Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Κατηχήσεις

Νεόφυτος ὁ Ἔγκλειστος

Βιβλίο Β΄: Κατηχήσεις ΙΖ΄-Κ΄ (Το τριμερές της ψυχής)

Ανθρωπολογική και πνευματική ανάλυση του τριμερούς της ψυχής, με έμφαση στο λογικό, το επιθυμητικό και το θυμοειδές μέρος, καθώς και στην κατά Θεόν λειτουργία τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 13 από 17

<ΚΑΤΗΧΗΣΙΣ ΙΖʹ ΠΕΡΙ ΤΟΥ ΤΡΙΜΕΡΟΥΣ ΤΗΣ ΨΥΧΗΣ ΚΙΝΗΜΑΤΟΣ> ***] Διὰ τοῦτο λογικός, ἵνα τῆς εὐλογίας τὰς πράξεις ἐκλέξηται· διὰ τοῦτο λογικός, ἵνα τὸ λογικὸν παραφυλάξῃ ἀξίωμα· διὰ τοῦτο λογικός, ἵνα τῶν παθῶν ἀναφανῇ αὐτοκράτωρ· διὰ τοῦτο λογικός, ἵνα λόγῳ καὶ πράξει κρατῇ πάντων ἀλόγων κτισμάτων Θεοῦ· διὰ τοῦτο λογικός, ἵνα ἵσταται ἄπτωτος μὴ διαφθείρων πτώσει τὸ λογικόν· διὰ τοῦτο λογικός, ἵνα τὸν Λόγον τοῦ Θεοῦ γνώσῃ Θεὸν ὡς λογικός· διὰ τοῦτο λογικός, ἵνα μὴ ἀγνοήσῃ ὡς ἄλογος τὸν Λόγον καὶ Υἱὸν τοῦ Θεοῦ καὶ Πατρὸς καί, ἵνα τὸ πληρέστατον εἴπω, διὰ τοῦτο λογικὸς ὁ ἄνθρωπος ὑπὲρ πᾶσαν ἐπίγειον κτίσιν Θεοῦ, ἵνα λόγῳ καὶ πράξει καὶ διανοίᾳ θεραπεύῃ τὸν κτίσαντα αὐτὸν λογικὸν ὑπὲρ πάντα τὰ κτίσματα.

Εἰ δέ πού τις λογικὸς τοῦ λογικοῦ ἐκτραπῇ καὶ εἰς ἀλόγους πράξεις ἐγκύψει καὶ ἀχρειώσει τὸ λογικόν, ἤγουν εἰς παρανόμους μίξεις καὶ παρὰ φύσιν ἀκαθαρσίας, πλεονεξίας τε καὶ κλοπάς, ἢ ἀλόγως καὶ ἀσυνέτως ἀκούων τῶν θεοπνεύστων Γραφῶν, τῶν περὶ τῆς ἁγίας Τριάδος προκηρυχθέντων, ἢ τὴν ἔνσαρκον οἰκονομίαν ἀγνοήσειεν, ὄντως ὁ τοιοῦτος, τοῦ λογικοῦ ἐκτραπείς, ἐλεεινῶς πρὸς ἀλογίαν ἐξέπεσε, πρὸς ὃν καὶ Δαβὶδ διαπονούμενος ἔλεγε· «Καὶ ἄνθρωπος», φησίν, «ἐν» λογικῇ «τιμῇ ὢν οὐ συνῆκε», διὸ καὶ «παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς». Πῶς γὰρ καὶ λογικὸς λογισθῇ Θεῷ ὁ τὰ ἄλογα πράττων ἢ δυσσεβῶς ἢ ἀσεβῶς περὶ τῆς μιᾶς καὶ τρισαγίου θεότητος τὴν ὑπόληψιν ἔχων, δι’ ἧς παρήχθη τὸ πᾶν καὶ κρατεῖται δρακὶ καὶ συνέχεται καὶ δᾳδουχεῖται φαεινῶς καὶ πυρσεύεται, ἢ εὐσεβῶς μὲν περὶ τὴν πίστιν κρατῶν ἄνθρωπος, κτηνώδει δὲ πράξει διεξάγων τὴν ἑαυτοῦ βιοτήν, πῶς ἆρα λογικοῖς λογικὸς λογισθῇ; Κτηνώδης δὲ βίος ἁβροδίαιτος βίος, ἀκόρεστος γαστήρ, ἄλογος ὁρμή, ἀχαλίνωτος ἐπιθυμία, ἀσύνετος ἔννοια, περὶ ἧς γέγραπται· «Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις». Ταῦτα γὰρ καὶ ὅσα τοιαῦτα κτηνώδη καὶ ἄλογον ἀποτελοῦσι τὸν ἄνθρωπον, ὥστε μήτε ζωῆς μήτε θανάτου μήτε Θεοῦ μήτε ἀναστάσεως μήτε κολάσεως μήτε ἀναπαύσεως συγχωροῦντα μνημονεύειν ποσῶς.

Καὶ περὶ μὲν λογικοῦ ἀλόγου ἀπόχρη ταῦτα. Ὅτε δὲ ἀλώβητον ἵσταται τὸ λογικόν, οἷον καὶ ἐδόθη πρὸς Θεοῦ, τότε πηγάζει ἐκεῖθεν πᾶν ἀγαθόν· ὧν πρῶτον πίστις ὀρθὴ καὶ εὐσέβεια πρὸς Θεόν, ἀνόθευτος βίος, ἀπερίεργος ζωή, αἴσθησις ἀγαθή, διάκρισις ἀπλανής, ἐγκράτεια γαστρός, ἐμπαθῶν ὀρέξεων ἐκτομή, φρόνημα ταπεινόν, ἐπιλογὴ ἀγαθοῦ, συλλογισμοὶ εὐπρεπεῖς, ἀπήμαντος δρόμος, ἄνετος βίος, ὑψιπέτηλος νοῦς, πορεία πρὸς Θεόν, μνήμη θανάτου, φόβος ἐξόδου, πόθος πρὸς Θεόν, ἔρως βασιλείας. Ταῦτα γὰρ καὶ ὅσα τοιαῦτα τοῦ λογικοῦ τῆς ψυχῆς μέρους τὰ κατορθώματα· ὧν τὴν μνήμην, ὡς ὁ Κύριος ἔδωκεν, εἰς μέσον ἠγάγομεν, ἵνα ἀκούσωμεν καὶ φυλάξωμεν καὶ ὡς λογικοὶ τὸ λογικὸν τῆς ψυχῆς μέρος λόγῳ καὶ ἔργῳ τιμήσωμεν.

Διὰ τοῦτο γὰρ κἀγὼ ταῦτα διεξῄειν διερεθίζων ὑμᾶς τῆς ἀλογίας ἀπέχεσθαι. Εἰ δέ που καί τις πρὸς ἀλογίαν ἐτράπη διὰ πράξεων πονηρῶν, σπεύσωμεν διὰ μετανοίας τὸ λογικὸν τῆς ψυχῆς καὶ αὖθις ἀνακαλέσασθαι.

Καὶ ταῦτα μὲν σήμερον σὺν Θεῷ περὶ τοῦ λογικοῦ ἐξεφράσαμεν, τῇ δὲ ἐπιούσῃ Κυριακῇ πάλιν σὺν Θεῷ περὶ τοῦ ἐπιθυμητικοῦ μέρους βραχέα φιλοσοφήσομεν εἰς αἶνον καὶ δόξαν καὶ τιμὴν καὶ προσκύνησιν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΗʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΟΥ ΕΠΙΘΥΜΗΤΙΚΟΥ ΤΗΣ ΨΥΧΗΣ ΚΑΙ ΤΙΣ ΜΕΝ Η ΛΟΓΙΚΗ ΕΠΙΘΥΜΙΑ, ΤΙΣ ΔΕ Η ΑΛΟΓΟΣ Εὐλόγησον, <πάτερ>. Ἀδελφοὶ καὶ πατέρες, μικρὰ περὶ τοῦ λογικοῦ διαλεχθέντες τῇ παρελθούσῃ Κυριακῇ, μικρὰ καὶ αὖθις περὶ τοῦ ἐπιθυμητικοῦ σήμερον διαλάβωμεν· καλὸν γὰρ ἡ ἐπιθυμία, ὅτε περὶ καλοῦ ἐπιθυμεῖ τις, ὅτε δὲ κακῶς ἐπιθυμοῦμεν καὶ κακῶς πράττομεν, οὔτε ἐπιθυμία αἴτιος τοῦ κακοῦ οὔτε Θεὸς ὁ ἐπιδοὺς ἡμῖν ταύτην ἐπὶ καλόν. Εἰ δέ πού τις καταιτιᾶται Θεὸν καὶ ἐπιθυμίαν, τὸν μὲν ὡς δόντα, τὴν δὲ ὡς συνεργοῦσαν τῇ ἀπωλείᾳ, καὶ οὐ καταιτιᾶται μᾶλλον τὸν κακῶς τῷ καλῷ χρησάμενον, τάχα ἂν οὔτε τὸν ὄφιν λοιπὸν αἰτιάσοιτο οὔτε τὸν παραβάντα τὴν ἐντολήν, ἀλλὰ τὸν Θεὸν τὸν ποιήσαντα τὸ φυτὸν καὶ δόντα τὴν ἐντολήν. Κατὰ τὸν αὐτὸν δὲ σκοπὸν λοιπὸν οὐδὲ ὁ κλέπτης αἴτιος τῆς κλεψίας, ἀλλ’ ἡ νὺξ καὶ τὰ χρήματα, οὐδὲ ὁ πλεονέκτης λοιπὸν αἴτιος τῆς πλεονεξίας, ἀλλ’ ἡ ἡμέρα καὶ οἱ πτωχοί, οὔτε ὁ φιλάργυρος λοιπὸν αἴτιος τῆς φιλαργυρίας, ἀλλὰ τὸ ἀργύριον καὶ ὁ ποιήσας αὐτό, οὔτε ὁ φονεύων αἴτιος λοιπόν, ἀλλ’ ὁ σίδηρος καὶ τὸ ξίφος, οὐδὲ ὁ μεθύων λοιπὸν αἴτιος τοῦ μεθύειν, ἀλλ’ ὁ οἶνος καὶ ὁ κρατήρ, οὐδὲ ὁ πόρνος λοιπὸν αἴτιος τῆς πορνείας, ἀλλ’ ἡ γυνὴ καὶ ὁ ποιήσας αὐτήν. Ἀλλὰ μὴ γένοιτο.

Πάντα γὰρ ὅσα ἐποίησεν ὁ Θεὸς «καλὰ λίαν»· οὔτε γὰρ γυνὴ διὰ πορνείαν, ἀλλὰ βοηθὸς κατὰ νόμον, οὔτε οἶνος διὰ μέθην οὔτε ξίφος διὰ φόνον οὔτε ἀργύριον διὰ φιλαργυρίαν οὔτε ἡμέρα διὰ πλεονεξίαν οὔτε νὺξ διὰ κλεψίαν οὔτε φυτὸν οὔτε ἐντολὴ οὔτε Θεὸς αἴτιος παραβάσεως, καὶ ὥσπερ οὐ ταῦτα αἴτια τῶν κακῶν, ἀλλ’ οἱ κακῶς τῷ καλῷ χρώμενοι, οὕτω καὶ ἐπιθυμία οὐκ αἴτιος τοῖς κακῶς ταύτῃ χρωμένοις, ἀλλ’ ἡ κακὴ προαίρεσις καὶ ἡ συνεργία τοῦ σατανᾶ, καὶ ὥσπερ εἰ οὐκ ἦν τι τῶν προρρηθέντων, ἤγουν, εἰ οὐκ ἦν φυτόν, εἰ οὐκ ἦν ἐντολή, εἰ οὐκ ἦν ἄνθρωπος, εἰ οὐκ ἦν ἡμέρα, εἰ οὐκ ἦν νύξ, εἰ οὐκ ἦν ἀργύριον, εἰ οὐκ ἦν ξίφος, εἰ οὐκ ἦν οἶνος, εἰ οὐκ ἦν γυνὴ διὰ τοὺς μέλλοντας χρᾶσθαι τούτοις πᾶσι κακῶς, ἔλιπεν ἂν τὸ πᾶν, οὕτω καὶ ἐνταῦθα, εἰ ἔλιπεν ἡ ἐπιθυμία διὰ τοὺς πρεσβυτέρους κριτάς, ἵνα μὴ ἐπιθυμήσωσι Σωσάννης τῆς σώφρονος, καὶ διὰ τὴν Αἰγυπτίαν, ἵνα μὴ ἐπιθυμήσῃ τοῦ σώφρονος Ἰωσήφ, καὶ διὰ τοὺς λοιποὺς τοὺς μέλλοντας καὶ τότε καὶ νῦν κακῶς ἐπιθυμεῖν, πῶς ἂν καὶ Θεοῦ βασιλείας εἶχον οἱ ἅγιοι ἐπιθυμῆσαι ἢ πῶς καὶ πάλαι καὶ νῦν καὶ εἰς τὸ ἑξῆς ἐπεθύμησεν ἄν τίς τι ἀγαθόν;

Εἰ γὰρ οὐκ ἦν ἔμφυτος ἡ ἐπιθυμία τὴν φύσιν διερεθίζουσα Θεοῦ καὶ ζωῆς ἐπιθυμεῖν, πῶς ἄν τις ἐπεθύμησε χρηστὴν πολιτείαν ποτὲ καὶ χριστομίμητον βίον καὶ οὐράνιον ἐπὶ γῆς πολιτείαν καὶ ἀγγελικὴν συναυλίαν καὶ παραδείσου τρυφῆς καὶ ἀθάνατον ζωὴν καὶ οὐρανῶν βασιλείαν καὶ σωτήριον Χριστοῦ παρουσίαν δευτέραν καὶ πρώτην; «Πολλοί», φησί, «προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν» καὶ «ἐπιθυμίᾳ», φησίν, «ἐπεθύμησα τὸ πάσχα τοῦτο φαγεῖν μεθ’ ὑμῶν» καὶ «ἐπιθυμητὰ ὑπὲρ χρυσίον» καὶ ἀργύριον τὰ λόγια Κυρίου, «οὐκ ἐπιθυμήσεις δὲ τὴν γυναῖκα τοῦ πλησίον σου οὐδ’ ὅσα τῷ πλησίον σού ἐστι». Δέδοτο γοῦν ἡ ἐπιθυμία τῇ φύσει, ἵνα ζῶντος Θεοῦ καὶ ἀθανάτου ζωῆς καὶ βασιλείας αἰωνίου καὶ παραδείσου τρυφῆς ἐπιθυμῶμεν. Ναί, φησίν, ἀλλ’ ἰδοὺ ἔστι καὶ ἐπιθυμία πονηρὰ καὶ ἀκόλαστος. Ναί, οἶδα κἀγὼ τοῦτο, ἀλλ’ οἶδα πάλιν καὶ τοῦτο, ὅτι διὰ τοῦτο γέγονας λογικός, ἵνα λόγῳ τὰς πονηρὰς καὶ ἀκολάστους καὶ ἀλόγους καὶ παρανόμους ἐκτρέπῃς ἐπιθυμίας ὡς λογικός, τὰς δὲ εὐλόγους καὶ ἐννόμους καὶ ἀγαθὰς κτᾶσθαι καὶ εἰσοικίζεσθαι. Ἐπιθυμεῖ γὰρ καὶ ταῦρος καὶ ἵππος καὶ ὄνος καὶ πᾶσα ἄλογος φύσις, ἀλλὰ ἀλόγως ὡς ἄλογος καὶ ἀνόμως, ὅτι καὶ ὡς ἄλογος ἄνομος.

Ἐπιθυμεῖ καὶ ἄνθρωπος, ἀλλ’ ὡς ἔλλογος καὶ ἔννομος ἐλλόγως καὶ ἐννόμως ὀφείλει ἐπιθυμεῖν, ἵνα μὴ λογικὸς ὢν ἄλογος Θεῷ ἀναφανῇ· τοὐτέστιν, ἐπιθυμεῖς βιοτεύειν ἐν παρθενίᾳ καὶ σωφροσύνῃ καὶ ἁγιασμῷ; Λογικὸν καὶ ἅγιον καὶ ἀγγελικὸν πρᾶγμα ἐπιθυμεῖς. Ἐπιθυμεῖς διαφόρους γυναῖκας διὰ φιληδόνους ὀρέξεις; Αἰσχρὸν καὶ παράνομον καὶ ἄλογον ὄντως πρᾶγμα ἐπιθυμεῖς, ὅτι καὶ τὸ ἄλογον, ἀλόγως ὡς ἄλογον ἐπιθυμοῦν, διαφόροις ἀλόγοις καὶ ἐπιθυμεῖ καὶ συνάπτεται. Καὶ εἰ μὲν κοσμικῆς ἔλαχες κληρουχίας, μία σοι κατὰ νόμον ἐδόθη γυνή, καὶ εἴ τι παρεκτὸς ταύτης πράξεις ἢ ἐπιθυμήσεις, ἄλογον καὶ παράνομον. Ἐὰν δὲ μοναχικῆς ἔλαχες τάξεως, οὐδεμία σοι δέδοται, παρθενίαν δὲ μᾶλλον καὶ σωφροσύνην καὶ ἁγιασμὸν συνετάξω τῷ Θεῷ καὶ οὐαί, οὐαί σοι, ἐὰν ψεύστης τούτῳ ἀναφανῇς· κρεῖσσον γάρ, φησί, «μὴ εὔξασθαι ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι», ἤτοι κρεῖσσον μὴ συνταγῆναι Θεῷ τόδε ἢ τόδε ἢ συνταγῆναι καὶ ψεύσασθαι αὐτῷ.

Καὶ ταῦτα μὲν περὶ ἐπιθυμίας χάριτι θείᾳ πεφιλοσόφηται σήμερον· τῇ δὲ ἑξῆς Κυριακῇ πάλιν, Θεοῦ Λόγου προτείνοντος λόγον, περὶ τοῦ θυμοειδοῦς ῥητορεύσομεν. Ἄρτι δὲ περὶ ἐμφύτου ἐπιθυμίας βραχέα διαφράσαντες, εὐχόμεθα Θεῷ ἐπιθυμεῖν λογικῶς, ἐπιθυμεῖν νομικῶς, ἐπιθυμεῖν ἀσφαλῶς, ἐπιθυμεῖν ζωτικῶς, ἐπιθυμεῖν χρηστῶς, ἐπιθυμεῖν καθαρῶς, ἐπιθυμεῖν ὁσιακῶς, ἐπιθυμεῖν τὰ ἑστῶτα, ἐπιθυμεῖν τὰ μὴ ῥέοντα, ἐπιθυμεῖν τὰ μὴ ὁρώμενα, ἐπιθυμεῖν τὰ μὴ ἐκλείποντα, ἐπιθυμεῖν τὰ θεάρεστα, ἐπιθυμεῖν τὰ τοῦ Θεοῦ καὶ τὸν Θεόν, τὸν ἐν Τριάδι ὑμνούμενον καὶ δοξαζόμενον, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΙΘʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΤΟΥ ΘΥΜΟΕΙΔΟΥΣ ΜΕΡΟΥΣ ΤΗΣ ΨΥΧΗΣ ΚΑΙ ΟΤΙ ΚΑΛΩΣ ΚΑΙ ΧΡΗΣΙΜΩΣ ΠΡΟΣ ΘΕΟΥ ΗΜΙΝ Ο ΘΥΜΟΣ ΕΠΕΔΟΘΗ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, ἴστε ὅτι ἐν ταῖς παρελθούσαις δυσὶ Κυριακαῖς περὶ τοῦ λογικοῦ καὶ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς ἐξεφράσαμεν· ἄρτι δὲ καὶ περὶ τοῦ θυμοειδοῦς μέρους αὐτῆς μικρά τινα διαλάβωμεν, ὅτι θυμός, φησίν, «ὄλλυσι καὶ φρονίμους» καὶ «ἀνὴρ θυμώδης οὐκ εὐσχήμων» καὶ «ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτοῦ» καὶ ὅσα περὶ θυμοῦ τοιαῦτα, καὶ καλῶς ἔφη ὅτι «θυμὸς ὄλλυσι καὶ φρονίμους»· κἂν γὰρ λίαν φρόνιμοι καὶ φιλόσοφοι τύχωσι καὶ ἀλόγως τῷ θυμῷ μεθυσθῶσιν, «ὄλλυσι καὶ φρονίμους», οὐχ ὅτι ὁ θυμὸς αἴτιος τῆς αὐτῶν ἀπωλείας, ἀλλ’ ὅτι τῷ θυμῷ ἐμπαθῶς μεθυσθέντες ἐφόνευσαν ἢ ἐτραυμάτισαν ἢ ἔτυψαν ἀναιτίους μηδὲν ἐξετάσαντες.

Καὶ ἐντεῦθεν θυμὸς «ὄλλυσι καὶ φρονίμους», ὥσπερ ἂν εἴποι τις ὅτι ἡ ἀξίνη ἀπέτεμε τὸν πόδα τοῦ δεῖνα φρονίμου· οὐ πάντως θυμωθεῖσα ἀφ’ ἑαυτῆς ἡ ἀξίνη ἐξέτεμε τοῦ φρονίμου· τὸν πόδα, διὸ οὐδὲ ἑρμήνευσεν ὁ δηλώσας ὅτι οὐκ ἔπταισεν ἡ ἀξίνη οὐδὲ ὁ χαλκεύς, ἀλλ’ ὡς περισσὰ ταῦτα παρεάσας εἰπεῖν, μόνην ἐδήλωσε τὴν ἐκτομὴν τοῦ ποδός· πρόδηλον γὰρ ὅτι κακῶς καὶ ἀπροσέκτως τὴν ἀξίνην κρατήσας κόψαι τὸ ξύλον, ἔκοψε καὶ ἀπώλεσε τὸν πόδα τὸν ἴδιον· ἢ πάλιν ὥσπερ ἂν εἴποι τις ὅτι τὸ σχοινίον ἔπνιξε καὶ ἀπώλεσε τὸν ὄνον καὶ οὐ χρείαν ἔχει ἑρμηνεῦσαι ὅτι οὔτε τὸ σχοινίον αἴτιον τῆς ἀπωλείας τοῦ ὄνου οὔτε ὁ σχοινᾶς ὁ νήσας αὐτό, ὡς πρόδηλον ὅτι ἀτάκτως ὁ πῶλος ὧδε κἀκεῖσε περιστρεφόμενος καὶ συμπλακεὶς τῷ σχοινίῳ περὶ τὸν τράχηλον, ἀπεπνίγη τε καὶ ἀπωλέσθη καὶ τὸ δεσμεῦον αὐτὸν σχοινίον πρὸς σωτηρίαν, ἵνα μὴ κλέπταις ἢ ἄλλοις τισὶ κινδύνοις ἀναλωθῇ, γέγονεν αὐτῷ διὰ τὴν αὐτοῦ μοχθηρίαν παραίτιον ἀπωλείας.

Ὥσπερ γοῦν ὁ δηλώσας τὴν τομὴν τοῦ ποδὸς καὶ τοῦ ὄνου τὸν θάνατον οὐ χρείαν ἔσχεν εἰπεῖν ὅτι ἀναίτιος ἡ ἀξίνη καὶ ὁ χαλκεὺς τῆς τοῦ ποδὸς ἀπωλείας, ἀναίτιος ὁ σχοῖνος καὶ ὁ σχοινᾶς τῆς ἀπωλείας τοῦ ὄνου, οὕτω καὶ Σολομὼν εἰπὼν ὅτι «θυμὸς ὄλλυσι καὶ φρονίμους», οὐ χρείαν εἶχε δηλῶσαι ὅτι οὐχ ὁ θυμὸς αἴτιος ἀπωλείας· ἔργον γὰρ πρὸς ἀπώλειαν Θεὸς σωτὴρ οὐκ εἰργάσατο· καλῶς γὰρ καὶ οἰκονομικῶς ἐκδοθεὶς πρὸς Θεοῦ, οἱ κακῶς χρώμενοι τῷ καλῷ ἀπολοῦνται.

Θυμῷ γὰρ ἀλόγῳ καὶ παρανόμῳ μεθυσθεὶς Ἡρώδης ποτὲ θεομάχος ἐγένετο καὶ ξίφη θήξας κατὰ Χριστοῦ χιλιάδας δεκατέσσαρας ἐν Βηθλεὲμ παίδων ἠνάλωσε καὶ ὄντως «θυμὸς ὄλλυσι καὶ φρονίμους», κἂν βασιλεῖς καὶ ὑπερέχοντες τύχωσι.

Παῦλος δὲ ὁ θεῖος πολλάκις θυμούμενος ζήλῳ θείῳ κινούμενος φαίνεται καὶ «ὦ πλήρης», φησί, «παντὸς δόλου καὶ πάσης ῥαδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ»· Καὶ ἐτυφλώθη εὐθὺς «καὶ περιάγων ἐζήτει» ὁ μάγος ἐκεῖνος «χειραγωγοὺς» καὶ ἐκπλαγεὶς τῷ σημείῳ τούτῳ Σέργιος ὁ ἀνθύπατος ἐπίστευσε τῷ Κυρίῳ.

Εἶδες θυμὸν πραότητος μείζω καὶ πρόξενον πίστεως, εἶδες θυμὸν πνευματικὸν ζήλου θείου πληρούμενον, εἶδες θυμὸν σωτήριον καὶ Θεῷ εὐάρεστον;

Τοιοῦτος γὰρ ἦν καὶ ὁ λοιπὸς ἅπας τῶν ἀποστόλων χορὸς ὑπὲρ Χριστοῦ ἐκμαχόμενος καὶ τῶν μαρτύρων ὡσαύτως ἐνώπιον βασιλέων καὶ τυράννων διὰ Χριστὸν προϊστάμενος καὶ προφητῶν ζῆλος τούτων οὐκ ἔλαττον· ἐξ ὧν καὶ ὁ ζηλωτὴς Ἠλιοὺ τοὺς προφήτας τοῦ Βάαλ καὶ τῶν ἀλσῶν καὶ τοὺς ἱερεῖς τῆς αἰσχύνης ἐν τῷ χειμάρρῳ Κισσών, πεντήκοντα καὶ τετρακοσίους ὄντας τῷ ἀριθμῷ, ἀσυγγνώστως πάντας ἀπέκτεινεν, ὁμοίως καὶ Φινεὲς τῷ σειρομάστῃ ἀναλώσας τοὺς παρανόμως πορνεύοντας, ἐκόπασεν ἡ θραῦσις «καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην» «εἰς γενεὰν καὶ γενεὰν» «ἕως τοῦ αἰῶνος» καὶ Μωϋσῆς, ὁ πραότατος πάντων μαρτυρηθείς, τῇ τοῦ λαοῦ διαγανακτήσας παρανομίᾳ καὶ ἀναξίους κρίνας αὐτοὺς θείας νομοθεσίας, τὰς θεογράφους ἐκείνας πλάκας ῥίψας συνέτριψε· καὶ τί λέγω προφήτας καὶ ἀποστόλους καὶ μάρτυρας, ὅπου γε καὶ Χριστὸς ὁ τούτων Θεὸς φαίνεται διαγανακτῶν καὶ στενάζων καὶ συλλυπούμενος τῇ πωρώσει καὶ ἀπωλείᾳ τῶν παρανόμων Ἰουδαίων καὶ παρρησίᾳ διελέγχων ἀνυποστόλως τὴν τούτων παράνοιαν καὶ ταλανίζων τὴν αὐτῶν καμπῦλον γνώμην ἐβόα, «οὐαί», λέγων, «ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ» καὶ τὰ ἑξῆς, καὶ «οὐαὶ ὑμῖν», φησίν, «ὁδηγοὶ τυφλοί», ὅτι «τυφλὸς τυφλὸν ἐὰν ὁδηγῇ» καὶ τὰ ἑξῆς πρόδηλα καὶ ἐκ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου αὐτοὺς διήλεγχεν εἶναι καὶ ὅσα τοιαῦτα;

Ταῦτα δὲ ἡμεῖς λέγοντες ἐκ γραφικῶν μαρτυριῶν περὶ θυμοῦ, οὐ θυμὸν ἐπαινοῦμεν, οὐδὲ διεγείροντες πρὸς τοῦτον τινὰς λέγομεν ταῦτα, ἐπαινοῦμεν δὲ τοὺς καλῶς καὶ ἀπαθῶς καὶ πρὸς ὃ ἐδόθη τούτῳ χρωμένους, οὐδ’ αὖ πάλιν θυμὸν διαβάλλομεν καὶ καταιτιώμεθα ὡς ἀπωλείας αἴτιον, ἀλλὰ τοὺς κακῶς καὶ ἐμπαθῶς καὶ ὀλεθρίως καταχρωμένους αὐτῷ· πᾶν γὰρ ποίημα καὶ δόμα Θεοῦ καλὸν καὶ σωτήριον. Ἐπεὶ γοῦν καὶ θυμὸς καὶ ἐπιθυμία καὶ πάντα τὰ ἐκ Θεοῦ καλὰ λίαν, δῶμεν αὐτῷ δόξαν ὡς κτίστῃ καὶ συνοχεῖ καὶ δοτῆρι καὶ Θεῷ· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Κʹ ΤΟΥ ΑΥΤΟΥ ΑΝΑΚΕΦΑΛΑΙΩΣΙΣ ΠΕΡΙ ΤΟΥ ΛΟΓΙΚΟΥ, ΤΟΥ ΕΠΙΘΥΜΗΤΙΚΟΥ ΚΑΙ ΤΟΥ ΘΥΜΟΕΙΔΟΥΣ ΚΑΙ ΟΡΟΙ ΠΕΡΙ ΤΩΝ ΑΥΤΩΝ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, ἐπειδὴ τρία τὰ περὶ τῆς ψυχῆς θεωρούμενα, εἰς τρία διῃρήσαμεν καὶ διεγράψαμεν διὰ τὸ ἀσύγχυτον καὶ σαφέστερον· ἀλλὰ καὶ αὖθις τὰ διαιρεθέντα εὐσυνόπτως τὰ τρία συνάψωμεν τριαδικῆς μίας θεότητος αὐγῇ ὁδηγούμενοι, παρ’ ἧς καὶ τὰ τρία τῇ ψυχῇ προτερήματα οἰκονομικῶς ἐπεδόθησαν, ἵνα διὰ μὲν τοῦ λογικοῦ τὰς ἀλόγους ὀρέξεις καὶ ἐννοίας καὶ πράξεις ἐκτρέπῃ ὡς λογική, διὰ δὲ τοῦ ἐπιθυμητικοῦ ἐπιθυμῇ τὸν κτίσαντα Θεὸν καὶ τὰ τοῦ Θεοῦ, διὰ δὲ τοῦ θυμοειδοῦς θυμοῦται κατὰ παθῶν καὶ δαιμόνων καὶ ὅσων διὰ θυμοῦ εὐαγοῦς δεομένων διορθώσεως.

Ὅροι περὶ τοῦ λογικοῦ Διὰ τοῦτο γὰρ λογικὸς ὁ ἄνθρωπος, ἵνα λόγῳ περιπατῇ· διὰ τοῦτο λογικός, ἵνα μεθέξῃ τοῦ λόγου τῆς χάριτος· διὰ τοῦτο λογικός, ἵνα τὰς ἀλόγους πράξεις βδελύσσηται· διὰ τοῦτο λογικός, ἵνα τῆς εὐλογίας τὰς πράξεις ἐκλέξηται· διὰ τοῦτο λογικός, ἵνα τὸ λογικὸν παραφυλάξῃ ἀξίωμα· διὰ τοῦτο λογικός, ἵνα τῶν παθῶν ἀναφανῇ αὐτοκράτωρ· διὰ τοῦτο λογικός, ἵνα πάντων ἀλόγων κτισμάτων Θεοῦ κρατῇ ὡς λογικός· διὰ τοῦτο λογικός, ἵνα ἵσταται ἄπτωτος, μὴ διαφθείρων τὸ λογικόν· διὰ τοῦτο λογικός, ἵνα ῥοὴν καὶ ἀπορροὴν τὴν τοῦ κόσμου τέρψιν λογίσηται· διὰ τοῦτο λογικός, ἵνα διακρίνῃ τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος καὶ τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος καὶ ὡς λογικὸς τὸ κρεῖττον ἐκλέγηται· διὰ τοῦτο λογικὸς ὁ ἄνθρωπος ὑπὲρ πᾶσαν ὁρατὴν κτίσιν Θεοῦ, ἵνα λόγῳ καὶ πράξει καὶ διανοίᾳ θεραπεύῃ τὸν κτίσαντα αὐτὸν λογικὸν καὶ τιμήσαντα· διὰ τοῦτο λογικός, ἵνα τὸν Λόγον τοῦ Θεοῦ καὶ πατρὸς γνώσῃ «Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ» ὡς λογικός· διὰ τοῦτο λογικός, ἵνα μὴ ἀγνοήσῃ, ὡς ἄλογος, τὸν Λόγον ὑπὲρ λόγον γενόμενον ἄνθρωπον.

Ὅροι περὶ ἀλογίας Διὰ τοῦτο δὲ πάλιν Θεῷ λογίζεται ἄλογος ἄνθρωπος, ὅτι ἀσεβῶς ἢ δυσσεβῶς τῇ πίστει διάκειται· διὰ τοῦτο ἄλογος, ὅτι τὸν ἐκ Θεοῦ Θεὸν Λόγον σαρκωθέντα ἠγνόησε· διὰ τοῦτο ἄλογος, ὅτι, «ἐν τιμῇ ὢν» λογικῇ, «οὐ συνῆκε» φυλάξαι τὸ λογικὸν ἀξίωμα· διὰ τοῦτο ἄλογος, ὅτι «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην αὐτοῦ», αὐτὸς δὲ «οὐ συνῆκε» τὸν κτίσαντα· διὰ τοῦτο ἄλογος, ὅτι ἀκούων τοῦ λέγοντος «οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου οὐδὲ ὅσα τῷ πλησίον σού ἐστιν», παρανόμως καὶ παραλόγως τὰ ἀλλότρια ἐπιθυμεῖ· διὰ τοῦτο ἄλογος, ὅτι γαστὴρ ἀχόρταστος καὶ βίος ἀκάθαρτος· διὰ τοῦτο ἄλογος, ὅτι ὡς ἵππος θηλυμανὴς καὶ ἡμίονος ἀσύνετος γυναικῶν πασῶν ὀρέγεται ἀπλήστως· διὰ τοῦτο ἄλογος, ὅτι ὡς ἄλογος λύκος ἁρπάζει τὰ ἀλλότρια ἢ κλεπτῶς ἢ πλεονεκτικῶς· διὰ τοῦτο ἄλογος, ὅτι προκρίνει τὸ χεῖρον μᾶλλον τοῦ κρείττονος· διὰ τοῦτο ἄλογος, ὅτι τὰ ἔργα τοῦ σκότους ἐργάζεται καὶ ὥσπερ ἄλογος Θεὸν οὐκ αἰσχύνεται· διὰ τοῦτο ἄλογος, ὅτι ἐπὶ τῶν γαιῶν πᾶσαν σπουδὴν καὶ ἐπιμέλειαν ποιούμενος, τῶν οὐρανίων ἐλάθετο· διὰ τοῦτο ἄλογος, ὅτι πολυτρόπως θεραπεύων τὸ σῶμα, τῆς ψυχῆς ἐπελάθετο· διὰ τοῦτο ἄλογος γέγονε καὶ ἄλογος Θεῷ λογίζεται ἄνθρωπος, ὅτι Θεοῦ καὶ ζωῆς καὶ θανάτου ἐπιλαθόμενος διάγει ὥσπερ ἀθάνατος.

Ὅροι περὶ ἐπιθυμίας χρηστῆς Διὰ τοῦτο Θεὸς ἐπιθυμίᾳ ἐμφύτῳ συνῆψε τὴν φύσιν, ἵνα χρηστῶς καὶ θεαρέστως ἐπιθυμῇ· διὰ τοῦτο ἐπιθυμία τῷ ἀνθρώπῳ ἐδόθη πρὸς Θεοῦ, ἵνα τὸν δόντα Θεὸν πρὸ πάντων ἐπιθυμῇ· διὰ τοῦτο ἐπιθυμία, ἵνα γένηται «ἀνὴρ ἐπιθυμιῶν»· διὰ τοῦτο ἐπιθυμία, ἵνα ἐπιθυμήσῃ τῶν τοῦ Ἁγίου Πνεύματος χαρισμάτων· διὰ τοῦτο ἐπιθυμία, ἵνα Σωτῆρος Χριστοῦ ἐπιθυμήσῃ λόγῳ καὶ πράξει· διὰ τοῦτο ἐπιθυμία, ἵνα βίου καθαροῦ ἐπιθυμῇ· διὰ τοῦτο ἐπιθυμία, ἵνα ἀνδρῶν ἁγίων βίους ἐπιθυμῇ φθάσαι καὶ ἰσωθῆναι· διὰ τοῦτο ἐπιθυμία, ἵνα τῆς ἀρχαίας ἐκείνης ἐπιθυμήσῃ πατρίδος· διὰ τοῦτο ἐπιθυμία, ἵνα τῆς μακαρίας καὶ ἀθανάτου ζωῆς ἐπιθυμήσῃ· διὰ τοῦτο ἐπιθυμία, ἵνα τῆς τῶν ἁγίων ἀγγέλων ἁμιλληθῆναι χορείας ἐπιθυμήσῃ· διὰ τοῦτο ἐπιθυμία, ἵνα χαρισμάτων καὶ δωρεῶν Θεοῦ ἐπιθυμήσῃ· διὰ τοῦτο ἐπιθυμία, ἵνα μεθέξεως Πνεύματος ἁγίου ἐπιθυμήσῃ· διὰ τοῦτο ἐπιθυμία, ἵνα τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην τοῦ Θεοῦ ἐπιθυμήσῃ ἄνθρωπος καὶ ζητήσῃ ἐμπόνως, καθὼς καὶ εἶπεν ὁ Κύριος.

Ὅροι περὶ ἐπιθυμίας ἀχρήστου Ἄχρηστος δὲ ἐπιθυμία φιλαμαρτήμων ἔρως, φιλόβρωμος λογισμός, φιλομάκελλος νοῦς, φιλήδονος καρδία, φιλαισχρόλογος γλῶσσα ἐξ ἀκαθάρτων ὀρέξεων, ὅτι «ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα» αὐτοῦ, φιλόλαγνος σάρξ, φιλοπερίεργος ὀφθαλμός, φιλοπαράνομος παρὰ φύσιν ἐν λογικοῖς τε καὶ ἀλόγοις λυσσώδης ἐπιθυμία, φιλοχρήματος ἔννοια, φιλοπέρπερος ζωή, φιλοψευδὴς θέλησις, φιλεπίχαρτος περὶ ματαίων ἀκρόασις, φιλοσκότεινος ἐργασία παράνομος.

Ὅροι περὶ θυμοῦ Θυμὸν δὲ οὐκ ἐπαινοῦμεν, ἀλλὰ τὸν δόντα τοῦτον ἐπὶ καλὸν προσκυνοῦμεν· θυμὸν οὐκ ἐπαινοῦμεν, ἀλλὰ τοὺς καλῶς τούτῳ χρωμένους ἐπαινοῦμεν· θυμὸν οὐκ ἐπαινοῦμεν, ἀλλὰ τοὺς ἐννόμως καὶ θεαρέστως δι’ αὐτοῦ κινουμένους ἐπαινοῦμεν.

Ἐντεῦθεν γὰρ Μωϋσῆς θεογράφους πλάκας κατέκλασε διελέγχων λαὸν παρανομήσαντα· ἐντεῦθεν Ἠλιοὺ τετρακοσίους πεντήκοντα ψευδοπροφήτας ἀπέκτεινε· ἐντεῦθεν Φινεὲς τοὺς ἀναιδῶς πορνευομένους ἐπάταξε· ἐντεῦθεν Παῦλος τὸν μάγον ἐπαρασάμενος ἐξετύφλωσε καὶ Κορίνθιον δι’ αἱμομιξίαν πνεύματι ἀκαθάρτῳ παρέδωκε.

Καλὸς γοῦν ὁ θυμός, ὅτε ζήλῳ θείῳ κατὰ τούσδε τοὺς ἁγίους κεκίνηται· καλὸς ὁ θυμός, ὅτε κατὰ διαβόλου καὶ δαιμόνων καὶ παθῶν καὶ ἀπίστων ὑπὲρ τῆς πίστεως κεκίνηται· καλὸς ὁ θυμός, ὅτε ὑπὲρ Χριστοῦ ἐνώπιον τυράννων καὶ βασιλέων ἐννόμως διαμάχεται, ὥσπερ καὶ οἱ μάρτυρες, καὶ εἰ μὴ καλὸς ὁ θυμὸς ἐν καιρῷ αὐτοῦ, οὐκ ἂν οἰκονομικῶς τῇ φύσει συνέζευκται· κακὸν γὰρ καὶ ὀλέθριον οὔτε ἐποίησε Θεὸς οὔτε τῇ φύσει συνέζευξεν. Εἰ δὲ καί τινες διὰ τοῦ θυμοῦ ἀτακτοῦσι καὶ φονεύουσι καὶ εἰς ἀπώλειαν πίπτουσιν, οὐ πάντως αἴτιος ὁ Θεός, καθότι οὐκ ἔδωκε τὸν θυμὸν διὰ τὸ φονεύειν ἀλλήλους, ὥσπερ οὐδὲ τὸν οἶνον διὰ τὸ μεθύειν, οὐδὲ τὴν ἐπιθυμίαν διὰ τὸ παρανόμως ἐπιθυμεῖν· καὶ εἰ μὴ ἐπιθυμία φυσική, οὐκ ἂν ὡς νικηταὶ φύσεως φίλαγνοι ἐστεφανοῦντο καὶ φιλοπάρθενοι. Εἰ οὖν οὔτε ἐπιθυμία διὰ παρανομίαν οὔτε οἶνος διὰ μέθην, πάντως οὐδὲ θυμὸς διὰ φόνους καὶ ἀπωλείας, ἀλλὰ διὰ τὰ προρρηθέντα καλά, ὅτι πάντα ὅσα ἐποίησεν ὁ Θεὸς «καλὰ λίαν», καθὼς γέγραπται.

Γένοιτο δὲ τριαδικῷ θείῳ σθένει ἡμᾶς σθενουμένους τὸ τριμερὲς τῆς ψυχῆς παραφυλάττειν ἀλώβητον καὶ διὰ μὲν τοῦ λογικοῦ λόγῳ ἀξιολόγῳ βαδίζειν ἰθυγενῶς, διὰ δὲ τοῦ ἐπιθυμητικοῦ τὰ τοῦ Θεοῦ Λόγου φίλα καὶ ἄξια ἐπιθυμεῖν, διὰ δὲ τοῦ θυμοειδοῦς κατὰ παθῶν καὶ δαιμόνων θυμοῦσθαι, καθ’ ὧν καὶ ἐπεδόθη. Ἡμεῖς δὲ καὶ ἰδικῶς καὶ ὁμοῦ διὰ τὸ εὔληπτον καὶ τὸ ἀσύγχυτον περὶ τὸ τριμερὲς τῆς ψυχῆς σὺν Θεῷ γράψαντες ἐξηπλώσαμεν, ἵνα τὴν ἐκ τούτων ὠφέλειαν καρπωσάμενοι πράξει καὶ λόγῳ καὶ διανοίᾳ σπουδάσωμεν εὐαρεστῆσαι Θεῷ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.