Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Κατηχήσεις

Νεόφυτος ὁ Ἔγκλειστος

Βιβλίο Β΄: Κατηχήσεις ΚΗ΄-Λ΄ (Πνευματικός έλεγχος, υπακοή και υποδείγματα)

Νουθεσίες για την αποδοχή του πνευματικού ελέγχου, την αξία της υπακοής και την αποφυγή των λογισμών, με ερμηνευτικές αναφορές στην προσευχή του Εζεκία και το μαρτύριο των Τριών Παίδων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 16 από 17

ΚΑΤΗΧΗΣΙΣ ΚΗʹ ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΑ ΕΞΗΣ ΤΩΝ ῬΗΘΕΝΤΩΝ Τῌ ΠΑΡΕΛΘΟΥΣῌ ΚΥΡΙΑΚῌ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, ἴστε ὅτι ἐλέγομεν ὅπερ παρὰ τῆς σοφίας ἠκούσαμεν, ὅτι «ἀρχὴ αὐτῆς ἀγάπη καὶ τήρησις νόμων» καὶ ὅτι σημεῖον ἀγάπης «τήρησις νόμων» καὶ ἐντεῦθεν πρὸς ἐντολὰς καὶ θείους νόμους ὁ λόγος κατήντησε καὶ ὅτι κρεῖσσον «μὴ εὔξασθαι ἢ εὔξασθαι καὶ μὴ ἀποδοῦναι». Ταῦτα γοῦν καὶ μνειάσαντες καὶ μνείαν ποιούμενοι, ὡς θεῖον λόγον καθαρτικὸν ὑμῖν κατεπᾴδομεν καὶ γένοιτο πρὸς Θεοῦ Λόγου καθαροὺς γενέσθαι ἡμᾶς ἅπαντας τῇ αὐτοῦ χάριτι. «Ἤδη ὑμεῖς καθαροί ἐστε», φησί, «διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν». Γένοιτο δὲ καὶ ἡμᾶς παρ’ ὑμῶν ἀγαπᾶσθαι διὰ τούσδε τοὺς λόγους καὶ μὴ βαρύνεσθαι ὡς συχνοτέρως ἢ ἐλεγκτικωτέρως ὑμῖν κατεπᾴδοντας τούτους, ἀλλὰ μᾶλλον προσθήκην ἐλέγχων ἐπιζητεῖν ὡς σοφοὺς καὶ δικαίους ἅμα καὶ συνετούς. «Ἔλεγχε», φησί, «σοφὸν καὶ ἀγαπήσει σε» καὶ «γνώριζε δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι», «ὁ δὲ παιδεύων κακοὺς λήψεται ἑαυτῷ ἀτιμίαν», διότι οἱ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ καὶ ὥσπερ «οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν», οὕτως οὐ μισήσει σοφὸς καὶ συνετὸς τοὺς ἐλέγχοντας αὐτόν· οὐκ ἐάσει γὰρ τοῦτον ἡ σύνεσις μισῆσαι τὸν ἐλέγχοντα ἐπὶ σκοπῷ διορθώσεως, ὥσπερ καὶ ἰατρὸν οὐ μισεῖ ὁ ζωὴν καὶ ὑγείαν ἐπιποθῶν.

Ὅτε δὲ ὁ νοσῶν μισεῖ τὸν ἰατρὸν καὶ ἀποστρέφεται καὶ τὰ αὐτοῦ φάρμακα διακρούεται, εὔδηλον ὅτι νοσεῖ ἑκὼν τὰ πρὸς θάνατον, διὸ καὶ ἰατρείαν καὶ ζωὴν οὐ προσίεται, προαιρούμενος εἶναι βόσκημα νόσων καὶ θανάτου ἀνάλωμα. Ἰατρὸν ἐνταῦθά μοι νόει τὸν ὄντως ἰατρόν, Θεόν, ψυχῶν καὶ σωμάτων ὁμοῦ, φάρμακα δὲ τοὺς ἁγίους λόγους καὶ νόμους αὐτοῦ, νοσοῦντας δὲ ἡμᾶς νόσους κατὰ ψυχὴν καὶ μηδὲ ἀκούειν τι βουλομένους τῶν συντεινόντων εἰς σωτηρίαν, ἀλλὰ κἂν στυφωτέραν παραίνεσιν ἀκούσωμεν ἔκ τινος, ἀλύομεν καὶ δακνόμεθα, καίτοι γε οὐκ αἴτιος ὁ λέγων τὸ δακτικόν, ἀλλὰ ἡ αἰτία τοῦ δακτικοῦ, ὥσπερ καὶ ἰατρὸς οὐκ αἴτιος τῆς πικρίας καὶ τῆς τομῆς καὶ τῆς καύσεως, ἀλλ’ ἡ νόσος ἡ ἀπαιτοῦσα τὰ τοιαῦτα δακτικά.

Ἆρα γοῦν μὴ αἴτιος ὁ Θεὸς ἀπειλῶν κόλασιν ἁμαρτωλοῖς ἢ πάλιν μὴ φιλοπρόσωπος, ὅτι ἐπαγγέλλεται δικαίοις ἀνάπαυσιν; Εἴθε εἴχομεν ἔργα ἐγκωμίων καὶ ἀναπαύσεως ἄξια καὶ εἶχεν ἂν ἡμᾶς καὶ Θεὸς ἀγαπᾶν καὶ ἄνθρωποι ἐγκωμιάζειν.

Ἐπεὶ δὲ καὶ Θεῷ καὶ ἀνθρώποις ὁρώμεθα σφαλερῶς βιοτεύοντες, τιμώμεθα οὕτως, καθώς τε καὶ ὁρώμεθα. Εἰ δὲ ἐπιποθοῦμεν καὶ θείας καὶ ἀνθρωπίνης εὐνοίας ἐπιτυχεῖν, μεταποιηθῶμεν πρὸς ἀρετήν, μισήσωμεν σαρκικὰς ἡδονάς, ἀγαπήσωμεν σωφροσύνην. Μισήσωμεν τρυφὴν ἄμετρον καὶ ἀσπασώμεθα ἐγκράτειαν. Μισήσωμεν παρακοὴν καὶ ἀσπασώμεθα ὑπακοήν.

Μισήσωμεν κλεψίαν καὶ νοσφισμὸν καὶ ἀγαπήσωμεν πιστῶς καὶ ἀδόλως διακονεῖν. Μισήσωμεν φιλαργυρίαν ἀπατηλὴν καὶ ἀγαπήσωμεν πτωχείαν πνευματικήν. Μισήσωμεν μνησικακίαν καὶ φθόνον καὶ ἐριθείαν καὶ πικρὸν ζῆλον καὶ ἀγαπήσωμεν ἀλλήλους ὡς ἄμαχοι ἀδελφοὶ καὶ φιλόφιλοι φίλοι καὶ ἀτάραχοι ἄγγελοι. Μισήσωμεν δόξαν κενὴν καὶ ἀγαπήσωμεν δόξαν ἀκένωτον.

Μισήσωμεν ὁλοψύχως τὰ μίσους ἄξια καὶ ἀγαπήσωμεν ὁλοψύχως τὰ ἀγάπης ἄξια. Καὶ τότε καὶ ἡμᾶς ἀγαπήσει Θεός, τότε καὶ ἄνθρωποι τιμήσουσι καὶ ἀγαπήσουσιν ἡμᾶς, καὶ μὴ βουλομένων ἡμῶν, ὥσπερ καὶ σφαλλομένων ἡμῶν ἀτιμοῦσιν ἡμᾶς, καὶ μὴ βουλομένων ἡμῶν, ὅτε καὶ ἀνθρώπους ἑλκύσομεν πρὸς ἔνθεον ζῆλον καὶ ἐνάρετον βίον, τότε καὶ ὁ πατὴρ ἡμῶν ὁ οὐράνιος δοξασθήσεται ἐν τοῖς καλοῖς ἔργοις ἡμῶν, τότε καὶ αὐτὸς ἀντιδοξάσει ἡμᾶς ὡς φιλόπαις Πατήρ, ἅμα καὶ πλουσιοπάροχος. «Ζῶ ἐγώ, λέγει Κύριος», ὅτι «τοὺς δοξάζοντάς με δοξάσω» καὶ «ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι» χάριν καὶ λάμψουσιν ὑπὲρ ἥλιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ συναχθήσονται ἐντίμως ὑφ’ ἁγίων ἀγγέλων ἐκ τῶν περάτων τῆς γῆς καὶ «λήψονται» τὸ στέφος τῆς δικαιοσύνης «καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου» καὶ εἰσελεύσονται εἰς παστάδα οὐράνιον σὺν τῷ νυμφίῳ Χριστῷ καὶ θεάσονται ἐκεῖ θεάματα ξένα καὶ ἀκούσονται ἐκεῖ φωνὰς ἀγαλλιάσεως καὶ τερφθήσονται ἐκεῖ ἀνεκλάλητον τέρψιν καὶ κληρώσονται ἐκεῖ τὴν αἰώνιον ζωήν. Ὤ, τίς ἐξ ἡμῶν ἄξιος φθάσαι; Ὤ, τίς ἄξιος τῆς μακαρίας ἐκείνης κληρουχίας μεθέξαι; Ἧς γένοιτο πάντας ἡμᾶς ἀξίους ἀναφανῆναι χάριτι καὶ φιλανθρωπίᾳ τῆς τρισαγίου μονάδος καὶ μόνῳ Θεῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ ΚΘʹ ΤΟΥ ΑΥΤΟΥ ΒΡΑΧΕΑ ΠΕΡΙ ΥΠΑΚΟΗΣ, ΕΓΚΡΑΤΕΙΑΣ ΤΕ ΚΑΙ ΥΠΟΜΟΝΗΣ ΚΑΙ ΤΑΠΕΙΝΩΣΕΩΣ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, ἐν ταῖς παρελθούσαις ἡμῶν κατηχήσεσι διαφόρως περὶ ὑπακοῆς ἐμνειάσαμεν, ἄρτι δὲ καὶ ἰδικῶς βραχέα περὶ ταύτης εἰπεῖν προεθυμήθημεν. Οὐ μὴν δὲ ἀλλὰ καὶ τὰς αὐτῆς συμμετόχους, ἐγκράτειαν, ὑπομονὴν καὶ ταπείνωσιν, διὰ παραδείγματος παραστήσομεν. Ὥσπερ γὰρ ὁ θέλων οἰκοδομῆσαι ἀσφαλέστατον οἶκον ἀσφαλῶς τοῦτον οἰκοδομῆσαι οὐ δύναται, ἐὰν μὴ βαθύτατον καὶ ἀσφαλέστατον πρῶτον κατορύξῃ θεμέλιον, οὕτω καὶ ὁ θέλων ἀσφαλέστατον οἶκον οἰκοδομῆσαι ἀρετῶν καὶ πρὸς ὕψος προκόψαι ἀρετῶν προκόψαι οὐ δύναται, ἐὰν μὴ πρῶτον θεμέλιον κτήσηται ὑπακοὴν καὶ δεύτερον ὄρδινον κτήσῃ ἐγκράτειαν, τρίτον δὲ καὶ τέταρτον ὑπομονὴν καὶ ταπείνωσιν καὶ ἐπάνωθεν τούτων, ὅσα ἂν καὶ δυνηθῇ κατορθώματα κτίσαι καὶ εἰς ὅσον ἂν ὕψος ἀνέλθῃ, οὐδεμίαν οὐδέποτε ὑποστήσεται πτῶσιν, ἀλλὰ πάγια καὶ ἄπτωτα ἐπάνω τοῦ τετραδόμου θεμελίου τούτου διαμείνουσι διὰ παντός· ὅσα δὲ τὸν ῥηθέντα τετράδομον θεμέλιον μὴ ἔχουσι, σαθρὰ καὶ εὐκατάλυτα καὶ ὡς ἐπὶ ψάμμου εὔπτωτα· πάσης γὰρ ἁμαρτίας καὶ πάσης κακίας πρωτεύει παρακοὴ καὶ γαστρὸς τυραννὶς καὶ διὰ τούτων θνητοὶ πάντες γεγόναμεν—παρακοὴ γὰρ θείας ἐντολῆς καὶ βρῶσις καρποῦ—θνητὸς καὶ ὁ προπάτωρ καὶ ἡμεῖς οἱ ἐξ αὐτοῦ πάντες γεγόναμεν.

Καὶ ὥσπερ πάσης κακίας πρωτεύει παρακοὴ καὶ γαστρὸς ἡδονή, οὕτω καὶ πάσης ἀρετῆς πρωτεύει ἐγκράτεια καὶ ὑπακοή. Διὸ καὶ ὁ Κύριος ἡμῶν, τὰ καθ’ ἡμῶν ὑπὲρ ἡμῶν ἀναλαβόμενος, γέγονεν «ὑπήκοος» τῷ Πατρὶ αὐτοῦ «μέχρι θανάτου» καὶ ἀναιρῶν τὴν ἀναιροῦσαν διὰ παρακοῆς τὸν ἄνθρωπον ὑπέδειξε τοῖς βουλομένοις προκόπτειν εἰς ἀρετὴν ἐξ ὑπακοῆς ἄρχεσθαι αὐτῆς· ἐπεὶ δὲ ἡ παρακοὴ τοῦ Ἀδὰμ θάνατον εἰς τὸν κόσμον εἰσήγαγε, τοῦ δὲ Χριστοῦ ὑπακοὴ ζωὴν ἀντεισήγαγε, συνοπτικῶς οἱ Πατέρες τὴν ὑπακοὴν ζωὴν ἐκάλεσαν, τὴν παρακοὴν δὲ θάνατον ἐπωνόμασαν. Ζωὴ γὰρ ὁ Χριστός· «Ἐγώ εἰμι», φησίν, «ἡ ἀλήθεια καὶ ἡ ζωή». Διὸ καὶ ὁ ἔχων ὑπακοὴν πρὸς τὸν ἑαυτοῦ προεστῶτα τῷ Χριστῷ ὑπακούει καὶ ὁ μὴ ἔχων ὑπακοὴν τῷ Χριστῷ παρακούει· καὶ τοῦτο Χριστὸς ἐπιβεβαιῶν ἔλεγεν· «ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με». Ὁρᾷς τίνι παρακούεις ὁ παρακούων, ὅτι οὐ τοῦ προεστῶτος ἁπλῶς, ἀλλὰ καὶ Θεοῦ Πατρὸς παρακούεις καὶ Σωτῆρος Χριστοῦ;

Τί οὖν, φησίν, εἰ οὐκ ἔστι κατὰ Θεὸν ὁ προεστὼς καὶ ἐπιτάσσει κακῶς πρὸς ἀπώλειαν ἐμήν τε καὶ αὐτοῦ, ἆρα ἐνδέχεταί με τούτῳ ὑπακούειν; Ἐὰν πρὸς ἀπώλειαν σήν τε καὶ αὐτοῦ ἐπιτάσσῃ σε, μὴ ἁπλῶς παρακούσῃς, ἀλλὰ καὶ φύγε ἀπ’ αὐτοῦ, ὅσον ἰσχύς. Ἐὰν δὲ κατὰ Θεὸν ὁ ἐπιστάτης σού ἐστι, μὴ διστάσῃς, κἄν σοι φανῇ τὸ ἐπίταγμα ἐναντίον· οὐδὲν γὰρ ἐναντίον ὁ κατὰ Θεὸν ἐπιτάσσει ποτέ. Εἰ δέ που καὶ ἐναντίον σοί τι προσεπιτάξει, νόει ὅτι πειράζει σε, εἰ σῴζεις ὑπακοήν, ὥσπερ κἀκεῖνος ὁ μέγας ἐξεπείραζε προεστὼς τὸν ἐργάτην τῆς ὑπακοῆς καὶ “εἰ ἀγαπᾷς σου”, φησί, “τὸ παιδίον, βάλε αὐτὸ εἰς τὸν καιόμενον φοῦρνον”· ὃς καὶ πληρώσας τηνικαῦτα τὸ προσταττόμενον, τὴν ὑπακοὴν ἐπλήρωσε καὶ τὸ πῦρ τῆς καυστικῆς φύσεως ἐπελάθετο καὶ τὸ παιδίον ἀσινὲς διεσῴζετο καὶ Θεὸς δοξαζόμενος ἔστεφεν ἀοράτως τῆς ὑπακοῆς τὸν πρόμαχον. Μὴ ἆρα κακῶς ὁ ἐπιτάξας ἐπέταξεν ἢ μὴ ὁ ὑπακούσας ἀκαίρως ὑπήκουσε καὶ οὐχὶ μᾶλλον ἑκάτεροι τὴν θείαν εὐμένειαν ἐπεσπάσαντο; Μᾶλλον δὲ μὴ καὶ Θεὸς ἀκαίρως ἐπείραζε τὸν Ἀβραὰμ σφάξαι τὸν υἱὸν αὐτοῦ τὸν ἀγαπητόν;

Τοιγαροῦν καὶ σὺ αὐτός, ἀδελφέ, ὅτε προστάσσει σε ὁ προεστὼς καῦσαι τὸ στρῶμά σου εἴτε τὰ ἐνδύματά σου ἢ χαλάσαι τὸ κάλλιστον τοῦτο οἴκημα ἢ ἐκκόψαι τὸ δένδρον ἐκεῖνο τὸ κάρπιμον ἢ ἄλλο τι τοιοῦτον δῆθεν παράφορον, μὴ εἴπῃς ὅτι παρετράπη ὁ ἐμὸς ἐπιστάτης καὶ ἐπιτάσσει τὰ ἔκφρονα, καὶ τίς χρεία ἀκούειν με τὰ τούτου παράφρονα, ἀλλὰ προθύμως καὶ ἀπεριέργως μᾶλλον ἐκτέλει τὸ προσταττόμενον, καθὼς καὶ ὁ μέγας Βασίλειος διακελεύεται· «πᾶσαν», φησί, «εὐπείθειαν» τῷ προεστῶτι προσοίσουσι «καὶ οὐχὶ τὸν λόγον τῶν ἐπιταγμάτων ἀπαιτήσουσιν, ἀλλὰ τὸ ἔργον τῶν ἐπιταχθέντων ἐπιτελέσουσιν».

Ὁρᾷς πῶς καὶ ὁ μέγας οὕτως πατὴρ τὴν ἀπερίεργον ὑπακοὴν νομοθετεῖ, εἰδὼς ὅτι ὁ κατ’ ἀλήθειαν ὑπακούων οὐ πολυπραγμονεῖ τὸ ἐπιταχθέν, ἀλλὰ προθύμως ἐπιτελεῖ τὸ προσταττόμενον; Καὶ ταῦτα μὲν περὶ ὑπακοῆς τῆς αἰτίας πάντων τῶν καλῶν.

Καλὴ δὲ καὶ ἡ σύμμετρος καὶ κατὰ Θεὸν νηστεία καὶ ἐγκράτεια, ὡς λιπαίνουσα τὴν ψυχὴν καὶ τὸ σῶμα μαραίνουσα. Καλὴ δὲ καὶ ἡ κατὰ Θεὸν ὑπομονὴ ὡς ψυχῆς πεπτωκυίας ἀνάκτησις, δι’ ἧς μαρτύρων καὶ ὁσίων καὶ τῶν λοιπῶν ἁγίων πρὸς Θεοῦ ἐστέφθησαν τάγματα καὶ ἐν τῇ ὑπομονῇ αὐτῶν ἐκτήσαντο τὰς ψυχὰς αὐτῶν, καθὼς καὶ ἐδιδάχθησαν. Καλὴ δὲ καὶ ἡ μακαρία ταπείνωσις, ὅτι «πᾶς ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται», ὅτι Χριστοῦ μαθητὴς ὁ ταπεινὸς ἀναδείκνυται· «Μάθετε», φησίν, «ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν». Καλὸν τὸ ἐνθυμεῖσθαι συχνῶς καὶ λέγειν πρὸς Θεόν· «Κύριε, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου»· συχνῶς γὰρ ἡμῶν μεμνημένων Θεοῦ, συχνοτέρως καὶ αὐτὸς μέμνηται ἡμῶν.

Ἰδοὺ τὰ ἀκροθίνια καὶ μητρῷα πασῶν τῶν ἀρετῶν κεφαλαιωδῶς ἀνεμνήσαμεν, ὑπακοήν, ἐγκράτειαν, ὑπομονὴν καὶ ταπείνωσιν καὶ μνήμην Θεοῦ· ὧν γένοιτο ἐραστὰς καὶ ἐργάτας ἀναδειχθῆναι ἡμᾶς καὶ διὰ στενῆς πύλης καὶ τεθλιμμένης βαδίσαι ὁδοῦ καὶ χωρῆσαι εἰς τὸ πλάτος τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

ΚΑΤΗΧΗΣΙΣ Λʹ ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΠΡΟΕΣΤΩΤΩΝ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΕΥΧΗΣ ΕΖΕΚΙΟΥ ΤΟΥ ΒΑΣΙΛΕΩΣ Εὐλόγησον, πάτερ. Ἀδελφοὶ καὶ πατέρες, μικρὰ τῇ παρελθούσῃ Κυριακῇ περὶ ἀρχομένων ὑπακοῆς βραχυλογήσαντες, ἀκόλουθον ἂν εἴη λοιπὸν μικρὰ καὶ περὶ ἀρχόντων εἰπεῖν, ἀρχόντων, φημί, καὶ μονήρους βίου καὶ κοσμικοῦ· ἔχει γὰρ ἡ ἀρχὴ τὸ πολυμέριμνον σύνοικον ἀεί, ἔχει δὲ καὶ τιμήν, εἰ καὶ μὴ μόνιμον, καί τινες μὲν χαυνωθέντες ἐντεῦθεν τῆς ἑαυτῶν παρημέλησαν σωτηρίας, ἄλλοι δὲ πάθεσί τισι προσεδέθησαν, ἄλλοι δὲ τοῦ ποιμνίου τοῦ ὑπ’ αὐτῶν ἀρχομένου σωτηρίας πρόνοιαν οὐκ ἐποιήσαντο, ὡς μὴ ἀκούσαντες τοῦ ἀπειλοῦντος· «Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας καὶ ζητήσω τὰ πρόβατά μου ἐκ τῆς χειρὸς αὐτῶν». Τινὲς δὲ ἐκ τῆς προσκαίρου ταύτης εὐδαιμονίας καὶ τιμῆς τὴν αἰώνιον τεκμηράμενοι ὠφελήθησαν· ἕτεροι δὲ τῷ ὕψει τῶν ἡμερῶν τῆς προσκαίρου εὐδαιμονίας συναπαχθέντες, καὶ αὐτὸ τῆς ἀναστάσεως τὸ μυστήριον δυσηπίστησαν, ὅπερ καὶ ὁ δίκαιος πέπονθεν Ἐζεκίας, βασιλεὺς τῆς Ἰουδαίας, ὡς αὐτὸς λέγει· «ἐγὼ εἶπα», φησίν, «ἐν τῷ ὕψει τῶν ἡμερῶν μου», ἤγουν τῆς βασιλείας μου, πορεύσομαι «ἐν πύλαις ᾅδου, καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα», ἤγουν θανοῦμαι καὶ ἀπελεύσομαι ἐν πύλαις καὶ ταμείοις ᾅδου καὶ διὰ τὸ μὴ εἶναι βίον ἄλλον καὶ ἀνάστασιν καὶ ζωὴν «καταλείψω ἐκεῖσε τὰ ἔτη τὰ ἐπίλοιπα», ἤγουν διὰ παντός. «

Εἶπα οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ γῆς» ζώντων, τοὐτέστιν οὐ μὴ σωτηρίαν ἐξαποστείλῃ Θεὸς ἐκ τοῦ ᾅδου ἡμᾶς ἀνασῶσαι· «Οὐκέτι οὐ μὴ ἴδω ἄνθρωπον» μετὰ τῶν κατοικούντων, ἤγουν, κατὰ τὴν ἄρτι συνήθειαν καὶ συναυλίαν ἀλλήλων οὐκέτι μετὰ θάνατον ἴδω· Ἐξέλιπον ἀπὸ «τῆς συγγενείας μου», ἀντὶ τοῦ ἐκλείψω ἀπὸ τῆς συγγενείας μου. Καταλείψω «τὸ λοιπὸν τῆς ζωῆς μου, ὥσπερ ὁ καταλύων σκηνὴν πήξας, τὸ δὲ πνεῦμά μου παρ’ ἐμοὶ γενήσεται ὡς ἱστὸς ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν». «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», δηλαδὴ ἐν ᾗ ταῦτα ἐμνήσθην, «παρεδόθην ἕως πρωῒ ὡς λέοντι», δηλονότι λαύρῳ πυρετῷ· «οὗτος συνέτριψε πάντα τὰ ὀστᾶ μου· ἀπὸ γὰρ τῆς ἡμέρας», ἤγουν τῆς πρωΐας, «ἕως τῆς νυκτὸς παρεδόθην», ἤγουν τῇ τοῦ θανάτου ὀδύνῃ καὶ περιστάσει. «Ὡς χελιδών, οὕτως ἐφώνησα, καὶ ὡς περιστερά, οὕτως ἐμελέτησα», λεπτὰ καὶ ἀδρανῆ κλαίων καὶ προσευχόμενος, «μνήσθητι, Κύριε», λέγων, «ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθινῆς καρδίας καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα»· «Ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ ἀπὸ τοῦ βλέπειν με εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν Κύριον».

Καὶ εἶπε πρὸς αὐτὸν Ἠσαΐας ὁ προφήτης· «Τάδε λέγει Κύριος <ὁ Θεὸς> Δαβὶδ τοῦ πατρός σου. Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου» καὶ «ἰδοὺ προστίθημι εἰς τὸν χρόνον σου ἔτη δέκα πέντε». Καὶ ὁ Ἐζεκίας «ἐξείλατό με», φησί, Κύριος «καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς. Κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι», ἤγουν περὶ τῆς ψυχῆς ἀνηγγέλη σοι καὶ οὐ διέλαθέ σε διανοηθεῖσα αὕτη ὅτι οὐκ ἔστιν ἀνάστασις, οὐδὲ «μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ γῆς» ζώντων. «Καὶ ἐξήγειράς μου τὴν ὀδύνην τῆς ψυχῆς», ἤγουν ἐξήγειρας κατ’ αὐτῆς ὀδύνην θανάσιμον, ἵνα ἐντεῦθεν καὶ τῆς σῆς, Κύριε, δυνάμεως πειραθῇ καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν καὶ ὅτι σωτηρία γενήσεται διὰ σοῦ καὶ τοῦ μονογενοῦς σου Υἱοῦ καὶ οὕτω πείρᾳ μαθὼν καὶ πιστεύσας πάλιν, «ἐξήγειράς μου τὴν πνοὴν καὶ παρακληθεὶς ἔζησα»· «εἵλου γάρ μου τὴν ψυχήν», ἀντὶ τοῦ ἠθέλησας, ἐκράτησάς μου τὴν ψυχήν, «ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου. Οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, Κύριε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου. Οἱ ζῶντες εὐλογήσουσί σε ὃν τρόπον κἀγώ». Τουτέστιν οἱ ἐν ᾅδου μετὰ θάνατον καταδικασθέντες τὴν οἴκησιν ἔχειν οὔτε αἰνεῖν οὔτε εὐλογεῖν τὸν Θεὸν δύνανται, οὐδὲ ἐλπίζουσιν ἐλεημοσύνην εὑρεῖν καὶ οὔτε μετάνοια οὔτε σωτηρίας ἐλπὶς ἔστιν ἐκεῖ.

Διὸ «κἀγώ», φησίν, «ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου, καὶ οὐ παύσομαι εὐλογῶν σε πάσας τὰς ἡμέρας τῆς ζωῆς μου», ὅπερ ἔργῳ καὶ λόγῳ ἐξεπλήρωσεν εὐλογῶν τὸν Θεόν.

Τὸ δὲ «παιδία ποιήσω, ἃ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου», τοῦτο προφητικόν· Καλλιγόνη γὰρ οὕτω καλουμένη ἡ γυνὴ αὐτοῦ συνελάβετο τηνικαῦτα παιδία τρία ὁμοῦ, Ἀνανίαν, Ἀζαρίαν καὶ Μισαήλ. Τεχθέντες γοῦν καὶ αἰχμάλωτοι ἀπενεχθέντες μετὰ καὶ Δανιὴλ τοῦ προφήτου καὶ τεσσαράκοντα χιλιάδων Ἰουδαίων εἰς Βαβυλῶνα, ἐκεῖσε παγκόσμιον ὑμνῳδίαν τῷ Θεῷ ἐν τῇ καμίνῳ βληθέντες συνέπλεξαν καὶ ἀνήγγειλαν τὴν δικαιοσύνην τοῦ Θεοῦ κατὰ τὴν πατρικὴν προφητείαν Χαλδαίοις καὶ πάσῃ τῇ γῇ. Κατὰ γὰρ τὴν τοῦ θείου Ματθαίου γενεαλογίαν, «Ἐζεκίας ἐγέννησε τὸν Μανασσῆν, Μανασσῆς ἐγέννησε τὸν Ἀμών, Ἀμὼν δὲ τὸν Ἰωσίαν, Ἰωσίας δὲ τὸν» Ἰωακείμ, Ἰωακεὶμ δὲ τὸν «Ἰεχονίαν», ὅτε καὶ ἡ μετοικεσία σὺν τοῖς ῥηθεῖσι παισὶ γέγονε πρὸς Βαβυλῶνα. Καὶ καθ’ ὅσον Μανασσῆς, ὁ πρῶτος υἱὸς Ἐζεκίου, γέγονε περιβόητος τῇ κακίᾳ καὶ τῇ ἀπιστίᾳ, κἂν σέσωστο ὕστερον παραδόξως χάριτι θείᾳ καὶ μετανοίᾳ θερμῇ καὶ ἐξομολογήσει, κατὰ τοσοῦτον οἱ ὀψίγονοι οὗτοι τρεῖς παῖδες τῇ εὐσεβείᾳ καὶ τῇ ἀρετῇ σὺν τῷ θείῳ Δανιὴλ γεγόνασι περιβόητοι, δι’ ὧν καὶ δυσδιάκριτα καὶ δυσερμήνευτα ὀνείρατα εὐκρινῶς διελύθησαν καὶ Βὴλ κατεστράφη καὶ Δράκων ἐκτάνθη καὶ ἐφιμώθησαν λέοντες δυνάμει θεϊκῇ καὶ κάμινος ἑπταπλασίως φλέγουσα εἰς πνεῦμα δρόσου διασυρίζουσα ἠμείφθη καὶ βασιλεὺς ἀσεβὴς σὺν στρατοπέδῳ πολλῷ πρὸς εὐσέβειαν μετεβάλλετο.

Δι’ ὧν θεοσημιῶν ἄρχοντες ἔντιμοι Βαβυλωνίου χώρας κατέστησαν ἄχρι καὶ βασιλείας Πέρσου τοῦ Ἀττικοῦ, παρ’ οὗ καὶ ἐταζόμενοι ὡς εὐσεβεῖς καὶ ἐρωτώμενοι, καὶ τὴν πατρίδα καὶ τὴν εὐγένειαν διωμολόγησαν. “Ἡμεῖς, φησίν, ὦ βασιλεῦ, εὐσεβῶν βασιλέων τέκνα ἐσμέν, μητρὸς μὲν Καλλιγόνης, πατρὸς δὲ Ἐζεκίου, ὃς καὶ τεθάρρηκεν ἐξειπεῖν τῷ Θεῷ ὅτι τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα πορευόμενος ἐν ἀληθείᾳ καὶ καρδίᾳ τελείᾳ· ᾧ καὶ χαρίζεται Θεὸς προσθήκην ζωῆς χρόνων δέκα πέντε καὶ ἡμεῖς οἱ ὁμόγονοι τρεῖς παῖδες ὁμοῦ· ὃς καὶ πρὸς ἄμειψιν τῶν εἰς αὐτὸν γενομένων θείων εὐεργεσιῶν χαρίζεται καὶ αὐτὸς γεηπόνοις τὸν φόρον· ὃς καὶ προεφήτευσε τελευτῶν καὶ εἶπεν ἡμῖν ὅτι ἥξει «καιροῖς ἰδίοις» ὁ τοῦ Θεοῦ Λόγος ἐν μορφῇ ἀνθρώπου, ὃς καὶ ᾅδην ἀνοίξει καὶ τὸ σκότος φωτίσει. Καὶ εἴδομεν τοῦτον ἡμεῖς, βασιλεῦ, πρὸ τούτων τῶν χρόνων σὺν ἡμῖν ἐν τῇ καμίνῳ καταπατοῦντα τὸ πῦρ ἐπὶ τοῦ προηγησαμένου σου βασιλέως. Ἀλλ’ ἐκεῖνος μὲν ἠξίωται σωτηρίας ὁ βασιλεύς, σοὶ δὲ τί ἔσται εἰς ἡμέραν ἐπισκοπῆς νοήσεις τότε”.

Ταῦτα γοῦν οἱ πανόσιοι παῖδες ὁμολογήσαντες καὶ τὴν παράνοιαν σὺν τῇ ἀσεβείᾳ τοῦ Ἀττικοῦ βασιλέως διελέγξαντες, σὺν τῷ θειοτάτῳ Δανιὴλ τὰς κεφαλὰς ἀπετμήθησαν. Βουλομένου δὲ τοῦ τυράννου πυρίκαυστα ποιῆσαι τὰ τούτων τίμια λείψανα, διὰ ἁγίων ἀγγέλων, φασί, μετετέθησαν ἐν τῷ ὄρει Γεβὰλ καὶ ἐκεῖ κατεκρύβησαν ἐν πέτρᾳ στερρᾷ ἔτη τετρακόσια τεσσαράκοντα μέχρι καὶ τῆς Χριστοῦ ἀναστάσεως. Τότε δὲ μετὰ καὶ ἑτέρων πολλῶν ἁγίων καὶ αὐτοὶ ἐξαναστάντες εἰσήλθοσαν εἰς τὴν ἁγίαν πόλιν κατὰ τὸ ἱερὸν εὐαγγέλιον «καὶ ἐνεφανίσθησαν πολλοῖς».

Ταῦτα ἐξεφράσαμεν πάντα κατακολουθοῦντες, τοῦ λόγου δεικνύντος ἡμῖν ἐκ τῶν ἁγίων Γραφῶν τῶν λεγομένων τὰς ἀποδείξεις. Ἄξιον δέ ἐστιν ἐνταῦθα ἐκπλαγῆναι, ὅτι καὶ δικαίοις ἀνδράσι βουλὴν βλάσφημον καὶ πονηρὰν ἐπισπείρει ὁ πονηρός.

Ἀλλὰ «τίς ἐστιν ὁ κρύπτων με βουλήν», λέγει Θεός, «συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ οἴεται κρύπτειν»; Σπαρεῖσα γοῦν βουλὴ πονηρὰ ἐν τῇ καρδίᾳ Ἐζεκίου ἔπεισεν αὐτόν, κἂν οὐκ εἰς τέλος, τὴν ἀνάστασιν ἀπιστῆσαι καὶ τὸ σωτήριον τοῦ Θεοῦ καὶ εἰπεῖν· πορεύσομαι «ἐν πύλαις ᾅδου, καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα» καὶ οὐ «μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ» καὶ τὰ ἑξῆς. Ὅθεν οὐδὲ παρεῖδεν ὁ Θεὸς τὰ ἔργα τῆς δικαιοσύνης τοῦ δικαίου αὐτοῦ, ἀλλ’ ἐπεσκέψατο αὐτόν, καθ’ ὃν τρόπον ἀνωτέρω ἠκούσαμεν. Καλὸν γὰρ καὶ βασιλεῖ καὶ ἄρχοντι καὶ ἡγουμένῳ καὶ παντὶ ἀνθρώπῳ γρηγορεῖν καὶ προσέχειν τὰ τῆς καρδίας κινήματα καὶ φρονεῖν τὰ εὐσεβῆ καὶ μὴ ἐπαίρεσθαι δικαιοσύνην ἢ ἀρχὴν ἐν τῷ ὕψει τῶν ἡμερῶν τῆς τοιαύτης ἀρχῆς.

Καλὸν τὸ διακρίνειν λογισμῶν καὶ νοημάτων ἀναστασίας, ποῖα μὲν Θεοῦ, ποῖα δὲ πονηροῦ βλάσφημα καὶ ὀλέθρια καὶ ἀκάθαρτα καὶ φιλήδονα, ποῖα δὲ καὶ αὐτοκίνητα καρδίας οἰκείας γεωργήματα. Καρδία γὰρ χρονίσασα ἔν τινι καὶ εἰς ἕξιν ἐλθοῦσα καλοῦ εἴτε κακοῦ, καὶ αὐθορμήτως πρὸς τοῦτο καὶ αὐτοκινήτως κινεῖται πολλάκις· ὥστε τῶν νοημάτων τὰ μέν εἰσιν ἐκ Θεοῦ, ὅσα φίλαγνα καὶ εὐσεβῆ, τὰ δὲ ἐκ τοῦ πονηροῦ, ὅσα λάγνα καὶ βλάσφημα, τὰ δὲ οἴκοθεν ἐκ τῆς καρδίας, ὅσα διὰ τὸ αὐτεξούσιον ἔνθεν καὶ ἔνθεν ῥᾳδίως μετακυβεύονται.

Γένοιτο δὲ πάντας ἡμᾶς καὶ πράξεων πονηρῶν καὶ λογισμῶν ἀκαθάρτων ἀπέχεσθαι καὶ τὰ τοῦ Θεοῦ φίλα καὶ εὐάρεστα πράξει καὶ γνώσει ἐργάζεσθαι, ὅπως καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι εὕροιμεν ἔλεος Θεοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.