Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὰς ᾠδάς

Νεόφυτος ὁ Ἔγκλειστος

Ερμηνεία της ένατης ωδής

Ερμηνευτικός υπομνηματισμός στον αίνο της Θεοτόκου για την εκπλήρωση των θείων επαγγελιών και στην προφητική ωδή του Ζαχαρία περί του Ιωάννη του Προδρόμου και του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 7 από 8

ᾨδὴ θʹ Αἴνεσις ἁγνῆς μητρὸς παρθένου κόρης. «Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον», ἤτοι, δοξάσει, «καὶ ἠγαλλίασε τὸ πνεῦμά μου», ἡ ψυχή μου, «ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου». Σέσωκε γάρ με ἤδη ἀφ’ ὧν μοι δεδήλωκεν. «Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί». Καὶ οὐκέτι λοιπὸν ταπεινὴ ὡς μία τῶν γηγενῶν, πῶς γὰρ ταπεινὴ ἡ τοιούτων ὑψηλῶν καταξιωθεῖσα εὐαγγελίων; «Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός». Δυνατὸς γὰρ ὢν καὶ δυνατὰ δρᾷ ἔργα, οἶα καὶ τὰ νῦν νεάνιδα παρθένον εὐδόκησε γενέσθαι Θεοῦ μητέρα, ἁγιασθεῖσαν πρῶτον ἐπελεύσει Πνεύματος ἁγίου καὶ εἶθ’ οὕτως ἐπισκιάσει δυνάμεως τοῦ Ὑψίστου, ἅτινά ἐστιν ὄντως «μεγαλεῖα τοῦ δυνατοῦ καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ», ἤτοι δεδοξασμένον, «καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν». «Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ». Βραχίων καὶ δύναμις τοῦ Πατρὸς ὁ Υἱός, δι’ οὗ κραταιῶς ἐτροπώθη ὁ τύραννος διάβολος. «Διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν». Ὑψωθέντες τῇ διανοίᾳ καὶ τῇ καρδίᾳ ὁ διάβολος καὶ ἡ αὐτοῦ συμμορία διεσκορπίσθησαν νεύσει Θεοῦ καὶ γεγόνασι δαίμονες. Καὶ οὗτοι μὲν οὐρανόθεν καθαιρεθέντες ἀφ’ ὧν προσεδόκησαν θρόνων γεγόνασι καταχθόνιοι, ὑψοῦνται δὲ εἰς τὸν τόπον αὐτῶν ἄνθρωποι ἔνυλοι καὶ πτωχοί, βροτείαν καὶ πεινῶσαν ἔχοντες φύσιν. «

Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ», ἤτοι δούλου αὐτοῦ, «μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τὸν Ἀβραὰμ καὶ τὸν σπέρμα αὐτοῦ ἕως αἰῶνος». Ἐμνήσθη, φησίν, ἐν ἐλέει αὐτοῦ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας, ὅπως διά τε τοῦ παλαιοῦ Ἰσραὴλ καὶ τοῦ νέου ἐκπληρώσῃ τὰς ἐπαγγελίας αὐτοῦ ἕως τοῦ αἰῶνος. Ἔνθεν καὶ ἀπὸ τοῦ παλαιοῦ μὲν μητέρα ἐξελέξατο καὶ μαθητάς, ὁ δὲ νέος Ἰσραὴλ ἐκλεκτὸς διὰ πίστεως μετὰ πλήθους μαρτύρων καὶ ὁσίων καὶ ποιμένων καὶ διδασκάλων σωζόμενος καθορᾶται.

Προσευχὴ τοῦ προφήτου Ζαχαρίου «Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν τῷ οἴκῳ Δαβὶδ τοῦ παιδὸς αὐτοῦ». Ὁ τοῦ Ἰσραὴλ καὶ πάντων Θεὸς δεδοξασμένος «ἐπεσκέψατο κέρας δοὺς ἡμῖν σωτηρίας», ἤτοι τὸν Υἱὸν αὐτοῦ τὸν ἀγαπητὸν βασιλέα τῶν οὐρανῶν ὄντα καὶ βασιλέα ἐπὶ τῆς γῆς αὐτὸν ἐχαρίσατο.

Τὸ δὲ «ἐν τῷ οἴκῳ Δαβίδ», ὅτι ἐκ σπέρματος Δαβὶδ ἦν ἡ αὐτὸν τεκοῦσα Παρθένος, πρὸς ἣν καὶ ὁ Γαβριὴλ ἔλεγεν ὅτι «δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ» καὶ τὰ ἑξῆς. «Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων αὐτοῦ προφητῶν». Πάντες γὰρ οἱ προφῆται διὰ τὸ κέρας τὸ σωτήριον τοῦτο ἐλάλουν, ὅτι δι’ αὐτοῦ ἔσται σωτηρία τῷ λαῷ. Κέρας γὰρ ἡ βασιλεία, διὰ τὸ εὐσθενῶς κερατίζειν, ὥσπερ τὰ κερασφόρα ζῷα προσβολὰς ἐπιβούλων. Καὶ τὸ κέρας τῆς Χριστοῦ βασιλείας τὴν τοῦ διαβόλου κατέλυσε δύναμιν καὶ τῶν τυράννων βασιλέων τὰ θράση κατέβαλε. Διὰ τὸ «ποιῆσαι ἔλεος», φησί, «μετὰ τῶν πατέρων ἡμῶν καὶ διὰ τὴν διαθήκην αὐτοῦ, ἵνα «λατρεύσωμεν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ»», τουτέστιν ἐν ὀρθότητι πίστεως καὶ ἔργοις ἀγαθοῖς.

Εἶτα πρὸς τὸ παιδίον αὐτοῦ μετοχετεύσας τὸν λόγον προφητεύει σαφέστατα λέγων· «Καὶ σύ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ». Ὕψιστον γὰρ Κύριον τὸν Χριστὸν προηγόρευσεν, οὖ πρόδρομος καὶ κῆρυξ καὶ βαπτιστὴς ὁ Ἰωάννης ἀνεφάνη, ἑτοιμάζων αὐτῷ διὰ τοῦ κηρύγματος καὶ προευτρεπίζων διὰ τοῦ βαπτίσματος «λαὸν περιούσιον», ὅ ἐστιν «ἑτοιμάσαι τὰς ὁδοὺς αὐτοῦ». «Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν». Δώσει, φησί, τὸ κήρυγμά σου, παιδίον, καὶ ἡ ἑτοιμασία σου «γνῶσιν σωτηρίας» διὰ μετανοίας «τῷ λαῷ».

Γέγονε δὲ τὸ ποικίλον καλὸν οὐκ ἐκ τῶν ἔργων ἡμῶν, ἀλλὰ «διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, ὅτι ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους», ἤτοι, ὁ ἥλιος τῆς δικαιοσύνης Χριστὸς ὁ Κύριος, δι’ οὖ τὸ σκότος τῆς πλάνης ἐφυγαδεύθη τραπὲν παρὰ τοῦ φωτός, «τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν» ἐξ ὁδοῦ ἐχθροποιοῦ, «εἰς ὁδὸν εἰρήνης» τῶν ἐνταλμάτων Χριστοῦ τοῦ τὴν εἰρήνην δωρησαμένου καὶ εἰπόντος· «Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν». Ἧς καὶ ἡμᾶς εὐδόκησον εὐμοιρῆσαι, εἰρηνάρχα Χριστὲ ὁ Θεὸς ἡμῶν, διὰ τὸ μέγα σου ἔλεος.