Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Ἑρμηνεία Κανόνων Δεσποτικῶν Ἑορτῶν

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος στο Γενέσιο του Τιμίου Προδρόμου

Ερμηνεία των γεγονότων της γέννησης του Ιωάννη του Βαπτιστή, λύση της σιωπής του Ζαχαρία, ανάδειξη του προφητικού ρόλου του Προδρόμου και προβολή της ασκητικής του πολιτείας ως προτύπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 2 από 9

ΝΕΟΦΥΤΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟ ΘΕΙΟΝ ΚΑΙ ΠΑΝΣΕΠΤΟΝ ΓΕΝΕΣΙΟΝ ΤΟΥ ΤΙΜΙΟΥ ΠΡΟΦΗΤΟΥ ΚΑΙ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ Εὐλόγησον, πάτερ. Σήμερον ἐξ ἀκάρπου νηδύος Ἰωάννης ὁ μέγας ἀποτεχθεὶς καρποφορεῖν τῷ κόσμῳ τὸ θεῖον ἔλεος ἐπαγγέλλεται καὶ ὥσπερ ἄγγελος ἅμα καὶ πρόδρομος πιστοῖς προλέγει τὸν προδραμούμενον.

Σήμερον ἐκ λαγόνων στειρωτικῶν τῆς πρεσβύτιδος Ἐλισάβετ ὁ νέος Ἠλίας ἀναφανεὶς «τὸν ἥλιον τῆς δικαιοσύνης» τοῖς ἐν σκότει ἁμαρτιῶν ἀραρότως δεδήλωκε. Σήμερον ἡ πρεσβῦτις τὸν λύχνον ἀποτεκοῦσα τὸν ἔμψυχον τῆς ἑπταφώτου λυχνίας τὸ φῶς καὶ τὸ ἐξ αὐτῆς λαμπάδιον σαφῶς κατεμήνυσε.

Σήμερον ἡ ἀρόσιμος μὲν {καρπὸς} ἄρουρα τὸν εἰς αὐτὴν προβληθέντα σπόρον ἐκαρποφόρησε καὶ τὴν ἀνήροτον καὶ ἄσπορον ἄρουραν, ἐξ ἧς ὁ ζωηφόρος ἐβλάστησεν ἄσταχυς τοῖς θερισταῖς ἅμα καὶ δαιτυμόσι κρυφιομύστως δεδήλωκε. Σήμερον ἀποτεχθεὶς τῆς μετανοίας ὁ κῆρυξ καὶ ἡ φωνὴ τοῦ Λόγου τὴν ἔλευσιν προετοιμάζειν ἅμα καὶ προκηρύττειν ἀπάρχεται. Σήμερον καὶ ὁ μέγας ταξίαρχος Γαβριὴλ ἐπαγάλλεται, ὅτι τὸ αὐτοῦ εὐαγγέλιον πεπεράτωται. Ἔλεγε γάρ· «Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην· καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. Ἔσται γὰρ μέγας ἐνώπιον Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ· καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλιού, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον».

Ταῦτα γοῦν τὰ μεγάλα καὶ θαυμαστὰ περὶ τοῦ μέλλοντος συλληφθῆναι παιδίου ὁ ἱερὸς Ζαχαρίας ἀκούσας προβάλλεται τὸ γῆρας αὐτοῦ τε καὶ τῆς συζύγου αὐτοῦ καὶ ἀπιστεῖ τὰ ῥηθέντα καὶ τὸ τῆς σιωπῆς ἐπιδέχεται πρόστιμον. Ὅρα μοι δὲ καὶ ἐκ τῶν τοῦ ἀγγέλου ῥημάτων οἷον καὶ ὅσον τὸ παιδίον ἔμελλεν ἔσεσθαι. Ὅτι «ἔσται μέγας», φησίν, «ἐνώπιον Κυρίου» καὶ ὅτι «Πνεύματος ἁγίου πλησθήσεται» καὶ ὅτι «πολλοὺς ἐπιστρέψει πρὸς Κύριον» καὶ ὅτι «προελεύσεται ἐν πνεύματι καὶ δυνάμει Ἠλιού». Πῶς δὲ ἐν πνεύματι καὶ δυνάμει Ἠλιού; ἀκούσωμεν. Ἔλεγε γὰρ Ἠλιοὺ τῷ Ἀχαὰβ ὅτι· «Οὐ διαστρέφω ἐγὼ τὸν Ἰσραήλ, ἀλλ’ ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου»· καὶ «ἔλεγεν Ἰωάννης τῷ Ἡρῴδῃ· οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου». Ἔλεγεν Ἠλιοὺ τῷ εἰδωλολάτρῃ λαῷ· «Ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; εἰ ἔστι Κύριος ὁ Θεός, πορεύεσθε ὀπίσω αὐτοῦ»· καὶ ἔλεγεν Ἰωάννης τῷ παρανόμῳ λαῷ· «Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας». Δι’ ὕδατος καὶ πυρὸς τὰς θυσίας ὁλοκαυτώσας Ἠλιοὺ ἐπέστρεψε πρὸς Θεὸν εἰδωλολάτρην λαόν· καὶ ὁ Ἰωάννης ἐν ὕδασι βαπτίσας Ἰορδάνου τὸν Ἰησοῦν καὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν προσήγαγε τῷ Θεῷ.

Ὁρᾷς πῶς «ἐν πνεύματι καὶ δυνάμει Ἠλιοὺ» Ἰωάννης ἐπορεύθη κατὰ τὸν θεῖον Γαβριήλ; Εἰ γὰρ καὶ θαύματα Ἰωάννης πεποιηκέναι οὐ φαίνεται κατὰ τὸν μέγαν Ἠλιού, ἀλλὰ χάριν ἔσχε παρὰ Θεοῦ θαυματοποιΐας πάσης ἐπέκεινα. Φίλος καὶ νυμφοστόλος καὶ βαπτιστὴς καὶ αὐτόπτης τοῦ Λόγου γενόμενος περισσότερος προφητῶν καὶ «μείζων ἐν γεννητοῖς γυναικῶν» παρ’ αὐτοῦ μεμαρτύρηται.

Σήμερον τοῦ ἱεροῦ Ζαχαρίου ἡ γλῶττα τοῦ δεσμοῦ τοῦ ἀγγελικοῦ διαλέλυται καὶ ἀνοίγει τὸ στόμα Θεοῦ καὶ προφητεύει τρανότατα, «Εὐλογητὸς» λέγων «Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπισκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ» καὶ τὰ ἑξῆς καὶ ὅτι· «Σύ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ». Σήμερον διὰ προφητείας Μαλαχίου ἡ θεία πρόρρησις τελεῖται ἡ φάσκουσα· «Ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου». Καὶ τίς ἄρα ἐγίνωσκεν ἀνθρώπων εἴτε σωματικῶς εἴτε ἀσωμάτως <ὡς> ὁ τοιοῦτος πέφυκεν ἄγγελος;

Διὸ καὶ τεχθείς, ἐθαύμαζον πάντες καὶ ἔλεγον· «Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;» Οὐδεὶς δὲ ἐγίνωσκεν ὅτι ἄγγελος καὶ «φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ» οὗτός ἐστι. Βλέποντες γὰρ γηραλέαν τεκοῦσαν καὶ μαρανθέντας μασθοὺς γάλα βλύζοντας καὶ παῖδα θηλάζοντας καὶ τρανῶς τοῦ παιδίου τὸ ὄνομα διαγγέλλουσαν καὶ λέγουσαν· «Ἰωάννης ἔσται τὸ ὄνομα αὐτοῦ» {καὶ} ἐθαύμαζον ἐκπληττόμενοι καί· Πόθεν ἄρα τοῦτο μεμάθηκας, ὦ πρεσβυρὰ Ἐλισάβετ, ὅτι Ἰωάννης ὁ παῖς ἐπικέκληται; οὐ γὰρ ἔχομεν λέγειν ὅτι ἐκ τοῦ συνεύνου τοῦτο μεμάθηκας· ἐκεῖνος γὰρ ἐν τῷ ναῷ πρὸ συλλήψεως τοῦ παιδὸς τὸ τῆς σιωπῆς παρὰ τοῦ θείου Γαβριὴλ ἐδέξατο πρόστιμον. Καὶ πόθεν γινώσκεις ὅτι Ἰωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ; Ὥσπερ, φησίν, οὐ μόνον τῷ Ἀβραὰμ ἀλλὰ καὶ τῇ Σάρρᾳ πρὸ συλλήψεως δεδήλωκεν ὁ Θεὸς τὸ ὄνομα τοῦ Ἰσαάκ, καὶ ὥσπερ Μανωὲ καὶ ἡ σύναρμος τούτου πρὸ συλλήψεως ἔμαθον ὅτι ναζιραῖον Θεοῦ τὸν μέγαν Σαμψὼν καρπώσονται τέκνον, οὕτως πάντως ἔδει μαθεῖν σὺν τῷ ἱερῷ Ζαχαρίᾳ κἀμὲ ὅτι «Ἰωάννης ἔσται τὸ ὄνομα αὐτοῦ». Καὶ ὥσπερ οὐκ ἔδει πάλιν γινώσκειν μόνον τὸν Ἀβραὰμ καὶ τὸν Μανωέ, τὰς δὲ συζύγους ἀγνοεῖν τὰς συλληψομένας, οὕτως οὐδὲ τὸν ἱερὸν Ζαχαρίαν ἔδει μόνον γινώσκειν, ἐμὲ δὲ ἀγνοεῖν ὅτι «Ἰωάννης ἔσται τὸ ὄνομα αὐτοῦ».

Ἀπειθούντων δὲ τῶν περιοίκων διὰ τὸ μὴ ἔχειν ὄνομα τοιοῦτον ἐν τῇ αὐτῆς συγγενείᾳ, διαγράφει ὁ δίκαιος ἐν πινακιδίῳ τὰ ἴσα τῇ γυναικὶ λέγων· «Ἰωάννης ἔσται τὸ ὄνομα αὐτοῦ». Ταῦτα γὰρ καὶ ὅσα τοιαῦτα ἐν τῇ ὀρεινῇ τῆς Ἰουδαίας βλέποντες καὶ ἀκούοντες ἐθαύμαζον πάντες καὶ ἔλεγον· «Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;» μὴ εἰδότες ὅτι οὗτός ἐστιν ὁ ἐκ Θεοῦ πρὸ προσώπου Κυρίου Θεοῦ Υἱοῦ στελλόμενος ἄγγελος, καίτοιγε πρὸ βραχείας ὥρας τοῦ θείου ἤκουον Ζαχαρίου φάσκοντος ὅτι· «Καὶ σύ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ». Ἐδόκουν δὲ ἀκούοντες ταῦτα ὅτι προφήτης ἁπλῶς ὡς εἷς τῶν πρὸ αὐτοῦ ὁ παῖς ἀποβήσεται, μήτε ἄγγελον Θεοῦ, μήτε πάντων ὑπέρτερον προφητῶν, μήτε «μείζονα ἐν γεννητοῖς γυναικῶν» τοῦτον ὑποτοπάζοντες. Καὶ τί θαυμαστόν, ὅτι τοὺς παρόντας ἐλάνθανε τοῦ τεχθέντος παιδίου τὸ μέγεθος, ὅπου σὲ καὶ μέχρι τοῦ νῦν τὸ μέγεθος τῆς δόξης αὐτοῦ εἶχε διαλανθάνειν, εἰ μὴ αὐτὸς ἄγγελον Θεοῦ καὶ «φωνὴν βοῶντος ἐν τῇ ἐρήμῳ» αὑτὸν ὡμολόγησεν; Ὅτε γὰρ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας πρὸς τὸ ἐρωτῆσαι αὐτὸν ἐν τῷ Ἰορδάνῃ πρὸς αὐτὸν ἐξαπέστειλαν, τότε ἐρωτώμενος ἀληθῶς ὡμολόγησεν ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, οὔτε Ἠλίας, οὔτε ὁ προφήτης, ἀλλὰ ἐγὼ «φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ», καθὼς εἶπεν Ἠσαΐας, «ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου».

Τοῦτο δὲ ὁ Χριστὸς βεβαιῶσαι βουλόμενος ἔλεγεν ὅτι· «Οὗτός ἐστι περὶ οὗ γέγραπται· ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου». «Ἀλλὰ τί ἐν τῇ ἐρήμῳ ἐξήλθετε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου». «Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος», ὁ ἐκ Παρθένου τεχθείς, «ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν». «Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.

Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν· καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω». Ὦτα μὲν γὰρ ἔχουσι καὶ τὰ κτήνη καὶ τὰ τῆς γῆς ἑρπετὰ καὶ τὰ ζῳΰφια καὶ τὰ πετεινά, ἀλλὰ λογικῆς γνώσεως ἔρημα καὶ φωνῆς μόνης αἰσθητικά. Ὦτα ἔχουσι καὶ τὰ νήπια καὶ πάντες οἱ ἄνθρωποι, ἀλλὰ συνέσεως ἄμοιρα, καθὼς καὶ ἐν ἑτέρᾳ Γραφῇ προαπεφήνατο ὅτι «ἀκοῇ ἀκούσητε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε». Πόθεν δὲ τοῦτο συμβαίνει δηλῶν ἔλεγεν· «Ἐπαχύνθη γάρ», φησίν, «ἡ καρδία τοῦ λαοῦ τούτου».

Πόθεν δὲ πάλιν ἡ καρδία παχύνεται καὶ βαρύνεται; ἀπὸ κραιπάλης, φησί, καὶ μέθης καὶ μερίμνων βιωτικῶν. Διὸ καὶ νῦν μαρτυρήσας τὸν Ἰωάννην τὸν μέγαν ὅτι τῶν γεγεννημένων πάντων μειζότερος καὶ προφητῶν πάντων ὑπέρτερος καὶ ὅτι «αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι», τότε φησίν· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω». Διεγεῖραι γὰρ πρὸς ἀκρόασιν τὰ νωθρὰ ὦτα ἡμῶν ἐφιέμενος λέγει τοῦτο πολλάκις, ὥσπερ καὶ ὅταν λέγῃ· «Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· τότε οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω». Ὁρᾷς πῶς ὅπου φοβερὸν ἢ ἀξιοθαύμαστον εἴπῃ, πῶς εὐθὺς τὸ «ἔχων ὦτα» προστίθησι; Ἀναμνήσας γὰρ ἡμᾶς συντελείας καὶ ἀγγέλων ἀποστολῆς καὶ συλλογῆς σκανδάλων καὶ παρανόμων καὶ καμίνου πυρὸς καὶ κλαυθμοῦ καὶ βρυγμοῦ ὀδόντων καὶ δικαίων λαμπρότητος, τότε διεγείρων ἡμᾶς πρὸς ἀκρόασιν συνετὴν λέγει «ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω».

Τοῦτο καὶ ἀλλαχοῦ, ὅτε περὶ τοῦ πνευματικοῦ σπόρου διελέγετο, ἔφη· εἰπὼν γὰρ ὁ μὲν ἐν τῇ ὁδῷ, ὁ δὲ ἐν τῇ πετρώδει, ὁ δὲ ἐν τῇ ἀκανθώδει, ὁ δὲ εἰς τὴν ἀγαθὴν γῆν διεσπάρη, τότε πάλιν τῷ αὐτῷ κέχρηται ῥήματι· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω». Καὶ νῦν μεγάλα καὶ θαυμαστὰ τῷ θείῳ μαρτυρήσας Προδρόμῳ «ὁ ἔχων», φησίν, «ὦτα ἀκούειν ἀκουέτω», ὅτι καὶ προφητῶν περισσότερος καὶ τῶν γεννηθέντων μειζότερος. Καὶ τί τοῦτον ἀφέντες τὸν Ἠλίαν προσδέχεσθε; ἐκείνου γὰρ οὗτος ἐπέκεινα· ἐκεῖνος γὰρ τούτου ἀρχαιότερος, ἀλλὰ δεύτερος λέγεται Πρόδρομος· καὶ εἰ μὴ γὰρ παρουσίας μου πρώτης ὁ Ἰωάννης κεχειροτόνητο Πρόδρομος, οὐκ ἂν τῆς δευτέρας ἐκεῖνος δεύτερος Πρόδρομος ἔμελλεν ἔσεσθαι, οὐκ ἂν πρὸς μετάνοιαν καὶ σωτηρίαν ἁμαρτωλοὶ προσεκλήθησαν, οὐκ ἂν διὰ βαπτίσματος υἱοθεσίας ἔτυχον ἄνθρωποι. Καὶ πῶς τὸν πρῶτον παρατρέχοντες Πρόδρομον τὸν δεύτερον, ὦ Ἰουδαῖοι, προσδέχεσθε; Οὐκ ἔχει γὰρ ἐκ τοῦ δευτέρου ὠφέλειαν οὐδὲ καιρὸν μετανοίας ἐν τῇ δευτέρᾳ μου παρουσίᾳ ὁ ἀθετήσας τὴν πρώτην μου. Διὸ καὶ «παρέοικεν ἡ γενεὰ αὕτη παιδίοις ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσι τοῖς ἑτέροις αὐτῶν καὶ λέγουσιν· ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε, ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε. Ἦλθε γὰρ Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσι· δαιμόνιον ἔχει.

Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν».

Τί οὖν τὸν ἄγγελον τοῦ Πατρός, τὸν Πρόδρομον τοῦ Υἱοῦ ἅμα καὶ Βαπτιστήν, τὸν τοῦ θείου Πνεύματος θεατήν, τὸν φανότατον λύχνον, τὸν τῆς ἐρήμου πολίτην, τὸν ἔνσαρκον ἄγγελον, τὸν τρίχας φοροῦντα καμήλου, τὸν ζώνην δερματίνην εἰσφυόμενον, τὸν ἄβρωτον, τὸν ἄποτον, τὸν ἄοικον, τὸν κήρυκα τῆς μετανοίας, τὸν νυμφοστόλον τὸν ἄριστον, τὸν φίλον τοῦ νυμφίου τὸν μέγιστον, τῶν προφητῶν περισσότερον, τῶν γεννηθέντων μειζότερον, τὴν τοῦ Λόγου φωνὴν τὴν ἐξαίρετον, τῆς ἀληθείας τὸν μάρτυρα, τὸν ἐν ὁδῷ δικαιοσύνης ἐπιδημήσαντα δαιμόνιον ἔχειν καταψηφίζεσθε καὶ διὰ τοῦτο τὰς ἐρήμους περινοστεῖν τοῦτον ὑποτοπάζετε κἀντεῦθεν οὐδὲ πείνας αἰσθάνεσθαι λέγετε; Ὄντως ὑμεῖς φθόνου δαιμόνιον ἔχετε, διὸ καὶ τὸν τοιοῦτον καὶ τηλικοῦτον ἅγιον δαιμόνιον ἔχειν καταψηφίζεσθε.

Καὶ τοῦτον μὲν οὕτως. Τὸν δὲ Σωτῆρα τοῦ κόσμου, «τὸν βασιλέα τῆς δόξης», τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Λόγον καὶ Θεόν, τὸν «χριστὸν τοῦ Κυρίου», τὸν ἰσχυρὸν Θεὸν καὶ ἐξουσιαστήν, τὸν τῆς μεγάλης βουλῆς ἄγγελον, τὸν θαυμαστὸν σύμβουλον, τῆς εἰρήνης τὸν ἄρχοντα, τὸν τοῦ μέλλοντος αἰῶνος κριτὴν καὶ πατέρα, «τὴν σοφίαν τοῦ Θεοῦ», τὸν σαρκοφόρον Θεόν, «τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου», τὸν ἰατρὸν τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, τὸν καθαιρέτην τοῦ ᾅδου καὶ τοῦ θανάτου καὶ τοῦ διαβόλου καὶ τῆς αὐτοῦ συμμορίας, τὸν θρέψαντα χιλιάδας πέντε καὶ μετὰ ταῦτα τέσσαρας χιλιάδας, γυναικῶν καὶ παιδίων χωρίς, διὰ πέντε ἄρτων καὶ ἑπτά, καὶ τὰ λείψανα τούτων κοφίνους δώδεκα καὶ σπυρίδας ἑπτὰ μεστωθείσας ἦραν οἱ μαθηταί, «τὸν διδόντα τροφὴν πάσῃ σαρκί», «τὸν διδόντα τροφὴν τοῖς πεινῶσι», τὸν ἀνοίγοντα χεῖρα καὶ ἐμπιπλῶντα πᾶν ζῷον εὐδοκίας, φάγον καὶ οἰνοπότην, ὦ Ἰουδαῖοι, προσονομάζετε.

Καὶ τί γὰρ τοιοῦτον ἐξ Ἠλιοὺ εἴχετε ἰδεῖν, ἐξ ὧν εἴδατε εἰς Χριστὸν καὶ εἰς τὸν αὐτοῦ Βαπτιστήν; μᾶλλον δέ, εἰ κἀκεῖνος ἐφάνη μήτε ἐσθίων μήτε πίνων, τί ἂν ἐκώλυεν ὑμᾶς λέγειν καὶ δι’ αὐτὸν δαιμόνιον ἔχειν; εἰ δὲ πάλιν ἐφάνη μετέχων βρώσεως καὶ πόσεως, τί τὸ κωλῦσον ὑμᾶς τοῦ μὴ φάγον καὶ οἰνοπότην ἀποκαλέσαι κἀκεῖνον; Τοιοῦτον γὰρ ἡ κακία, τοιοῦτον ἡ πονηρία, τοιοῦτον ἡ βασκανία· ἀπαρέσκεται τὸ καλόν, φθονεῖ τὸ ἀγαθόν, ἀποστρέφεται τὸ χρηστόν, μυσάττεται τὸ ἐπιεικές, βδελύσσεται τὸ εὐσεβές· «βδέλυγμα γάρ», φησίν, «ἁμαρτωλοῖς θεοσέβεια». Πάντας βούλονται κατ’ αὐτοὺς εἶναι πονηροὺς καὶ κακοὺς καὶ δυσχρήστους, πάντας βούλονται τῆς αὐτῶν συμμετέχειν κακίας· ἐντεῦθεν γὰρ καὶ ἀξίους θανάτου καταψηφίζονται τοὺς χρηστούς· ἐντεῦθεν τοὺς προφήτας, ἐντεῦθεν καὶ αὐτὸν ἔκτειναν τὸν Χριστόν, ἐντεῦθεν τοὺς ἀποστόλους, ἐντεῦθεν τοὺς μάρτυρας, ἐντεῦθεν ὡς κακοὺς οἱ κακοὶ τοὺς χριστοὺς τοῦ Χριστοῦ κακῶς ἐθανάτωσαν, καὶ βραβεῖα τῆς νίκης δεξάμενοι σὺν Χριστῷ αὐτῶν βασιλεύουσιν ἀγαλλόμενοι. Ἐκεῖνοι δὲ ἅμα διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ κοινωνοῦσιν, ἔνθα «ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται». «Τὸ δὲ παιδίον», φησίν, «ηὔξανε καὶ ἐκραταιοῦτο Πνεύματι καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ».

Ὅρα διὰ τοῦ παιδίου τούτου πόσα ὁ Θεὸς διδάσκει ἀγαθὰ τῇ φύσει τῇ ἀνθρωπίνῃ. Καὶ πρῶτον μὲν ἀγαθὸν οἱ βουλόμενοι διδάσκονται δι’ αὐτοῦ κόσμου ἀμεριμνίαν καὶ φίλτρον πρὸς Θεόν· εἶτα κόσμου φυγήν, ὑπεροψίαν σαρκός, ψυχῆς ἐπιμέλειαν, τὸ ἄτυφον, τὸ ἀπέριττον, τὸ ἐγκρατές, μᾶλλον δὲ τῆς νηστείας τὸ ἀκρότατον, τὸ ἁγνόν, τὸ ἥσυχον, τὸ ἀναμάρτητον, τὸ ἀπέρπερον, τὸ πρᾶον, τὸ ταπεινὸν καὶ τὰ τούτων ἐφάμιλλα. Τοιούτους γὰρ ἡμᾶς βούλεται ὁ Θεὸς εἶναι τοὺς κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ γεγονότας. Τί οὖν, φησί, προδρόμους βούλεται ὁ Χριστὸς γενέσθαι αὐτοῦ πάντας ἡμᾶς; καὶ τίς δύναται τὸν μείζονα ἐν γεννητοῖς γυναικῶν καὶ ὑπέρτερον προφητῶν μιμηθῆναι ἄρα καὶ ἰσωθῆναι αὐτῷ; Προδρόμους μὲν καὶ ἴσους ἐκείνου ἡμᾶς γενέσθαι ἀμήχανον· τὸ δὲ κακίας ἁπάσης ἀπέχεσθαι καὶ τὰς ἐκείνου μιμεῖσθαι κατὰ τὸ ἐνὸν ἀρετὰς οὐκ ἀμήχανον. Μὴ οὐκ ἐμιμήθη τοῦτον ὁ μέγας Ἀντώνιος καὶ Παῦλος ὁ Θηβαῖος καὶ ὁ θεῖος Ὀνούφριος καὶ ὁ μέγιστος Παΐσιος καὶ <οἱ> τούτων συμμέτοχοι; Καὶ τί ξένον, ὅτι τὸν μέγιστον τοῦτον Ἰωάννην ἐμιμήθησαν οἱ ἄνθρωποι, ὅπου γε καὶ αὐτὸν τὸν Θεὸν καὶ τοὺς ἀγγέλους αὐτοῦ ἐμιμήθησαν, οἳ {ἄνθρωποι} τὸ κατ’ εἰκόνα καὶ ὁμοίωσιν ἐξειληφότες, ὅτι ἀρχικὸν καὶ αὐτεξούσιον πέφυκεν, ἔσπευσαν μιμηθῆναι ὡς δυνατὸν ἀνθρώποις μιμεῖσθαι Θεόν;

Μακρόθυμος γὰρ καὶ ἐλεήμων καὶ δικαιοκρίτης καὶ ἀγαθός, μισῶν ἀδικίαν καὶ ἀγαπῶν δικαιοσύνην ὁ ἄνθρωπος γεγονώς, μιμητὴς Θεοῦ ὡς ἐνῆς πάντως καθέστηκε, εἴτε κοσμικὸς εἴτε μοναχὸς τοιοῦτος ἀναφανείη. Ὅτι δὲ καὶ ἀγγέλους τινὲς ἐμιμήθησαν καὶ ἀγγελικὸν ἐν σαρκὶ βίον κατώρθωσαν δῆλον ἐντεῦθεν, ἐξ ὧν καὶ ἀγγελικὸν σχῆμα τῶν μοναχῶν τὸ σχῆμα ὀνομάζεται.

Ὅτι δὲ καὶ Θεὸν καὶ ἀγγέλους καὶ ἁγίους καὶ τὸν μέγαν Ἰωάννην μιμεῖσθαι ὀφείλομεν, τοῦ θείου Παύλου ἀκούσωμεν λέγοντος· «Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ». Οὐ γὰρ εἶπεν ὅτι γίνεσθε ἀπόστολοι, ὥσπερ κἀγώ, ἀλλὰ «μιμηταί μου γίνεσθε», τουτέστιν ἀντέχεσθε παντὸς ἀγαθοῦ ἀγαπῶντες τὸν Χριστὸν καὶ κακίας πάσης ἀπέχεσθε. Τοίνυν καὶ ἡμεῖς οὐκ ἔφημεν ἀνωτέρω ὅτι βούλεται ὁ Θεὸς προδρόμους γενέσθαι ἡμᾶς, ἀλλ’ ὅτι τοιούτους βούλεται ὁ Θεὸς εἶναι τοὺς κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ γεγονότας, ἤγουν ἀγαπᾶν ἐξ ὅλης καρδίας τὸν Θεόν, μισεῖν τὰς τῆς σαρκὸς ἡδονάς, τὴν τοῦ κόσμου προσπάθειαν, τὴν λύσσαν τῆς πλεονεξίας, τὸν πολυκτήμονα βίον, καὶ συλλήβδην εἰπεῖν πᾶν σκολιὸν ὁμοῦ τε καὶ στραγγαλιῶδες καὶ ἐν τούτῳ τὸν θεῖον καὶ μέγιστον μιμεῖσθαι Ἰωάννην. Εὐχαῖς αὐτοῦ καὶ πρεσβείαις τῆς αἰωνίου καὶ μακαρίας ζωῆς σὺν τούτῳ καταπολαύσαιμεν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ Πατρὶ αὐτοῦ καὶ τῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.