Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Κατηχήσεις
Βιβλίο Β΄: Κατηχήσεις ΚΣΤ΄-ΚΖ΄ (Η θεία Σοφία)
Πρόσκληση για αναζήτηση της θείας Σοφίας, επεξήγηση των δωρεών του Αγίου Πνεύματος και προτροπές για την τήρηση των θείων εντολών και των μοναχικών υποσχέσεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Βιβλίο Β΄: Κατηχήσεις ΚΣΤ΄-ΚΖ΄ (Η θεία Σοφία)
Πρόσκληση για αναζήτηση της θείας Σοφίας, επεξήγηση των δωρεών του Αγίου Πνεύματος και προτροπές για την τήρηση των θείων εντολών και των μοναχικών υποσχέσεων.
ΚΑΤΗΧΗΣΙΣ ΚϚʹ ΤΟΥ ΑΥΤΟΥ ΚΑΙ ΑΥΘΙΣ ΠΕΡΙ ΕΤΕΡΩΝ Δʹ ΤΗΣ ΑΡΡΗΤΟΥ ΣΟΦΙΑΣ ΔΩΡΕΩΝ, ΗΤΟΙ ΒΟΥΛΗΣ, ΑΣΦΑΛΕΙΑΣ, ΦΡΟΝΗΣΕΩΣ ΚΑΙ ΙΣΧΥΟΣ Εὐλόγησον, <πάτερ>. Ἀδελφοὶ καὶ πατέρες, ἐπειδὴ οἱ ἄσοφοι ἡμεῖς τὰ τῆς σοφίας ἐξομαλίζειν θεῖα χαρίσματα οὐκ οἶδα ὅπως ἐλάχομεν, παρακαλοῦμεν τὴν ὑμετέραν ἀγάπην ἀκούειν μετὰ συνέσεως, ὅτι καὶ αὕτη ἡ σοφία πρὸς συνετὴν ἀκρόασιν προσκαλοῦσα ἡμᾶς λέγει·
Ἀκούσατέ μου, φησί, τέκνα· «σεμνὰ γὰρ ἐρῶ», ἤτοι τερπνὰ καὶ σωτήρια καὶ τῆς ἄνω λαμπρότητος ἄξια. Διὸ ἀκούσατέ μου, φησίν, ὦ τέκνα· «σεμνὰ γὰρ ἐρῶ» καὶ «μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει». Ὢ μακαρίας φωνῆς μακαρίους καλούσης ὁδίτας ἀνθρώπους <φυλάσσοντας> αὐτῆς τὰς ὁδούς! «Μακάριος», φησίν, «ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει». Καὶ ποῖαί εἰσιν ἆρα αἱ ὁδοί σου, ὦ παναλκὲς καὶ ἄρρητε σοφία, δι’ ὧν καὶ μακάριον ἔχεις τὸν φυλάσσοντα ταύτας; Πᾶσα γάρ, φησί, «στενὴ καὶ τεθλιμμένη ὁδὸς ἀπάγουσα εἰς τὴν ζωὴν» ἐμή ἐστιν ὁδός, ἥτις καὶ τραχεῖα διὰ τὴν ἐκκοπὴν τῶν σαρκικῶν ὀρέξεων καταφαίνεται καὶ πᾶσα ὁδὸς καθαρὰ καὶ ἀσφαλὴς ἐμή ἐστιν ὁδός, καὶ «ἔστιν ἐκεῖ», ἐν τοῖς ἐμοῖς θεσπίσμασιν, «ὁδὸς καθαρὰ καὶ ὁδὸς ἁγία κληθήσεται» καὶ οὐκέτι «ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος, καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος»· οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς ἐμοῦ ἐπορεύθησαν· καὶ «μακάριος ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει»· «αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου».
Πᾶς γὰρ μέλλων ὁδεύειν, ἐξοδεύει πρῶτον ἔνθεν ἢ ἔνθεν καὶ εἶθ’ οὕτως ὁδεύει ὁδὸν τήνδε ἢ τήνδε. Ἐπεὶ δὲ οὐ πᾶσα ἔξοδος καὶ ὁδοιπορία χρηστὴ—ἐξέρχεται γὰρ καὶ ὁδεύει, ὁ μὲν πρὸς τὸ κλέψαι, ὁ δὲ πρὸς τὸ ἄλλο τι κακουργῆσαι—καὶ οὐκ εἰσὶν ἔξοδοι αὗται ἔξοδοι ζωῆς, ἀλλ’ ἔξοδοι μᾶλλον θανάτου, ἄλλος δὲ ἐξέρχεται ὁδεῦσαι πρὸς ἐργασίαν πνευματικήν, καὶ ἔστιν ἡ ἔξοδος αὕτη «ἔξοδος ζωῆς» καὶ ἑτοιμάζεται «θέλησις παρὰ Κυρίου», κατὰ τὸ «καὶ προπορεύσεται ἔμπροσθέν σου, ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε». Ἔστι δὲ καὶ ἄλλως νοῆσαι τὸ «ἔξοδοί μου ἔξοδοι ζωῆς», ἤγουν περὶ αὐτῆς τῆς σοφίας τῆς σωτηρίου ἐξόδου· «ἐξῆλθες», φησίν, «εἰς σωτηρίαν λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου»· «αἱ γὰρ ἔξοδοί μου» οὐρανόθεν ἐπὶ τῆς γῆς, «ἔξοδοι ζωῆς», ἤτοι πρόξενοι ζωῆς, καὶ «ἑτοιμάζεται θέλησις παρὰ Κυρίου», ἤτοι πατρικῇ εὐδοκίᾳ καὶ συνεργίᾳ Πνεύματος ἁγίου. Διὰ τοῦτο, φησί, «παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων». Οὐ βιάζω, φησίν, οὐ δυναστείᾳ προστάσσω, ὡς ὅτι ἵνα ἐμοί τι προσενέγκητε, ἀλλ’ ἵνα ὑμᾶς αὐτοὺς ὠφελήσητε· διὰ τοῦτο παρακαλῶ ὑμᾶς ἀκούειν καὶ προσέχειν, ὅτι «σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθὰ» καὶ «μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει», ὅτι «ἔξοδοί μου ἔξοδοι ζωῆς», ὅτι «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν».
Ποῦ ἆρα τὴν βουλὴν κατεσκήνωσας, ὦ μακαρία καὶ ἄκτιστε σοφία; «Ἐγώ», φησίν, «ἡ σοφία, κατεσκήνωσα βουλὴν» ἐν τῇ ἀνθρωπίνῃ φύσει «καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην», τουτέστιν ἐπωνόμασα βουλὴν τὴν βουλήν, γνῶσιν τὴν γνῶσιν, καὶ ἔννοιαν τὴν ἔννοιαν· «ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς». Ἰδοὺ γὰρ πάλιν θεοσύζευκτον ἕτερον ζεῦγος· βουλὴ γὰρ καὶ ἀσφάλεια ζεῦγος ἕν, φρόνησις δὲ καὶ ἰσχὺς ζεῦγος ἕτερον· προλαβοῦσα γὰρ ἡ φρόνησις συνεζεύχθη τῇ σωφροσύνῃ, ὡς προέφημεν, ἄρτι δὲ συνεζεύχθη τῇ ἰσχύϊ. Τί δέ ἐστιν «ἐμὴ βουλὴ καὶ ἀσφάλεια» καὶ τὰ ἕτερα δύο; Τουτέστιν ἐμὴ ποίησις καὶ δόσις καὶ δωρεὰ τοῖς ἐμὲ φιλοῦσι πιστῶς, ὅτι «ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι» χάριν. «Βουλή», φησίν, ἀγαθὴ «φυλάξει σε, ἔννοια δὲ ὁσία τηρήσει σε», καὶ «ἡ βουλή μου», φησίν, «ἀρεσάτω σοι» καὶ τὰ ἑξῆς. Ἐπεὶ γοῦν οὐ πᾶσα βουλὴ ἀγαθή, ὡς τὸ «ἐβουλεύσαντο» κατ’ ἐμοῦ «βουλὴν πονηράν», διὰ τοῦτο σὺν τῇ βουλῇ συνάπτει καὶ τὴν ἀσφάλειαν, ὅτι ὁ μὲν βουλεύεται τοῦ φονεῦσαι, ὁ δὲ τοῦ κλέψαι καὶ τὴν ἐμὴν βουλὴν δωρεὰν παρέσφαλαν ἄνθρωποι.
Διὰ τοῦτο τῇ βουλῇ τῇ ἐμοὶ εὐαρεστούσῃ συνῆψα τὴν ἀσφάλειαν· «ἐμὴ βουλὴ καὶ ἀσφάλεια». Ἔστι γὰρ ἡ βουλὴ δώρημα θεῖον καὶ ἓν τῶν ἑπτὰ τοῦ ἁγίου Πνεύματος χαρισμάτων, τρίτη δωρεά. Πρώτη μὲν γὰρ σοφία, δευτέρα δὲ σύνεσις, τρίτη δὲ βουλή, περὶ ἧς καὶ λέγομεν νῦν, τετάρτη δὲ ἰσχύς, πέμπτη δὲ γνῶσις, ἕκτη δὲ εὐσέβεια, ἑβδόμη δὲ δωρεὰ φόβος Θεοῦ. «Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς»· «ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι» χάριν.
Δύο γὰρ ἐνταῦθα εἰσὶ τὰ ἀξιοσπούδαστα, ζήτησις καὶ φιλία. Ἔστι γὰρ τίς τι ἀγαπῶν, οὐ μέντοι καὶ ἐμπόνως ζητῶν τὸ ἀγαπώμενον. Καὶ γὰρ λέγομεν πάντες Θεὸν ἀγαπᾶν καὶ τὴν αὐτοῦ βασιλείαν, οὐ ζητοῦμεν δέ, καθὼς ἡμῖν ὁ Κύριος ἐνετείλατο.
Ἔδει δὲ καὶ ἐρᾶν καὶ ζητεῖν, καθὼς γέγραπται· «Ἐραστής», φησίν, «ἐγενόμην τοῦ κάλλους αὐτῆς», δηλαδὴ τῆς σοφίας, καὶ «ἐφίλησα αὐτὴν καὶ ἐξεζήτησα ἐκ νεότητός μου καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ», ὅτι «ὁ πάντων δεσπότης ἠγάπησεν αὐτήν». Δύο γοῦν, ὡς εἴρηται, ὄντων τῶν λεγομένων, δύο καὶ τὰς ἀντιδόσεις λαμβάνουσιν. Οἱ μὲν γὰρ φιλοῦντες ἀντιφιλοῦνται, οἱ δὲ ζητοῦντες εὑρίσκουσι χάριν. Ποταπὴν χάριν;
Δηλαδὴ χάριν τινὰ ἐκ τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων, οἵαν εὗρον οἱ φιλοῦντες καὶ ζητοῦντες τὸν Θεόν, οἵαν ὁ μέγας εὗρεν Ἀντώνιος καὶ οἱ κατ’ αὐτὸν θεοφιλεῖς καὶ τῆς ἄνω πόλεως καὶ βασιλείας πολῖται, ὧν τὴν φιλόθεον γνώμην καὶ τὸν θεόληπτον βίον ζηλώσωμεν, ἀδελφοί, ὡς ἐνόν. Μὴ οὖν ῥᾳθυμήσωμεν καὶ δουλωθῶμεν τοῖς πάθεσιν. Εἰ δ’ ἴσως καὶ φθάσαντες ἐδουλώθημεν, μὴ ἐναπομείνωμεν τῇ τοιαύτῃ δουλείᾳ τῇ μοχθηρᾷ, μὴ ἀκολουθήσωμεν σαρκικαῖς ἡδοναῖς, μὴ σπιλώσωμεν τὸ καθαρώτατον τοῦτο καὶ ἁγιώτατον σχῆμα ἡμῶν, μὴ φανῶμεν τοῖς πατράσιν ἡμῶν ἀλλότριον σχῆμα φοροῦντες. Φιλήσωμεν τὴν σοφίαν τοῦ Θεοῦ, δηλαδὴ τὸν Χριστόν, ἵνα ἡμᾶς ἀγαπήσῃ ὡς ὑπέσχετο· «Ἐγώ», φησί, «τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ». Ζητήσωμεν αὐτὸν ἐν ὅλῃ καρδίᾳ καὶ εὑρήσομεν αὐτόν, καὶ εὑρήσομεν χάριν· «οἱ δὲ ἐμὲ ζητοῦντες», φησίν, «εὑρήσουσι» χάριν. Βουλευθῶμεν ὁσίως καὶ ἀσφαλῶς. «Ἐμή», φησί, «βουλὴ καὶ ἀσφάλεια». Πολιτευθῶμεν φρονίμως, ἰσχύσωμεν σὺν Θεῷ πρὸς ἀρετήν. «Ἐμὴ φρόνησις», φησίν, «ἐμὴ δὲ ἰσχύς». Φυλάξωμεν τὰς καθαρὰς καὶ μακαρίας ὁδοὺς τοῦ Θεοῦ. «Μακάριος», φησίν, «ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει», ὅτι «ἐγώ εἰμι», φησίν, «ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή», καὶ «οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ»· αὐτῷ ἡ δόξα, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
ΚΑΤΗΧΗΣΙΣ ΚΖʹ ΤΟΥ ΑΥΤΟΥ ΚΑΙ ΑΥΘΙΣ ΠΕΡΙ ΤΩΝ ΤΗΣ ΑΓΙΑΣ ΣΟΦΙΑΣ ΑΠΟΦΘΕΓΜΑΤΩΝ, ΔΙ’ ΩΝ ΚΑΙ ΑΠΑΝΤΑΣ ΠΡΟΣΚΑΛΕΙΤΑΙ ΠΡΟΣ ΤΗΝ ΤΟΥΤΩΝ ΑΚΡΟΑΣΙΝ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, «ἀκούσατέ μου», φησίν, ἡ σοφία καὶ πάλιν· «σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά»· εἰποῦσα γὰρ ἀνωτέρω «ἀκούσατέ μου», ὦ τέκνα, «σεμνὰ γὰρ ἐρῶ» καὶ «μακάριος ἄνθρωπος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει» [***] καὶ ὑστερεῖσθαι διὰ ταῦτα τοῦ Πνεύματος.
Διὰ τοῦτο «διδάσκω» ὑμᾶς «ἀληθῆ», «ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς» ὑμῶν καὶ «πλησθήσεσθε Πνεύματος»· φιλαλήθης γὰρ Θεὸς τὸ Πνεῦμα, ὡς ὁ Πατὴρ καὶ ὁ Υἱός· καὶ εἰ μὴ γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, οὐ μὴ «πλησθήσεσθε Πνεύματος»· καὶ εἰ μὴ «πλησθήσεσθε Πνεύματος», οὐ μὴ τὸ ψεῦδος «τέλειον μῖσος» μισήσετε· καὶ εἰ μὴ τὸ ψεῦδος «τέλειον μῖσος» μισήσετε, οὐ μὴ τὴν ἀλήθειαν καταλάβετε· καὶ εἰ μὴ τὴν ἀλήθειαν καταλάβετε, ἡ γλῶσσα ὑμῶν οὐ μὴ καλὰ διδαχθήσεται, διότι «δι’ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδα ἁμαρτωλός», ἐξολισθαίνει δὲ ἐξ αὐτῆς δίκαιος· καὶ εἰ μὴ ἡ γλῶσσα ὑμῶν καλὰ διδαχθῇ, οὐ μὴ ἐν τῇ καρδίᾳ ὑμῶν σοφία ἐπαναπαύσεται—«γλῶσσα» γὰρ «σοφῶν καλὰ ἐπίσταται» καὶ «ἐν καρδίᾳ αὐτῶν» ἀναπαύσεται «σοφία» καὶ «ἀπὸ καρπῶν στόματος ἀνδρὸς πλησθήσεται ἀγαθῶν ψυχὴ» αὐτοῦ, «ἀνταπόδομα δὲ χειλέων αὐτοῦ ἀποδοθήσεται αὐτῷ»—· καὶ εἰ μὴ ἐν καρδίᾳ ἐπαναπαύσεται σοφία, οὐ μὴ φωτισθῇ φωτισμὸν γνώσεως καὶ συνέσεως—«σοφία» Κυρίου, φησί, «φωτιεῖ πρόσωπον» συνετοῦ—· καὶ εἰ μὴ φωτισθῇ φωτισμὸν γνώσεως καὶ συνέσεως, οὐ μὴ τὴν σοφίαν ἐπιθυμήσει, οὐδ’ οὐ μὴ τὰ αὐτῆς ἄξια παιδευθῇ—ἐπιθυμήσατε, φησί, ὦ ἄνδρες, σοφίαν καὶ ποθήσατε καὶ παιδευθήσεσθε—· καὶ εἰ μὴ σοφίαν ἐπιθυμήσει καὶ τὰ αὐτῆς ἄξια παιδευθῇ, πῶς ἆρα τιμήσει αὐτήν, ἢ πῶς σὺν αὐτῇ βασιλεύσει εἰς τὸν αἰῶνα; «
Τιμήσατε», φησί, «σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε»· «ἀρχὴ γὰρ αὐτῆς ἀγάπη καὶ τήρησις νόμων», τοὐτέστιν, ὁ θέλων βαλεῖν ἀρχὴν τοῦ κτήσασθαι σοφίαν, ἀρχέτω ἐξ ἀγάπης καὶ τηρήσεως νόμων· σημεῖον γὰρ ἀγάπης τήρησις νόμων. Ὃν γάρ τις ἀγαπᾷ, τηρεῖ πάντως καὶ τὸν νόμον αὐτοῦ καὶ τὸν λόγον αὐτοῦ. Τοῦτο γὰρ καὶ ὁ Χριστός, ἀγάπης γνώρισμα τεθεικώς, ἔλεγεν ὅτι ὁ ἀγαπῶν με, τὰς ἐντολάς μου τηρήσει· μᾶλλον δὲ καὶ ἡμεῖς τούτῳ πολλάκις χρώμεθα τῷ σημείῳ καὶ λέγομεν τῷ φίλῳ ἢ τῷ υἱῷ ἢ τῷ ὑποχειρίῳ ἡμῶν·
Ὕπαγε πρὸς τὴν δεῖνα ἐργασίαν καί, εἰ ἀγαπᾷς με, ποίησε τὰ καὶ τά. Ἐὰν δὲ ἀπελθὼν ἐκεῖνος ποιήσῃ καθὼς αὐτὸς θέλει καὶ οὐ καθὼς παρηγγέλθη, ἐντεῦθεν δεικνύει ὅτι φόβον οὐκ ἔχει, οὐδὲ πόθον, οὐδὲ ὑπακοήν, διὸ καὶ ὡς καταφρονητικὸς καὶ ἰδιόρρυθμος καὶ ἀνήκοος ἐξετέλεσεν ἴδιον θέλημα. Ὁ δὲ τοιοῦτος οὐ μόνον ἐκπίπτει τῆς πατρικῆς εὐνοίας καὶ συναυλίας, ἀλλ’ ὅτι καὶ ὑπεύθυνον καταδίκης ἑαυτὸν καθιστᾷ.
Μετάγαγέ μοι πρὸς Θεὸν τὸ ὑπόδειγμα καὶ κρίνε ἀπὸ σαυτοῦ τὰ λεγόμενα, κἄν τε ἀγαπᾶται Θεὸς παρακρουόμενος, κἄν τε καὶ μή, καὶ κἄν τε διαγανακτῇ διακρουομένας τὰς αὐτοῦ ἐντολάς, κἄντε καὶ μή. Ἰδοὺ γὰρ ἐκώλυσε φόνον καὶ μῖσος καὶ ὀργὴν καὶ ἐνομοθέτησεν ἀγάπην καὶ ὁμόνοιαν, καὶ οὐ φυλάττεις τοῦτο. Ἐκώλυσε μοιχείαν καὶ πορνείαν καὶ πᾶσαν παράνομον πρᾶξιν καὶ ἐνομοθέτησε γάμον τοῦ εἶναι τοὺς «δύο εἰς σάρκα μίαν», καὶ αὐτοὶ γίνονται εἰς σάρκας δέκα ἢ καὶ εἴκοσιν· ἐκώλυσε πλεονεξίαν καὶ εἶπεν, «οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὐδὲ ὅσα τῷ πλησίον σού ἐστι» καὶ ἐνομοθέτησεν εὐποιίαν καὶ ἐλεημοσύνην καὶ ἰδοὺ τὰ τοῦ πλησίον ἕκαστος ἐπιθυμεῖ ἀφειδῶς, κλέπτων ἢ πλεονεκτῶν πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ εἰ δυνηθῇ, καὶ τὴν γυναῖκα ἁρπάζει καὶ διαχωρίζει τοῦ πλησίον αὐτοῦ. Παρθενίας δὲ διὰ τὸ μέγα καὶ δυσκατόρθωτον νόμον οὐκ ἔδωκεν, ἵνα μή τινες ὡς νόμον δῆθεν πληρῶσαι θελήσαντες ἀντὶ νόμου παρθενικοῦ εἰς παρανόμους μίξεις ἐκπέσωσι.
Διὸ καὶ συνεσκιασμένως πως περὶ ταύτης ὁ Κύριος, τριπλῆς εὐνουχίας μνησθείς, ἔφη «ὁ δυνάμενος χωρεῖν χωρείτω»· ὡσαύτως καὶ ὁ θεῖος ἀπόστολος ἔλεγε· «Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω», πλὴν καλόν ἐστι μένειν αὐτὰς «οὕτως» «ὡς κἀγώ». Μέγα μὲν καὶ ἅγιον καὶ ἀγγελικὸν τὸ παρθενίας καὶ ἁγνείας καὶ σωφροσύνης κατόρθωμα, ἀλλὰ νόμος οὐδεὶς πρὸς παρθενίαν τινὰ παρεβίασε, βέλτιον κρίνας σώφρονα γάμον ἢ παρθενίαν δῆθεν πεσοῦσαν εἰς ἀσωτίαν· κρεῖσσον γάρ, φησί, «μὴ εὔξασθαι ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι», τουτέστι, κρεῖσσον μὴ συνταγῆναι Θεῷ παρθενεύειν ἢ ἁγνεύειν ἢ ἄλλο τι προσφέρειν αὐτῷ, ἢ συνταγῆναι καὶ ψεύσασθαι Θεῷ, οἷόν που τάχα καὶ ἡμεῖς πάσχομεν τῶν μοναχῶν οἱ πολλοί· συντασσόμενοι Θεῷ σωφροσύνην καὶ κόσμου ἀποταγὴν καὶ θέλημα ἴδιον καὶ ὅσα τοιαῦτα, φαινόμεθα ψεῦσται ἀθετοῦντες τὰς συνταγάς.
Ἀλλὰ μηδεὶς βαρυνέσθω τὴν ἀλήθειαν ἀκούων· λέγομεν γὰρ ταῦτα, οὐχ ἵνα βαρύνωμεν, ἀλλ’ ἵνα ὠφελήσωμεν. Θαρροῦμεν γὰρ πρὸς σοφοὺς λέγειν, ἵνα ἡμᾶς ἀγαπήσωσιν, οὐ πρὸς κακούς, ἵνα ἡμᾶς ἀλόγως μισήσωσιν. Ἡμεῖς δὲ μέχρι καὶ τούτου τὸν λόγον συστείλαντες, τῇ ἑξῆς Κυριακῇ τὰ ἑξῆς διαπορθμεύσομεν.
Γένοιτο δὲ πάντας ἡμᾶς καὶ γνώσεως καὶ σοφίας καὶ φυλακῆς ἁγίων ἐντολῶν καὶ ζωῆς αἰωνίου μετόχους ἀναδειχθῆναι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Θεοῦ Λόγου· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.