Μονογενές, φησίν, ἤγουν ἀσύγχυτον· πολυμερές, ἤγουν μὴ ἔχων ἀρχὴν ἢ τέλος ἡμερῶν· λεπτόν, ἤγουν ἀσώματον· εὐκίνητον, ἤτοι αὐτοκίνητον καὶ πανεύτακτον, τρανόν, ἤτοι ἀκατάληπτον καὶ τὰ πάντα πληροῦν· ἀμόλυντον, δηλαδὴ ῥύπου παντὸς ἀνεπίδεκτον· σαφές, ἤγουν γνωστὸν πάσῃ κτίσει, ὅτι Θεός· ἀπήμαντον, ἤγουν ἀβλαβές, ὅτι ἀπαθὴς Θεός· φιλάγαθον, ὅτι φίλον Θεῷ πᾶν ἀγαθόν· ὀξύ, ὅτι παντεποπτικόν· ἀκώλυτον, ὅτι βασιλικώτατον καὶ παντουργότατον, ἀσώματον καὶ αὐτοδέσποτον· εὐεργετικόν, ὅτι πλουσιοπάροχον, ὡς θεῖον καὶ φιλάνθρωπον, ὡς πλάστης ἀνθρώπων καὶ συνοχεύς· βέβαιον, ἀναμφίβολον, ὅτι Θεός, Πατρὶ καὶ Υἱῷ ἴσος μηδὲν ἐλαττούμενος· ἀμέριστον, ἤγουν τῆς θεϊκῆς οὐσίας καὶ τοῦ Υἱοῦ ἀχώριστον· παντοδύναμον, ὅτι Θεῷ πάντα δυνατὰ καὶ δοῦλα τὰ σύμπαντα· παντεπίσκοπον, ὅτι πάντα Θεὸς ἐπισκοπεῖ καὶ διὰ πάντων χωροῦν ἀνθρώπων, ὅτι καὶ ἀνθρώπων καὶ πάντων δεσπόζει κτισμάτων αὐτοῦ· νοερόν, καθαρόν, λεπτότατον, ἤγουν ἀσώματον, ἄχραντον, ἀκατάληπτον. «Διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα», ἤγουν τὰ πάντα πληροῖ καὶ τὰ πάντα συνέχει ὡς καθαρώτατον· «ἀτμὶς γάρ ἐστι τῆς τοῦ Θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής».