Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὰς ᾠδάς
Ερμηνεία της έβδομης και όγδοης ωδής
Ερμηνεία της προσευχής και της θαυμαστής διάσωσης των Τριών Παίδων στην κάμινο του πυρός, καθώς και του ύμνου με τον οποίο προσκαλούν την κτίση σε δοξολογία του Θεού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία της έβδομης και όγδοης ωδής
Ερμηνεία της προσευχής και της θαυμαστής διάσωσης των Τριών Παίδων στην κάμινο του πυρός, καθώς και του ύμνου με τον οποίο προσκαλούν την κτίση σε δοξολογία του Θεού.
ᾨδὴ ζʹ Αἶνος φλόγα σβέννυσι τῶν τριῶν παίδων. Προσευχὴ τῶν ἁγίων τριῶν παίδων. «Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, ὅτι δίκαιος εἶ καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθεῖς». Ὑμνητὸς εἶ, Κύριε, φησί, καὶ δίκαιος καὶ πᾶσαι αἱ ἀποφάσεις σου ἀληθεῖς.
Οὕτω γὰρ τὸ Πνεῦμα τὸ ἅγιον τὴν γλῶσσαν αὐτῶν παρεσκεύασεν ὑπὲρ παντὸς τοῦ λαοῦ ἐξομολογήσασθαι καὶ προσεύξασθαι. «Καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἀνόμων, ἐχθίστων», ἤτοι, αἰσχρῶν καὶ ἀκαθάρτων, «καὶ βασιλεῖ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν», ἤτοι τῷ Ναβουχοδονόσορ, «καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης καὶ ἡγούμενος». Εἶχον μὲν καὶ ἄρχοντας καὶ προφήτας, τόν τε Ἰεζεκιὴλ καὶ τὸν Δανιήλ, ἀλλ’ ὡς αἰχμάλωτοι οὐδὲ ἄρχειν οὐδὲ λέγειν ἠδύναντο. Καὶ αὐτοὶ μὲν ταῦτα ἐξετραγῴδουν «ἐκ μέσου τῆς φλογὸς τῆς καιομένης» καμίνου. «Οἱ δὲ τοῦ βασιλέως ὑπηρέται οὐ διέλιπον καίοντες τὴν κάμινον νάφθῃ καὶ πίσσῃ καὶ στυπίῳ καὶ κληματίδι», θρεπτικαὶ γὰρ πυρὸς καὶ καυστικαὶ αἱ τοιαῦται ὗλαι, ἀφ’ ὧν «καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα» καὶ τὸ σπούδασμα ἦν πρὸς τὸ κατακαῦσαι τοὺς ῥιφθέντας ἐν μέσῳ τῆς καμίνου.
Ἀπέβη δὲ τοὐναντίον· ἔστεφε μὲν γὰρ αὐτοὺς τὸ πλῆθος τοῦ πυρὸς τῇ τοῦ θείου ἀγγέλου καταβάσει καὶ ἐδρόσιζεν αὐτούς. Ὢ δυνάμεως θείας ὑπερβολή. Τοὺς ὑπηρέτας δὲ τοὺς τὴν κάμινον καίοντας καὶ τοὺς κύκλωθεν λοιποὺς κατέκαυσεν ἡ αὔρα καὶ μόνη τοῦ πυρός, ἵνα μὴ φαντασία τὸ δρᾶμα λογισθῇ τοῖς ἀθέοις διὰ τὸ μηδὲ τριχὸς ἅψασθαι τῶν ἐν μέσῳ τοῦ πυρὸς αὐλιζομένων παίδων. «Τότε οἱ τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν καὶ ἐδόξαζον τὸν Θεὸν ἐν τῇ καμίνῳ λέγοντες· «Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον τὸ ὑπερύμνητον»». Τὴν γὰρ σὴν φύσιν οὐκ ἴσμεν. Ἐὰν δὲ πᾶς ὕμνος καὶ πᾶσα δόξα ἡττᾶται τῷ τῆς ἁγίας δόξης σου ὀνόματι, πόσῳ μᾶλλον τῇ ἀκαταλήπτῳ σου φύσει, ἣν ἀγνοεῖ καὶ φύσις ἀγγέλων ἀσώματος. «Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ», δηλονότι καὶ ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου, «ὁ ὑπερύμνητος εἰς πάντας τοὺς αἰῶνας».
ᾨδὴ ηʹ Ἡ τῶν τριῶν ὕμνησις, ἣν ᾖδον νέοι. «Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον», ἤτοι τὰ οὐράνια καὶ τὰ ἐπίγεια κτίσματα τοῦ Θεοῦ, τὰ ἄυλα, τὰ ἔνυλα, τὰ ἔμψυχα, τὰ ἄψυχα, τὰ καταχθόνια, τὰ ἄνω, τὰ κάτω, τὰ λογικά, τὰ ἄλογα, τὰ φαινόμενα, τὰ μὴ φαινόμενα, τὰ εὐσθενῆ, τὰ ἀσθενῆ, τὰ φίλυδρα, τὰ χερσαῖα, τὰ ἀμφίβια, τὰ πτηνά, τὰ νηκτά, τὰ συρόμενα, τὰ ταχύδρομα καὶ βραδύδρομα, καὶ ἁπαξαπλῶς πᾶσα κτίσις Κυρίου ὑμνείτω τὸν Κύριον, ἡ μὲν λόγῳ καὶ πράξει, ἡ δὲ καλλονῇ καὶ μεγέθει, ἵνα γνώσονται πάντες οἱ τῶν εἰδώλων θεραπευταὶ καὶ χαμαίθεοι, ὅτι εἷς ἐστι Θεὸς καὶ Κύριος, ὃν ὑμνεῖ καὶ γεραίρει πᾶσα κτίσις, ὡς δημιουργὸν αὐτῆς καὶ κτίστην καὶ συνοχέα. Ὃν καὶ ἡμεῖς οἱ ταπεινοὶ καὶ ἀνάξιοι οἱ διαρρήδην σαφηνίζοντες ταῦτα, ἅμα τοῖς ἀναγνώσταις καὶ ἀκροαταῖς, μετὰ πάσης τῆς κτίσεως, «αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν» Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα, Μονάδα ἐν Τριάδι καὶ Τριάδα ἐν Μονάδι, «εἰς πάντας τοὺς αἰῶνας».
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.