Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Κατηχήσεις

Νεόφυτος ὁ Ἔγκλειστος

Βιβλίο Α΄: Κατηχήσεις ΙΗ΄-ΚΓ΄ (Εορτές Αγίων και Θεομητορικές εορτές)

Εορταστικές ομιλίες για την αγία Μαρίνα, τη Μεταμόρφωση του Σωτήρος, την Κοίμηση και το Γενέθλιο της Θεοτόκου, την αποτομή του τιμίου Προδρόμου, τα Εισόδια, και ο γενικός επίλογος του πρώτου βιβλίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 8 από 17

ΚΑΤΗΧΗΣΙΣ ΙΗʹ ΤΟΥ ΑΥΤΟΥ ΣΥΝΟΠΤΙΚΟΝ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΚΑΙ ΕΝΔΟΞΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΜΑΡΙΝΑΝ ΚΑΙ ΠΕΡΙ ΣΥΓΚΡΙΣΕΩΣ ΑΝΔΡΩΝ ΤΕ ΚΑΙ ΓΥΝΑΙΚΩΝ ΕΝ Τῌ ΗΜΕΡᾼ ΤΗΣ ΚΡΙΣΕΩΣ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, ἴσμεν πάντως ἅπαντες τὴν αἰτίαν τῆς ἡμῶν ἐνταῦθα συναγωγῆς, ὅτι «ἡ καλὴ ἐν γυναιξίν», ὡς τὸ ᾎσμα τῶν ᾀσμάτων φησίν, ἡ καλλιμάρτυς καὶ καλλιπάρθενος κόρη καὶ νύμφη τοῦ βασιλέως Χριστοῦ μάρτυς Μαρῖνα ἐν τῷ σεπτῷ ταύτης τεμένει πάντας ἡμᾶς συνεκάλεσε σήμερον, ἧστινος «ὡραιώθησαν» μὲν «αἱ σιαγόνες» καθάπερ «τρυγόνος» τῇ καλλίστη ὁμολογίᾳ τῇ τοῦ Σωτῆρος αὐτῆς καὶ νυμφίου Χριστοῦ· ἧς ὁ «τράχηλος ὡς ὁρμίσκοι» ἐν στίγμασιν ἀργυρίου, ὑψαυχενοῦσα κατὰ τυράννων καὶ πολεμίων, ὡς ἐστεμμένη Χριστοῦ νύμφη ἀγαπητή· ἧς ὁ νάρδος καὶ ἡ στακτὴ φιλοχρίστων τε καὶ φιλοθέων καὶ φιλάθλων εὐωδιάζει ψυχάς· ἧς τοῦ κάλλους τῆς εὐωδίας καὶ τῆς ἁγνοτάτης ψυχῆς ἐρασθεὶς ὁ τῶν ἁγίων ψυχῶν ἅγιος νυμφίος φησὶ πρὸς αὐτήν· «Ἰδοὺ ἡ καλή, πλησίον μου, ἰδοὺ ἡ καλή, ὀφθαλμοί σου περιστεραί», τὸ στερρὸν τῆς πρὸς ἐμὲ πίστεως στερρῶς κατοπτεύουσαι καὶ τὸ σαθρὸν τῶν εἰδώλων στερρῶς ἀποφεύγουσαι. «

Ὡς σπαρτίον κόκκινον χείλη σου, καὶ ἡ λαλιά σου ὡραία», φιλοῦσα καὶ λέγουσα τοῦ σοῦ νυμφίου τὰ φίλα καὶ ποθεινά· «Ὡς λέπυρον τῆς ῥόας μῆλόν σου», μαρτυρίου τὸ τρόφιμον· «Ὡς πύργος Δαβὶδ τράχηλός σου» ἑστὼς ἀκλόνητος τῷ καιρῷ τῶν βασάνων, μηδαμῶς ὑποκλίνων προσκυνεῖν τοῖς εἰδώλοις. Ὅλη «καλή, ἡ πλησίον μου» τῇ ἀμωμήτῳ πίστει «καὶ μῶμος οὐκ ἔστιν ἐν σοί»· «Πλόκιον κεφαλῆς σου ὡς πορφύρα» βασιλέως, στέφος μαρτυρίου «δεδεμένη ὡς ἐν παραδρομαῖς». «Δεῦρο ἀπὸ Λιβάνου, νύμφη, δεῦρο ἀπὸ Λιβάνου»· τῷ σώματι μὲν γὰρ φοινιχθεῖσα μαρτυρικῷ αἵματι, τὴν δὲ ψυχὴν λευκανθεῖσα κατ’ ἐκείνου τοῦ Λιβάνου τὴν χιόνα, «δεῦρο, ἀπὸ Λιβάνου». «Τί ὡραιώθης καὶ τί ἡδύνθης», ὦ καλλιπάρθενε κόρη, μάρτυς Χριστοῦ πανσεβάσμιε;

Οὕτω γὰρ οἶδε καλλύνειν τε καὶ δοξάζειν Χριστὸς τοὺς δοξάζοντας αὐτόν· οὐδὲν γάρ σε τῆς Χριστοῦ ἀγάπης χωρίσαι ἴσχυσέ τι δυσχερές, οὐ φύσις θήλεια, οὐ σώματος ἁπαλότης, οὐκ ἀκμὴ νεάνιδος, οὐ κάλλους εὐπρέπεια, οὐ σαρκικῶν ὀρέξεων ἡδοναί, οὐ τρυφῆς ἀπολαύσεις, οὐ πλοῦτος ῥευστός, οὐ δόξα κενή, οὐ φαντασία κενὴ τοῦδε τοῦ βίου καὶ τῶν αὐτοῦ θελημάτων, καὶ τελευταῖον, οὐ τυράννων ἀπήνεια, οὐ βασάνων ἐπαγωγαί, οὐ πῦρ, οὐδὲ ξίφος θανατικὸν καὶ τὰ τούτων ἐφάμιλλα, ἀλλὰ πάντων τούτων ὑπερφρονήσασα «ἔδραμες» ὡς «νεᾶνις ὀπίσω» τοῦ σοῦ νυμφίου Χριστοῦ, οὗ καὶ «τῶν μύρων ἡ ὀσμὴ ὑπὲρ πάντα τὰ ἀρώματα»· ὃν καὶ καταλαβοῦσα, δραμοῦσα νεανικῶς, εἰσήγαγέ σε ὡς βασιλεὺς ὁμοῦ καὶ νυμφίος «εἰς τὸ ταμεῖον αὐτοῦ», εἰς παστάδα οὐράνιον, καὶ ὡς νύμφην αὐτοῦ καθαρὰν καὶ ἁγνὴν «κατεκόσμησέ σε κόσμῳ»· ὡς νύμφη γὰρ Χριστοῦ καὶ παρθένος καὶ νεᾶνις καὶ μάρτυς ἐστέφθης ἀξίως καὶ νῦν συναγάλλῃ τῇ πρωτομάρτυρι Θέκλῃ καὶ ταῖς λοιπαῖς σου συνάθλοις, μεθ’ ὧν καὶ ποίησον ὑπὲρ ἡμῶν πρεσβείαν πρὸς Κύριον δεόμεθα, ὦ «μάρτυς Χριστοῦ, Μαρῖνα» πανεύφημε.

Καὶ ταῦτα μὲν διὰ βραχέων τῇ μάρτυρι. Ἐγὼ δέ, ἀγαπητοὶ ἀδελφοί, μαθεῖν ἐπεπόθουν ἑκάστου ὑμῶν τὴν καρδίαν, πῶς τὰ ἐφ’ ἑκάστης μὲν Κυριακῆς, ἐφ’ ἑκάστης δὲ ἑορτῆς {τὰ} παρ’ ἡμῶν λεγόμενα δέχεται, μᾶλλον δὲ τὰ ἐκ τῆς θείας χάριτος δι’ ἡμῶν πρὸς ὑμᾶς λεγόμενα, εἰπεῖν οἰκειότερον. Ὅμως, κἂν ἡμεῖς τὰς ὑμῶν ἀγνοῶμεν καρδίας ὡς ἄνθρωποι, ἀλλ’ «ὁ ἐτάζων νεφροὺς καὶ καρδίας» βλέπει τὴν ἑκάστου καρδίαν πῶς δέχεται τὰ λεγόμενα, ὅτι ἡμεῖς μὲν διὰ τὴν τοῦ Θεοῦ ἐντολὴν καὶ τὴν ὑμετέραν ἀγάπην ἐκδεδώκαμεν ἑαυτοὺς εἰς τόνδε τὸν κόπον, δι’ οὐδὲν ἕτερον, εἰ μὴ δι’ ὠφέλειαν τῶν ὑμετέρων ψυχῶν· καὶ εἰ ἡμεῖς τὸν μείζονα ὑπὲρ ὑμῶν γενναίως ὑποφέρομεν κάματον δι’ ὑμᾶς, ἐὰν γνῶμεν ὑμᾶς βαρέως ἔχοντας καὶ ῥᾳθύμως διὰ τὸν κόπον τῆς βραχείας ὥρας, τὴν στάσιν καὶ τὴν ἀκρόασιν, ποία ἆρα ἡμῖν προσγενήσεται ἀφορμὴ προθυμίας εἰς τὸ καὶ αὖθις εἰπεῖν τι τῶν χρησίμων; Ποία δὲ καὶ ὑμῖν ἐνώπιον τοῦ Θεοῦ ἀπολογίας εὐλόγου καταλειφθήσεται ἀφορμή; Ποίας γὰρ συγγνώμης τευξόμεθα εὑρισκόμενοι καὶ γυναικῶν ἀφελέστεροι, ὁπότε καὶ ἡ παροῦσα μάρτυς καὶ αἱ λοιπαὶ θεοστεφεῖς χορεῖαι τῶν γυναικῶν, ἃς οὐκ ἐνίκησε σώματος τυραννὶς οὔτε δαιμόνων οὔτε τυράννων ἀλαζονεία καὶ ἀπήνεια οὔτε ἄλλο τι τῶν χαμερπῶν θεαμάτων καὶ ἀπατηλῶν, ἀλλὰ πάντων ὑπεριδὸν καὶ πάντα νικῆσαν, τὸ ἀσθενὲς τοῦτο γένος τὸ γυναικεῖον, ἀξίως ἐστέφθη πρὸς Θεοῦ;

Καὶ ποίαν ἆρα εὕροιμεν ἀπολογίαν ἡμεῖς, οἱ ἀνδρικῇ ῥώμῃ τετιμημένοι καὶ γυναικῶν φαινόμενοι χθαμαλώτεροι;

Ἆρα οὐκ ἔστιν αἰσχύνης μεγάλης καὶ γέλωτος ἄξιον, ὅτε εἰς ἡμέραν πολέμου ἀνδραγαθοῦσι γυναῖκες καὶ ἀριστεύουσι, φάλαγγας μὲν πολεμίων συγκόπτουσαι, κεφαλὰς δὲ ἀλλοτρίων καὶ σκῦλα τῷ βασιλεῖ παρεισάγουσαι, οἱ δὲ ἀριστεύειν ὀφείλοντες ἡττῶνται μᾶλλον καὶ καταπίπτουσι καὶ ἀναιροῦνται ῥᾳδίως, ὡς μηδὲν τοῖς ἐχθροῖς ἀνθιστάμενοι; Ἆρ’ οὐκ ἔστιν ἡ αἰσχύνη αὕτη βαρυτέρα θανάτου, ὅτι στρατιῶται μὲν ὑπὸ ἐχθρῶν ἀναλίσκονται, γυναῖκες δὲ τοὺς ἐχθροὺς κατασφάττουσιν;

Ἆρα οὐ συμβήσεται τοῦτο μεταξὺ ἀνδρῶν τε καὶ γυναικῶν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι αἱ μὲν τοὺς ἐχθροὺς καὶ τὰ πάθη ἀνδρικῶς κατεπάτησαν, οἱ δὲ παθῶν τε καὶ ἐχθρῶν γεγόνασι καταπάτημα; Τίς ἆρα ἐξ ἡμῶν τότε διᾶραι στόμα τολμήσειεν, ὅτι «ὑπὸ ἀσθενείας νενίκημαι σώματος καὶ ἐπιθυμίας ἐμφύτου ἀντιστῆναι οὐκ ἴσχυσα»; Εἰ δέ που καὶ ἀσθένειαν σώματος καὶ ἐχθροῦ τυραννίδα καὶ ἐπιθυμίας ἐμφύτους προβάλλεσθαί τις εἰς ἀπολογίαν θελήσειεν, ἰδού, φησὶν ὁ κριτής, καὶ αἱ παροῦσαι γυναῖκες, τὸ ἀσθενέστερον γένος, ὑπὸ τῶν ἴσων παθῶν ἐνοχλούμενον, οὐχ ἡττήθη ταῖς ἡδοναῖς, οὐκ ἔδωκε νῶτα τῷ ἐχθρῷ, οὐκ ἐτρώθη τῷ βέλει τῶν ἀνοσίων παθῶν καὶ ἐστέφθη ἀξίως τόδε τὸ γένος· κόραι οὖσαι ἁπαλώτατοι καὶ ἄλλαι γεγηρακυῖαι καὶ σωφρονέστατοι, καὶ τὴν βασιλείαν ἤδη τῶν οὐρανῶν ἐκληρώσαντο.

Καὶ πῶς σὺ τολμᾷς εἰς ἀπολογίαν προβάλλεσθαι ἐπιθυμίας ἐμφύτους καὶ ἐχθροῦ τυραννίδα, φυσικὴν ἔσχων ἰσχὺν ὡς ἀνὴρ καὶ ταύτην προδοὺς σαρκικαῖς ἡδοναῖς, ὤφθης καὶ γυναικῶν ἀφελέστερος; Ἐὰν γὰρ εἶχον οἱ δαίμονες καὶ τὰ πάθη τοσαύτην ἰσχὺν καὶ ἐξουσίαν, ὥστε ἀπείργειν τῆς ἐμῆς βασιλείας τοὺς αὐτῆς ἐραστάς, πῶς ἂν εἷς κἂν τῶν ἀνθρώπων ἐσώθη μονώτατος; Πῶς δὲ καὶ αἱ παροῦσαι γυναῖκες τῆς βασιλείας ἠξιώθησαν ἢ πῶς ἂν τῶν σῳζομένων τὰ στίφη συνήχθησαν πρός με; Τί «προφασίζῃ προφάσεις ἐν ἁμαρτίαις»; Τί προβάλλῃ ἀσθένειαν μὴ αἰσχυνόμενος, ἐστεμμένας βλέπων γυναῖκας;

Ποίαν σὺ ἔχεις ἀπολογίαν, ἄνθρωπος ὤν; Ἔδει σε λοιπὸν καταιτιᾶσθαι τὴν διεστραμμένην σου γνώμην καὶ ἄλλως μηθέν, ὅτι αὐτεξούσιος ὤν, αὐτεξουσίως τὸ κακὸν ᾑρετίσω ταῖς ἡδοναῖς ἡττηθείς. Καὶ αὕτη μὲν πρὸς πάντας ἀνθρώπους τοῦ δικαιοτάτου κριτοῦ ἡ δικαιότατος καταδίκη. Εἰ δὲ πᾶς ἄνθρωπος ὑπόδικος τῷ κριτῇ εὑρεθήσεται δι’ ἔργων φαυλότητα καὶ «πᾶν στόμα», ὡς φησὶ Παῦλος, «φραγήσεται», τί ἆρα ἡμεῖς πάθοιμεν, οἱ τὸν μονήρη βίον ἑλόμενοι καὶ αὐτὸν μὴ φυλάξαντες καὶ ἀποταξάμενοι κόσμον καὶ ὅσα τούτῳ παρέπονται, καὶ συνταξάμενοι «Θεῷ δουλεύειν» ἐν καθαρότητι βίου καὶ σωφροσύνῃ καὶ ὑπακοῇ καὶ τάδε καὶ τάδε, καὶ ταῦτα πάντα λήθης βυθοῖς καταδύσαντες;

Ποία λοιπὸν ἆρα ἡμῖν ἐναπέμεινε σωτηρίας ὁδός; Τάχα οὐδεμία πλὴν τῆς εἰλικρινοῦς μετανοίας καὶ μόνης, δι’ ἧς ἐσώθησαν πόρνοι καὶ ἄσωτοι καὶ λῃσταὶ καὶ τελῶναι· δι’ ἧς ἐκ βυθοῦ παραπτώσεων εἰς οὐρανοὺς ἀνειλκύσθησαν ἄνθρωποι· δι’ ἧς Θεὸς θεραπεύεται καὶ ἵλεως τοῖς ἐπταικόσιν εὑρίσκεται· δι’ ἧς αἰσχύνονται δαίμονες καὶ χαίρουσιν ἄγγελοι, ὅτι «χαρὰ γίνεται ἐν τῷ οὐρανῷ» ἀκηκόαμεν «ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι» καὶ «οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν», φησὶν ὁ Χριστός· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΘʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΦΩΤΟΕΙΔΟΥΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ Εὐλόγησον, <πάτερ>.

Ἀδελφοὶ καὶ πατέρες, ἰδοὺ πάλιν ἡμῖν ἑορτὴ πνευματικὴ καὶ πανήγυρις· πάλιν τὸ φῶς τὸ ἀΐδιον, τὸ ἐκ τοῦ φωτὸς τοῦ ἀϊδίου, ἡμῖν ἐπέλαμψε σήμερον· πάλιν τὸ «ἀπαύγασμα τῆς δόξης» τοῦ Πατρὸς καὶ ὁ «χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ» ἡμᾶς καταυγάσαι εὐδόκησε· πάλιν ἡ φωταύγεια τοῦ ἀλήκτου φωτὸς καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ πρὸς ἡμᾶς ἐπεδήμησε· πάλιν τὸ ὑπὲρ ἥλιον φῶς τοῦ ἡλίου τῆς δικαιοσύνης ἡμᾶς κατεφώτισε· πάλιν «τὸ φῶς τὸ ἀληθινόν», τὸ φωτίζον «πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον» πρὸς ἡμᾶς παρεγένετο· πάλιν τοῦ ἀρρήτου φωτὸς αἱ βολίδες καὶ τὸ φέγγος τῆς αὐτοῦ ἀστραπῆς τὰς τῶν πιστῶν ψυχὰς κατεφώτισε καὶ τὸ σκότος τῆς πλάνης ἀπήλασε καὶ τὸν ζόφον τῆς ἁμαρτίας ἠμαύρωσε καὶ τὰ ἔργα τοῦ σκότους ἀπήλασε καὶ τὰ ζοφώδη πνεύματα σὺν τῷ ἄρχοντι αὐτῶν παντελῶς ἐξετύφλωσε καὶ τῇ ἀφεγγεῖ παννυξίᾳ τούτους παρέδωκε καὶ τὰ νυκτώδη καὶ σκοτεινὰ δόγματα τῶν ἀθέων τελείως ἀπέσβεσε καὶ τῶν τυράννων τὸ θράσος ὡς κονιορτὸν διὰ λαίλαπος ἐξηφάνισε καὶ τῷ σκότει παρέδωκε, τῶν πιστοτάτων δὲ ἡμῶν καὶ θεοστεφῶν βασιλέων τὰ ψυχικὰ ὄμματα τῆς πίστεως κατεφώτισε καὶ τὸ κράτος τῆς ἀληθείας κραταιοτάτως ἐκράτυνε καὶ τῶν αὐτοῦ ἀρχιερέων, τῶν νῦν καὶ τῶν πάλαι, τῆς ἀληθείας τὸν λόγον ὀρθοτομεῖν τὸν νοῦν κατεφώτισε καὶ τῶν ἀρχόντων καὶ μεγιστάνων πρὸς τὸ δικάζειν δικαίως καὶ κρίνειν τῇ ὑπεροχῇ τῇ μεγίστη ταύτῃ τετίμηκεν—«Ἐδόθη», φησί, «παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ὑψίστου»— καὶ τῆς αὐτοῦ Ἐκκλησίας τὰ θεῖα δόγματα ἐβεβαίωσε καὶ τῷ φέγγει τῆς ἀληθείας κατηύγασε τῆς γῆς τὰ πληρώματα καὶ φωτοειδῶς ἤδη αὐτοῦ τοῦ μεγάλου φωτὸς τὴν θείαν μεταμόρφωσιν γεγηθότες ἑορτάζομεν σήμερον, ὅσοι φιλόχριστοι, ἵνα «τὰ ἔργα τοῦ σκότους» ἡμεῖς ἀποθέμενοι «καὶ τὰ ὅπλα τοῦ φωτὸς» περιθέμενοι «ὡς ἐν [ἡ]μέρᾳ εὐσχημόνως περιπατήσωμεν».

Διὰ γὰρ τοῦτο καὶ τοὺς ἱεροὺς μαθητὰς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν ἀνάγει καὶ μάρτυρας παριστᾷ τῆς τοιαύτης θεοσημίας καὶ μεταμορφοῦται ἔμπροσθεν τούτων καὶ τὰ ἱμάτια μὲν ὡς τὸ φῶς, τὸ δὲ πρόσωπον ὡς ἥλιον ἀπαστράπτειν ὑπέδειξεν, ἵνα δείξῃ ὅτι τὸν κόσμον ἀναφέρειν ἄνω ἀπὸ τῶν κάτω ἐλήλυθεν, ἀνασῴζων τὸ ἀνθρώπινον πρὸς τὸ ἀρχέτυπον κάλλος καὶ ἀξίωμα, καὶ μηδὲν χαμερπῶς κατασύρεσθαι κάτω καὶ τῶν ἄνω ἀμνημονεῖν, ἀλλὰ «ἀναβάσεις ἐν τῇ καρδίᾳ» θέμενοι τὰ ἄνω ἐπιζητεῖν καὶ τὴν ἡμέραν ἐννοεῖν τῆς ἀνεκφράστου ἐκείνης καὶ δευτέρας αὐτοῦ παρουσίας, ὅτι πῶς οἱ ἁμαρτωλοὶ ἐν αὐχμηροῖς ἐκ παθῶν ὀφθαλμοῖς δυνηθῶμεν ἰδεῖν τῆς ἀρρήτου ἐκείνου φωτοχυσίας τὰς θείας μαρμαρυγάς, ὅπου γε οἱ θεῖοι μαθηταί, οἱ χρόνῳ τοσούτῳ συνεπόμενοι τῷ Χριστῷ, αὐγὴν ἀμυδρὰν τῆς τούτου μεταμορφώσεως μὴ δυνάμενοι φέρειν, πρηνεῖς τῷ ἐδάφει κατέπιπτον.

Εἰ οὖν ἐκεῖνοι οὐκ ἴσχυσαν ἐπὶ τοῦ ὄρους καθαρῶς ἐντρανίσαι τὴν αὐτοῦ μεταμόρφωσιν, ἀλλ’ ἔπιπτον ἐπὶ πρόσωπον, ἐν ποίοις, εἰπέ μοι, ὀφθαλμοῖς οἱ ἐν ἁμαρτίαις συζῶντες πρὸς αὐτὸν ἀτενίσομεν τότε, ὅτε οὐκ ἐπ’ ὄρους μεταμορφούμενον, ἀλλ’ ἐξ οὐρανοῦ μετὰ δόξης θεϊκῆς κατερχόμενον καὶ οὐρανὸν καὶ γῆν, ὡς γέγραπται, κατασείοντα—«ἔτι ἅπαξ», φησίν, «ἐγὼ σείω τὸν οὐρανὸν καὶ τὴν γῆν»—ὅτε μετὰ σαλπίγγων φωνῶν δυνάμεων οὐρανίων καὶ φωνῶν ἀγαλλιάσεων καὶ ὕμνων τριαδικῶν καὶ φωτὸς ἀνεκφράστου, ὅτε μετὰ χιλίων χιλιάδων καὶ μυρίων μυριάδων ἀγλαϊφόρων ἀγγέλων καὶ θεαμάτων μεγάλων πρὸς ἡμᾶς ἀφικνούμενον ἴδωμεν; Πῶς ἆρα τότε τὴν δόξαν αὐτοῦ καὶ τὸ φῶς τὸ ἀπρόσιτον ἴδωμεν, οὗ τὸ φῶς τῆς μεταμορφώσεως οὐκ ἴσχυσαν κατιδεῖν οἱ ἀπόστολοι;

Πῶς οἱ ἁμαρτωλοὶ δυνηθείημεν ἰδεῖν τῆς δευτέρας αὐτοῦ παρουσίας τὴν δόξαν τὴν ἀνεκλάλητον; Οὐδεμία γάρ, φησίν, «κοινωνία φωτὶ πρὸς σκότος»· σκότος γὰρ ἡ ἁμαρτία καὶ σκότος ὁ διάβολος καὶ τὰ τούτου εὐάρεστα καὶ τῷ φωτὶ τῷ μεγάλῳ, Θεῷ, καὶ τῇ παμφώτῳ αὐτοῦ βασιλείᾳ, τὸ ῥηθὲν σκότος κοινωνῆσαι ἀμήχανον.

Ἐὰν δὲ οἱ ἁμαρτωλοὶ πρὸς Κύριον ἐπιστρέψωμεν καὶ ποιήσωμεν αὐτῷ καρπὸν ἄξιον τῆς μετανοίας, πέπεισμαι κατὰ τὰ αὐτοῦ παναληθῆ ἐπαγγέλματα ὅτι οὐ μόνον ἁπλῶς τὴν αὐτοῦ θεασόμεθα δόξαν τὴν ἄρρητον, ἀλλὰ καὶ σὺν αὐτῷ χάριτι αὐτοῦ τῆς αὐτοῦ βασιλείας ἐπαπολαύσομεν· καὶ εἴπῃ πάντως ἐν τούτῳ ἀρτίως πᾶς ὁ λαὸς τό· ἀμήν, γένοιτο, γένοιτο.

ΚΑΤΗΧΗΣΙΣ Κʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΠΑΝΣΕΠΤΟΥ ΚΑΙ ΜΑΚΑΡΙΑΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΠΑΝΑΓΝΟΥ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΝΟΗΤΗ ΑΥΤΗΣ ΟΜΙΛΙΑ ΠΕΡΙ ΤΟΥ ΕΞ ΑΥΤΗΣ ΑΡΤΟΥ ΤΗΣ ΖΩΗΣ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, ἰδοὺ ἡ πάνσεπτος καὶ πανσέβαστος καὶ παμμακάριστος κοίμησις τῆς ἀθανάτου Θεομήτορος· ἰδοὺ τῆς ζωαρχίας τὸ τέμενος πρὸς τὴν ζωὴν τὴν ἄληκτον μετατίθεται σήμερον· ἰδοὺ ἡ νύμφη τοῦ βασιλέως τῶν ἄνω δυνάμεων πρὸς τὰς ἄνω παστάδας μεταβαίνειν ἐπείγεται· ἰδοὺ ἡ λαμπὰς πρὸς τὸ φῶς ἀνακάμπτει τὸ ἀνέσπερον· ἰδοὺ τὸ παλάτιον τοῦ βασιλέως τῆς δόξης πρὸς τὰς ἀνακτορικὰς πανδαισίας ἀνέρχεται· ἰδοὺ ὁ θρόνος τοῦ βασιλέως τοῦ ἀκτίστου πρὸς τὸν οἶκον τοῦ βασιλέως ἐνδόξως ἀνακομίζεται· ἰδοὺ ἡ παναμώμητος καὶ πανακήρατος τράπεζα εὐωχηθῆναι καὶ ποτισθῆναι καὶ φωτισθῆναι πάντας ἡμᾶς συνεκάλεσε καὶ ἄρτον ζωῆς παραθεῖσα ἡμῖν κιρνᾷ κρατῆρα, πόμα καθάρσιον, λέγουσα· Ὁ δι’ ἐμοῦ πρὸς ὑμᾶς ἄρτος καὶ ὁ κρατὴρ τῆς αὐτοῦ ἀκηράτου καὶ ζωοδώρου πλευρᾶς βοᾷ πρὸς ὑμᾶς “δεῦτε”, λέγων, «φάγετε τὸν ἐμὸν ἄρτον» τὸν ζωηρόν. Μὴ ἄλλον ἄρτον ἐσθίετε τὸν μὴ ἡμέτερον, ἵνα μὴ ἀποθάνητε· ἐκεῖνος γὰρ ὁ ἐνήδονος ἄρτος τῆς ἁμαρτίας θανατηφόρος ἐστὶ καὶ ὁ ἐκεῖνον διδοὺς ἀνθρωποκτόνος ἐστίν.

Ἐγὼ δὲ φύσει ζωὴ πεφυκώς, ζωῆς ὑμῖν ἄρτον προτίθημι. Διὸ «φάγετε τὸν ἐμὸν ἄρτον» ἀξίως, ἵνα μὴ ἀποθάνητε, «καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν» καὶ μεθύσθητε «ἀπὸ πιότητος οἴκου μου» καὶ μηδεὶς ἐξ ὑμῶν κλοπησιμαῖον οἶνον φιληδονίας φιλαμαρτήμονι γνώμῃ πινέτω, ἵνα μὴ ἐκ τούτου κακονοίας καὶ παρανοίας μέθῃ κατασχεθείς, παραδοθῇ πρὸς «ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα». Ὅσοι γὰρ τὸ ἀλλότριον ἐκεῖνο, τὸ καυστικὸν ἅμα καὶ θολερόν, προέκριναν τοῦ ἁγίου καὶ ὑπερκαθάρου καὶ ζῳωτικοῦ κεράσματος τοῦ ἐμοῦ, «παρασυνεβλήθησαν» ὄντως «τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθησαν αὐτοῖς», κτηνώδη βίον καὶ ἀφροσύνης ἔργα θανατηρὰ πράττοντες καὶ μὴ αἰσχυνόμενοι· πρὸς οὓς ὁ ἐμὸς Υἱός τε καὶ Θεός, οἷα ζωῆς ἄρτος καὶ θανάτου ἀναιρέτης, προσφωνεῖ τοῖς ἔχουσιν ὦτα καὶ λέγει τρανῶς· «Φάγετε τὸν ἐμὸν ἄρτον καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· ἀπολίπετε ἀφροσύνην καὶ ζήσεσθε» καὶ κατορθώσατε σύνεσιν, «ἵνα βιώσητε, καὶ κατορθώσατε σύνεσιν ἐν γνώσει». Οὐδὲν γὰρ ἀφροσύνης καὶ ἀσυνεσίας καὶ θανάτου αἴτιον ἄλλο τι προσγίνεται ἢ ἡ ἁμαρτία καὶ ὁ ταύτης καρπός.

Διὸ «ἀπολίπετε ἀφροσύνην» ἁμαρτίας, «καὶ ζήσεσθε, καὶ κατορθώσατε σύνεσιν» ἁγνείας, «ἵνα βιώσητε» καὶ μὴ ἀποθάνητε. Καὶ ταῦτα μὲν νοητῶς ἡ μήτηρ τῆς ζωῆς πρὸς ἡμᾶς διαλέγεται, ἡμεῖς δὲ τὴν πάντιμον καὶ θεοδόξαστον κοίμησιν αὐτῆς, τὴν ὄντως μακαρίαν καὶ παναμώμητον, ἔργῳ καὶ λόγῳ τιμῆσαι σπουδάσωμεν. Καὶ ἔργῳ μὲν διὰ βίου ἀμέμπτου καὶ καθαρᾶς πολιτείας τὴν ὑπερκάθαρον καὶ ὑπεράμεμπτον τιμήσωμεν καὶ δοξάσωμεν, λόγῳ δὲ τὸ «μακαρίζομέν σε πᾶσαι αἱ γενεαί», μῆτερ τῆς ζωῆς, καθὼς καὶ προεφήτευσας. Μακαριοῦσί σε ἀεί, ἐξαιρέτως δὲ σήμερον, καὶ τῶν ἀγγέλων τὰ τάγματα καὶ τῶν βροτῶν τὰ συστήματα· μακαρία γὰρ καὶ ὑπεράμωμος ἡ τῆς σῆς βιοτῆς μεθηλικίωσις πᾶσα τετέλεσται· μακαρίως γὰρ καὶ ἀξιαγάστως καὶ θεοσδότως συλληφθεῖσά τε καὶ γεννηθεῖσα καὶ ἀνατραφεῖσα, μακαρίως καὶ ἀνεκφράστως καὶ τὸν μακάριον Λόγον συνέλαβες, καὶ ὑπὲρ λόγον καὶ ἔννοιαν τεκοῦσα τὸν ἄφραστον καὶ ὑπερφυῶς ὡς πρὸ τοῦ τόκου Παρθένος διαμείνασα, εἰκότως σε, παμμακάριστε, πᾶσαι αἱ γενεαὶ μακαρίζουσιν.

Ἐπειδὴ γὰρ πάντα τὰ σὰ μακάρια καὶ παμμακάριστα, μακαρίου ὄντως καὶ σεπτοῦ τέλους τετύχηκας. Βραβεῖον γὰρ ἐδέξω οὐράνιον παρὰ τοῦ σοῦ Δεσπότου καὶ κατὰ χάριν Υἱοῦ μετάρσιός τε ἠθροίσθη πρὸς τὴν σὴν κηδείαν ὁ τῶν ἀποστόλων χορὸς καὶ οὐρανόθεν ἀγγέλων στρατιαὶ σὺν τῷ Υἱῷ κατέπτησαν καὶ Δεσπότῃ σου, οὗ καὶ εἰς χεῖρας ἁγίας παρέθου τὸ πνεῦμά σου. Τίς ἂν λοιπὸν ἰσχύσειε γηγενῶν μακαρίζειν σε ἀξίως, ἣν Θεὸς Λόγος ἐδόξασε καὶ οὐράνιαι δυνάμεις καὶ ἀποστόλων χορεῖαι ὡς θεομήτορα καὶ τότε καὶ νῦν καὶ ἀεὶ μακαρίζουσιν;

Ἀλλ’ ὦ παμμακάριστε καὶ πανακήρατε καὶ παναμώμητε καὶ θεοχαρίτωτε νύμφη τοῦ ἀθανάτου Πατρὸς καὶ τοῦ θείου Παρακλήτου δοχεῖον καὶ μῆτερ τοῦ βασιλέως τῆς δόξης, μνημόνευσον τῶν τὴν μνήμην τελούντων καὶ ἱεράν σου μετάστασιν καὶ ὡς μητρικὴν ἔχουσα παρρησίαν ὑπὲρ πάντων ἡμῶν αὐτὸν ἐκδυσώπησον ἐν τῇ ζωηφόρῳ κοιμήσει σου, ὅπως κοιμίσῃ τὰ ἀκοίμητα ἡμῶν πάθη τῇ μεσιτείᾳ σου, πάναγνε, καὶ ἀφυπνίσῃ τὸν νοῦν ἡμῶν πρὸς ἐγρήγορσιν τῶν ἐνταλμάτων αὐτοῦ, ἵνα τῇ σῇ μεσιτείᾳ καὶ τῇ αὐτοῦ συνεργίᾳ καὶ χάριτι τύχωμεν τῆς μερίδος τῶν αὐτοῦ ἐκλεκτῶν, μεθ’ ὧν καὶ ἡμεῖς ἀξιωθείημεν ὑμνεῖν ἀξιοχρέως τὸ πανάγιον ἐκεῖνο τὸ ἑνικὸν καὶ τρισήλιον σέλας διὰ παντός, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΑʹ ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΑΠΟΤΟΜΗΝ ΤΗΣ ΠΑΝΟΛΒΙΟΥ ΚΑΡΑΣ ΤΟΥ ΤΙΜΙΟΥ ΠΡΟΦΗΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΚΑΙ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ ΚΑΙ ΠΕΡΙ ΘΕΙΑΣ ΜΑΚΡΟΘΥΜΙΑΣ ΚΑΙ ΠΕΡΙ ΥΠΟΜΟΝΗΣ Εὐλόγησον, <πάτερ>. Ἀδελφοὶ καὶ πατέρες, ἆρα Θεοῦ καὶ Δεσπότου πρῶτον ὑμνήσω μακροθυμίαν ἢ πιστοῦ καὶ γενναίου δούλου θαυμάσω ὑπομονὴν καὶ ἀξιάγαστον παρρησίαν ἢ διαβόλου καὶ βασιλέως ἀνομωτάτου στηλιτεύσω παρανομίαν; Ἑκάτερα γὰρ τούτων θάτερον θατέρου λεχθῆναι πρῶτον ἐπείγεται· ὧν πρῶτον δίκαιόν ἐστι τὴν θείαν μακροθυμίαν καὶ ἀνοχὴν ὑμνῆσαι καὶ μεγαλῦναι τὸ κατὰ δύναμιν, ὅτι, ὃν ἀπέστειλεν ἄγγελον «πρὸ προσώπου» τοῦ Υἱοῦ ὁ Πατήρ, ἵνα κατασκευάσῃ τὴν ὁδὸν αὐτοῦ ἔμπροσθεν αὐτοῦ, τὸν ἐξ ἐπαγγελίας παραδόξως ἀποτεχθέντα ἐκ λαγόνων στειρωτικῶν, τὸν ἐν πνεύματι καὶ δυνάμει Ἠλιοὺ περιπατήσαντα, τὸν «ἐπιστρέψαντα καρδίας πατέρων ἐπὶ τέκνα», τὸν ἑτοιμάσαντα Κυρίῳ λαὸν κατεσκευασμένον, τὸν μείζονα ἐν γεννητοῖς γυναικῶν, τὸν περισσότερον πάντων τῶν προφητῶν, τὸν λύχνον, τὴν φωνήν, τὸν Πρόδρομον, τὸν βαπτιστήν, οὕτω παραδοθέντα βασιλεῖ παρανομωτάτῳ δι’ ἔλεγχον παρανομίας καὶ παίγνιον γεγονότα γυναιξὶν ἀκολάστοις μακροθυμεῖ καὶ ἀνέχεται.

Ὢ βάθους κριμάτων Θεοῦ καὶ ἀπείρου μακροθυμίας! Ὢ πλούτου ἀνοχῆς καὶ γνώσεως ἀβύσσου καὶ προμηθείας ἀρρήτου! Ὢ δεσποτικῆς προσκυνητῆς ἀνοχῆς καὶ δουλικῆς γενναιοτάτης ψυχῆς! Προείλετο μᾶλλον τμηθῆναι τὴν κεφαλὴν ἢ τοιαύτην ἄθεσμον καὶ παράνομον μίξιν ὁρᾶν. «Οὐκ ἔξεστί σοι», φησίν, «ἔχειν αὐτήν»· Τί, φησίν, παρανομεῖς οὕτω διακενῆς, βασιλεὺς ὤν, καὶ ὑπόδειγμα γίνῃ παρανομίας τῷ ὑπὸ σοῦ ἀρχομένῳ λαῷ; «Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν», ὅτι τοῦ ἀποιχομένου ἀδελφοῦ Φιλίππου ὑπῆρχε γυνὴ καὶ «οὐκ ἔξεστί σοι ἔχειν αὐτήν». Ὃς τοὺς ἐλέγχους μὴ φέρων τοῦ δικαίου ἀνδρὸς ἀντὶ τοῦ διορθωθῆναι πρὸς τὸ χεῖρον ἐτρά[π]η μᾶλλον καὶ κρατήσας αὐτὸν ἔβαλεν εἰς φυλακὴν καὶ ὑποθήκῃ ἀκολάστου γυναίου κατακλιθεὶς καρατομεῖ καὶ φονεῖ ὁ νεκρὸς τὴν ψυχὴν τὸν ἄξιον τῆς ἀθανάτου ζωῆς. Καὶ ὅτε ἔδοξεν ὅτι ἤδη ἀπηλλάγη τῶν αὐτοῦ ἐλεγμῶν, τότε γέγονε μᾶλλον στήλη παρανομίας ἀθάνατος κἀκείνου μὲν ἡ θεάρεστος παρρησία στεφανοῦται καὶ ἀνακηρύττεται, τούτου δὲ στηλιτεύεται ἡ παράνομος ἀκολασία καὶ διαβάλλεται. Τοιοῦτον γὰρ ἡ πονηρὰ δυναστεία τραύμασι τραῦμα ἐπισυνάπτει νευρουμένη τῇ ἐξουσίᾳ πρὸς τὰ παράνομα, τοιοῦτον ἡ ἁμαρτία, ὥστε, κἂν μηδεὶς ὁ περὶ ταύτης ἐλέγχων, ἐπὶ πολὺ λανθάνειν οὐ δύναται. «Οὐκ ἔστι», φησί, «κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται» καὶ ἄγνωστον «ὃ οὐ γνωσθήσεται καὶ εἰς φανερὸν ἔλθῃ».

Καὶ πάλιν, ὁπηνίκα τις πάσχει ἀδίκως καὶ πειρασμοῖς περιπίπτει ποικίλοις, ἀπογινώσκειν οὐ χρή. Τίς γὰρ μείζων ἢ ἴσος τοῦ μεγάλου τοῦδε καὶ τιμίου προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου γένοιτ’ ἄν; Ὃς οὐ μόνον ἁπλῶς ἐβλήθη ἐν φυλακῇ καὶ ἀπετμήθη τὴν κεφαλήν, ἀλλ’ ὅτι καὶ μίσθωμα ὀρχήσεως ἐδόθη ἐπὶ πίνακι παίγνιον ἡ θεοφόρος αὐτοῦ κάρα γυναιξὶν ἀκολάστοις καὶ ἐν τῷ τέως ἠνέσχετο Θεὸς καὶ οὔτε γῆς χάσματι κατεπέμφθησαν, οὔτε σκηπτῷ κατεκαύθησαν, ἵνα ἐντεῦθεν τρία καλὰ παιδευθῶμεν ἡμεῖς, μακροθυμίαν δηλαδὴ καὶ μετάνοιαν καὶ ὑπομονήν, ὅτι καὶ Θεὸς μακροθυμεῖ καὶ ἐν τῇ ὥρᾳ τῆς ἁμαρτίας οὐ πατάσσει τοὺς ἁμαρτάνοντας, καί, εἰ οὐ μετανοήσουσι, κρινεῖ αὐτούς, ὅτε καιρός. Διὸ οὔτε Ἡρώδην αὐτὸν οὔτε ταῖς αὐτοῦ μοιχαλίσιν ἔκρινεν εὐθύς, ἐπεὶ καὶ ἄλλος ὁ τῆς ἁμαρτίας καιρὸς παντὶ ἀνθρώπῳ, ἐν ᾧ καὶ μετάνοια παρακολουθεῖ τῷ προαιρουμένῳ αὐτήν, καὶ ἄλλος τῆς κρίσεως ὁ καιρός.

Τριῶν, ὡς ἔφημεν, καλῶν ἐνταῦθα ἡ πραγματεία, μακροθυμία καὶ μετάνοια καὶ κατὰ Θεὸν ὑπομονή, κἄν τε δικαίως τις πάσχῃ κἄν τε ἀδίκως, καὶ τοῦτό μοι βεβαιοῖ Πέτρος, ὁ κορυφαῖος τῶν ἀποστόλων, λέγων σαφῶς· «τοῦτο γὰρ χάρις», φησίν, «εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως.

Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; Ἀλλ’ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ». «Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ ὡς κλέπτης» ἢ ὡς πόρνος ἢ ὡς μοιχὸς ἢ ὡς ἄλλος τις κακοποιὸς «ἢ ὡς ἀλλοτριοεπίσκοπος· εἰ δὲ ὡς χριστιανός, μὴ αἰσχυνέσθω, δοξαζέτω δὲ» μᾶλλον «τὸν Θεὸν» ἐν τῷ πάσχειν ἀδίκως. «Εἰς τοῦτο γὰρ καὶ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· ὃς τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τοῦ ξύλου, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν».

Καὶ πάλιν· «Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου», φησὶν ὁ θεῖος ἀδελφόθεος, «ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις», εἰδότες «ὅτι τὸ δοκίμιον τῆς πίστεως ὑμῶν κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω». Ταῦτα συνᾴδων καὶ ὁ θεῖος Παῦλος φησίν, «ἡ θλῖψις», λέγων, «ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει».

Τοιαύτας οὖν, ἀγαπητοὶ ἀδελφοί, περὶ ὑπομονῆς ἐκ τῶν ἁγίων Γραφῶν ἔχοντες παραινέσεις, ἐν καιρῷ πειρασμοῦ «μὴ ἐκκακῶμεν», εἰδότες ὅτι ἐντεῦθεν οἱ εὐδοκιμήσαντες Θεῷ εὐδοκίμησαν, κἄν τε τόνδε τὸν θεῖον Πρόδρομον εἴπῃς κἄν τε τὸν πρωτομάρτυρα Στέφανον κἄν τε τὸν θεῖον καὶ μέγαν ἐν ἱεράρχαις Χρυσόστομον κἄν τε ἄλλον τινά, εἴτε Παλαιᾶς εἴτε Καινῆς, καὶ ῥυθμίζωμεν ἕκαστος ἡμῶν τὸν βίον τὸν ἑαυτοῦ πρὸς ἀρέσκειαν Θεοῦ, ἵνα ῥυσθέντες τῆς αἰωνίου κολάσεως σωθῶμεν πρὸς τὴν αἰώνιον ζωὴν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Θεοῦ Λόγου· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΒʹ ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟ ΠΑΝΣΕΠΤΟΝ ΚΑΙ ΘΕΙΟΝ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΠΑΝΑΜΩΜΟΥ ΚΟΡΗΣ ΚΑΙ ΘΕΟΜΗΤΟΡΟΣ, ΕΝ ῼ ΣΥΝΕΠΛΑΚΗΣΑΝ ΚΑΙ ΠΑΡΑΙΝΕΣΕΙΣ ΩΦΕΛΙΜΟΙ ΠΑΡΑΙΝΕΣΕΙΣ ΩΦΕΛΙΜΟΙ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, ἰδοὺ ἐτέχθη ἡμῖν σήμερον, ὡς ὁρᾶτε, κλῖμαξ οὐρανομήκης καὶ θεία μετάγουσα πρὸς οὐρανὸν τὸ ἀνθρώπινον. Δῶμεν οὖν δόξαν τῷ Θεῷ καὶ ἑτοιμασθῶμεν πρὸς ἄνοδον. Ἐτέχθη ἡμῖν θεοκατόρθωτος ἔμψυχος γέφυρα. Ἐξυποδήσωμεν οὖν ἑαυτοὺς ἐκ «παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος» καὶ πάσης κηλῖδος βιωτικῆς καὶ ἑτοιμασθῶμεν πρὸς διάβασιν ἀπερίτρεπτον. Ἐτέχθη ἡμῖν πύλη οὐράνιος, δι’ ἧς μόνος διοδεύσει βασιλεὺς οὐράνιος καὶ κεκλεισμένην τηρήσει, ὡς μόνος οἶδεν αὐτός, καὶ δι’ ἧς πάλιν ἀνεῴχθησαν πύλαι οὐράνιοι.

Διὸ σπεύσωμεν ἀποθέσθαι ἁμαρτημάτων φορτία καὶ πᾶσαν παχύτητα, διότι «στενὴ ἡ πύλη» καὶ φορτίων τοιούτων καὶ παχυτήτων ἀπρόσιτος καὶ «τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν». Ἐτέχθη ἡμῖν ἡλιακὴ λαμπηδὼν καὶ σελήνη παμφώτιστος πρὸς τὸ φῶς ἡμᾶς εἰσκαλοῦσα τὸ ἀνέσπερον. «Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους»—οὐδὲν γὰρ ἁμαρτίας σκοτεινότερον, διὸ καὶ ἐν τῷ σκότει ἐργάζεται καὶ τοὺς ἐργάτας αὐτῆς τὸ σκότος προξενεῖ τὸ ἀφώτιστον—«καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός», ἵνα ὡς πεφωτισμένοι τούτῳ ἀκολουθήσωμεν· «Ἐγώ εἰμι», φησί, «τὸ φῶς τοῦ κόσμου· καὶ ὁ ἐμοὶ ἀκολουθῶν οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς». Ἐτέχθη ἡμῖν βασιλὶς θεόστεπτος συγκαλοῦσα ἡμᾶς πρὸς τὰ ἄνω βασίλεια· ἑτοιμάσωμεν οὖν δῶρα τῷ βασιλεῖ ἀρετῶν. Ἐτέχθη νύμφη πανάμωμος πρὸς τὰς ἄνω παστάδας ἡμᾶς συναθροίζουσα.

Μηδεὶς οὖν ῥακκοφόρος πράξεσιν ἀθεμίτοις, μηδεὶς «μὴ ἔχων ἔνδυμα γάμου» καὶ ἐκβληθῇ μετ’ αἰσχύνης τοῦ νυμφῶνος ἐκείνου καὶ ὑστερηθῇ ἀγαθῶν, εἰς «ἃ ἐπιθυμοῦσι καὶ ἄγγελοι παρακύψαι», καὶ οὐ μόνον ὑστερηθῇ τῶν τοσούτων καὶ τηλικούτων καλῶν, ἀλλὰ καὶ χεῖρας καὶ πόδας ὁμοῦ πεδηθεὶς ἐκβληθῇ τοῦ νυμφῶνος καὶ οὐχ ἁπλῶς ἐκβληθῇ, ἀλλὰ καὶ δέσμιος ῥιφῇ πρὸς τὸ πῦρ τὸ αἰώνιον· «Ἐκεῖ ἔσται», φησίν, «ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». Καὶ τοῦτο δηλῶν ὁ Κύριος περὶ ἐκείνου τοῦ ῥακκοφόρου τοῦ μὴ ἔχοντος ἔνδυμα γάμου καὶ εἰσελθόντος εἰς τὸν λαμπρὸν ἐκεῖνον νυμφῶνά φησιν· «Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;». Καὶ ὥρισεν ὁ βασιλεὺς ὁμοῦ καὶ νυμφίος τοῖς ὑπηρέταις αὐτοῦ· «Δήσατε», φησίν, «αὐτοῦ χεῖρας καὶ πόδας» διὰ τὸ μὴ ἔχειν αὐτὸν ἔνδυμα γάμου «καὶ ἐκβάλετε» αὐτὸν «εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων». Ἐξ οὗ πάντας ἡμᾶς γένοιτο ῥυσθῆναι, Χριστὲ βασιλεῦ ὁμοῦ καὶ νυμφίε, ἱκεσίαις καὶ εὐχαῖς τῆς ἀρτίως τεχθείσης μητροπαρθένου νύμφης καὶ εἴσω γενέσθαι τοῦ νυμφῶνος ἐκείνου καὶ σοῦ τοῦ νυμφίου, τοῦ «κάλλει ὡραίου», καταπολαῦσαι τῆς δόξης.

Ταῦτα λέγομεν, ἀδελφοί, πρὸς ὑμᾶς, τὴν ὑμῶν καρπωθῆναι σπεύδοντες σωτηρίαν, καὶ ἐπευχόμεθα Θεῷ τοῦ σκοποῦ μὴ ἐκπεσεῖν, ἀλλὰ κερδῆσαι μὲν κέρδος σεσωσμένας Θεῷ πάντων ὑμῶν τὰς ἁγίας ψυχάς, δι’ ἃς καὶ τὸν κόπον ὑπέστημεν τόνδε ὑμῖν γράφοντες ταῦτα, καὶ ὡς ἡ ἄνωθεν χάρις δι’ εὐχῶν ὑμετέρων προὔτεινε λόγον, γράψαντες κεφαλαιωδῶς ἐστείλαμεν πρὸς ὑμᾶς καὶ ἐσπείραμεν ἤδη τὰ θεῖα σπέρματα ταῦτα καὶ ἄν ποτε ἵνα ἡ γῆ τῆς ἑκάστου καρδίας ὑμῶν ἐκτέκῃ καὶ βλαστήσῃ, κατὰ τὴν θείαν Γραφὴν καὶ δῷ «σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν» καὶ ἀποτίσῃ τῷ οὐρανίῳ γεωργῷ ὡς γῆ καρποφόρος τοῦ μὲν ἑκατόν, τοῦ δὲ ἑξήκοντα, τοῦ δὲ τριάκοντα, ὅπως κἀγὼ ἐντεῦθεν εὐδοκιμήσας Θεῷ τεύξωμαί τινος θείας εὐμενείας καὶ ὑμνήσω ἀξιοχρέως τῷ σωτῆρί μου Θεῷ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΓʹ ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΗΝ ΕΙΣΟΔΟΝ ΤΗΝ ΕΝ Τῼ ΝΑῼ ΤΗΣ ΘΕΟΜΗΤΟΡΟΣ ΚΑΙ ΟΤΙ ΤΟΥΣ ΠΡΟΕΠΤΑΙΚΟΤΑΣ ΑΠΟΓΙΝΩΣΚΕΙΝ ΟΥ ΧΡΗ ΑΛΛ’ ΕΥΕΛΠΙΣΤΩΣ ΑΝΙΣΤΑΣΘΑΙ Εὐλόγησον. Ἀδελφοὶ καὶ πατέρες, δεῦτε καὶ αὖθις συνήθως συνάχθητε καὶ πόθῳ ἀθροίσθητε χαίροντες ὡς νουνεχεῖς καὶ φιλέορτοι, ἵνα καὶ αὖθις βραχέα μὲν περὶ τῆς θεομήτορος, βραχύτερα δὲ ὑπὲρ ἡμῶν αὐτῶν διαλάβωμεν καὶ εὐθὺς τὸ πρῶτον τοῦτο δέλτιον περατώσωμεν.

Ἰδοὺ γὰρ τὰ τῶν ἁγίων ἅγια τὴν ἁγιωτέραν αὐτῶν εἰσῳκίσαντο σήμερον. Εἰσῆλθε γὰρ πρὸς ναὸν ἄλλος ναὸς εὐαγέστερος· εἰσῆλθε πρὸς τέμενος ἅγιον ἄλλο ἁγιώτερον τέμενος· εἰσῆλθεν εἰς τὰ τῶν ἁγίων ἅγια ἁγίων «ἅγιος ναός, θαυμαστὸς ἐν δικαιοσύνῃ»· εἰσῆλθεν ἀείζωος ναὸς πρὸς ναὸν ἐπίκηρον καὶ εὐκατάλυτον, ὃς καὶ διελύθη ῥᾳδίως καὶ ὡς πρόσκαιρος ἐξηφάνισται, καθότι καὶ πρόσκαιρα πάντα τὰ ὁρώμενα, ὁ δὲ ζῇ καὶ συνίσταται καὶ διαμένει ἀπέραντος ὡς θεῖον καὶ ἐράσμιον οἴκημα· εἰσῆλθε πλὰξ θεόγραφος καὶ τράπεζα ἔμψυχος καὶ λυχνία καὶ κιβωτὸς καὶ ἁγία περιστερὰ καὶ προσφορὰ καθαρώτατος καὶ εὐῶδες θυμίαμα καὶ χρυσοῦν θυμιατήριον, ὅπως ἂν εὐωδιάσῃ καὶ τὰ τῶν ἁγίων ἅγια καὶ τῶν πιστῶν τὰ συστήματα καὶ τὸ δυσῶδες ἀπελάσῃ τῆς ἁμαρτίας ὡς ἀναμάρτητος καὶ φιλάγνων φιλάγνους καταφωτίσῃ καρδίας ὡς φίλαγνος. Εἰσῆλθεν εἰς οἶκον Θεοῦ ζύμη πανενεργέστατος καὶ παναμώμητος, δι’ ἧς ὡς «σάτα τρία» ὅλον ἡμῶν ἀνενεώθη τὸ παμπάλαιον φύραμα καί, ἵνα συντόμως εἴπω τὰ πολλὰ παρεάσας, εἰσῆλθε νύμφη ἁγία πρὸς ἅγιον θάλαμον, ἵνα ἁγιωτάτως δανείσῃ σάρκαν ἁγίαν τῷ ἁγίῳ καὶ ὑπεραγίῳ νυμφίῳ καὶ Λόγῳ καὶ Θεῷ.

Τί δὲ τοῦτο καὶ διατί γέγονεν ἡ πολλὴ αὕτη καὶ ὑπὲρ νοῦν πραγματεία; Μὴ ἀγνοήσωμεν τοῦ μυστηρίου τὸ μέγεθος, ἀλλὰ γνῶμεν ὅτι πρὸς ἁγιωσύνην καὶ ἀκηλίδωτον βίον ἐντεῦθεν ἡμᾶς προσκαλεῖται Θεός. Διὸ καὶ προέλεγεν· «Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι». Ἐπεὶ δὲ τὸ πρωτόπλαστον καὶ πρωτόκτιστον ἐκεῖνο τῆς ἁγιωσύνης κάλλος κατερρυπώσαμεν καὶ διεστρέψαμεν τὸ «κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν» πρὸς ἐμπαθῆ βίον καὶ ῥυπαρόν, ἠθέλησεν ὁ πανάγιος καὶ πανάγαθος καὶ πανελεήμων Θεὸς ὑποδεῖξαι ἡμῖν ὅτι πολὺν ποιεῖται λόγον τῆς ἁγνῆς πολιτείας καὶ καθαρότητος καὶ λαμβάνει πρὸς τὰ ἅγια τῶν ἁγίων τριετίζουσαν Μαρίαν τὴν θεόπαιδα πνευματικῶς καὶ ἁγίως καὶ ἀμώμως αὐξάνεσθαι, ἵνα ἐξ ἁγίας καὶ ἀμώμου καὶ ἀμολύντου σαρκὸς ὁ ὑπεράγιος καὶ ἄσαρκος τοῦ Θεοῦ Λόγος καὶ Θεὸς ὑπὲρ λόγον σάρκα προσλήψεται καὶ ἐντεῦθεν πρὸς ἁγιασμὸν καὶ ἄμεμπτον βίον μεταποιήσῃ τοὺς ἐραστὰς τῆς ἀθανάτου ζωῆς.

Διό, ἀγαπητοί μου ἀδελφοί, μεταποιηθῆναι σπουδάσωμεν ἐκ ῥυπαρίας πρὸς κάθαρσιν καὶ ἐξ ἁμαρτίας πρὸς ἁγιασμὸν καὶ μηδεὶς διὰ πρόσληψιν ῥύπου ἀπογινώσκῃ καὶ κατοκνῇ πρὸς ἁγιασμόν τε καὶ κάθαρσιν, εἰδὼς ὅτι καὶ τὸ πολλάκις ῥυπωθὲν σκεῦος καὶ αὖθις καθαίρεται δι’ ἐπιμελείας ἐπαινετῆς καὶ δι’ ἐγέρσεως ἀγαθῆς καὶ πάλιν τῷ οἰκοδεσπότῃ καὶ τῷ οἴκῳ χρησιμώτατον γίνεται. Εἰ οὖν σκεῦος καθαίρεται ἄψυχον καὶ χρησιμώτατον γίνεται καὶ [οὐ] φείδεται ὁ οἰκοδεσπότης ἔξω ῥιφῆναι αὐτό, πῶς ἆρα ὁ οἰκοδεσπότης Θεὸς ἐμψύχου φείσεται σκεύους ἔξω ῥιφῆναι, εἰ καθαρθῇ, ἢ πῶς τῶν οἰκείων χειρῶν τὸ τεχνούργημα εὑρηκὼς καὶ κερδήσας, οὐ μεγάλως χαρήσεται;

Μεγάλη, φησί, «χαρὰ» γίνεται «ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι». Καὶ ἀπόχρη μὲν ταῦτα τοῖς βουλομένοις πρὸς ταῦτα. Σὺ δέ, πάτερ τίμιε καὶ ἀδελφὲ κῦρι Ἰωάννη, ἔχεις ἤδη τέρμα τῆσδε τῆς δέλτου τήνδε τὴν ῥῆσιν. Ἡμεῖς δέ σου τὴν κέλευσιν ἐνεργοῦντες θεοσδότως, πεπληρώκαμέν σοι πυκτίδιον ἕν, τέσσαρας καὶ εἴκοσι κεφαλαιώδεις φέρον ῥήσεις. Καὶ χάρις καὶ δόξα τῷ πλουσιοδώρῳ ἐκείνῳ δοτῆρι τοῦ λόγου, ἐξ οὗ, εἴ μοι γένηται λείψανον ζωῆς καὶ λόγου δοθῇ μοι χάρις, καὶ ἑτέραν σὺν Θεῷ διαγράψω σοι δέλτον ἔχουσαν κατηχήσεις, ὡς καλῶς ἡμᾶς ἐτυράννισας ἐν πάσαις ταῖς Κυριακαῖς, ὧν τὰς ῥήσεις διαπορθμεύων τοῖς ἀδελφοῖς γένοιτο αὐτοῖς πρὸς Θεοῦ σὺν σοὶ ἀφορμὴ σωτηρίας.

Ἀλλὰ καὶ αὐτὸς ἀρτίως ἀπαίτησον πάντας τοὺς ἀδελφοὺς εὐσεβῶς εὐχὴν ἀναπέμψαι ὑπὲρ ἐμοῦ τῷ Θεῷ· αὐτῷ ἡ δόξα τῷ τρισαγίῳ Θεῷ εἰς τοὺς αἰῶνας· ἀμήν. Τέλος σὺν Θεῷ βίβλου πρώτης τῶν κατηχήσεων, τέσσαρας καὶ εἴκοσι φέρουσα κατηχήσεις, ἤγουν εἰς ἑορτὰς καὶ εἰς τὴν Ἁγίαν Νηστείαν, ἀπὸ τῆς Κυριακῆς πρὸ τῆς Χριστοῦ Γεννήσεως καὶ μέχρις Εἰσόδου ναοῦ τῆς πανάγνου Δεσποίνης ἡμῶν Θεοτόκου.