Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Ἑρμηνεία Κανόνων Δεσποτικῶν Ἑορτῶν

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος στην Αγία Υπαπαντή

Η υποδοχή του Χριστού στον ναό, η εκπλήρωση του μωσαϊκού νόμου, η προφητική αναγνώριση από τον δίκαιο Συμεών και την προφήτιδα Άννα, και η συμφωνία των βιβλικών προφητειών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 9 από 9

ΤΟΥ ΑΥΤΟΥ ΝΕΟΦΥΤΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΥΠΑΠΑΝΤΗΝ ΟΤΕ Η ΘΕΟΝΥΜΦΟΣ ΔΕΣΠΟΙΝΑ ΤΟ ΠΑΝΑΓΙΟΝ ΒΡΕΦΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΝΑΟΝ ΤΕΣΣΑΡΑΚΟΝΘΗΜΕΡΟΝ ΕΙΣΕΚΟΜΙΣΕ ΚΑΙ ΕΙΣ ΤΟΝ ΔΙΚΑΙΟΝ ΣΥΜΕΩΝ ΚΑΙ ΕΙΣ ΤΗΝ ΔΙΚΑΙΑΝ ΥΠΟΦΗΤΙΔΑ ΑΝΝΑΝ Πάτερ, εὐλόγησον. Γεγηθότες, φιλέορτοι, πρὸς τὴν παροῦσαν καὶ αὖθις πανήγυριν ὑπαντήσωμεν· γεγηθὼς γὰρ καὶ ὁ δίκαιος Συμεὼν πρὸς τὸ ἱερὸν ὑπήντησε σήμερον ἀπόλυσιν ἐξαιτούμενος τὸν ἀπολύειν καὶ λυτροῦσθαι δυνάμενον. Γεγηθυῖα δὲ καὶ ἡ πρεσβῦτις καὶ γηραλέα Ἄννα περὶ τοῦ σωτηρίου βρέφους ὑποφῆτις ἐγένετο· γεγηθότες οὖν καὶ ἡμεῖς, ὦ φιλέορτοι καὶ φιλόχριστοι, προσυπαντήσωμεν πρὸς τὴν θείαν ταύτην πανήγυριν.

Πάλιν γὰρ ἡ Παρθένος καὶ μήτηρ τοῦ Λόγου πρὸς πανήγυριν συγκαλεῖται τῶν πιστῶν τὰ συστήματα· πάλιν τοῦ γένους τῶν βροτῶν ἡ χαρὰ πρὸς ἡμᾶς ἐπεδήμησε φέρουσα ἐν ἀγκάλαις τὸν φέροντα δρακὶ τῆς οἰκουμένης τὰ πέρατα, οἷα λαβὶς θεία καὶ ἀκατάφλεκτος τὸν θεῖον ἄνθρακα φέρουσα πυρπολῆσαι τὰς ἀκάνθας τῶν ἡμεδαπῶν παραπτώσεων· πάλιν τὸ καθαρώτατον τοῦ Θεοῦ Λόγου κατοίκημα συγκαλεῖται ἡμᾶς πρὸς πανήγυριν· πάλιν τῆς θείας Τριάδος τὸ ἐνδιαίτημα εἰς ψυχικὴν εὐωχίαν τοὺς βουλομένους ἐκάλεσε· πάλιν ἡ θεία τράπεζα συναθροίζει τοὺς δαιτυμόνας αὐτῆς εὐωχῆσαι λαμπρότατα, ἄρτον ζωῆς παραθεῖσα τοῖς κεκλημένοις καὶ λέγουσα· φάγετε θεῖον ἄρτον καὶ ζήσεσθε, καὶ πίετε οἶνον κρατῆρος αὐτοῦ ἀκαίρως καὶ εὐφράνθητε· πάλιν ἡ θεόνυμφος Δέσποινα πρὸς τὸ ἱερὸν παραγίνεται· οὐχ ὥσπερ τριετίζουσα διὰ τῶν αὐτῆς γεννητόρων εἰς τὰ ἅγια τῶν ἁγίων εὐλαβῶς παρεισάγεται, ἀλλ’ ἐν ἀχράντοις ὠλέναις τὸν σαρκωθέντα Κύριον τῷ «ᾄσωμεν τῷ Κυρίῳ» νομικῶς παραστῆσαι εἰσάγεται. «

Καὶ ὅτε», φησὶν ὁ θεῖος Λουκᾶς, «ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως»· καὶ μὴ διστάσῃς, φησίν, ἀκούων καθαρισμόν, ἀλλὰ βλέπε ὅτι οὐδὲ στιγμὴν τέθεικα τὸν καθαρισμὸν ἀφορίζων, ἄχρις ἂν εἶπον κατὰ τὸν νόμον Μωϋσέως· οὐδὲ γὰρ ἡ τεκοῦσα παρθένος ἀφράστως καὶ ἀνερμηνεύτως, οὐδὲ τὸ τεχθὲν ἐκεῖνο παιδίον χρείαν εἶχον καθάρσεως· ἀλλὰ κατὰ τὸν νόμον Μωϋσέως, ἵνα μὴ τοῖς Ἰουδαίοις παράνομος δόξῃ ὁ τοῦ νόμου δοτήρ. Ποῖον γὰρ γλωσσόκομον μεστὸν ἀρωμάτων χρείαν ἔχει καθάρσεως; ἢ ποῖον καθαρώτατον ὑέλινον σκεῦος μύρου ἐκχεομένου ναρδικοῦ πολυτίμου ἀποσμήξεως χρῄζει; ποίας δὲ τὸ φῶς τὸ ἡλιακὸν δεῖται καθάρσεως; Εἰ οὖν οὐδὲ γλωσσόκομον ἀρωμάτων, οὐδὲ μύρου καθαρώτατον σκεῦος, οὐδὲ φῶς ἡλιακὸν καθάρσεως, τίς ἂν εἴποι λοιπὸν διὰ τὸ λογιστικὸν τοῦτο γλωσσόκομον καὶ καθαρώτατον σκεῦος καὶ ἡλιακὴν λαμπηδόνα ὅτι μετὰ τόκον χρείαν εἶχε καθάρσεως; ἢ ποίας τὸ ἀρωματικὸν μύρον ἐκεῖνο παιδίον ἔχρῃζε καθάρσεως; «Μύρον», φησίν, «ἐκκενωθὲν ὄνομά σου, καὶ εἰς ὀσμὴν μύρου σου δραμοῦμεν, καὶ ὀσμὴ μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα· διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε».

Λοιπὸν οὖν τεσσαρακονθήμερον κατὰ τὸν νόμον Μωσέως, οὐ χάριν καθαρισμοῦ τὰς εἰρημένας ἡμέρας διεβίβασαν· ἦν πρὸ τοῦ τόκου καὶ ἐν τόκῳ καὶ μετὰ τόκον καθαρὸς καὶ ἀκήρατος ὁ τεχθεὶς Θεὸς ἐν σαρκὶ καὶ ἡ τεκοῦσα παρθένος, ὥστε κἂν εἴσω εἰς τὰ ἅγια τῶν ἁγίων ὁ τόκος ἐγένετο, τότε μᾶλλον ἐκεῖνα καθηγιάσθησαν πλεῖον. Ἀλλ’ ὅμως ἕπεται ὁ νομοδότης τῷ νομοθέτῃ ἑκών, περιτομήν τε ὀκταήμερον καταδέχεται, καὶ ὁ «πρωτότοκος πάσης κτίσεως» ὡς πρωτότοκος κατὰ νόμον τῷ Κυρίῳ πρὸς τὸν ναὸν προσάγεται σήμερον. Ταῦτα γὰρ πάντα ἐκτελοῦντος τὰ τοῦ νόμου τοῦ τῶν νόμων ποιητοῦ, οὐκ ἐφείσαντο οἱ ἄνομοι παράνομον τοῦτον καλεῖν καὶ μετὰ ἀνόμων καταδικάζειν. «Οὗτος», φησίν, «ὁ ἄνθρωπος οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ». Τί λοιπὸν οὐκ ἂν εἶχον λέγειν καὶ δρᾶν οἱ ἀγκυλόχειλοι καὶ ἀγκυλοκάρδιοι, εἰ ἐκ πρώτης ἡλικίας τὰ τοῦ νόμου παρῆκεν;

Ἀναγαγόντων οὖν τῶν γονέων τὸ παιδίον εἰς Ἱεροσόλυμα καὶ τὰ τοῦ νόμου ἐκτελούντων, ἔδει παρεῖναι λοιπὸν καί τινας τῶν ἀρχαίων ἐν μεθέξει τοῦ Πνεύματος, ἵνα δηλώσουσιν οἷον καὶ ὅθεν τὸ βρέφος ἐγένετο. Οὐ γὰρ ἦν δυνατὸν γνωσθῆναι τὸ θεῖον βρέφος ἐκεῖνο, εἰ μή που πάλιν θείου Πνεύματος χάρις μηνύσῃ τοῦ σαρκωθέντος παιδίου τῶν χρόνων τὸ ἄμετρον, ἵνα τῷ ὁμοίῳ μαρτυρήσῃ τὸ ὅμοιον, ὃ δὴ καὶ γέγονεν. Καθάπερ γάρ τις βασιλεὺς μέγας, σχῆμα δουλικὸν περιθέμενος καὶ εἰς χώραν ἐνδημήσας μακράν, μηδαμῶς ἔχει προφανῆ τὰ τῆς βασιλείας γνωρίσματα, ἀλλ’ ἔχει κρυφιομύστως τὸ τῆς βασιλείας ἀξίωμα, οὐδεὶς ἂν ὑπολάβοι ὅτι ὁ ῥακοφόρος οὗτος μέγας ἐστὶ βασιλεύς, εἰ μή πού τις τῶν οἰκείων ἐν ἐκείνῃ τύχῃ τῇ χώρᾳ καὶ τῆς αὐτοῦ βασιλείας τὸ κεκρυμμένον ἀξίωμα ποιήσῃ κατάδηλον. Οὕτω δὴ καὶ ὁ μέγας βασιλεὺς καὶ σωτὴρ καὶ Θεὸς σχῆμα δουλικὸν περιθέμενος καὶ ὡς ὑπὸ νόμον νομικοῖς ὑποκύπτων θεσμοῖς παρὰ τῶν αὐτοῦ οἰκειοτάτων θᾶττον γνωρίζεται καὶ τῆς αὐτοῦ βασιλείας τὸ ἀξίωμα παρ’ αὐτῶν ἐμφανίζεται. «

Καὶ ἰδοὺ ἄνθρωπος», φησίν, «ἐν Ἰερουσαλήμ, ᾧ ὄνομα Συμεών· καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβὴς προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἅγιον ἦν ἐπ’ αὐτῷ»· εἰ μὴ γὰρ δίκαιος καὶ εὐλαβὴς καὶ Πνεύματος ἁγίου μέτοχος ἦν, οὐκ ἂν τὸ παιδίον ἔγνω οἷον ἦν καὶ ὅθεν ἐστίν, οὐκ ἂν ὡς δοῦλος δεσπότην ἀπολῦσαι ἱκέτευεν, οὐκ ἂν σωτηρίαν αὐτόπτως ἰδεῖν ὡμολόγει τρανότατα. «Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν χριστὸν Κυρίου». Ἄξιόν ἐστιν ἐνταῦθα ζητῆσαι κατὰ ποῖον τρόπον ἐχρηματίσθη ὁ δίκαιος οὗτος τοῦ «μὴ ἰδεῖν θάνατον ἕως ἂν ἴδῃ τὸν χριστὸν Κυρίου», καίτοι γε «πολλοὶ δίκαιοι καὶ προφῆται», φησὶν ὁ Κύριος τοῖς ἀποστόλοις, «ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν». Καὶ πῶς οὗτος ὁ δίκαιος ὑπὸ τοῦ Πνεύματος χρηματίζετο «μὴ ἰδεῖν θάνατον ἄχρις ἂν ἴδῃ τὸν χριστὸν Κυρίου»;

Τάχα παραπλήσιόν τι πέπονθε καὶ αὐτὸς ὁ δίκαιος τῷ ἱερῷ Ζαχαρίᾳ· ἤκουε γὰρ ἐκεῖνος τοῦ θειοτάτου Γαβριὴλ ὅτι συλλήψεται ἡ Ἐλισάβετ καὶ γεννήσει υἱόν σοι, καὶ ἠπίστει τοῦ ἀρχαγγέλου τοῖς ῥήμασι προβαλλόμενος γῆρας καὶ στείρωσιν καὶ ὅσα τῇ φυσικῇ ἀσθενείᾳ συνέπεται. «Καὶ ἰδοὺ ἔσῃ σιωπῶν», φησὶν ὁ ἄγγελος, «καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γενήσεται ταῦτα, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν». Ἤκουε δὲ καὶ ὁ δίκαιος Συμεὼν ἐκ τῶν θείων Γραφῶν περὶ τῆς ἐνσάρκου οἰκονομίας καὶ ἐζήτει μαθεῖν πῶς τοῦτο γενήσεται, καὶ πῶς ὁ ἀόρατος σωματωθῇ, ὁ φύσει ἀσώματος πῶς χωρηθήσεται, ποταπὴ ἄρα καὶ ἡ παρθένος ἐκείνη ὀφθήσεται, ἵνα Θεὸν χωρήσῃ τὸν πανταχοῦ μὴ χωρούμενον. Ἐὰν γὰρ καὶ ἡ παρθένος ἐκείνη τοῦ οὐρανοῦ πλατυτέρα γενήσεται, οὐδ’ οὕτως χωρήσει τὸν ἔχοντα θρόνον τὸν οὐρανὸν καὶ ὑποπόδιον τὴν γῆν· καὶ ὥσπερ νῆσον βραχυτάτην μέσον πελάγους κειμένην βασιλέα χωρῆσαι ἀδύνατον καὶ τὰ τούτου στρατόπεδα, οὕτως καὶ Θεὸν ἐν γαστρὶ χωρηθῆναι ἀμήχανον.

Ταῦτα καὶ τὰ τούτων παραπλήσια στρέφων καθ’ ἑαυτὸν ὁ δίκαιος Συμεὼν ἐξηρεύνα τὰ ἀνεξερεύνητα καὶ ἀνθρωπίνῃ διανοίᾳ ἐπειρᾶτο μαθεῖν καὶ τὰ ἀγγέλοις ἀπόρρητα. Πεῖραν μὲν γὰρ ἀκριβεστάτην εἶχε τῆς θείας Γραφῆς καὶ εἷς ἐκ τῶν Ἑβδομήκοντα ἑρμηνευτῶν τῆς θεοπνεύστου Γραφῆς καὶ αὐτὸς ἐχρημάτισε. Τὸ δὲ «βαθύτερά σου μὴ ἐρεύνα καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε» τάχα ἐπελάθετο· «ἃ προσετάγης», φησί, «ταῦτα διανοοῦ», καὶ ὅτι «ἄμελγε γάλα καὶ ἔσται σοι βούτυρον· ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα». Ὅπερ καὶ οὗτος ὁ δίκαιος πέπονθεν· ἐρευνῶν γὰρ τὰ βαθύτερα καὶ ἐξετάζων τὰ ἀνέκφραστα τῶν ζητουμένων ἀπέτυχε καὶ σῶμα φορέσαι τὸν φύσει ἀσώματον πιστεύειν οὐκ ἤθελε. Τοῦτο δὲ οὐ μέμψιν ἢ βλάβην τῷ δικαίῳ προσέφερε, ὥσπερ οὐδὲ τῷ θείῳ Θωμᾷ οἰκονομικῶς ἀπιστήσαντι τὴν τοῦ Σωτῆρος θείαν ἀνάστασιν καὶ τῶν ἁγίων παθῶν ἀκριβῶς ἐξετάζοντι τὰ σήμαντρα.

Ἀλλ’ οὐδὲ τοῦτον ὁ Σωτὴρ τὸν Θωμᾶν συγχωρεῖ τῇ ἀπιστίᾳ βαπτίζεσθαι, πληροφορεῖ δὲ μᾶλλον δι’ ὧν ἐζήτει σημείων ἀναφιλέκτων. Οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον ἀφῆκε τὸν Συμεὼν τῇ ἀπιστίᾳ κατέχεσθαι καὶ «χρηματίζει αὐτὸν μὴ ἰδεῖν θάνατον ἄχρις ἂν ἴδῃ ἐν σαρκὶ τὸν χριστὸν Κυρίου».

Τοῦτο, φησί, τὸ παρὰ σοῦ ἀπιστούμενον ὡς ἄπορον καὶ ἀδύνατον εἰς ἔργον ἐκβήσεται καὶ ὑπεργεράσεις τελείως καὶ ἀποθέσεις τὸν τόνον τοῦ σώματος καὶ ζήσεις ἐν Πνεύματι καὶ οὐ μὴ ἀποθάνῃς ἐν λογισμῷ ἀνθρωπίνῳ καὶ ταπεινῷ, ἕως ἂν αὐτόπτης γένῃ τοῦ χριστοῦ Κυρίου. «Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν»· οὐκ αὐτοκινήτως, ἀλλ’ ἐξ οὗ κεχρημάτισται Πνεύματος κινηθεὶς πρὸς τὸ ἱερὸν παραγίνεται· «καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου, ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεόν», τουτέστιν ἐδόξασε τὸν Θεὸν κατὰ τὸ «εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ διὰ παντός». «Καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε· νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα». Τεσσαρακονθήμερον, φησίν, ὁρᾶσαι παιδίον, ἀλλὰ τὸ χρηματίσαν με περὶ σοῦ Πνεῦμα διδάσκει με καλεῖν σε Δέσποτα. Ἐγὼ δὲ δοῦλος σός, κἂν ὁρῶμαι πρεσβύτης· «νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα». Κέκμηκα προσπαλαίων τῇ ταλαιπώρῳ σαρκί μου, ὅτι «τὸ πλεῖον» ζῆν τοῦ προσήκοντος «κόπος καὶ πόνος»· καὶ μὴ ὑπερθέσιμον ποιήσῃς τὴν ἐμὴν ἀπόλυσιν, Δέσποτα, ἀλλὰ νῦν ἀπόλυσόν με κατὰ τὸ ῥῆμά σου. Νῦν συντόμως τοῦ δεσμοῦ τῆς σαρκὸς λῦσον τὸν δοῦλόν σου. Λῦσον κατὰ τὸ ῥῆμά σου· προείρηκε γάρ μοι τὸ Πνεῦμά σου μὴ ἰδεῖν θάνατον, πρὶν σὲ θεάσωμαι. Καὶ ἄρτι γενέσθω κατὰ τὸ ῥῆμά σου.

Οὐκ ἄλλο γὰρ τὸ ῥῆμα τοῦ Πνεύματος καὶ ἄλλο τὸ σόν· σὰ γὰρ τὰ ἐκείνου, κἀκείνου τὰ σά. «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ». Οὐ θάνατον, οὐ βίαν, ἀλλὰ ἀπόλυσιν καὶ αὐτὴν μετ’ εἰρήνης τὸν χωρισμὸν ἐπωνόμασα. «Εἶδον γὰρ οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου», ἤτοι τὴν ἔνσαρκον παρουσίαν σου, δι’ ἧς γενήσεται σωτηρία τοῖς δούλοις σου. Εἶδον καὶ ἐπίστευσα, εἶδον καὶ ἐθαύμασα. Εἶδον σεσαρκωμένον Θεὸν καὶ τὴν πρὶν ἀπιστίαν εἰς πίστιν μετέβαλον. «Εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου», καὶ ὑλικαῖς ἀγκάλαις τοῦτο δεξάμενος δυσωπῶ σε, φιλάνθρωπε· «νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου».

Εἶδον οἱ ὀφθαλμοί μου καὶ παρθένον μητέρα, ὅπερ φύσις βροτεία πρὸ αὐτῆς οὐκ ἐχώρησε καὶ μετ’ αὐτὴν παρθένον ὁμοῦ καὶ μητέρα φανῆναι ἀδύνατον. Εἰ μὲν παρθένος, οὐκ ἂν μήτηρ· εἰ δὲ μήτηρ, οὐκ ἂν παρθένος· αὕτη δὲ καὶ παρθένος καὶ μήτηρ. Ὢ μυστηρίου καινοῦ· ὢ θαύματος ξένου καὶ φρικτοῦ ἀληθῶς. Πῶς ὁ ὕψιστος καταβέβηκε; πῶς ὁ ὑπερούσιος οὐσιώθη τὸ καθ’ ἡμᾶς; πῶς ὤφθη βροτοῖς ὁ καὶ ἀγγέλοις ἀθέατος; πῶς δούλου μορφὴν ὁ βασιλεὺς τῶν δυνάμεων ἐνεδύσατο; πῶς ὁ πλούσιος πτωχεύει ἑκὼν καὶ πλουτίζει τοὺς πένητας; πῶς ὁ ἀσώματος σωματωθῆναι εὐδόκησε; πῶς δὲ καὶ παρθένος {καὶ} τεκοῦσα παρθένος διέμεινε; πῶς ἐχώρησε τὸν ἀχώρητον; πῶς βαστάζει χερσὶν ὃν βαστάζει τὰ Χερουβείμ; πῶς θηλάζει παιδίον, δι’ οὗ λαμβάνομεν τροφὴν οἱ πεινῶντες; πῶς σπαργανοῖ τὸν ὑφ’ οὗ σπαργανοῦται θάλασσα ὁμίχλῃ; πῶς ἐν κόλποις κατέχει τὸν πατρικοῦ κόλπου μὴ χωρισθέντα; πῶς τὸν αὐτῆς δημιουργὸν μητρικῶς περιθάλπει; πῶς τὸν κτίστην τῶν ὅλων ὡς παιδίον φέρει; «πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν». Πόθεν ἂν ἐγὼ ταῦτα ἐγίνωσκον πρὸ τοῦ ταῦτα γενέσθαι; τίς ἄν με ἐδίδασκε τὴν πολλὴν ταύτην καὶ ὑπὲρ νοῦν συγκατάβασιν; ποῖος νοῦς πρὸ τοῦ γενέσθαι ἐχώρησεν ἂν τούτων τὴν ἔκβασιν;

Ἤκουον γὰρ ἐκ τῶν θείων Γραφῶν ἀμυδρὰς τὰς ἐμφάσεις, ὅτι ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ ὅτι μεθ’ ἡμῶν ὁ Θεὸς καὶ ὅτι «οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν» καὶ ὅτι «Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος» καὶ ὅτι «Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν» καὶ «ὤφθη ἐπὶ τῆς γῆς καὶ τοῖς ἀνθρώποις συνανεστράφη», καὶ διηρεύνων πῶς ἄρα σωματωθῇ τὸ ἀσώματον καὶ ποία παρθένος χωρήσει τὸν φύσει ἀχώρητον· καὶ μὴ εὑρίσκων τὸ πῶς, διηπόρουν τῶν γεγραμμένων τὴν ἔκβασιν. Καὶ ἰδοὺ τὸν χριστὸν Κυρίου βλέπω, καθώς μοι τὸ Πνεῦμα τὸ ἅγιον ἐχρημάτισε. Τὴν δὲ παρθένον βλέπων ἐξίσταμαι, καὶ τὸ κάλλος αὐτῆς ἐστιν ἀμώμητον καὶ νεᾶνις αἰσθητῶς ἐπιφαίνεται· ἀλλὰ νοητῶς οὐρανὸς ἡ παρθένος λογίζεται καὶ πόλις εὐρύχωρος τοῦ θαυμαστοῦ αὐτοκράτορος, παλάτιόν τε ἀθάνατον καὶ θρόνος ἀπόρθητος καὶ θάλαμος ἄφθαρτος καὶ νύμφη θεοπρόβλητος καὶ κλῖμαξ καὶ γέφυρα καὶ θεῖος παράδεισος. Καὶ ταῦτα βλέπων ἐκβοῶ τῷ Σωτῆρί μου· «Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ». Σὺ μὲν τὸ σωτήριόν σου καὶ τὸ φῶς καὶ τὴν δόξαν κατὰ πρόσωπον πάντων ἡτοίμασας τῶν λαῶν.

Εἴ τινες δὲ τὴν αὐτῶν σωτηρίαν διακρούσονται καὶ μύσουσι τὰς ὁράσεις τοῦ μὴ βλέπειν τὸ φῶς, οὐδεὶς ἂν αἰτιάσαιτο τὴν σήν, Δέσποτα, πρόνοιαν, ὥσπερ οὐδεὶς ἂν τὸν αἰσθητὸν ἥλιον καταμέμψοιτο, ὡς μὴ φωτίζοντα τοὺς ἑκουσίως τυφλώττοντας.

Ταῦτα ἡ Παρθένος ἡ ἄμεμπτος καὶ ὁ δίκαιος Ἰωσὴφ ἀκηκοότες ἐθαύμαζον. Ἀπὸ μὲν γὰρ τῆς συλλήψεως καὶ τοῦ τόκου καὶ τῶν λοιπῶν μυστηρίων ἐγίνωσκον ὅτι ἐκ Θεοῦ καὶ Θεός ἐστι τὸ παιδίον· ἀκούοντες δὲ ὅτι δι’ αὐτοῦ ἡ πάντων ἡτοίμασται σωτηρία καὶ τὸ φῶς αὐτοῦ ἐθνῶν γενήσεται ἀποκάλυψις ἔτι πλεῖον ἐθαύμαζον. Καὶ εὐλόγησεν αὐτοὺς Συμεών, ἤγουν ἐδόξασεν, ἐμεγάλυνεν, ἐγκωμίασε, καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· «Οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον»· εἰς πτῶσιν δαιμόνων καὶ ἀνθρώπων ἀπίστων καὶ βασιλέων τυράννων καὶ ἀνάστασιν εὐσεβῶν καὶ νεκρῶν καὶ ἁμαρτωλῶν πρὸς μετάνοιαν· «καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν ῥομφαία διελεύσεται», ὁρῶσα ἐν σταυρῷ μετὰ λῃστῶν ὡς κακοῦργον τὸν υἱόν σου καὶ Κύριον, «ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί», ἵνα μή τις δόκησιν καὶ φαντασίαν ὑποτοπάσῃ τὴν σάρκωσιν, μηδὲ πάλιν ψιλὸν ἄνθρωπον τοῦτον λογίσοιτο. Εἰ μὴ γὰρ ἀληθῶς ἐσαρκώθη, οὐκ ἂν ἐσταυρώθη· ἀσώματον γὰρ φύσιν σταυρῶσαί τις οὐδὲ δυνήσεται.

Καὶ εἰ ἄνθρωπος ψιλὸς ὁ σταυρωθεὶς πέφυκεν, οὐκ ἂν ἐκ νεκρῶν ἐξηγέρθη φανότατα· πολλοὶ γὰρ ἐσταυρώθησαν πρὸ αὐτοῦ, ἀλλὰ πλὴν αὐτοῦ οὐδεὶς ἐξανέστη, «ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί», ὅτι ὁ σταυρωθεὶς καὶ ταφεὶς καὶ ἀναστὰς τέλειος ἦν ἄνθρωπος καὶ τέλειος Θεὸς καὶ σταυροῦται καὶ θνῄσκει ὡς ἄνθρωπος καὶ ὡς Θεὸς ἰσχυρὸς ἰσχυρῶς συντρίβει τὸν θάνατον καὶ νεκροὺς σὺν αὐτῷ ἐξανίστησι. «Καὶ ἦν Ἄννα προφῆτις θυγάτηρ Φανουὴλ ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ τοῦ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν τὸν Θεόν· καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἰερουσαλήμ». Ὄντως «οὐκ ἔστι προσωποληψία παρὰ τῷ Θεῷ»· κἂν γὰρ γηραιὸν εὕροι πρεσβύτην κατὰ τὸν Συμεών, κἂν νέον κατὰ τὸν Δανιήλ, κἂν ἀνδρὶ συνεζευγμένην κατὰ τὴν Σωσάνναν, κἂν γηραλέαν χήραν εὐαρεστοῦσαν αὐτῷ, οὐκ ἀπείργει αὐτοῖς τοῦ Παρακλήτου τὴν χάριν. Πόσοι γὰρ τότε ᾤκουν εἰς Ἱεροσόλυμα πρεσβῦται καὶ νέοι καὶ χῆραι καὶ ὑπὸ ζυγὸν ἀνδρὸς καὶ νεάνιδες καὶ πρεσβύτιδες;

ἀλλὰ πλὴν τοῦ Συμεὼν καὶ τῆς πρεσβύτιδος ταύτης οὐδεὶς τὸν Υἱὸν τοῦ Θεοῦ σαρκωθέντα ἐγνώρισε, καὶ ὡς παιδίον ψιλὸν καὶ μηδὲν ἔχοντα πλεῖον τῶν ἄλλων νηπίων ἔβλεπον τοῦτον.

Ἡ δὲ χήρα αὕτη καὶ γηραλέα, προφήτης ὁμοῦ καὶ διδάσκαλος εὐθὺς ἀναδέδεικται. «Ἀνθωμολογεῖτο», φησί, «τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις», ἤγουν τοῖς ἐκδεχομένοις, «λύτρωσιν ἐν Ἰερουσαλήμ»· «ἀνθωμολογεῖτο τῷ Κυρίῳ», ηὐχαρίστει τῷ Κυρίῳ ἀξιωθεῖσα γενέσθαι αὐτόπτης τηλικούτου ὁράματος καὶ ἐλάλει περὶ τοῦ παιδίου τοῖς περιμένουσι λύτρωσιν· λύτρωσιν ἁμαρτιῶν, λύτρωσιν ἐκ δαιμόνων, λύτρωσιν ποικιλίας παθῶν καὶ μυρίων νόσων ἀπαλλαγήν. «Καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἰερουσαλήμ».

Τί ἐλάλει περὶ αὐτοῦ τοῦ παιδίου, ὦ θεῖε Λουκᾶ; ἃ γὰρ εἶπεν ὁ δίκαιος Συμεὼν ἡμῖν ἀπεκάλυψας· ὅτι «νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα» καὶ τὰ ἑξῆς· ἃ δὲ εἶπε προφητεύουσα ἡ χήρα αὕτη καὶ γηραλέα οὐκ ἐτράνωσας ἡμῖν. Ὅτ’ ἄν, φησίν, ἀκούσῃς ὅτι ἐλάλει περὶ αὐτοῦ καὶ προεφήτευε, τί ἄλλο προεφήτευε καὶ τί ἄλλο ἔλεγε τοῖς λαοῖς ἢ ταῦτα· Ὅσοι, φησί, λύτρωσιν ἀπεκδέχεσθε, ἰδοὺ ἡ λύτρωσις πεφανέρωται· ὅσοι τῶν προφητῶν τὰς ῥήσεις κατέχετε, τὸν προφητευόμενον δέξασθε σήμερον· ὅσοι τῆς ζωῆς ἔφεσιν ἔχετε, τῆς ζωῆς ἄρτι μὴ ἀπιστήσητε· ὅσοι ψυχῶν καὶ σωμάτων ῥῶσιν προσδέχεσθε, ὁ ἰατρὸς ἤδη πάρεστιν· ὅσοι τὸ φῶς περιμένετε, «προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε». «Γνῶτε ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν», ὁ σαρκωθεὶς δι’ ἡμᾶς, «αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς»· αὐτὸς ἐποίησε τὴν παροῦσαν παρθένον, οὐχ ἡ παρθένος αὐτόν· ἔστι γὰρ τούτου καὶ μήτηρ καὶ δούλη, δι’ οὗ καὶ παρθένος καὶ μήτηρ, τὸ πάντων καινότατον, οὗτος δὲ ταύτης καὶ υἱὸς καὶ Δεσπότης διὰ πολλὴν συγκατάβασιν. «Αὐτὸς ἐποίησε τὴν θάλασσαν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν», καὶ «πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν». Ἤκουσε ταῦτα πάντα καὶ τὰ τούτων ἀκόλουθα, «ἤκουσε καὶ ηὐφράνθη ἡ Σιὼν καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας»· ἤκουσαν τῆς γηραλέας χήρας τὰ ῥήματα καὶ πάντες ἐξέστησαν.

Εἶδον παρθένον μητέρα καὶ τὰ μητέρων φυγοῦσαν, εἶδον παρθένον τεκοῦσαν καὶ μείνασαν μετὰ τόκον πάλιν παρθένον, εἶδον θηλάζουσαν κόρην ἀπείρανδρον καὶ πάντες ηὐφράνθησαν, εἶδον παιδίον Θεόν, «οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος». Τοιοῦτο, φησὶ Συμεὼν καὶ Ἄννα, τὸ παιδίον τὸ ὁρώμενον· τοιοῦτον ἡμεῖς διὰ Πνεύματος ἁγίου γνόντες ἐμαρτυρήσαμεν, καὶ ἀπιστείτω μηδείς.

Εἴδατε, ἀγαπητοὶ καὶ φιλέορτοι, οἵας καὶ ὅσας ἐκφαντορίας ὁ Συμεὼν καὶ <ἡ> Ἄννα τοῖς πᾶσιν ἐτράνωσαν; εἴδατε πῶς τὸ παιδίον καὶ τὴν Παρθένον σαφῶς κατεμήνυσαν; εἴδατε πῶς ἐμαρτύρησαν, οἷον καὶ ὅθεν τὸ φανὲν νήπιον παρεγένετο; Προειδὼς γὰρ ὁ Θεὸς τὸ περίεργον καὶ ἄπιστον τοῦ γένους τῶν βροτῶν καὶ ὅτι πλεῖστα ὁ πονηρὸς ἐν τῷ σίτῳ τῆς οἰκουμένης κατασπείρει ζιζάνια εὐκρινῶς ἀφορίζει τοῦ σίτου τῆς πίστεως.

Ὅτι δὲ πλῆθος μαρτύρων, ὡς ἔφημεν, διὰ τὴν αἰτίαν ταύτην ὁ πανάγαθος δέδωκεν, ἐννοήσωμεν οἷα καὶ ὅσα περὶ τοῦδε τοῦ μυστηρίου τῶν προφητῶν ὁ χορὸς προλαβὼν ἐμαρτύρησε. «Καὶ ἔσται», φησὶν Ἠσαΐας, «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν» «οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ἐν δικαιοσύνῃ ταπεινῷ κρίσιν καὶ ἐλέγξει ἐν εὐθύτητι τοὺς ἐνδόξους τῆς γῆς καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ καὶ τῷ πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ» καὶ «ὅτι ἐνεπλήσθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ πολὺ καλύψαι θαλάσσας». «Καὶ σὺ Βηθλεέμ», φησὶν ὁ Μιχαίας, «οἶκος τοῦ Ἐφραθά, {μὴ} ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ». Καὶ αὖθις ὁ Ἠσαΐας· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσεται τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ» καὶ «ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς <καὶ> ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος» καὶ τὰ ἑξῆς.

Ὢν ὁ θεῖος Ἰερεμίας καὶ πρὸ Ἰωάννου μιμεῖται τὸν Ἰωάννην, καὶ ὥσπερ ἐκεῖνος ἔλεγεν ὕστερον· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος», δηλῶν καὶ τὸ θεῖον τοῦ Χριστοῦ καὶ τὸ ἀνθρώπινον, οὕτως καὶ οὗτος· «Οὗτος», φησίν, «ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ· μετὰ ταῦτα δὲ ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη». Ταῦτα εἰπὼν καὶ τὴν ἀσύγκριτον θεότητα τοῦ Θεοῦ Λόγου καὶ τὴν αὐτοῦ ἐνανθρώπισιν τρανῶς ἐσαφήνισε. Καὶ ὁ Δανιήλ· «Ἀναστήσει», φησίν, «ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν, ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται».

Εἶδας μαρτύρων ὁμοφωνίαν ἀξιάγαστον; εἶδας ἀξιοπίστων ὑποφητῶν θεόπνευστα ῥήματα; Βουλόμενος <δὲ> ὁ πανεύσπλαγχνος μὴ ἐκ δούλων οἰκείων καὶ μόνων ἔχειν τοὺς μάρτυρας, ὅρα πῶς καὶ <ἐξ> ἀλλοτρίων διὰ Πνεύματος ἁγίου ποιεῖται τὴν μαρτυρίαν ἀναμφισβήτητον.

Μέμνησό μου τοῦ μάντεως ἐκείνου Βαλαάμ, ὃς κληθεὶς τὸν ἰσραηλίτην ἐπαρᾶσθαι λαόν, ὅρα οἵας τῷ λαῷ ἐκείνῳ ἐπάγει κατάρας· «ἀναλαβών», φησί, «τὴν παραβολὴν αὐτοῦ εἶπε»· βουλόμενος καταρᾶσθαι ηὔξατο οὕτως· «Ὡς καλοί σου <οἱ> οἴκοι Ἰακὼβ καὶ <αἱ> σκηναί σου Ἰσραήλ· ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν καὶ ὡσεὶ σκηναί, ἃς ἔπηξε Κύριος, ὡσεὶ κέδροι παρ’ ὕδατα. Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ» (ποίου αὐτοῦ; δηλαδὴ τοῦ Ἰακὼβ) «καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ, καὶ αὐξηνθήσεται καὶ βασιλείας πάσας ὑπερβήσεται καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρὸν» (ποῖον ἐχθρόν; τῆς ἡμῶν σωτηρίας). «Κατακλιθεὶς ἀναπαύσατο ὡς λέων καὶ ὡς σκύμνος». Ὁ λέων καὶ ὁ σκύμνος ἀνακλιθέντες οὐκ ἀνακλίνονται ὡς νεκροί, ἀλλὰ ῥᾳδίως δυνατοὶ ἐγείρονται, ὅτε καὶ βούλονται· ὁ Σωτὴρ ἐν τῷ τάφῳ ἀνακλιθεὶς ἀναπαύσατο, οὐχ ἁπλῶς καθάπερ εἷς τῶν νεκρῶν ἀλλ’ ὡς λέων καὶ ὡς σκύμνος. «Τίς ἀναστήσει αὐτόν;» Τίς; οὐδείς· οὐ χρείαν ἔχει τινὸς ἄλλου ἀναστήσοντος· αὐτὸς δι’ αὐτοῦ ὡς λέων καὶ ὡς σκύμνος ἐγερεῖ ἑαυτόν, ὅτε καὶ βούλεται. «Οἱ εὐλογοῦντές σε εὐλογημένοι, καὶ οἱ καταρώμενοί σε κεκατήρανται», ἤγουν οἱ δοξάζοντές σε δοξασθήσονται, καὶ οἱ βλασφημούμενοί σε κολασθήσονται. «

Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ»· ὁ δὲ ἐξ Ἰσραὴλ ἀνιστάμενος ἄνθρωπος οὐχ ὡς εἷς τῶν πολλῶν, ἀλλ’ ἄστρον περιφανὲς πανταχοῦ καταυγάσει τῆς γῆς τὰ πληρώματα. Τίς σε ταῦτα ἐδίδαξεν, ὦ Βαλαάμ; ὡς μάντις γὰρ καὶ ὡς ἐχθρὸς τοῦ Ἰσραὴλ ἧκες ἀράσασθαι καὶ προφήτης ὤφθης ἐξάπινα καὶ τὰ ἐξαίσια ταῦτα τρανῶς ἀνεβόησας. Ναί, φησίν, ἀλλ’ οὐ τῆς ἐμῆς τέχνης καὶ μαντείας καὶ μυσαρᾶς ἐργασίας τῶν εἰρημένων ἡ δύναμις, ἀλλ’ ὅτι Πνεῦμα Θεοῦ ἐγένετο ἐπ’ ἐμὲ καὶ «ἃ οὐκ ᾔδειν ἐδίδαξέ με, μεγάλα καὶ θαυμαστά, ἃ οὐκ ἐπιστάμην».

Ὁρᾶτε, ἀγαπητοί, πῶς καὶ διὰ δούλων οἰκείων καὶ δι’ ἐχθρῶν ποιεῖται τὰς μαρτυρίας τῆς ἐνσάρκου οἰκονομίας ὁ Θεός; Ἀλλ’ ἵνα μὴ πλῆθος μαρτύρων καὶ μαρτυριῶν παρεισάξωμεν τῇ ὑποθέσει καὶ εἰς ἄπειρον μῆκος τὸν λόγον ἐκτείνωμεν, φέρε εἰπεῖν ἐπιτόμως τοὺς μάρτυρας. Εἶπον γὰρ ἀνωτέρω ὅτι προειδὼς ὁ Θεὸς τὸ περίεργον καὶ ἄπιστον τοῦ γένους τῶν βροτῶν καὶ ὅτι πλεῖστα ὁ πονηρὸς ἐν τῷ σίτῳ τῆς ἐνσάρκου οἰκονομίας κατασπείρει ζιζάνια πλῆθος μαρτύρων περὶ αὐτῆς ἐπεστήσατο· καὶ ὅτι ἐννοήσομεν οἷα καὶ ὅσα περὶ τοῦδε τοῦ μυστηρίου τῶν προφητῶν ὁ χορὸς προλαβὼν ἐμαρτύρησεν· οὐκ ἐβουλόμην δὲ καὶ ὀνομαστὶ μνημονεῦσαι τῶν προφητῶν καὶ τῶν μαρτύρων αὐτῶν. Ἐπεὶ δὲ οὕτως ἡμᾶς ὁ λόγος ἀπῄτησεν, ἐμνήσθημεν ὀλίγων τινῶν, μεθ’ ὧν καὶ τοῦ μάντεως Βαλαὰμ τῶν θεοπνεύστων ῥημάτων μνείαν ἐποιήσαμεν.

Τὸν δὲ θεῖον Δαβὶδ ἅμα τοῖς λοιποῖς ἑκουσίως παρείκαμεν, ἵνα μή, ὡς ἔφθημεν εἰπόντες, εἰς μῆκος ἄπειρον τὸν λόγον ἐκτείνωμεν. «Ἐπὶ στόματος γὰρ δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα». Πλῆθος δὲ μαρτύρων τοσούτων διὰ τὴν ἡμῶν σωτηρίαν δόντος τοῦ Θεοῦ, οὐκ ἀφῆκεν ὁ σατανᾶς πιστεῦσαι καθολικῶς, ὥστε γενέσθαι τε καὶ κληθῆναι χριστιανοὺς πάντας ὁμοῦ· ἀλλ’ ἔσπευσε πολυτρόπως πρὸς τὴν αὐτοῦ καταδίκην συγκατασπάσαι πολλούς· τοὺς μὲν διὰ παντελοῦς ἀπιστίας, τοὺς δὲ ὡς αἱρετικοὺς καὶ διεστραμμένην ἔχοντας πίστιν, ἄλλους δὲ πίστιν μὲν ἔχοντας ὀρθήν, νεκρὰν δ’ ὅμως διὰ φαυλότητα τῶν ἔργων. Τί γὰρ καὶ ὠφελήσει ἁμαρτωλοὺς ἡ ἄμωμος πίστις, ὅτε κατὰ τὰ ἔργα αὐτοῦ ἕκαστος λήψεται;

Καὶ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστι τῆς ἁμαρτίας». Καλὴ μὲν ἡ πίστις καὶ ἄμωμος, ἀλλὰ χρῄζει πάντως καλοὺς καὶ ἀμέμπτους ἀναφανῆναι τοὺς αὐτῆς ἐργάτας, εἴτε διὰ μετανοίας, εἴτε διὰ τῆς ἐκ νεαρᾶς ἡλικίας ἀγαθοεργίας· καὶ ὥσπερ πολλὰς καὶ ἀναφιλέκτους περὶ τῆς ἐνσάρκου οἰκονομίας ἔχομεν μαρτυρίας καὶ πιστεύομεν οὕτως ἔχειν, οὕτως καὶ περὶ ἁμαρτωλῶν καὶ δικαίων ἔχομεν πλείστας. «Ἐξωλόθρευσας», φησὶν ὁ Δαβίδ, «ἀπὸ σοῦ τὸν πορνεύοντα» καὶ «ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός, οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ» καὶ «ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν» καὶ «ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος». Καὶ ταῦτα μὲν ὁ θεῖος Δαβὶδ καὶ ἄλλα παρόμοια πάμπολλα. Τί δὲ ὁ Σειράχ; «Οὐ χρείαν ἔχει», φησίν, «ἁμαρτωλοῦ ἀνδρός· πᾶν γὰρ βδέλυγμα ἐμίσησε Κύριος» καὶ «μὴ εἴπῃς· ὁ οἰκτιρμὸς τοῦ Θεοῦ πολύς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται· ἔλεος γὰρ καὶ ὀργὴ παρ’ αὐτῷ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ» καὶ «κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτω καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ· ἄνδρα γὰρ κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ» καὶ «ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει». Καὶ ὁ θεῖος Ἰεζεκιήλ· «Ἕκαστον ἐν ταῖς ὁδοῖς ὑμῶν κρινῶ ὑμᾶς λέγει Κύριος». Ἔτι δὲ καὶ Ἠσαΐας περὶ ταῦτα συνᾴδει· «Οὐαὶ τῷ ἁμαρτωλῷ ἀνόμῳ», φησί, «πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ».

Καὶ ὁ μακάριος Παῦλος· «Μὴ πλανᾶσθε», φησίν, «οὔτε πόρνοι οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε μέθυσοι οὔτε λοίδοροι οὐχ ἅρπαγες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν». Καὶ πάλιν· «Πᾶς πόρνος ἢ ἀκάθαρτος ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει μέρος ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ». «Καὶ ἐκπορεύσονται», λέγει Κύριος, «οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως».

Τοὺς δὲ καλῶς μετανοοῦντας δέχεται ὡς τὴν πόρνην καὶ τὸν λῃστὴν καὶ τὸν ἄσωτον. Καὶ ταῦτα μὲν ὀλίγα ἐκ πολλῶν εἴπομεν διὰ τὸ εἰρηκέναι ἡμᾶς ἀνωτέρω ὅτι πλείστας καὶ περὶ ἁμαρτωλῶν καὶ δικαίων ἔχομεν μαρτυρίας, καθάπερ καὶ διὰ τὴν τοῦ Θεοῦ Λόγου σωτήριον σάρκωσιν. Εἰ δ’ ἴσως καὶ περὶ τῶν δικαίων τις ἐφίεται ἀκοῦσαι, εὔδηλον ὅτι «λάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν» καὶ «λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου» καὶ «ἡτοίμασεν αὐτοῖς ὁ Θεὸς ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη». Καὶ ἀρκεῖ σοι ταῦτα, καὶ πλείονας μαρτυρίας περὶ τούτων μὴ ζήτει, ὅτι οὐ βουλόμεθα περὶ τούτων μηκύνειν τὸν λόγον· καλεῖ γὰρ ἡμᾶς ὁ λόγος ἀναχθῆναι πρὸς τὸ προκείμενον.

Ἐμαρτύρει, ὡς ἔφθην εἰπών, τὴν Χριστοῦ παρουσίαν χορὸς προφητῶν πρὸ πολλῶν γενεῶν. Ἐν δὲ τῇ αὐτοῦ παρουσίᾳ, ἤγουν τῇ σωτηριώδει τούτου καὶ ἐνδοξοτάτῃ γεννήσει, οὐρανόθεν μὲν ἄγγελοι, γῆθεν δὲ μάγοι ἐξ ἀνατολῶν ἐρχόμενοι καὶ ποιμένες· ὁ δὲ δίκαιος Συμεὼν καὶ ἡ Ἄννα ἡ προφῆτις τεσσαρακονθήμερον βρέφος εἰς τὸ ἱερὸν τοῦτον θεασάμενοι, δεσπότην καὶ λυτρωτὴν αὐτὸν ὡμολόγησαν καὶ τρανῶς ἐμαρτύρησαν Θεοῦ Λόγον καὶ Θεὸν παιδίον γενόμενον· ὁ δὲ τίμιος Πρόδρομος ἀμνὸν Θεοῦ ἁμαρτίας κόσμου καθαίροντα· οἱ δώδεκα δὲ τῶν ἀποστόλων πρωτόκλητοι τὴν αὐτοῦ θεότητα καὶ ἀνθρωπότητα καὶ τὰ θαύματα καὶ τὸ πάθος τὸ ἄχραντον καὶ τὴν ταφὴν καὶ τὴν ἔγερσιν καὶ τὴν θείαν ἀνάληψιν τρανῶς ἐμαρτύρησαν, μεθ’ ὧν καὶ ἄλλοι ἑβδομήκοντα τὰ ἴσα τούτοις ἐδίδαξαν.

Τίνος δὲ χάριν καὶ πρὸ τῆς αὐτοῦ παρουσίας καὶ ἐν αὐτῇ καὶ μετ’ αὐτὴν πλῆθος μαρτύρων τοσούτων ἐπέστησε; δι’ οὐδὲν ἄλλο ἢ διὰ τὴν ἡμῶν σωτηρίαν καὶ μόνον ἐπραγματεύσατο, ἵνα πιστεύσαντες εἰς αὐτὸν τὰ ἔργα τοῦ σκότους μισήσωμεν, τὰ ἔργα τοῦ φωτὸς ἀγαπήσωμεν καὶ ποιήσωμεν καὶ φυλάξωμεν. Εἰ γὰρ καὶ πιστεύοντες εἰς αὐτὸν ἁμαρτάνομεν καὶ μυρίας ἐκ τῶν Γραφῶν ἀπειλὰς περὶ κολάσεων καθ’ ἑκάστην ἀκούομεν καὶ πολλῶν ἀγαθῶν καὶ μεγάλων ἐπαγγελίας ἔχοντες κακοπραγεῖν οὐ παυόμεθα, τί ἄρα λοιπὸν οὐκ ἂν εἰργασάμεθα, εἰ καὶ τὴν πίστιν οὐκ εἴχομεν καὶ Γραφῶν οὐκ ἠκούομεν καὶ εἰ μετὰ τοσαύτας καὶ τηλικαύτας μαρτυρίας καὶ θεοσημείας μόλις ὀλίγοι ἐπίστευσαν;

Τίς ἄρα λοιπὸν τῇ πίστει προσέδραμε τούτων χωρίς; Καθάπερ γὰρ βασιλεὺς μέγας καὶ ἀγαθότατος πλοῦτον ἔχων ἀνείκαστον θελήσας τὴν ὑφήλιον ἅπασαν τοῦ πλούτου μεθέξειν αὐτοῦ, πλῆθος κηρύκων κελεύει πανταχοῦ περιτρέχειν καὶ τῆς αὐτοῦ βασιλείας κηρύττειν τὸ μέγεθος καὶ τὸν πλοῦτον αὐτοῦ γνωρίζειν τὸν ἄφραστον καὶ βοᾶν ὅτι οἱ τὸν ἐχθρὸν τοῦ βασιλέως μισήσαντες καὶ τὰ πονηρὰ ἐκείνου ἐπιτηδεύματα τῆς βασιλείας μεθέξουσι καὶ τοῦ πλούτου αὐτοῦ δαψιλῶς ἀπολαύσουσιν. Ἄρα τὸν βασιλέα ὠφέλησαν οἱ πρὸς αὐτὸν ἐνδημήσαντες ἢ τοῦτον κατέβλαψαν οἱ ἀποδράσαντες καὶ τὸν αὐτοῦ ἐχθρὸν θεραπεύσαντες; πάντως ἑαυτὸν μᾶλλον κατέβλαψεν ἢ ὠφέλησεν ἕκαστος. Οὕτως γὰρ καὶ ὁ μέγας καὶ ἀγαθὸς βασιλεὺς ὁ ἡμέτερος βουλόμενος τῆς αὐτοῦ βασιλείας κληρονόμους ἡμᾶς ἀναδεῖξαι πρὸς ἡμᾶς πολλοὺς κήρυκας ἐξαπέστειλε μαρτυρῆσαι τὸν πλοῦτον αὐτοῦ τὸν ἀνέκφραστον καὶ τὴν δόξαν τῆς αὐτοῦ βασιλείας τὴν ἀνεκλάλητον καὶ τὴν θλῖψιν ἐκείνην τὴν ἀτελεύτητον, καὶ ὅτι οἱ τὸν ἐχθρὸν μισήσαντες καὶ τὰ πονηρὰ ἐκείνου ἐπιτηδεύματα καὶ πρὸς Θεὸν ἐνδημήσαντες καὶ τῶν αὐτοῦ ἀγαθῶν αἰωνίως μεθέξοντες οὐ τὸν Θεὸν ἀλλ’ ἑαυτοὺς πάντως ὠφέλησαν.

Ὅσοι δὲ παρακούσουσι καὶ ἀπιστήσουσι καὶ τῷ ἐχθρῷ δουλεύσουσιν, οὐ τὸν Θεὸν ἀλλ’ ἑαυτοὺς καταβλάψουσιν· οὐδενὸς γὰρ χρῄζει ἀφ’ ἡμῶν ἀνενδεὴς ὤν, πλὴν τῆς ἡμῶν σωτηρίας καὶ μόνης, ἀλλὰ καὶ ταύτης δι’ ἡμᾶς αὐτοὺς ὡς φιλάνθρωπος· θελήσωμεν οὖν καὶ ἡμεῖς ὁλοψύχως τὴν ἡμῶν σωτηρίαν, ὡς ἐκεῖνος ταύτην φιλανθρώπως ἠθέλησε, δι’ ἣν καὶ πολλὴν συγκατάβασιν ἐπεδείξατο. Ἡμᾶς γὰρ συνυψῶσαι βουληθεὶς ὁ πανύψιστος, δι’ ἡμᾶς ἐπὶ γῆς ὁ «ὑπεράνω τῶν οὐρανῶν» καταβέβηκε, δι’ ἡμᾶς μέχρι σαρκὸς καὶ θανάτου πτωχεύει ἑκὼν ὁ πλουτῶν θεότητι καὶ φύσει ὄντως ὑπάρχων ἀθάνατος πτωχείας ὁμοῦ καὶ θανάτου λυτρῶσαι βουλόμενος τὸ ἀνθρώπινον. Ὢ συγκαταβάσεως ἄκρας καὶ ἀφράστου κηδεμονίας καὶ μυστηρίου καινοῦ· ὢ θαύματος ξένου καὶ ὁράματος ἐξαισίου καὶ ἀνερμηνεύτου βροτοῖς· δι’ ἡμᾶς γὰρ καθ’ ἡμᾶς ἁμαρτίας χωρὶς ὤφθη παιδίον ὁ πρὸ αἰώνων Θεὸς καὶ ἐντέλλεται λέγων· «Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν».

Καὶ πῶς, φησί, δύναταί τις γηραιὸς ὤν, εἴτε πρεσβύτης, εἴτε μεσῆλιξ, παιδίον ἀρχῆθεν πάλιν γενέσθαι; Τάχα τὰ Νικοδήμου λέγεις μετὰ Νικόδημον, κἂν μὴ καὶ Νικόδημος εἶ. Ἤκουε γὰρ ἐκεῖνος περὶ βαπτίσματος θείου θεσπίζοντος τοῦ Δεσπότου, ὅτι «ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ»· καὶ «πῶς δύναται», φησὶν ὁ Νικόδημος, «γεννηθῆναι ἄνωθεν γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;» Ἀλλ’ ἐκεῖνο μὲν τὸ ῥητὸν ἡρμήνευσεν ὁ Δεσπότης, ὅτι δι’ ὕδατος καὶ Πνεύματος ἡ ἀναγέννησις γίνεται ἄνωθεν· σὺ δὲ ἀκούων ὅτι «ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν», νόησον ἀπὸ σαυτοῦ τί ἐστι τὸ λεγόμενον, καὶ βλέπετε πῶς ὅτε ἦμεν παιδία, τῆς βασιλείας ἄξιοι ἐπέλομεν· οὐ γὰρ ἦν ἐν ἡμῖν ἴχνος τότε κενοδοξίας, οὐδὲ ἑσμὸς ὀλεθρίων παθῶν ἡμᾶς ἐτραυμάτιζεν.

Οὔτε γὰρ καλλωπισμὸς ἱματίων δύναται περιτέρπειν παιδίον, οὐ γυμνότης ἰσχύει καταισχῦναι αὐτό· πτωχείαν δὲ καὶ πλοῦτον ἔχει ἀντ’ οὐδενός, ἁμαρτίας δὲ καὶ αἰσχρουργίας ἐπιτελεῖν οὐδὲ ἐπίσταται, χρυσὸν καὶ ἄργυρον καὶ λίθους τιμίους καὶ πᾶν ἄλλο τοῖς ἀτιμοτέροις ἐπίσης λογίζεται καὶ οὔτε ἐχθρὸν ἀπὸ φίλου ἀφορίζει ποτέ, οὔτε τὸν τύψοντα καὶ ὑβρίσοντα ἔλαττον ἔχει τοῦ ἐγκωμιάσοντος· καὶ ζημίαν ἢ κέρδος λυπεῖν παιδίον ἢ χαίρειν ποσῶς οὐκ ἐπίσταται· τὴν τέρψιν τοῦ βίου καὶ τὴν δόξαν αὐτοῦ λογίζεται εἰς οὐδέν, κλαίει δὲ μόνον καὶ τὴν ἰδίαν μητέρα ζητεῖ καὶ πρὸς αὐτὴν αἴρει τοὺς ὀφθαλμοὺς καὶ τὸν ταύτης μαζὸν διηνεκῶς θηλάζειν ἐφίεται.

Οὗτός ἐστιν, οἶμαι, ὁ τοῦ δεσποτικοῦ λόγου σκοπός, καὶ οὕτως διερμηνεύεται, ὅτι «ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία» καὶ πάντων τῶν ἐπιγείων καταφρονήσητε καὶ πᾶσαν ἁμαρτίαν ὁλοψύχως μισήσητε καὶ κλαύσητε πρὸς τὸν Θεόν, καθάπερ παιδίον <πρὸς> τὴν ἰδίαν μητέρα, «οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». Ἀλλὰ «μὴ παιδία γίνεσθε ταῖς φρεσί», φησὶν ὁ μακάριος Παῦλος, «ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε». Ἡμεῖς δὲ τάχα τοὐναντίον ἐδράσαμεν καὶ τῇ κακίᾳ μὲν τέλειοι γεγόναμεν, νήπιοι δὲ ταῖς φρεσὶ ἀπεφάνθημεν· ἐπεὶ γὰρ ἡ σοφία καὶ φρόνησις οὐ δι’ ἡλικίαν ἀλλ’ ἐξ ἔργων πάντως χαρακτηρίζεται.

Καὶ βεβαιοῖ μου τὸν λόγον Σολομὼν ὁ σοφώτατος· «γῆρας», φησί, «τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται». Οὐ διὰ τὸ πολυχρόνιον, φησί, τίμιον γῆρας λήψεται καὶ διὰ πλήθους ἐτῶν· πολλοὶ γὰρ γηραιοὶ καὶ πολυχρόνιοι πέλουσιν ἄτιμοι, καὶ οὐχ ὅστις γηράσει ἐν ἁμαρτίαις ἢ κακοπιστίαις, καὶ τίμιος κέκληται. «Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον», ἀλλὰ κἂν ὀλιγοχρόνιός τις ὢν καὶ ἡλικίαν ἔχει ἀκμάζουσαν καὶ ἔργα εὐάρεστα τῷ Θεῷ, τίμιον γῆρας ἡ τούτου νεότης λογίζεται. «Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώπου», τουτέστιν ἡ φρόνησις ἡ τὰ Θεοῦ φρονοῦσα καὶ πολιᾶς χωρὶς ἱκανή ἐστι πολιᾶς τόπον πληροῦν, «καὶ ἡλικία γήρους βίος ἀκηλίδωτος». Αὕτη ἐστὶν ἡ ἡλικία τοῦ γήρους, φησίν, ὁ ἀκηλίδωτος βίος. Ἔστι γὰρ καὶ σώφρων νέος καὶ γέρων ἀκόλαστος· καὶ τοῦ μὲν ἐμφαί[***