανοίας, ἐπεὶ καὶ φωτισμὸς τοῦτό ἐστι καὶ λέγεται, τὸ μετανοῆσαι θερμῶς καὶ ἀποδρᾶσαι ταχέως τῶν ἔργων τοῦ σκότους καὶ τῷ φωτὶ προσδραμεῖν.
Ἐπεὶ γὰρ καὶ φῶς ἐστιν ὁ Θεός, «φῶς οἰκῶν ἀπρόσιτον» καὶ κατὰ τὸν θεῖον ἀπόστολον, εὔδηλον ὅτι ὁ προσπελάσας αὐτῷ διὰ μετανοίας θερμῆς καὶ πράξεων ἀγαθῶν φωτισθήσεται καὶ οἰκείως τὴν φαιδρὰν ταύτην ἡμέραν, ἑορτὴν τῶν θείων Φώτων, ἑορτάσει ὡς δεῖ.
Ὅτι δὲ καὶ μετάνοια καὶ ἐξαγόρευσις οἰκείως ἔχει πρὸς τὴν ἡμέραν τῶν Φώτων καὶ οὐδὲν ἀλλότριον τῆς παρούσης ἑορτῆς φθεγγόμεθα, ἐννοήσωμεν πῶς ἐβαπτίζοντο τότε ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν, καὶ πῶς ὁ μέγας προφήτης καὶ πρόδρομος καὶ κῆρυξ τῆς ἀληθείας, ἀγαπητέ, πρὸ παντὸς ἀγαθοῦ τὴν μετάνοιαν, πρὸ πάσης γὰρ ἄλλης δημιουργίας τὴν μετάνοιαν προὔθηκε λέγων· «Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν»· καί· «ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας». Καὶ ὁ Δεσπότης πρὸ παντὸς ἄλλου κηρύγματος τὴν αὐτὴν πρώτην ἀφῆκε φωνήν. «Ἀπὸ τότε», φησίν, «ὁ Ἰησοῦς ἤρξατο κηρύσσειν καὶ λέγειν». Ἀπὸ τότε, δηλαδή, ἀφ’ ἧς ἐβαπτίσθη καὶ ὁ βαπτιστὴς ἐν φυλακῇ ἐφρουρήθη, τότε βεβαιῶν ὁ Δεσπότης τὰ παρ’ ἐκείνου ῥηθέντα καὶ αὐτὸς «ἤρξατο κηρύσσειν καὶ λέγειν· μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν». Ἀρκετὸς γὰρ τῆς μετανοίας ὁ τρόπος· ἐβασίλευσε γὰρ ἡ ἁμαρτία ἀπὸ τοῦ Ἀδὰμ μέχρι τοῦ νῦν καὶ κἂν ἀπό γε τοῦ νῦν θελήσατε μετανοεῖν, «ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν», ἵνα εἰς αὐτὴν συνεισέλθητέ μοι ὡς αἱ φρόνιμοι ἐκεῖναι παρθένοι. Οὐδεὶς γὰρ τῇ ἁμαρτίᾳ δεδουλωμένος ἐκείνης τῆς βασιλείας τὰ προπύλαια θεάσοιτο, εἰ μή που φέρῃ «καρπὸν ἄξιον τῆς μετανοίας». Εἰς τοῦτο γὰρ πρὸς ὑμᾶς παρεγενόμην ἐγώ, ὅπως κηρύξω τὴν βασιλείαν ὑμῖν, καὶ ὅτι τὸ χωρίον ἐκεῖνο ἁμαρτωλοῖς καὶ ἀπίστοις πέφυκεν ἀνεπίβατον.
Ἔσται γὰρ ἡ ἀπάγουσα ἐκεῖ «ὁδὸς καθαρὰ καὶ ὁδὸς ἁγίων κληθήσεται καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος». Καὶ «εἰ μὴ ἦλθον καὶ ἐλάλησα» ὑμῖν ταῦτα, ἴσως ἂν εἴχετε πρόφασιν ἀγνοίας μὴ ὠφελοῦσαν ὑμᾶς. Νῦν δὲ λέγω ὑμῖν καὶ προλέγω πρὸ ἐτῶν χιλίων πεντακοσίων τοῦ ἐλθεῖν ὁλικῶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τὰ πεντακόσια δὲ καὶ πεντάκις χίλια ἔτη παρέδραμον ἤδη καὶ ἦλθον ἐγὼ ἐπ’ ἐσχάτων τῶν χρόνων κατὰ τὰς θείας Γραφὰς κηρύξων ὑμῖν τὴν βασιλείαν καὶ τὴν μετάνοιαν, ὅπως ἕκαστος ὑμῶν μετανοήσῃ καὶ βαπτισθῇ εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. Ὥστε μήτε πληθύνοντες μήτε συστέλλοντές τι τῆς ὁμοουσίου ταύτης καὶ ἀκτίστου Τριάδος τὰ ὀνόματα, μήτ’ αὖ πάλιν σμικρύνοντές τι ἐξ αὐτῶν καὶ οὕτως πιστεύοντες μετανοεῖτε ἐκ τῶν φαύλων πράξεων ὑμῶν. Ἐντεῦθεν γὰρ καὶ ἡ πίστις ὑμῶν τρανωθήσεται καὶ αὐξηνθήσεται, ἐπεὶ καὶ χωρὶς ἔργων νεκρὰ ἡ πίστις λογίζεται, καθάπερ καὶ σῶμα μὴ ἔχον ψυχὴν νεκρὸν ἀποφαίνεται. Καὶ οὐδεὶς ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἀμετανόητος εὑρεθεὶς δυνήσεται ἄγνοιαν προφασίζεσθαι· ἐπεὶ καὶ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας» καὶ ἐν ᾧ εὑρῶ ἕκαστον ἐκεῖ καὶ κρινῶ. Θέλων δὲ πάντας σωθῆναι κηρύσσω ὑμῖν καὶ προλέγω· «Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν», ἵνα ταύτην κληρονομήσητε.
Ταῦτα γὰρ καὶ τὰ τούτων ἐχόμενα ὁ Σωτὴρ διὰ τοῦδε τοῦ ῥήματος τῆς μετανοίας πρὸς ἡμᾶς διαλέγεται, καὶ ἀπόχρη ταῦτα πρὸς μετάνοιαν τοῖς βουλομένοις αὐτὴν ἐπισπᾶσθαι. Καὶ δεῦρο λοιπὸν πρὸς Ἰορδάνην κατὰ τὸ ἡμῖν ἐφικτὸν νοητῶς ἀτενίσωμεν καὶ τὸν Δεσπότην ἐκεῖσε ἐν τοῖς ῥείθροις ἑστῶτα σὺν τῷ Προδρόμῳ νοητῶς κατοπτεύσωμεν· καὶ Δεσπότου μὲν ἄπειρον οἰκονομίαν δοξάσωμεν καὶ συγκατάβασιν, δούλου δὲ μιμησώμεθα ὑψοποιὸν καὶ ἀξιοθαύμαστον καὶ μακαρίαν ταπείνωσιν. Ὁ λέγων γὰρ πρὸ μικροῦ μὴ εἶναι ἱκανὸς τὰ τούτου βαστάσαι δεσποτικὰ ὑποδήματα καὶ τοὺς τούτου ἱμάντας προσψαῦσαι καὶ λῦσαι ἀνάξιον ἑαυτὸν λογιζόμενος καὶ τρανῶς τοῖς λαοῖς τοῦτο φθεγγόμενος, βλέπε αὐτὸν δεσποτικὴν χειροθετεῖν κορυφὴν προτρεπόμενον. Τί οὖν τοῦτο; τῷ Δεσπότῃ ὁ δοῦλος· ἤμειπται ἡ τάξις καὶ ἀνατέτραπται, ἵνα δοῦλος βαπτίσῃ Δεσπότην, καὶ οὐχὶ Δεσπότης ἀξίως μᾶλλον δοῦλον βαπτίσειεν; «Ἐγὼ γὰρ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;» Ὅσα γὰρ περὶ σοῦ, ὦ Δέσποτα, προεμαρτύρησα ἀναιροῦνται λοιπόν· «ἐν Πνεύματι γὰρ ἁγίῳ καὶ πυρὶ» τοῖς λαοῖς παρὰ σοῦ βαπτισθῆναι ἐκήρυξα, ἀλλὰ μηδὲ εἶναι ἄξιον τὰ σά, Δέσποτα, λῦσαι ἢ βαστάσαι ὑποδήματα διαρρήδην ἀπέφηνα. Καὶ τίς ἄρα τῶν ἀρτίως ὁρώντων σε ὑπ’ ἐμοῦ βαπτιζόμενον οὐ σμικρύνει σε, Δέσποτα;
τίς δ’ ἄρα ὡς ψεύστην οὐ λοιδορήσει με τἀναντία τῶν παρ’ ἐμοῦ εἰρημένων βλέπων με πράττοντα; Θεάσασθε, φησί, τὸν ἀνάξιον λέγοντα εἶναι κἂν βαστάσαι τοῦ ἐρχομένου τὰ ὑποδήματα, πῶς τὴν αὐτοῦ κορυφὴν ἀφειδῶς χειροθετεῖ καὶ βαπτίζει αὐτὸν ἀναιδῶς. Τί δ’ ἂν καὶ ἀκούσαντες τοῦτο εἴπωσι καὶ οἱ στείλαντες πρός με ἐξ Ἱεροσολύμων Ἰουδαῖοι ἱερεῖς καὶ Λευΐτας μαθεῖν ἐπειγόμενοι τίς εἰμι ὁ βαπτίζων ἐγώ, καὶ ὡμολόγησα καὶ οὐκ ἠρνήθην, καὶ ὡμολόγησα τὸ ἀληθὲς ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, οὔτε Ἠλίας, οὔτε ὁ προφήτης, ἀλλ’ ὅτι ἀπεσταλμένος εἰμὶ ἐγὼ ἔμπροσθεν ἐκείνου καὶ ὅτι ἐγὼ «φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ» καὶ ἰδοὺ ἐγὼ βοῶ πρὸς ὑμᾶς ἐν τῇ ἐρήμῳ ταύτῃ, «καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης· Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν». Ὡς πρόδρομος γὰρ ἐκείνου προτρέχω καὶ προετοιμάζω τὴν ἐκείνου ὁδὸν καὶ πρόοδον ποιῶν βοῶ πρὸς ὑμᾶς· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου» διὰ μετανοίας καὶ πίστεως· ἐφέστηκεν ἤδη βαπτίσων ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ καὶ υἱοθετήσων ὑμᾶς. Ταῦτα, Δέσποτα, καὶ τὰ τούτων ἀκόλουθα περὶ σοῦ τοῖς ὄχλοις ἀποφηνάμενος ἀπρεπές μοι δοκεῖ τοῦ βαπτίσαι σε.
Καὶ ὁ Δεσπότης· «Ἄφες ἄρτι· οὕτως γὰρ ἡμῖν πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην». Οὐχ ὅτι δικαιοσύνης πέφυκα ἐλλιπής, ἀλλ’ ἵνα δείξω τοῖς βουλομένοις τί δεῖ ποιεῖν πρὸς τὸ ἐκπληροῦν πᾶσαν δικαιοσύνην· ὅτι ἀγάπην καὶ φρόνημα ταπεινὸν καὶ ἁμαρτίας πάσης παντελῆ ἀποχὴν καὶ δόλον μὴ φέρειν ἐν τῷ στόματι αὐτοῦ καὶ ὑπακοὴν μέχρι θανάτου προσήκει μετέρχεσθαι ὁ πάσης δικαιοσύνης ἐρῶν. Ἐπεὶ ἀγάπη κἀμὲ τοῦ ἰδίου πλάσματος εἰς τὸν κόσμον εἰσήγαγε, καὶ δούλου μορφὴν περιθέσθαι ἠθέλησα τὴν ὑψοποιὸν ταπείνωσιν δεῖξαι βουλόμενος· καὶ χωρὶς ἁμαρτίας καὶ δούλου ὅμοιος ὁ πλάστης τῷ πλάσματι γεγονώς, γενέσθαι ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου διαγωνίζομαι, ὅπως θανάτῳ θανατώσω τὸν θάνατον καὶ θανάτου ὁμοῦ καὶ δουλείας λυτρώσας τὸ ἀνθρώπινον ἐλευθερίαν καὶ ζωὴν πιστοῖς ἀνταμείψαιμι· καὶ ὥσπερ νομικῇ ὑπέκυψα ὀκταημέρῳ περιτομῇ, οὕτω ὑποκύπτω καὶ αὖθις δουλικὸν βάπτισμα δέξασθαι ὑπὸ σοῦ· καί· «Ἄφες ἄρτι· οὕτω γὰρ ἡμῖν πρέπον ἐστὶ πληρωθῆναι πᾶσαν δικαιοσύνην».
Ἄφες ἄρτι πληρωθῆναι τοὺς τύπους καὶ τὰ σκιωδῶς πάλαι γενόμενα, τὴν τοῦ λαοῦ δηλαδὴ διὰ Μωσέως εἰς τὸ ἐρυθραῖον πέλαγος πεζοπόρον διάβασιν καὶ πῆξιν ναμάτων ἰορδανικῶν διὰ Ἰησοῦ τοῦ Ναυῆ καὶ αὖθις διάβασιν λαοῦ καὶ κιβωτοῦ, καὶ Ἠλιοὺ καὶ Ἐλισαίου διὰ μηλωτῆς Ἰορδάνου διατομὴν καὶ ὅσα ἁπλῶς τυπικῶς τότε γεγόνασι. Ἄφες ἄρτι τῆς ἀληθείας ἐλθούσης πληρωθῆναι τοὺς τύπους καὶ τὰ αἰνίγματα· ἄφες ἄρτι τὰ προφητῶν καὶ μᾶλλον τὰ τοῦ Δαβὶδ πληρωθῆναι κηρύγματα. «Φωνὴ Κυρίου» Θεοῦ Πατρός, φησί, πρὸς Υἱὸν «ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν» βροντησίαν ἀφήσειε φωνήν, «οὗτός ἐστι, λέγουσα, ὁ υἱός μου ὁ ἀγαπητός», δι’ ἧς ἀγαλλιάσεται φωνῆς τὸ Θαβώριον ἄρτι καὶ τὸ Ἑρμώνιον. «Φωνὴ Κυρίου ἐν ἰσχύϊ», <πρὸς> σὲ δηλαδὴ τὸν δεδοικότα βαπτίσαι με, «φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ», δηλαδὴ πρὸς ἐμὲ τὸν ὑπὸ σοῦ βαπτιζόμενον νῦν. «
Φωνὴ Κυρίου συντρίβοντος κέδρους», δαίμονας ἤτοι καὶ μεγιστάνους τυράννους, «καὶ συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου», ἤγουν τὰς ἁμαρτίας τοῦ κατ’ ἐκεῖνον λεπτυνθέντα τὸν Λίβανον διὰ μετανοίας καὶ τοῦ θείου βαπτίσματος, «καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον»· διὰ μοιχειῶν καὶ φόνων καὶ ἀσελγειῶν καὶ ἑτέρων κακῶν ὡς κέδρων παχυνθεισῶν τῶν ἁμαρτιῶν «λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον» καὶ ἀφανίσει τελείως, «καὶ ὁ ἠγαπημένος» ἐγὼ υἱὸς τῷ Πατρὶ «ὡς υἱὸς μονοκερώτων». «Φωνὴ Κυρίου συσσείοντος ἔρημον, καὶ συσσείσει Κύριος τὴν ἔρημον Κάδδης», δηλαδὴ τὴν παροῦσαν διὰ τὴν ἔλευσιν τῆς Ἰουδαίας καὶ πάντων τῶν περιχώρων τῶν ἐχομένων Ἰορδάνου· τὸ μέν, ἵνα ὁ Βαπτιστὴς εἰς μετάνοιαν βαπτίσῃ πᾶσαν τὴν Ἰουδαίαν καὶ Ἱεροσόλυμα καὶ τὰ περίχωρα τοῦ Ἰορδάνου, τὸ δέ, ἵνα ἴδωσι τίς ἡ «φωνὴ τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ», καὶ τίς ὁ βαπτίζων καὶ ὁ βαπτιζόμενος, καὶ τίς ἡ «φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων», διὸ καὶ «συσσείσει Κύριος τὴν ἔρημον Κάδδης. Φωνὴ Κυρίου καταρτιζομένη ἐλάφους», ψυχὰς ἐπιποθούσας ἐλθεῖν εἰς τὰς πηγὰς τῶν ὑδάτων τοῦ σωτηρίου βαπτίσματος.
Ἄφες ἄρτι τέλος λαβεῖν ταῦτα καὶ τὰ λοιπὰ τοῦ Δαβὶδ καὶ τῶν λοιπῶν προφητῶν, ὅσα εἰς τὸ βάπτισμα πνευματικῶς ἐκηρύχθησαν, οἷον τό· «Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ» εἰς βεβαπτισμένας, κεκαθαρμένας δηλαδὴ καὶ ἀρρυπάντους ψυχάς, καί· «ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψεν, ὡδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης», καί· «ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου», καί· «ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων», καί· «ἡ θάλασσα εἶδε καὶ ἔφυγεν» ἔνθε καὶ ἔνθε, «τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων», «ὁ Ἰορδάνης δὲ ἐστράφη εἰς τὰ ὀπίσω», ἤτοι «ἔστη τὰ ὕδατα καταβαίνοντα ἄνωθεν εἰς πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα» ἀποδραμεῖν τῆς πόλεως «Καριαθιαρίμ», καί· «εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν», καί· «ὅτι ἐρράγη ἐν ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ», καὶ ὅτι· «ἀντλήσατε ὕδωρ μετ’ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου», καὶ ὅτι· «λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν» καὶ τὰ ἑξῆς. Ἐνωτισθεὶς οὖν ταῦτα ὁ Βαπτιστὴς καὶ ἀκούσας ὅτι «πρέπον ἡμῖν τοῦτό ἐστι, πληρῶσαι πᾶσαν δικαιοσύνην, τότε», φησίν, «ἀφίησιν αὐτόν.
Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ’ αὐτόν· καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα».
Τί γὰρ βεβαιοτέραν ἢ σαφεστέραν περὶ τῆς θείας καὶ ἀκτίστου καὶ ἀδιαιρέτου καὶ ἀσυγχύτου καὶ ὁμοουσίου Τριάδος μαρτυρίαν ζητήσειεν ἄν τις; Βαπτίζεται ὁ Υἱός, μαρτυρεῖ ὁ Πατήρ, πρὸς ὃν καὶ ἐν εἴδει περιστερᾶς καταπέμπει τὸ ἐξ αὐτοῦ ἐκπορευόμενον παράκλητον Πνεῦμα. Διὸ καὶ εὐδοκεῖ ἀνεῳχθῆναι τὸν οὐρανόν, ἵνα γνῶσιν οἱ ἀκούσαντες ὅτι οὐχ ἑτέρωθεν ἀλλ’ οὐρανόθεν ἠνέχθη ἡ λαληθεῖσα φωνή, καὶ ὅτι ἐκεῖθεν ὁ μαρτυρούμενος υἱὸς ὁ ἀγαπητός. Εἰκὸς γὰρ τοῖς ὄχλοις διαπορεῖν καὶ ἀλλήλοις πυνθάνεσθαι· τίς ἄρα οὗτός ἐστιν ὁ νῦν βαπτιζόμενος; τίς ἄρα οἶδεν εἰ οὗτος ἐκεῖνος ὃν ἰσχυρότερον αὐτοῦ καὶ ὑπερένδοξον πάνυ ἐμαρτύρει Ἰωάννης; καὶ πῶς ἄρα τὸν αὐτοῦ ὑπερένδοξον καὶ ἰσχυρότερον χειροθετεῖ καὶ βαπτίζειν τολμᾷ; τίνα οὖν τοῦτον ὑποτοπάσωμεν; «τίς ἄρα οὗτός ἐστιν;» Λύων δὲ ὁ Πατὴρ τῶν ὄχλων τὸ ἀμφισβήτημα ἀνοίγει τὸν οὐρανὸν καὶ λέγει ἐκφωνῶν τοῖς λαοῖς· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα»· οὗτός ἐστιν ὃν προεῖπον διὰ Δαβίδ· «Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε», καί· «αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σύ, καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ». «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα».
Οὗτός ἐστιν ὁ υἱός μου ὁ «θαυμαστὸς σύμβουλος», πρὸς ὃν ἐβουλεύθην· «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν». «Οὗτός ἐστιν ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, Θεὸς ὁ ἰσχυρός, ὁ ἐξουσιαστής, ὁ ἄρχων τῆς εἰρήνης καὶ τοῦ μέλλοντος αἰῶνος πατήρ». «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα».
Τίς ἄρα μαρτυρίας τοιαύτας ἀκούων ἔρημον Υἱοῦ τολμήσει εἰπεῖν τὸν Πατέρα ἢ Πνεύματος παναγίου, εἰ μή που τυφλὸς ἂν τύχῃ τῇ διανοίᾳ, ἄπιστος Ἰουδαῖος καὶ κωφὸς τοῖς ὠσίν; Ὁ δὲ Τριάδα μὲν πάλιν ὁμολογῶν, σμικρύνων δὲ ὡς ἄνθρωπον τὸν Υἱὸν καὶ εὐτελίζων τὸ Πνεῦμα διὰ τὸ ἐν εἴδει φανῆναι περιστερᾶς, τί τοῦτον κωλύει καὶ τὸν Πατέρα σμικρῦναι καὶ ἀνθρωπόμορφον ὑποπτεῦσαι διὰ τὸ αἰσθητὴν ἀφεῖναι φωνήν;
Οὐκ εἴωθεν γὰρ ὁ Θεὸς λαλεῖν αἰσθητῶς τοῖς δυναμένοις ἀκούειν νοητῶς· λαλεῖ δὲ ἀλάλως τοῖς δυναμένοις οὕτως ἀκούειν, ἤγουν ἀσωμάτοις ἀγγέλοις ἢ καὶ ἀγγέλοις ἐν σώματι ἀνθρώποις. Ἐπεὶ δὲ αἰσθητῶν καὶ ὑλικῶν καὶ θνητῶν σωτηρία ἀνθρώπων ἐπραγματεύετο τότε, μετὰ πολλῆς συγκαταβάσεως γίνεται πάντα· καὶ ἄνθρωπος μὲν φαίνεται ὁ Υἱός, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς κατέπτη.
Αἰσθητὴ ἡ συγκατάβασις, ἵνα πρὸς γνῶσιν τριαδικὴν ἀναχθῇ τὸ ἀνθρώπινον· καὶ τὸ Πνεῦμα σμικρύνων διὰ τὸ ἐν εἴδει φανῆναι περιστερᾶς, τὸν {δὲ} Πατέρα ἔνσωμον φαίης διὰ τὸ αἰσθητὴν ἀφιέναι φωνήν. Τίς λοιπὸν Θεὸς ὁ δράσας καὶ συνέχων τὰ σύμπαντα; ποῦ «ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν»; ποῦ ὁ ἔχων «θρόνον οὐρανὸν καὶ ὑποπόδιον τὴν γῆν»; ποῦ «ὁ μετρήσας τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί»; ποῦ «ὁ στήσας τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ» καὶ «κατέχων τὸν γῦρον τῆς γῆς καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ὡς ἀκρίδας»; ποῦ «ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν καὶ διατείνας αὐτὸν ὡσεὶ σκηνὴν κατοικεῖν καὶ διδοὺς ἄρχοντας εἰς οὐδὲν ἄρχειν»; καὶ τίς ὁ ἀμφιβάλλων, φησί, καὶ λέγων μὴ εἶναι Θεὸν αἴτιον καὶ συνοχέα πάντων τῶν γεγονότων; Ὁ λέγων μὴ εἶναι Θεὸν τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, ἐνυπόστατα πρόσωπα καὶ τοῦ Πατρὸς ὁμοούσια, ἐξ ἡμισείας γινώσκει τὸν Θεὸν καὶ ἀμφιβάλλει λοιπὸν μὴ εἶναι τέλειον Θεὸν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ τὸ παράκλητον Πνεῦμα, πάντως καὶ <τὸν> τούτων αἴτιον, ὅσον τὸ εἰς αὐτόν, συνευτελίζων Πατέρα. «Ὁ μὴ τιμῶν» γάρ, φησί, «τὸν υἱὸν οὐ τιμᾷ τὸν Πατέρα»· καί· «πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, εἰς δὲ τὸ ἅγιον Πνεῦμα βλασφημία οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις, οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι».
Τί δὲ λοιπόν; τὸν Πατέρα ὑποτοπάζεις τιμᾶν ἀτιμάζων τὰ ἐξ αὐτοῦ; Ὑπόθου μοι ἄρα βασιλέα ἐπίγειον μονογενῆ ἔχοντα υἱόν, πάνυ ἀγαπητόν τε καὶ ἐστεμμένον καὶ σύνθρονον καὶ τῆς αὐτοῦ βασιλείας συμμέτοχον. Εἶτά τις ἐνδημήσας καὶ προσκυνήσας καὶ μεγαλύνας κατὰ τὸ αὐτοῦ ἐφικτὸν τῷ βασιλεῖ καὶ πατρί, τροπαιοῦχόν τε καὶ νικητὴν καὶ αὐτοκράτορα τοῦτον ἀποκαλῶν καὶ βασιλέων κρηπῖδα καὶ ἄλλας μεγάλας αὐτῷ ἐπιφημῶν ἀρετάς, καταφρονήσας δὲ τὸν σύνθρονον υἱὸν αὐτοῦ καὶ βασιλέα, ξένον τοῦ βασιλέως καὶ χωρικὸν καὶ νόθον τοῦτον ἀποκαλῶν, πόσην, εἰπέ μοι, ὀργὴν ἐκ τοῦ πατρὸς ἐπισπάσεται ἐκεῖνος ὁ ὑβριστὴς καὶ διαιρέτης τοῦ υἱοῦ τῆς πατρικῆς βασιλείας; Ὁρᾷς οἵαν ἐπισπᾶσαι ὀργὴν ὁ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀθετῶν; «Ἐπὶ στόματος γὰρ δύο ἢ τριῶν μαρτύρων σταθήσεται», φησί, «πᾶν ῥῆμα». Σὺ δὲ μυρίους μάρτυρας ἔχων περὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος ἀκμὴν ἀμφιβάλλεις καὶ ἀπιστεῖς; Ἤρκει γὰρ Δαβὶδ καὶ Ἠσαΐας καὶ Συμεὼν καὶ Ἄννα καὶ ὁ μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννης εἰς μαρτυρίαν περὶ τοῦ Υἱοῦ. Ὁ μὲν γὰρ τὴν σταύρωσιν προδήλως ἔλεγεν· «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος». Ὁ δὲ ὅτι· «Συλλήψεται ἡ παρθένος καὶ τέξεται υἱὸν Ἐμμανουήλ», Θεὸν μεθ’ ἡμῶν. Ὁ δέ· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ».
Ἡ δὲ ἀνθομολογουμένη περὶ τοῦ παιδίου «πᾶσιν ἐλάλει τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἰερουσαλήμ».
Ὁ δέ· «Ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι», φησίν, «ἐκεῖνός μοι εἶπεν· ἐφ’ ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ἁγίῳ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ».
Οὗτοι γὰρ καὶ μόνοι ἐξήρκουν εἰς μαρτυρίαν περὶ τοῦ Υἱοῦ, τῶν λοιπῶν, ὡς ἔφθην εἰπών, χωρίς. Καὶ αὖθις περὶ τοῦ Πνεύματος, ἱκανώτατος ἦν Ἰωὴλ φάσκων τρανῶς ἐκ προσώπου τοῦ Θεοῦ· «Ἐν ταῖς ἡμέραις ἐκείναις», λέγων, «ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν <οἱ> υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται· καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου· καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω».
Ἤρκει καὶ ταῦτα περὶ τοῦ Πνεύματος τοῖς ἔχουσιν ὦτα καὶ βουλομένοις ἀπεριέργως ἀκούειν. Καὶ ὥσπερ μόνοι ἐξήρκουν εἰς μαρτυρίαν οἱ ῥηθέντες προφῆται, οὕτω καὶ ἐν ἀποστόλοις ἤρκει περὶ Χριστοῦ ὁ μέγιστος Ἰωάννης· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος· πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃν γέγονε». Πλεῖστα δὲ περὶ Χριστοῦ θεόπνευστα μαρτυρήσας ἐπισφραγίζει τῇ ἀληθείᾳ ὡς ἀληθὴς μαθητὴς τὸν λόγον τὸν αὐτοῦ, «Οὗτός ἐστιν», λέγων, «ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ». Καὶ ὅτι· «Γέγραπται ταῦτα ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἔστιν ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ». Ἐπεὶ δὲ ταῦτα καὶ τῶν ἀποστόλων ἠπίστησαν τὰ κηρύγματα καὶ τῶν θείων διδασκάλων τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἠθέτησαν τὰ διδάγματα, ἤδη καὶ τοὺς προφήτας ἠθέτησαν ἅπαντας· καὶ εἰς παντελῆ ἀπιστίαν οἱ μὲν κατεπτώθησαν, οἱ δὲ πάλιν κακοπιστίαν νοσήσαντες εἰς μυρίας αἱρέσεις ἀθλίως ἐξέπεσον· καὶ οἱ μὲν ἐξ αὐτῶν εἰς ἀρχὰς τρεῖς, οἱ δὲ εἰς δύο τὴν μίαν καὶ ὁμοφυῆ θεότητα διασχίσαντες ἐδογμάτισαν, οἱ δὲ πάλιν τὰς τρεῖς ὑποστάσεις συνελόντες ἀνοήτως κακῶς ἐληρώδησαν· καὶ ἄλλοι πάλιν εἰς κτίσμα καὶ ποίημα τὸν Υἱὸν καὶ τὸ Πνεῦμα κατήγαγον.
Μαρκίων γάρ τις ἐκ Πόντου ὁρμώμενος τρεῖς ἀρχάς, ἀγαθὸν καὶ δίκαιον καὶ φαῦλον, ἀνόμως ἐδίδαξε. Μάνης δὲ ὁ Πέρσης ἀρχὰς δύο, τὴν μὲν ἀγαθήν, τὴν δὲ πονηρὰν εἶναι ἐδογμάτισε· Χριστὸν δὲ οὐ σαρκὶ πεπονθέναι φησί, καθ’ ὅτι οὐδὲ σαρκὶ ἀλλὰ δοκήσει ἐφάνη τῷ κόσμῳ· διὸ καὶ οὐκ αὐτὸν ἀλλὰ τὴν σκιὰν αὐτοῦ κρατήσαντες οἱ Ἰουδαῖοι ἐσταύρωσαν· καὶ πολλὰ τοιαῦτα φλυαρήσας καὶ βλασφημήσας εἶπε καὶ τοῦτο, ὅτι οὐ τὸν σύμπαντα κόσμον πεποίηκεν ὁ Θεός, ἀλλὰ μέρος τι ἐξ αὐτοῦ πάντως παρήγαγεν. Ἕτερος δέ τις, Νόητος τοὔνομα, ἀπὸ Σμύρνης τῆς Ἀσίας ὁρμώμενος, μετὰ πολλὰς καὶ ἄλλας αὐτοῦ ληρωδίας καὶ υἱοπάτορα τὸν Χριστὸν ἐδίδασκε, τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· ἑαυτὸν δὲ ἔλεγεν εἶναι Μωσέα καὶ τὸν αὐτοῦ ἀδελφὸν Ἀαρών· φαίνονται γὰρ καὶ ἀπὸ τῶν δογμάτων αὐτῶν, ὅτι Μωϋσῆς ἐστι καὶ Ἀαρὼν λέγοντες τὸν Χριστὸν γέννημα καὶ γεννήτορα· ἐγέννησεν ὁ αὐτὸς ἑαυτὸν καὶ ἐγένετο λοιπὸν ἑαυτοῦ υἱὸς καὶ πατὴρ καὶ ἐκπορεύων τὸ πνεῦμα καὶ ὡς πνεῦμα πάλιν ἐκπορευόμενος. Καὶ τίς γὰρ Μωϋσέως τοιούτου καὶ Ἀαρὼν μετὰ τῶν δογμάτων αὐτῶν οὐ καταγελάσει; Τούτου δὲ τοῦ Νοήτου, τοῦ καὶ μᾶλλον ἀνοήτου, τὰ ὅμοια καὶ ὁ Σαβέλλιος ἐδογμάτισεν.
Ἀρειανοὶ δὲ τὴν τοῦ αἱρεσιάρχου αὐτῶν Ἀρείου διαδεξάμενοι αἵρεσιν εἰς κτίσμα μὲν κατάγουσι τὸ Πνεῦμα τὸ πανάγιον, ὡσανεὶ κτίσμα τοῦ Πατρὸς λέγοντες τὸν Υἱὸν καὶ κτίσμα δὲ Υἱοῦ τὸ πανάγιον Πνεῦμα. Ὢ τῆς ἀνοίας· τίς γὰρ πώποτε ἔκτισε κτίσμα καὶ ἐκάλεσε τοῦτο «ἀγαπητὸν υἱόν»; τὸ γὰρ κτίσμα τοῦ κτίσαντος αὐτὸ λέγεται κτίσμα, οὐχὶ δὲ καὶ υἱὸς ὁμοούσιος καὶ ἀγαπητός. Καὶ εἰ οὐκ ἔστιν υἱὸς τοῦ Θεοῦ ὁ Χριστός, ὡς αὐτοὶ βλασφημοῦσι, τίνος λοιπὸν ὁ Πατήρ ἐστι πατήρ; καὶ εἰ κτίσμα τοῦ Υἱοῦ ἐστι τὸ Πνεῦμα, ὡς αὐτοὶ φλυαροῦσι, πῶς ἐκ τοῦ Πατρὸς ἐκπορεύεται; καὶ πῶς τοῦτο ἐκχέει ἐξ αὐτοῦ ὁ Πατὴρ «ἐπὶ πᾶσαν σάρκα» προφητῶν καὶ προφητίδων, ὥστε υἱοὺς προφητεύειν καὶ θυγατέρας, καὶ πρεσβύτας καὶ νέους ὁράσεις ὁρᾶν; Καὶ πῶς, φησίν, ἄνθρωποι λογικοὶ ὄντες κἀκεῖνοι, οὐδὲ ἐνόησαν ταῦτα, ἀλλ’ ὥσπερ ἄλογοι καὶ τυφλοὶ τὰ δαιμονιώδη ταῦτα διανοούμενοι ἐδίδασκον καὶ ἐδογμάτιζον; Καλῶς εἶπας ἄλογοι καὶ τυφλοί· παθῶν γὰρ μὴ καθαρεύοντες τυφλοὶ τῇ διανοίᾳ γεγόνασι· κενοδοξίᾳ δὲ καὶ φιλαρχίᾳ νικώμενοι ἀντὶ τοῦ μαθεῖν τοῦ διδάσκειν ἐφίεντο, καὶ τυφλοὶ τυφλῶν ὁδηγοὶ γεγονότες ὁλότυφλοι εἰς βόθρον ἑκάτεροι ἀπιστίας ἅμα καὶ βλασφημίας πεπτώκασιν.
Ἀδόκιμοι γὰρ ὄντες καὶ διεφθαρμένοι τὸν νοῦν, Πνεῦμα θεῖον ἐμπνεῦσαι εἰς αὐτοὺς οὐκ εὐδόκησε, πνεῦμα δὲ πονηρίας εἰσοικησάμενοι ἐκ τοῦ πονηροῦ τῆς καρδίας αὐτῶν θησαυροῦ τὰ πονηρὰ ἐξερεύγοντο, μήτε Γραφῆς τὸν νοῦν διερευνώμενοι, μήτε φόβου Θεοῦ αἴσθησιν ἔχοντες· κἀντεῦθεν πρὸς διαφόρους αἱρέσεις ἐκκλίναντες τῆς τοῦ Χριστοῦ Ἐκκλησίας εἰκότως ἠλάθησαν. Καὶ ἑκάστη αἵρεσις τοῦ αἱρεσιάρχου αὐτῆς τὸ ὄνομα ἐκληρώσατο· ἤτοι Σιμωνιανοί, Μενανδριανοί, Μαρκωσαῖοι, Μαρκιωνισταί, Σεβηριανοί, Νοητιανοί, Σαβελλιανοί, Μανιχαῖοι, Ἀρειανοὶ καὶ ἕτεροι πλεῖστοι πρὸ τούτων καὶ μετὰ τούτους γενόμενοι, τοῦ αἱρεσιάρχου αὐτῶν τὴν αἵρεσιν καὶ τὴν ἐπωνυμίαν, <ὡς> ἔφημεν, ἐκληρώσαντο· ὧν ἐπιστρέψαι Κύριος εἰς κεφαλὴν τὰ βλάσφημα δόγματα.
Ἡμεῖς δὲ καὶ αὖθις τὸν λόγον ἀνάξωμεν ἐκεῖθεν, δῆλον ὅπου ἡ τῆς Τριάδος φιλανθρώπως ἡμῖν ᾠκονομήθη φανέρωσις, ἔνθα ὑπὸ δούλου ὁ Υἱὸς ἐβαπτίζετο, καὶ ὁ Πατὴρ προσεφώνει, καὶ τὸ Πνεῦμα κατήρχετο. Ἐντεῦθεν γὰρ καὶ ὁ λόγος ἡμῖν πρὸς τὴν ἁγίαν Τριάδα εὐλόγως ἀνέδραμε· καὶ γραφικὰς περὶ αὐτῆς μαρτυρίας συνοπτικῶς συναθροίσας διηπόρησε, πῶς τηλαυγοῦς ὑπὲρ ἥλιον οὔσης διὰ τῶν θείων Γραφῶν τῆς ἀληθοῦς θεοσεβείας, {πῶς} τῷ σκότει τῆς δυσσεβείας καὶ ἀσεβείας οἱ αἱρετικοὶ ἀθλίως οὕτως συνεκαλύφθησαν. Καὶ μικρὰ τῶν αὐτῶν ληρημάτων πρὸς ἀσφάλειαν ἡμῶν ὁ λόγος διαλαβὼν εὐθὺς ἀνήχθη πρὸς τὸ προκείμενον, ἵνα βραχέα καὶ αὖθις περὶ Χριστοῦ διαλεχθεὶς ὁδηγούμενος ὑπὸ Χριστοῦ τῆς ἐφέσεως σταίη. «Τότε» βαπτισθεὶς «ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου». Ἵνα δείξῃ λοιπὸν τὸ τέλειον τῆς αὐτοῦ ἀνθρωπότητος, οὐκ ἀφ’ ἑαυτοῦ ἀλλ’ ἐκ τοῦ Πνεύματος τοῦ ἐλθόντος ἐν εἴδει περιστερᾶς πρὸς αὐτὸν ὁδηγούμενος, ἀνάγεται εἰς τὴν ἔρημον.
Βαπτισθεὶς γὰρ ὑπὲρ ἀνθρώπων ὡς τέλειος ἄνθρωπος, καὶ ὡς Θεὸς καθαρὸς καθαρίσας καὶ ἁγιάσας τὰ ὕδατα καινὸν τρόπον ἀναγεννήσεως καὶ υἱοθεσίας ἡμῖν δωρησάμενος, ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀνάγεται εἰς τὴν ἔρημον, ἵνα ὥσπερ ὑπὲρ ἡμῶν ἐβαπτίσθη καὶ ὑπέδειξεν ἡμῖν τρόπον ἀναγεννήσεως, οὕτω καὶ ὑπὲρ ἡμῶν νηστεύσῃ καὶ πειρασθῇ καὶ ἡττήσῃ τὸν πειραστὴν καὶ ὑποδείξῃ τοῖς βουλομένοις μαθεῖν ἐν ποίῳ τρόπῳ νικῶνται οἱ πειρασμοὶ τοῦ πειράζοντος, καὶ ὅτι ὁ βαπτισθεὶς εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, Πνεῦμα ἅγιον ὑποδέχεται ὑπ’ αὐτοῦ ὁδηγούμενος, καὶ ὅτι οὐ δεῖ βαπτισθέντας ἡμᾶς ὑποκύπτειν τοῖς πάθεσι μηδὲ πονηρὰς τοῦ πειράζοντος πονηροῦ συμβουλίας καθυποδέχεσθαι, καὶ ὅτι τρία εἰσὶ πάθη γεννητικὰ πάσης κακίας πρωτεύοντα, ἐξ ὧν ὡς ἐκ τριῶν πολυγόνων κακῶν καὶ πολυάνδρων μητέρων τὰ πάθη τὰ ὀλέθρια ὁλικῶς ἀποτίκτονται, ἅτινά εἰσι γαστριμαργία, κενοδοξία σὺν τῇ ἀπλήστῳ φιλαργυρίᾳ. Κενοδοξία γὰρ οὐρανίους ἀγγέλους καταχθονίους εἰργάσατο δαίμονας, γαστριμαργία δὲ καὶ κενοδοξία τοῦ θείου Παραδείσου ἐξέωσαν τὸν θεόπλαστον ἄνθρωπον, φιλαργυρία δὲ προδότην καὶ πράτην δεσπότου ἰδίου τὸν Ἰούδαν ἐξ ἀποστόλου καὶ μύστου μετήγαγε. Καὶ μύστης ἀνθρώπου Θεοῦ ὑπάρχων ὁ Γιεζῆς τὸ ἀργύριον τοῦ Νεεμὰν καὶ τὴν λέπραν αὐτοῦ ἐκληρώσατο.
Εἰδὼς οὖν ὁ πειράζων ὅτι διὰ τῶνδε τῶν τριῶν παθῶν πάντων ἀνθρώπων κρατεῖ, πειρᾶται δι’ αὐτῶν πειράζειν ὡς ἄνθρωπον καὶ τὸν Δεσπότην αὐτόν. Καὶ νῦν μέν, «εἰ Υἱὸς εἶ τοῦ Θεοῦ», φησίν, «εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται», γαστριμαργίας πάθει τῷ ἀπαθεῖ προσάψαι βουλόμενος, νῦν δέ, «βάλε σεαυτὸν κάτω» ἐκ τὸ πτερύγιον τοῦ ἱεροῦ ἐπίπροσθε πάντων, κενοδοξίας τρόπον ἐπισπεῖραι τὸν «ταπεινὸν τῇ καρδίᾳ» βουλόμενος, διεκελεύετο· ἄρτι δὲ τὰς βασιλείας τοῦ κόσμου τῷ βασιλεῖ τῶν αἰώνων καὶ τὸν πλοῦτον αὐτῶν τῷ ἀνιστῶντι «ἀπὸ γῆς πένητα» ὑπισχνεῖται παρέξειν ὡς φιλαργύρῳ, εἰ προσκυνήσῃ αὐτὸν ὁ ἐξ ἀγγέλων καὶ ἀνθρώπων καὶ πάσης φύσεως προσκυνούμενος. Τί οὖν ὁ Χριστός; οὔτε εἰς ἄρτους ἤμειψε τοὺς λίθους, καίπερ τοῦτο δυνάμενος, ἀλλ’ «οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος» τὸν ἐχθρὸν ἀπεφίμωσε, «ἀλλ’ ἐν παντὶ ῥήματι Θεοῦ ἐκπορευομένῳ διὰ στόματος Θεοῦ», οὐδὲ πάλιν ἐκ τοῦ ἱεροῦ κάτω βάλλει ἑαυτόν· καίπερ δυνάμενος ῥᾳδίως δρᾶσαι τοῦτο οὐκ ἠθέλησεν, ἀλλ’ «οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου» ἀποφηνάμενος τὸν πονηρὸν ἀπεκρούσατο. Βουλόμενος δὲ ὁ παγκάκιστος προσκυνηθῆναι ἀπ’ ἔμπροσθεν ὄπισθεν ἀποπέμπετο· «Ὕπαγε», φησίν, «ὀπίσω μου, σατανᾶ· γέγραπται γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτὸν μόνον λατρεύσεις».
Οὕτως οὖν ὁ πειράζων διὰ τῶν τριῶν τούτων παθῶν ἐπειρᾶτο τὸν ἀπείραστον πειρᾶσαι· καὶ τρίτον αὐτῷ προσβαλὼν καὶ τρίτον παρ’ αὐτοῦ ἡττηθεὶς «ἀπέστη ἀπ’ αὐτοῦ μέχρι καιροῦ». «Καὶ ἰδοὺ ἄγγελοι», φησί, «προσῆλθον καὶ διηκόνουν αὐτῷ», δηλοῦντος τοῦ λόγου ὅτι ὁ πάθει γαστριμαργίας καὶ κενοδοξίας καὶ φιλαργυρίας ἡττώμενος ὑπὸ πολλῶν, ὡς κἀγώ, πολιορκεῖται παθῶν, ὁ δὲ τὰ τρία ταῦτα πάθη σὺν Θεῷ νενικηκώς, νηστείαν δὲ καὶ φρόνημα ταπεινὸν καὶ ὑπεροψίαν χρημάτων κατορθωκὼς ὑπὸ τῶν ἁγίων ἀγγέλων ἀοράτως ἢ καὶ ὁρατῶς πέφυκε διακονεῖσθαι. Τοῦτο γὰρ ἡμῖν ὁ πανάγαθος δεῖξαι βουλόμενος οὐ πρότερον τοὺς ἀγγέλους αὐτοῦ συνεχώρησεν αὐτὸν διακονεῖν, ἄχρις ἂν τὸν πειράζοντα καὶ τὰ τρία ταῦτα γεννητικὰ πάθη νενίκηκε· καὶ μετὰ ταῦτα ὡς νικητῇ καὶ Θεῷ προσελθόντες οἱ ἄγγελοι διηκόνουν αὐτόν.
Ταῦτα οὖν εἰς νοῦν εἰληφότες οἱ θεοφόροι πατέρες ἡμῶν κατὰ τῶν τριῶν παθῶν διὰ τῶν τριῶν ἀρετῶν ἀνδρικῶς ἐπανέστησαν καὶ νικηταὶ τροπαιοῦχοι τῶν ὀλεθρίων παθῶν θεοστεφεῖς ἀνεδείχθησαν. Ὡς τρία γὰρ θεοχάριστα ὅπλα περιφραξάμενοι, νηστείαν, φημί, σὺν ταπεινώσει καὶ ἀκτημοσύνῃ, τῶν τριῶν παθῶν, γαστριμαργίας καὶ κενοδοξίας ἅμα φιλαργυρίας, τὸ κράτος κατέλυσαν. Τούτων δὲ τὸ κράτος ὡς πονηρῶν δεσποινῶν καὶ πολυγόνων μητέρων ἀνδρικῶς καταλύσαντες, συγκαταλύουσι ταύταις καὶ τὰ νενοθευμένα τούτων γεννήματα, ἤτοι πορνείαν, ἥτις ἐστὶν γαστριμαργίας θυγάτηρ, ὑπερηφανίαν, κενοδοξίας πρωτότοκον νόθευμα, ἀκηδίαν, φιλαργυρίας δεινότατον κύημα καὶ τὰ τούτων ἁπαξαπλῶς πολυειδῆ ἀποκυήματα, ἅτινά τις ἀριθμῶν ὑπὲρ ἄμμον εὑρήσει πληθύνοντα.
Ἀλλὰ ταῦτα σὺν ταῖς μητράσιν αὐτῶν ἀνδρείως οἱ πύκται ἐκεῖνοι κατέβαλον, ἁγνείαν δὲ καὶ διόρασιν καὶ ἀνδρείαν οἱ ὄντως ἀνδρεῖοι θεοσδότως κατώρθωσαν. Ἁγνεία γὰρ ἐκ νηστείας, ἐκ ταπεινώσεως δὲ διάκρισις καὶ διόρασις, φασί, πέφυκεν ἀποτίκτεσθαι ἀκτημοσύνη δὲ ἀνδρείαν ἀπέτεκε, καὶ ἀνδρεία πάλιν ἀκτημοσύνην γεγέννηκε, καὶ θατέρα θατέρας μητροθυγάτηρ ἐγένετο. Ἀγαθαὶ γὰρ μητέρες καὶ σώφρονες ἀγαθά, πονηραὶ δὲ καὶ ἀκόλασται πονηρὰ καὶ ἀκόλαστα τίκτειν πεφύκασι· «σπεῖρον», φησί, «σπέρματα κατὰ γένος καὶ καθ’ ὁμοιότητα». Τί γὰρ ἀγαθὸν ἐξ ἀμέτρου τρυφῆς ἔμελλεν ἀποτίκτεσθαι, εἰ μὴ ἀσωτεῖαι πάντως καὶ μολυσμοὶ καὶ φροντίδες πολλαὶ καὶ σῶμα πολύσαρκον καὶ ἀρρωστίαι πυκναὶ καὶ νόσοι χαλεποὶ ψυχῆς τε καὶ σώματος καὶ τὰ τούτοις ἀκόλουθα; τί δὲ πονηρὸν ἐξ ἐγκρατείας καὶ συμμέτρου νηστείας ἔμελλεν ἀποτίκτεσθαι, εἰ μὴ πάντως ἁγνεία καὶ σωφροσύνη καὶ λογισμῶν ἠρεμία καὶ σαρκὸς μαρασμὸς καὶ ὑγείας πληθυσμὸς καὶ ἀπερίσπαστος βίος, ἐπιγείων παροράσεις καὶ οὐρανίων πεποίθησις καὶ βίος ἀγγελικὸς ἐν σαρκὶ κατορθούμενος; οὕτως γὰρ βεβιωκότες οἱ θεοφόροι πατέρες ἡμῶν τῆς ἄνω κληρουχίας καὶ τῶν βραβείων τῆς νίκης ἐπέτυχον.
Ὧν ταῖς εὐχαῖς, φωτοδότα Χριστέ, ὁ καταξιώσας ἡμᾶς τὴν παροῦσαν τῶν θείων Φώτων φθάσαι πανήγυριν, καὶ ἡμᾶς τῶν ῥηθέντων παθῶν ἐλευθέρωσον καὶ αὖθις τῶν ῥηθεισῶν ἀρετῶν πάντας ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καταξίωσον.
Πέλεις γὰρ παιδευτὴς καὶ δοτὴρ νηστείας ἀληθινῆς σὺν πραότητι καὶ ταπεινοφροσύνης τε καὶ φρονήσεως, δικαιοσύνης καὶ ἀνδρείας καὶ παντὸς ἀγαθοῦ, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Διὸ καὶ τὴν ἡμῶν σωτηρίαν πραγματευόμενος πράττων ἐδίδασκες, ὥστε μὴ βαρύνεσθαι ἡμῶν τὰς καρδίας «ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς»· καί· «Μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν».
Γένοιτο δὲ ἡμᾶς διὰ τῆς σῆς ἀγαθότητος τὰς ἀρετὰς ταύτας ἔργῳ μαθεῖν καί, ὡς ἐπηγγείλω, ψυχικῆς ἀναπαύσεως <τυχεῖν> νῦν καὶ εἰς τοὺς αἰῶνας, χάριτι καὶ φιλανθρωπίᾳ τῆς πρὸς ἡμᾶς εὐσπλαγχνίας σου, ᾗ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ ἀνάρχῳ καὶ συνανάρχῳ καὶ ὁμοουσίῳ σου Πατρὶ καὶ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.