Ἀλλὰ φέρε δή, φέρε, κατὰ τὸ ἡμῖν ἐφικτὸν τὴν δόξαν τῆς θείας μεταμορφώσεως κατοπτεύσωμεν. «Καὶ ἔλαμψε», φησί, «τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένοντο λευκὰ ὡς τὸ φῶς», καὶ ἔδειξεν αὐτοῖς μερικῶς τί ἐστι τὸ ἐλθεῖν ἐν τῇ δόξῃ τῇ πατρικῇ, ἵνα ἐκ τοῦ μέρους καὶ τῆς δόξης ἐκείνης, μεθ’ ἧς εἶπεν ἐλθεῖν, ὡς ἐνῆν καταμάθωσι τὸ ἀπόρρητον. «Καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ’ αὐτοῦ συλλαλοῦντες». Τίνα δέ, ἃ ὤφθησαν αὐτῷ συλλαλοῦντες; «τὴν ἔξοδον αὐτοῦ», φησὶν ὁ θεῖος Λουκᾶς, «ἣν ἔμελλε πληροῦν ἐν τῇ Ἰερουσαλήμ»· οὐχ ὅτι αὐτὸς τὴν αὐτοῦ ἔξοδον οὐκ ἐγίνωσκεν, ἀλλ’ ἵνα οἱ μαθηταὶ αὐτοῦ τὴν θείαν ψῆφον περὶ τοῦ θείου πάθους ἀκούσαντες μηκέτι λέγουσιν «ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο». Ἀλλὰ καὶ ταύτην τὴν θείαν ψῆφον περὶ τοῦ θείου πάθους ἀκούσαντες παρὰ τῶν προφητῶν, οὐδ’ οὕτως ὅσον τὸ εἰς αὐτοὺς τὸν Διδάσκαλον συγχωροῦσιν ἐκεῖ ἀπελθεῖν, ἔνθα εἶπε τὸ ἑκούσιον καθυποδέξασθαι πάθος, ἀλλὰ «καλόν ἐστι, Κύριε,» φησὶν ὁ Πέτρος, «ἡμᾶς ὧδε εἶναι», δηλαδὴ ἔνθα οὐ Φαρισαῖοι καὶ γραμματαῖοι καὶ πρεσβύτεροι ἄνομοι πάρεισιν, ἀλλὰ Μωσῆς καὶ Ἠλίας καὶ ἡσυχία πολλὴ καὶ τόπος πανήρεμος. «Καλόν ἐστι, Κύριε, ἡμᾶς ὧδε εἶναι· καὶ εἰ θέλεις, ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσῇ μίαν καὶ μίαν Ἠλίᾳ».