Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὰς ᾠδάς

Νεόφυτος ὁ Ἔγκλειστος

Επίλογος του έργου

Επεξήγηση της ερμηνευτικής μεθόδου, αναφορά στην πνευματική ωφέλεια των Ψαλμών και τελική προσφώνηση προς τον παραγγελιοδότη του έργου, ιερομόναχο Ησαΐα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 8 από 8

Οὐκ ἀγνοῶ δὲ ἐγὼ ὅτι τοὺς ψαλμοὺς καὶ τὰς ᾠδὰς ταύτας σοφοὶ ἄνδρες καὶ συνετοὶ ἐσαφήνισαν κατὰ στίχον καὶ κατὰ λέξιν. Ἐγὼ δὲ σὺν τῇ ἀσόφῳ μου γλώττῃ καὶ πολλὴν ἐχρησάμην τὴν συντομίαν, ὥστε τινὰς μὲν τῶν στίχων κατὰ περίφρασιν μετενήνοχα, τινὰς δὲ καὶ ταυτολέκτους παρίππευσα, συμπαρέλαβε δὲ ὁ ἀναιρεθεὶς τὸν παραθέντα, τινὰς δὲ ὡς εὐλήπτους κατέλειψα, τινὰς δὲ συνηνωμένους σὺν τῷ κειμένῳ καὶ τὴν ἑρμηνείαν συνέταξα· παρώθει γάρ με πρὸς τοῦτο ὁ νοῦς τῆς συντομίας τοῦ λόγου. Τοὺς πλείστους δὲ τῶν ψαλμῶν καὶ κατὰ στίχον ἀνεκαλύψαμεν, ὡς ἐνῆν, μάλιστα δὲ ὡς ἡ τοῦ θείου Πνεύματος ἐχορήγησε χάρις εὐπετῶς καὶ ἀβιάστως ἐσαφηνίσαμεν, ἐν οἷς «οὐκ ἔστι σκολιὸν οὐδὲ στραγγαλιῶδες», καθὼς γέγραπται, ἀλλὰ «εὐθέα τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν». Οἶμαι δὲ ὅτι τοῖς ἀνολιγώρως καὶ νηφαλέως καὶ ταῦτα τὰ εὐσύνοπτα μετιοῦσιν ἀρκέσουσι πρὸς ὠφέλειαν. Οἱ δὲ ἐκ τούτων μηδὲν ὠφελούμενοι τῶν βραχέων, εὔδηλον ὅτι καὶ μυριοπλασίους τούτων πρὸς αὐτοὺς κατακενώσειέ τις τῆς φιλοσοφίας τοὺς λόγους οὐ μὴ ὠφεληθήσονται.

Καὶ γὰρ οἱ μὲν τῶν ψαλμῶν θεολογίαν διδάσκουσιν, ὁπόταν τι περὶ Θεοῦ ἐκτραγῳδοῦσιν, οἱ δὲ φυσιολογίαν, ὁπηνίκα περὶ φύσεως διαγορεύουσι κτισμάτων Θεοῦ, οἱ δὲ καθ’ ἱστορίαν πραγμάτων καὶ ἀνθρώπων, οἱ δὲ ἠθικῶς διδάσκουσιν ἀνθρώπους τὰ βέλτιστα, ἄλλοι περὶ προσευχῆς, περὶ δοξολογίας Θεοῦ καὶ ἐξομολογήσεως καὶ περὶ μνήμης θανάτου καὶ τὰ τούτων ἐφάμιλλα. Περὶ ὧν καὶ αἱ ἑρμηνεῖαι κεφαλαιωδῶς ἀνεκάλυψαν. Καὶ τί τὸ ὠφελιμώτερον ζητήσειεν ἄν τις; οὐ γὰρ ἐν κομψείαις λέξεων, ἀλλ’ ἐν πνευματικῷ λόγῳ τὸ τῆς ψυχῆς καρδίᾳ ὁρᾶται. Οὕτω γὰρ προφήτας καὶ ἀποστόλους ἡ τοῦ παναγίου Πνεύματος καθωδήγησε χάρις ἀνδράσιν ἀγροίκοις καὶ γυναιξὶ καὶ παισὶ ποιουμένοις προμήθειαν.

Σὺ δέ, τέκνον ἱερομόναχε Ἠσαΐα, ὃς πρὸς τόνδε τὸν σκοπὸν ἡμῖν παραθήξας, πρὸ πάντων καὶ πλεῖον πάντων ὀφείλεις καρπώσασθαι ταῦτα, ὥστε καὶ ἐν τῇ Ἐκκλησίᾳ καὶ κατ’ ἰδίαν ἀναγινώσκειν σε ταῦτα καὶ τὴν ἐντεῦθεν θεοκαρπίαν τρυγᾶν τε καὶ τρυφᾶν μετὰ πάντων τῶν ἑλομένων καὶ κατατρυφᾶν τὰς τοιαύτας ἐδωδὰς καὶ ἔστωσαν εἰς σωτηρίαν πάντων ἡμῶν, χάριτι Θεοῦ. Πρὸ πάντων δὲ καὶ μετὰ πάντων εἰς αἶνον καὶ δόξαν, τιμὴν καὶ προσκύνησιν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.