Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Κατηχήσεις

Νεόφυτος ὁ Ἔγκλειστος

Βιβλίο Α΄: Κατηχήσεις Ι΄-ΙΑ΄ (Εβδομάδα των Βαΐων και Μεγάλη Εβδομάδα)

Ομιλίες για την εβδομάδα των Βαΐων και τη Μεγάλη Εβδομάδα, με αναφορές στην τυπολογία του ιερού ναού, την αγγελική πολιτεία των μοναχών και την προσδοκία της Αναστάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 6 από 17

ΚΑΤΗΧΗΣΙΣ Ιʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΟΥ ΠΟΥ Η ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΠΑΡΕΙΚΑΖΕΤΑΙ ΑΚΟΛΟΥΘΙΑ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ ΤΩΝ ΒΑΪΩΝ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, ἴστε καὶ ὑμεῖς ὅτι τὰς πέντε νηστίμους περατώσαντες ἑβδομάδας ἐφέστηκεν ἡ ἕκτη, ἐν ᾗ μετὰ βαΐων καὶ κλάδων προευτρεπίζομεν ἑαυτοὺς πρὸς ὑπάντησιν τοῦ ζωηφόρου φοίνικος, πρὸς ὃν καὶ ἀνακράξωμεν εὐλαβεστάτως καὶ εἴπωμεν· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου». Ἀλλὰ ταῦτα μὲν τῇ ἐπιούσῃ Κυριακῇ· ἄρτι δὲ γνωρίσαι σπουδάζω τοῖς ἴσως ἀγνοοῦσι τῆς ἐκκλησιαστικῆς ἡμῶν ταύτης ἁγίας συνάξεως τὸ σεβάσμιον, ἵνα γνόντες τὸ ὕψος ταύτης καὶ τὸ μέγεθος καὶ τὸ ποῦ παρεικάζεται, προθύμως καὶ ἀσμένως τῇ ἐκκλησιαστικῇ συνάξει προστρέχωμεν· ἵνα δὲ μὴ δόξῃ τισὶν ὅτι τὸ δόξαν διανοίας ἐμῆς ἐπίπλασμα πέφυκε, βούλομαι ἀρχαιοτέρας τῇ ὑποθέσει δεῖξαι τὰς μαρτυρίας. «Βουλόμενος» γὰρ «ὁ Θεὸς δεῖξαι τοῖς» ἀνθρώποις ὅτι αὐτός ἐστιν «ὁ πάντων κτίστης» καὶ παροχεὺς καὶ ὅτι ὀφείλουσι γνῶναι τὸν κτίστην τὰ κτίσματα καὶ δοξάζειν τοῦτον χρεωστικῶς, ἠνέσχετο τοῖς ἀρχαίοις θυσιάζειν αὐτῷ θυσίας, ἃς οὐκ ἔχρῃζεν ὅλως, καὶ θυσιαστήρια ζωοθύτων θυσιῶν πηγνῦναι αὐτοσχέδια, προδηλῶν τὸ ἀληθὲς θυσιαστήριον καὶ τὸ θεόσωμον θῦμα τοῦ αἴροντος ἀμνοῦ τὰς ἁμαρτίας ἡμῶν.

Καὶ ταῦτα μὲν πρὸ Μωϋσέως καὶ νόμου οἱ πατριάρχαι καὶ οἱ κατ’ αὐτοὺς ἐπετέλουν αἰσίως, Μωσεῖ δὲ ἐνετείλατο ὁ Θεὸς ἀντίτυπον οὐρανοῦ πῆξαι σκηνὴν ἐπὶ γῆς ἐν Σηλώμ· ἵνα δὲ δείξῃ ὅτι τά τε ἐπὶ γῆς τά τε ἐν οὐρανοῖς ἅγια οὐ πάντα τοῖς πᾶσίν εἰσιν προσιτά, διετάξατο γενέσθαι ἅγια καὶ ἅγια ἁγίων, ἵνα τὰ μὲν ἅγια λατρείας καὶ προσευχῆς χάριν προσιτὰ καὶ βατὰ τοῖς πᾶσιν ὦσι—διὰ τοῦτο καὶ ὁ θεῖος Παῦλος «ἅγιον κοσμικὸν» τὴν πρώτην εἶπε σκηνὴν—τὰ δὲ ἅγια τῶν ἁγίων προσιτὰ μόνοις τοῖς ἱερεῦσι καὶ «ἅπαξ τοῦ ἐνιαυτοῦ» καὶ «οὐ χωρὶς αἵματος» καὶ ἐν πάσῃ τῇ ἱεραρχικῇ καθαρότητι. Ἐντεῦθεν γὰρ καὶ οἱ ἡμέτεροι θεῖοι διδάσκαλοι μυηθέντες ὅσον δεῖ καθαριεύειν τὸν μέλλοντα εἰς ἱερωσύνην ἐλθεῖν, κάλλιστα ἐκανόνισαν ἀνάξιον εἰς ἱερωσύνην μὴ ἔρχεσθαι καὶ ἀσφράγιστον εἰς βῆμα ἅγιον μὴ εἰσέρχεσθαι.

Ἐγὼ δὲ οὐ περὶ ἱερωσύνης, ἀλλὰ περὶ ναοῦ καὶ συνάξεως προϋπεσχόμην εἰπεῖν. Διὸ καὶ τῆς μωσαϊκῆς ἐκείνης ἐμνήσθην θείας σκηνῆς, ἣν καὶ Σολομὼν μιμησάμενος, τὸν περίφημον ναὸν ἐκεῖνον φιλοπόνως ἀνήγειρε καὶ ἅγια ἐν αὐτῷ καὶ ἅγια ἁγίων καὶ αὐτὸς κατεσκεύασε. Καὶ τοῦτον πάλιν παῖδες Ἑλλήνων κακῶς μιμησάμενοι ναοὺς εἰδωλικοὺς ἐδομήσαντο, ἐν οἷς καὶ χρησμοὶ δαιμονιώδεις καὶ τελεταὶ μυσαραὶ ἀπειργάζοντο.

Εἶτα πάλιν, πνεύματι θείῳ καὶ ἀποστολικαῖς ἑπόμενοι παραδόσεσιν, οἱ κορυφαῖοι μύσται τῆς ὀρθοδόξου πίστεως μιμοῦνται καὶ τὴν σκηνὴν καὶ τὸν Σολομῶντος ναὸν καὶ ναοὺς θείους εἰς δόξαν Θεοῦ καὶ πιστῶν σωτηρίαν φιλοπόνως ἀνῳκοδόμησαν, ὁ μὲν Νεοκαισαρείας, ὁ δὲ Καισαρείας Καππαδοκίας, ὁ δὲ Ναζιανζοῦ, ὁ δὲ Βυζαντίου, ἄλλος Αἰλίας καὶ ἄλλος Ἀλεξανδρείας καὶ καθεξῆς· τὸ μὲν τὴν σκηνὴν καὶ τὸν ναόν, ὡς εἴρηται, ἐκμιμούμενοι, τὸ δὲ ὅτι καὶ οἶκον πατρικὸν καὶ οἶκον προσευχῆς ἤκουσαν τοῦ Κυρίου καλέσαντος τὸν ναόν, ἐξέδοντο πλείστους οἰκοδομεῖσθαι ναοὺς καὶ χαρακτῆρας ἁγίων ἐν τούτοις ἀνιστορεῖσθαι, καὶ ἅγια ἁγίων τὰ θεῖα καλέσαντες θυσιαστήρια, ὡς τὰ πάλαι μὴ τοῖς πᾶσιν εἶναι βατὰ διετάξαντο καὶ ἐν τούτοις τὰς ἀναιμάκτους τελεῖσθαι θυσίας καὶ τὰ ἱερὰ συστέλλεσθαι σκεύη.

Ἀλλ’ ἵνα μὴ μακρὸν περὶ ταῦτα ἀποτείνω τὸν λόγον, παρεάσω λοιπὸν τὰ πολλὰ καὶ εἴπω συντόμως τῷ δόξαντι, καθὼς καὶ ἡ φύσις ἔχει τοῦ πράγματος. Ἔστιν οὖν, ἔστιν ὡς ἀληθῶς καὶ οὗτος καὶ ἅπας ἱερὸς ναὸς ἐναργέστατον μίμημα οὐρανοῦ, ὥσπερ καὶ ἡ ῥηθεῖσα σκηνή, ἐν ᾗ ἐλατρεύετο Θεὸς καὶ ἐλάλει Θεὸς ἐν αὐτῇ τῷ θεόπτῃ Μωσεῖ.

Διὸ καὶ ἡμεῖς ἀθροιζόμενοι εἰς τόνδε τὸν ἐπίγειον οὐρανὸν τοὺς οὐρανίους καὶ ἀΰλους χοροστάτας ἐκείνους καὶ ὑμνῳδοὺς ἐκμιμούμεθα, χοροστατοῦντες καὶ ἡμεῖς οἱ ἔνυλοι ἐν τῷδε τῷ οὐρανῷ, καὶ ὑμνοῦμεν καὶ λειτουργοῦμεν, ὡς ἐνόν, τῷ Θεῷ.

Καὶ ὥσπερ ἐν τῷ οὐρανῷ οὐ πάντες ἵστανται ὁμοῦ πρὸς τὸ ὑμνῳδεῖν, ἀλλὰ καὶ πλεῖστοι μᾶλλον ἐκ τούτων εἰς διακονίας ἐκπέμπονται, οἷον εἰς τὸ φυλάξαι, εἰς τὸ σῶσαι, εἰς τὸ ἐκτρέψαι, εἰς τὸ ἐκδικῆσαι, εἰς τὸ ψυχὰς εἰσκομίσαι, οὕτω καὶ ἡμεῖς, οἱ μὲν τῇ ἐκκλησιαστικῇ τάξει καὶ στάσει ἐλάχομεν πρὸς τὸ ὑμνῳδεῖν τὸν Θεόν, οἱ δὲ ταῖς ἔξω διακονίαις διὰ χρήσεις ἀναγκαιοτάτας ἔλαχον ἀσχολεῖσθαι. Διὸ καὶ πολλῆς ἑκάτεροι δεόμεθα προσοχῆς, ἵνα μὴ παραρρυῶμεν. Καὶ ὥσπερ οἱ ἄνω λειτουργοὶ ἀκλινῆ καὶ ἀμετεώριστον ἔχουσι τὸ ὄμμα καὶ ἵστανται μετὰ φόβου καὶ ἀγαλλιάσεως καὶ πολλῆς προθυμίας καὶ ὑμνοῦσι τὸν Θεόν, οὕτω δεῖ καὶ ἡμᾶς τοὺς κάτω ὑμνῳδοὺς ἐν φόβῳ καὶ πόθῳ καὶ ἀγαλλιάσει ἐν τῷ ἐπιγείῳ τούτῳ πρὸς ὑμνῳδίαν Θεοῦ παρίστασθαι οὐρανῷ. Οὐκ ἔστι ῥύπος, οὐκ ἔστιν ἁμαρτίας εἶδος ἐν τοῖς ἄνω ποτὲ ὑμνῳδοῖς καὶ τοῖς κάτω προσήκει τῶν ἄνω τὸ ἄϋλον καὶ ἄρρυπον καὶ φιλόθεον ἐκμιμεῖσθαι τὸ κατὰ δύναμιν, ἐπεὶ καὶ οὗτοι κἀκεῖνοι ἕνα Θεὸν λειτουργεῖν καὶ ὑμνεῖν μεμαθήκασιν. Οἱ ἐξ ἐκείνων εἰς διακονίας ἀποστελλόμενοι οὐ ποιοῦσιν ἴδιον θέλημα, οὐ πράττουσί τι παρὰ γνώμην Θεοῦ, οὐκ ἀφίστανται τοῦ θείου ἔρωτος τὸ παράπαν καὶ οἱ ἐξ ἡμῶν εἰς διακονίας τεταγμένοι τε καὶ στελλόμενοι παρὰ γνώμην τι πράττειν τοῦ προεστῶτος τούτων οὐ δεῖ.

Διὰ τοῦτο γὰρ καὶ ἀγγελικὸν τὸ σχῆμα ἡμῶν ἐπικέκληται, ἵνα πάντως τὸ κατὰ δύναμιν τὴν τῶν ἀγγέλων πολιτείαν μιμώμεθα καὶ μὴ ξενίζῃ ὑμᾶς τὸ καὶ ἀγγέλους μιμεῖσθαι ἀκούοντας, ὅτι καὶ Θεὸν αὐτόν, οὗ καὶ κατ’ εἰκόνα γεγόναμεν, μιμεῖσθαι ὀφείλομεν· «Γίνεσθε», φησι, «μιμηταὶ» τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητὰ καὶ αὖθις «μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ». Εἰκονίζει γὰρ Θεὸν καὶ μιμεῖται Θεὸν ὁ αὐτουργῶν τὸ ἀγαθόν, ὁ βασιλεύων καλῶς τῶν ἀνοσίων παθῶν, ὁ συνέχων τὸ πᾶν τῆς ὁρμῆς τῶν μελῶν καὶ ἰθύνων αὐτὰ πρὸς σωτηρίας λιμένα. Ἀγγελικὸν γὰρ τὸ σχῆμα καὶ ἀγγελικῶς χρὴ ἀναστρέφεσθαι, μήπως τοῦτο ῥυπώσωμεν καὶ οὐδὲν ἡμᾶς ὠφελήσει οὐδὲν τὸ μέγα τοῦτο ἐπάγγελμα, ὥσπερ καὶ δαίμονας ἁμαρτήσαντας πρὸ τοῦ δαίμονας εἶναι οὐκ ὠφέλησε τούτους ὅτι ἄγγελοι καὶ ἦσαν καὶ ἐλέγοντο, ἀλλὰ καὶ πλεῖον δι’ αὐτὸ τοῦτο κατεκρίθησαν μᾶλλον, ὅτι ἀΰλου καὶ ἀβιάστου λαχόντες καὶ ἀξιωθέντες φύσεως, ἐκ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον ἐτράπησαν, οὐ βίας ἑλκυσάσης, ἀλλὰ μοχθηρίας προαιρέσεως ἀπατησάσης.

Καὶ ἡμεῖς οὐ τοῦ κόσμου, ἀλλὰ τοῦ Θεοῦ τάχα ἐπίγειοι ὀνομαζόμεθα ἄγγελοι, καὶ εἰ ἀναξίως πολιτευθῶμεν τοῦ τοσούτου ἀξιώματος, πλεῖον κοσμικῶν κακῶν μέλλομεν κατακρίνεσθαι, ὥσπερ καὶ ἐνύλων ἀνθρώπων ἀΰλων δαιμόνων πλεῖον μᾶλλον τὸ πῦρ τεθησαύρισται· «Τὸ πῦρ τὸ αἰώνιον», φησί, «τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ».

Εἰ δέ τις βαρέως παρ’ ἡμῶν ἐνωτίζεται ταῦται ταῦτα, μηδὲν καθ’ ἡμῶν φέρῃ μομφήν, ὅτι οὐχ ἡμεῖς, οὐδὲ ὁ λόγος ἡμῶν, ἀλλὰ τὸ ἔργον ἑκάστου καὶ ἡ σπουδὴ καὶ ἡ γνώμη ἢ μετὰ ἀγγέλων δοξάσειεν ἢ μετὰ δαιμόνων καταδικάσειε. Μὴ γένοιτο δέ τινα ἐξ ἡμῶν ὑπεύθυνον καὶ κατάδικον οὕτω φανῆναι, ἀλλὰ ἀγγέλοις καὶ ἁγίοις μᾶλλον καὶ ἡμᾶς συμμεθέξαι τῆς θείας κληρουχίας, καθότι καὶ «τὸ πολίτευμα ἡμῶν ἐν οὐρανοῖς ὑπάρχει». Διὸ σπεύσωμεν λοιπόν, ἀδελφοί, τὰ ἐν οὐρανοῖς φρονεῖν, τὰ ἐν οὐρανοῖς ποθεῖν, τὰ ἐν οὐρανοῖς ἐννοεῖν, τὰ ἐν οὐρανοῖς νοητῶς καθορᾶν καὶ ὅλως, ἁπλῶς εἰπεῖν, ἐν οὐρανοῖς θησαυρίζειν, «ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τοῦ σώματος τῆς δόξης αὐτοῦ», τουτέστιν ἄφθαρτον καὶ ἀθάνατον καὶ τῆς αὐτοῦ δόξης καὶ βασιλείας συμμέτοχον.

Ἐπεὶ οὖν ὁ λόγος μετρίως ὑπέδειξεν οὐρανὸν μὲν τὸν ναόν, ἐπιγείους δὲ ἀγγέλους τοὺς ἐν αὐτῷ ὑμνῳδούς, μηδεὶς λοιπόν, ἀδελφοί, ὡς πάρεργον ἔχῃ τὴν στάσιν τῆς ἐκκλησίας, μηδείς, μὴ παρούσης ὀδύνης, ὀδύνης πρόφασιν ἐπιπλάσῃ, ὥστε, καρηβαρίας ἢ ποδαλγίας ἢ στρόφου καὶ ψύχους καὶ πυρετοῦ μὴ παρόντος μηδὲ ἐνοχλοῦντός τινος τῶν ἀλγεινῶν τούτων, ἀναπαύσεως χάριν σωματικῆς καὶ νυσταγμῷ ῥᾳθυμίας νῶτα διδοὺς τῆς ῥηθείσης ἑαυτὸν ὑστερήσειεν ἀγγελικῆς λειτουργίας. Εἰ δέ πού τις οὐ προφάσει, ἀλλὰ ἀλγεῖ ἀληθῶς, τοῦτο καὶ Θεὸς γινώσκει, παρ’ οὗ καὶ συγγνώμη.

Οὐχ ὁρᾷς, ἀδελφέ, πῶς προθύμως συντρέχομεν ἅπαντες ἅμα τοῦ ἀκοῦσαι τοῦ ξύλου τῆς βρώσεως καὶ σπεύδομεν ἀπ’ ἀρχῆς τῆς τραπέζης μέχρι καὶ συμπληρώσεως μηδὲν ὑστερῆσαι μηδενὸς τῶν βρωμάτων; Οὕτως ἔδει πάντως καὶ ἐν τῷ τὸ ξύλον κρουσθῆναι τῆς ἐκκλησίας συντρέχειν πάντας ἐν τῇ θείᾳ συνάξει σὺν προθυμίᾳ πολλῇ ἀπ’ ἀρχῆς καὶ μέχρι τῆς τελευταίας εὐχῆς, ἵνα, ὥσπερ ἐν τῇ τραπέζῃ ἐθρέψαμεν σῶμα, οὕτω καὶ ἐν τῇ ἐκκλησίᾳ θρέψαι ψυχὴν λόγῳ Θεοῦ.

Καὶ ἀπόχρη μὲν ταῦτα πρὸς ταῦτα. Ἐπεὶ δὲ ἡ ἕκτη τῶν νηστειῶν ἐπέστη ἑβδομὰς καὶ ὁ οἰκοδεσπότης περὶ ἕκτην ὥραν ἐργάτας καλεῖ πρὸς τὸν ἑαυτοῦ ἀμπελῶνα, μὴ ἀντιτείνωμεν, μὴ κατοκνήσωμεν τὴν ἐργασίαν, μὴ ἀσπασώμεθα τὴν ἀργίαν, μὴ τῆς καλῆς ἀμπέλου φανῶμεν ἀνέργαστοι, μὴ ζημιωθῶμεν τὸ τοῦ δεσπότου καὶ οἰκοδεσπότου δηνάριον, ἀλλὰ προθύμως προσδράμωμεν. Ἐγγίζει γὰρ ὁ τῆς δόσεως τοῦδε τοῦ δηναρίου καιρός· ἐγγίζει ὁ φοῖνιξ ὁ ἀληθής· ἐγγίζει ὁ κλάδος τῆς ζωῆς· ἐγγίζει τὸ ὡσαννά· ἐγγίζει ὁ ὕμνος τῶν παίδων καὶ τῶν Βαΐων ἡ ἡμέρα· ἐγγίζει ὁ φοῖνιξ ὁ ὑψηλός. Δεῦτε ἐπεργασώμεθα ἐν τῇ ἀμπέλῳ τῇ ἁγίᾳ· δεῦτε ᾀσματικῶς ἐν τῷ φοίνικι ἀναβῶμεν· δεῦτε κρατήσωμεν τῶν ὕψεων αὐτοῦ· δεῦτε τρυγήσωμεν· δεῦτε τρυφήσωμεν τὸν γλυκύτατον καὶ ζωηρότατον καὶ παναγιώτατον τούτου καρπόν, ἵνα, ὅταν τις φαίη ἀρχιπάτωρ ἀνιώμενος «ὡραῖος ἦν εἰς ὅρασιν καὶ καλὸς εἰς βρῶσιν ὁ ἐμὲ θανατώσας καρπός», γαννύμενοι ἀποκριθῶμεν ἡμεῖς. “Ναί. Ἀλλ’ ὁ ἐμὲ ἀφθαρτίσας καὶ ζωώσας καὶ σώσας ὡραῖος καὶ «κάλλει ὡραῖος» καὶ καλὸς ἦν εἰς βρῶσιν καρπὸς εἰς σωτηρίαν ψυχῆς”.

Δράμωμεν, σπεύσωμεν. Δράμωμεν δι’ ἀρετῆς, σπεύσωμεν διὰ μετανοίας· ὀξυποδήσωμεν φθάσαι καὶ ἀνελθεῖν ἐν τῷ ὑψικόμῳ φοίνικι· «Δίκαιος» γὰρ «ὡς φοῖνιξ ἀνθήσει» ἐν ἀρεταῖς, «ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ», στερεωθείς, «πληθυνθήσεται» καρπὸς ἔνθεος ἐν αὐτῷ «πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου» κλέπταις ἀπρόσιτος. «Ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν» καὶ οὐκ εἰς ἀγρὸν παθῶν «ἐξανθήσουσιν», ἀλλ’ εἴσω ἐκεῖ τῆς αὐλῆς τοῦ θείου φόβου καὶ πόθου ἐξανθήσαντες πρᾶξιν, καρποφορήσουσι θεωρίαν· «ἀναβάσεις ἐν τῇ καρδίᾳ» θέμενοι, ἀναβαίνουσι καὶ οὐ σταθήσονται ἀναβαίνοντες, οὐδὲ κοπιάσουσιν, οὐδὲ τὰ βρίθοντα κάτω περισκοπήσουσιν, οὐδὲ «εἰς τὰ ὀπίσω» ἕλκοντα περιστραφήσονται, οὐδὲ τὰ κάτω τερπνὰ αὐτοὺς ἀπατήσουσιν, ἄχρις ἂν τὰς βασιλείους αὐλὰς τῆς ἄνω λαμπρότητος φθάσωσι καὶ ἐν τοῖς ὡραίοις θαλάμοις κατασκηνώσωσι καὶ τῷ ἀθανάτῳ νυμφίῳ προσομιλήσωσιν. Ὧν συναφθῆναι καὶ μεθέξαι τῆς κληρουχίας, Χριστέ, καὶ ἡμᾶς καταξίωσον, ἐλέει καὶ φιλανθρωπίᾳ τῆς πολλῆς σου εἰς ἡμᾶς ἀγαθότητος, ᾗ πρέπει σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΑʹ ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ ΚΥΡΙΑΚΗΝ ΤΩΝ ΒΑΪΩΝ ΚΑΙ ΕΙΣ ΤΗΝ ΞΗΡΑΝΘΕΙΣΑΝ ΣΥΚΗΝ ΚΑΙ ΕΙΣ ΤΗΝ ΜΕΓΑΛΗΝ ΕΒΔΟΜΑΔΑ ΚΑΙ ΠΑΡΑΙΝΕΣΕΙΣ ΩΦΕΛΙΜΟΙ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, τῆς χριστοφύτου καὶ θεοσδότου ἡμῖν ταύτης ἀμπέλου, νηστείας, τὴν καλλιεργίαν μέχρι τῆς ἕκτης Κυριακῆς ἐργασάμενοι, ἐφθάσαμεν ἤδη καὶ μέχρι τοῦ φοίνικος, οὗ καὶ τοὺς θαλλοὺς μετὰ κλάδων ἐλαιῶν ἐπὶ χεῖρας κρατοῦντες καὶ ἐπισείοντες, ἀνυμνοῦμεν τὸν ἀληθέστατον φοίνικα, τὸν ἐξανθήσαντα ἔλεον καὶ τῆς αὐτοῦ ἐλαίας, ἐμφύτου ἐλεημοσύνης, ἡμῖν τὸν ἔλεον ἐκκενώσαντα καὶ τοῦ θανάτου τὰς πύλας συντρίψαντα καὶ τεταρταῖον νεκρὸν ἐξαναστήσαντα Λάζαρον.

Διὸ καὶ ἡμεῖς σὺν τοῖς παισὶν ἐκείνοις γεγηθότες ἀρτίως συνυμνοῦμεν καὶ λέγομεν· «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου»· «Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν· ὡσαννὰ ἐν τοῖς ὑψίστοις», σῶσον ὁ ἐν ὑψίστοις.

Φθάσαντες οὖν, ἀδελφοί, ὡς εἴρηται, μέχρι τοῦδε τοῦ φοίνικος, ἐν τῇ τούτου σκιᾷ καθεσθέντες ἑαυτοὺς ἀναπαύσωμεν καὶ τοῦ γλυκείου καρποῦ αὐτοῦ μεθέξαι σπουδάσωμεν· «Ἐν τῇ σκιᾷ αὐτοῦ», φησίν, «ἐπεθύμησα καὶ ἐκάθισα, καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν λάρυγγί μου». Φύγωμεν, ὦ ἀδελφοί, τῶν παθῶν τὸν ὀλέθριον καύσωνα· φύγωμεν τοὺς ἱδρῶτας τῶν πράξεων τῶν κακῶν· φύγωμεν τὴν τοῦ αἰωνίου πυρὸς πρόξενον καυστικὴν ἁμαρτίαν· προσδράμωμεν διὰ μετανοίας τῇ σκιᾷ τοῦδε τοῦ φοίνικος· προσέλθωμεν τῷ ἀμπελῶνι τῆς σωστικῆς μετανοίας, ἵνα τὸ πολλάκις ῥηθὲν δηνάριον ἀπολάβωμεν· προσέλθωμεν τῇ σκιᾷ τῆς ψυχικῆς ἀναπαύσεως. Τοῦτο γὰρ ποιοῦσι καὶ θερισταὶ ἅμα καὶ ἀμπελουργοὶ καὶ πᾶς τις ἁπλῶς ἐργάτης κάθιδρως γεγονὼς ἀποδιδράσκει τοῦ καύματος, καὶ προσδραμὼν ἔμπροσθεν ἐν τῷ ἐφεστῶτι φυτῷ, διὰ τῆς τούτου σκιᾶς ἐναποκρούει τὸν καύσωνα.

Τούτους οὖν καὶ ἡμεῖς νοητῶς μιμησώμεθα καὶ τὸν κόπον ἅμα τῷ καύσωνι τῶν ὀλεθρίων παθῶν ἀποδράσαντες, ἐν τῇ σκιᾷ τοῦδε τοῦ φοίνικος καθεσθέντες, ἑαυτοὺς ἀναπαύσωμεν, ἐπεὶ καὶ αὐτὸς διὰ τὴν ἡμῶν κοπιῶν σωτηρίαν χθὲς ἐν Βηθανίᾳ ἐλθὼν ἀνεπαύσατο—ἦν γὰρ πεζοπορῶν ἐκ πέραν τοῦ Ἰορδάνου ἐρχόμενος—καὶ ἀνεπαύσατο ἐκεῖσε ἐν ἡμέρᾳ θλίψεως αὐτοῦ· «Ἀναπαύσομαι», φησίν, «ἐν ἡμέρᾳ θλίψεώς» μου, θλιβεὶς καὶ δακρύσας διὰ φίλου Λαζάρου τὸν θάνατον, «τοῦ ἀναβῆναί με εἰς λαὸν» Ἰουδαίων, Ἰερουσαλὴμ «παροικίας μου, διότι συκῆ οὐ καρποφορήσει» θάνατον ἔτι, ὥσπερ ἐν τῷ Ἀδὰμ καὶ τοῖς γόνοις αὐτοῦ οὐχὶ παρέσχεν ἐκ τῶν φύλλων ἐνδύματα. Διὸ καὶ ἡ συκῆ αὕτη, ἣν εὐδόκησα ἐγὼ μὴ ἔχειν ἄρτι καρπὸν ἐμοῦ ἐφεστηκότος, οὐκέτι αὐτὴν θέλω καρποφορεῖν θάνατον καὶ γύμνωσιν· ἐπέστη γὰρ ἡ ζωὴ καὶ αὐτὴν ἐνεδύσαντο ὅσοι εἰς αὐτὴν ἐβαπτίσθησαν.

Διὸ καὶ τὴν συκῆν, ἁμαρτίαν, ἐπαρῶμαι καὶ ἀποξηραίνω δικαίως εἰς τὸ μηκέτι καρποφορεῖν δι’ ἡδονῆς θάνατον τοῖς ἐμοῖς ἐρασταῖς, ἀλλὰ διὰ καρπῶν ἀξίων τῆς μετανοίας τοὺς ἐραστὰς τῆς ζωῆς εἰσέρχεσθαι εἰς τὴν ζωήν.

Σπεύσωμεν οὖν, ἀδελφοί, καὶ ἡμεῖς· σπεύσωμεν, ἵνα διὰ μετανοίας εἰλικρινοῦς τὴν συκῆν, ἁμαρτίαν, ἀποξηράνωμεν, ἵνα μηκέτι καρπὸν ἡδονῆς θανασίμου καρποφορῇ ἐν ἡμῖν, μηδὲ γεννήματα κακίας καὶ πονηρίας γεωργεῖν τὰς ἀμπέλους, ψυχάς, ἡμῶν συγχωρήσωμεν, μηδὲ ἀκάνθας ἐκφέρειν παθῶν καὶ τριβόλους ἐάσωμεν, ἀλλὰ γεννήματα μᾶλλον ζωῆς διὰ μετανοίας καὶ πράξεων ἀγαθῶν, ἵνα ὡς γῆ καρποφόρος εὐλογίας εὐλόγου εὐλογητοῦ γεωργοῦ καταξιωθῶμεν, ὅτε καιρός. «Γῆ γὰρ ἡ πιοῦσα», φησὶν ὁ θεῖος Παῦλος, «τὸν ἐπ’ αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν». Καὶ ταῦτα μὲν ἅλις.

Ἐπεὶ δὲ καὶ πρὸς τὸ ἑκούσιον πάθος ὁ ἀπαθὴς παραγίνεται καὶ νέκρωσιν ζωηφόρον ὑπὲρ ἡμῶν νεκρωθῆναι διαγωνίζεται, νεκρωθῶμεν καὶ ἡμεῖς νέκρωσιν πρὸς ζωήν· νεκροῦται γὰρ ἐκεῖνος, ἵνα νεκρώσῃ τὸν θάνατον καὶ ἵνα ἡμᾶς ἀπαλλάξῃ νεκρώσεως καὶ φθορᾶς. «Νεκρώσωμεν οὖν» καὶ ἡμεῖς «τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς», ἤτοι «πορνείαν, ἀκαθαρσίαν, ἐπιθυμίαν κακὴν» καὶ τὰ ἑξῆς, καθὼς ὁ θεῖος Παῦλος ἐντέλλεται. Χριστὸς διὰ τὰς ἡμῶν ἁμαρτίας εἰς θάνατον παραδίδοται· «Αὐτὸς» γὰρ «ἁμαρτίας πολλῶν ἀνήνεγκε», φησὶν ὁ Ἠσαΐας, «καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη»· ἡμεῖς δέ, κἂν δι’ ἡμᾶς αὐτούς, σπουδάσωμεν διὰ τῆς ἐκείνου χάριτος καὶ τοῦ ζωηφόρου θανάτου ζωῆς ἐπιτυχεῖν. Ἐγγίζει ὁ τούτου σταυρὸς καὶ ὁ θάνατος καὶ ἡ ταφὴ καὶ ἡ ζωηφόρος Ἀνάστασις. Δεῦτε καὶ ἡμεῖς συσταυρωθέντες τούτῳ συναποθάνωμεν καὶ συνταφέντες συναναστῶμεν τῇ αὐτοῦ χάριτι. Ἐγγίζει, ἐφέστηκεν ἤδη Ἑβδομὰς ἡ Μεγάλη, ἐν ᾗ τὰ μεγάλα μυστήρια καὶ τὰ ὑπὲρ νοῦν ἔργα μεγαλοφυῶς καὶ θεοβουλεύτως συνετελέσθησαν, δι’ ὧν καὶ Ἑβδομὰς Μεγάλη εἰκότως καὶ λέγεται. Σπεύσωμεν οὖν καὶ ἡμεῖς ἔργα ἐν αὐτῇ μεγάλα ἐπιτελεῖν. Μέγα ἔργον ἀγάπη, νηστεία, ἀγρυπνία, προσευχὴ καθαρά, ἐξομολόγησις ἁμαρτιῶν, ἐκκοπὴ θελημάτων οἰκείων καὶ ὑπομονὴ ἀπερίεργος, ὑπακοὴ καὶ βίος καθαρὸς σὺν φρονήματι ταπεινῷ.

Ὁ ταῦτα γοῦν καταξιωθεὶς ἐκτελεῖν, εἴτε διηνεκῶς εἴτε κἂν ἐν τῇ Μεγάλη Ἑβδομάδι ταύτῃ, μεγάλα ὄντως καὶ ἀναστάσεως ἄξια καὶ αὐτὸς ἔργα ἐκτελεῖν κατηξίωται. Ἐγγίζει ὁ οἰκοδεσπότης, ἵνα τὸ δηνάριον ἀποδῷ τοῖς ἐργάταις τοῦ ἀμπελῶνος αὐτοῦ. Ἐργασώμεθα εὐτόνως τὰ τοῦ ἀμπελῶνος ἔργα τὰ προρρηθέντα καὶ ληψόμεθα τὸ δηνάριον. Ἐγγίζει ὁ λιμὴν τῆς θείας ἀναστάσεως. Μὴ χαλάσωμεν τὰ ἱστία τῆς προθυμίας, ἄχρις εἴσω τοῦ λιμένος τούτου εἰσέλθωμεν καὶ ἐν αὐτῷ καταλύσωμεν. Ἀλλ’ ἐπειδὴ διὰ τὸν κόπον τῆς ἀγρυπνίας δεῖ ἐπιτέμνειν τὸν λόγον, ἵνα μὴ κάμνητε, ἐπιτέμνομεν ἤδη.

Ἐν ταύτῃ μὲν γὰρ τῇ Κυριακῇ ταὐτοφωνοῦσι προφῆται Σοφονίας καὶ Ζαχαρίας, «χαῖρε», λέγοντες, «σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἰερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σῴζων· αὐτὸς πρᾶος καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον». Τῇ δὲ ἐπιούσῃ Κυριακῇ ἄγγελος θεῖος χαρᾶς εὐαγγέλια τῆς Χριστοῦ ἀναστάσεως ταῖς μυροφόροις φαιδρῶς εἰσκομίσεται γυναιξί, λέγων αὐταῖς, «μὴ φοβεῖσθε ὑμεῖς», ἀλλὰ ἀπελθοῦσαι «εἴπατε τοῖς μαθηταῖς» καὶ τῷ πικρῶς κλαίοντι διὰ τὴν ἄρνησιν Πέτρῳ ὅτι ἀνέστη ὁ Κύριος, «καθὼς εἶπεν» ὑμῖν, καὶ ὁ Κύριος αὐταῖς συναντήσας ἐρεῖ «χαίρετε» καὶ ἀπελθοῦσαι εἴπατε «τοῖς ἀδελφοῖς μου, ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται»· οὗ τῆς ὄψεως καὶ ἡμᾶς πάντας χάριτι αὐτοῦ καταξιωθῆναι ἐπευξώμεθα, ὑμεῖς δὲ ἀποκριθέντες ἅπαντες εἴπατε· Ἀμήν, γένοιτο, γένοιτο.