Πάντα γὰρ ὅσα ἐποίησεν ὁ Θεὸς «καλὰ λίαν»· οὔτε γὰρ γυνὴ διὰ πορνείαν, ἀλλὰ βοηθὸς κατὰ νόμον, οὔτε οἶνος διὰ μέθην οὔτε ξίφος διὰ φόνον οὔτε ἀργύριον διὰ φιλαργυρίαν οὔτε ἡμέρα διὰ πλεονεξίαν οὔτε νὺξ διὰ κλεψίαν οὔτε φυτὸν οὔτε ἐντολὴ οὔτε Θεὸς αἴτιος παραβάσεως, καὶ ὥσπερ οὐ ταῦτα αἴτια τῶν κακῶν, ἀλλ’ οἱ κακῶς τῷ καλῷ χρώμενοι, οὕτω καὶ ἐπιθυμία οὐκ αἴτιος τοῖς κακῶς ταύτῃ χρωμένοις, ἀλλ’ ἡ κακὴ προαίρεσις καὶ ἡ συνεργία τοῦ σατανᾶ, καὶ ὥσπερ εἰ οὐκ ἦν τι τῶν προρρηθέντων, ἤγουν, εἰ οὐκ ἦν φυτόν, εἰ οὐκ ἦν ἐντολή, εἰ οὐκ ἦν ἄνθρωπος, εἰ οὐκ ἦν ἡμέρα, εἰ οὐκ ἦν νύξ, εἰ οὐκ ἦν ἀργύριον, εἰ οὐκ ἦν ξίφος, εἰ οὐκ ἦν οἶνος, εἰ οὐκ ἦν γυνὴ διὰ τοὺς μέλλοντας χρᾶσθαι τούτοις πᾶσι κακῶς, ἔλιπεν ἂν τὸ πᾶν, οὕτω καὶ ἐνταῦθα, εἰ ἔλιπεν ἡ ἐπιθυμία διὰ τοὺς πρεσβυτέρους κριτάς, ἵνα μὴ ἐπιθυμήσωσι Σωσάννης τῆς σώφρονος, καὶ διὰ τὴν Αἰγυπτίαν, ἵνα μὴ ἐπιθυμήσῃ τοῦ σώφρονος Ἰωσήφ, καὶ διὰ τοὺς λοιποὺς τοὺς μέλλοντας καὶ τότε καὶ νῦν κακῶς ἐπιθυμεῖν, πῶς ἂν καὶ Θεοῦ βασιλείας εἶχον οἱ ἅγιοι ἐπιθυμῆσαι ἢ πῶς καὶ πάλαι καὶ νῦν καὶ εἰς τὸ ἑξῆς ἐπεθύμησεν ἄν τίς τι ἀγαθόν;