Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Εἰς τὸ ἅγιον πνεῦμα καὶ εἰς τὴν πεντηκοστήν

Νεόφυτος ὁ Ἔγκλειστος

Η ενυπόστατη Σοφία και το ιστορικό της έργο

Δογματική ερμηνεία της Σοφίας ως του άκτιστου Λόγου του Θεού και εξιστόρηση των σωτηριωδών παρεμβάσεών της, με ιδιαίτερη αναφορά στη διδασκαλία του Σειράχ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 4 από 6

Ὅρα τὴν σαφήνειαν τοῦ ῥητοῦ τῇ καθόδῳ, φησί, τῆς σοφίας, δηλαδὴ τοῦ Χριστοῦ καὶ τοῦ θείου Πνεύματος, διωρθώθησαν ἐξ εἰδωλομανίας πρὸς θεογνωσίαν ἄνθρωποι καὶ τῇ σοφίᾳ, ἤτοι τῷ Χριστῷ, ἐσώθησαν οἱ πιστεύσαντες ἄνθρωποι.

Ὅταν δὲ ἀκούσῃς σοφίαν μὴ ἄλλην αὐτὴν ὑπονόει καὶ ἄλλον τὸν Χριστόν, ἵνα μὴ τὸ ψῆφος τῆς ἀσυγχύτου Τριάδος ἀποφήνῃς τετράριθμον. Ἀλλ’ ὥσπερ Θεὸς Κύριος εἷς ἐστιν, οὕτως καὶ Υἱὸς Λόγος, σοφία, εἷς ἐστιν· εἰ γὰρ σοφοῦ ἀνθρώπου λόγος λέγεται σοφία, ὡς ὅταν λέγωμεν σοφία Σολομῶντος, καίτοι γε οὐ κατ’ οὐσίαν σοφὸς Σολομῶν, ἀλλὰ κατὰ μέθεξιν καὶ δι’ εὐχῆς ἐπιπόνου αὐτὴν ἐκαρπώσατο. Καὶ μάρτυς αὐτὸς λέγων· «διὰ τοῦτο», φησίν, «ἐνέτυχον τῷ κυρίῳ καὶ ἐδεήθην αὐτοῦ καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας, Θεὲ πατέρων καὶ κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου σου κατοικητηρίου ἀπὸ θρόνου δόξης σου» καὶ τὰ ἑξῆς.

Εἰ οὖν προφορικὸς καὶ μεθεκτικὸς λόγος σοφοῦ ἀνδρὸς λέγεται σοφία, πόσῳ γε μᾶλλον ὁ τοῦ μόνου σοφοῦ Θεοῦ ἐνυπόστατος καὶ ἀκατάληπτος Λόγος, Χριστός, οὐ κληθήσεται σοφία Θεοῦ, ἀκατάληπτος καὶ ἀνερμήνευτος καὶ ἄκτιστος καὶ τὰ πάντα συνέχων. Ὅταν δὲ πάλιν ἀκούσῃς τῆς σοφίας λεγούσης ὅτι ὁ κτίσας με καὶ ὅτι ὁ πέμψας με καὶ ὅτι «κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» καὶ ὅσα τοιαῦτα, μὴ κτίσμα αὐτὴν ὑπονόει, ἀλλ’ οἰκονομίαν καὶ συγκατάβασιν καὶ τιμῶσαν ἀρχήν, ὥσπερ καὶ σαρκωθεὶς προὐβάλετο ἀδυναμίαν, παντοδύναμος ὤν, καὶ ἀπεσταλμένον αὐτὸν ἔλεγε καὶ μείζονα τὸν πατέρα καὶ ὅσα ἁπλῶς εἰκὸς ἦν αὐτὸν λέγειν τιμῶν ἀρχὴν σαρκωθείς, οὕτω καὶ πρὸ σαρκώσεως ἐνήργει, ὡς κτίστης καὶ συνοχεύς, καὶ σοφία ὠνομάζετο. Ὅτι δὲ ἡ σοφία ὁ Λόγος ἐστὶ τοῦ Θεοῦ, ὁ δὲ Λόγος ὁ Υἱός· ὅτι δὲ Λόγος Υἱὸς καὶ σοφία ἕν ἐστι, πάσῃ ψυχῇ πιστῇ δῆλον τοῦτο καὶ πρόδηλον. Καὶ ὥσπερ σαρκωθεὶς ἔλεγεν· «οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». Οὕτω καὶ πρὸ σαρκώσεως ἔλεγεν ὁ κτίσας καὶ ὁ πέμψας με εἶπέ μοι ἐν τῷ Ἰσραὴλ κατασκήνωσον. Καὶ γὰρ οὐδὲ εἶχε «ποῦ τὴν κεφαλὴν κλῖναι» πλὴν τοῦ Ἰσραὴλ διὰ τὸ πᾶν ἔθνος τοῖς εἰδώλοις δεδούλωτο.

Τὸ δὲ «ἔκτισέ με» μὴ κτίσμα ὑπονόει, ὡς προέφημεν, ἀλλ’ οἰκονομίας τὰ ῥήματα καὶ τιμὴ αἰτίας καὶ ἀρχῆς, ὥσπερ καὶ ἀκτίνων αἰτία καὶ ἀρχὴ ἥλιος καὶ φωτὸς πῦρ, καὶ οὐκ ἐπείσακτα. «Αὕτη» οὖν ἡ σοφία, πρὸς ἣν καὶ τὸ πνεῦμα ἐπαναπαύεται, πρωτόπλαστον πατέρα κόσμου μόνον κτισθέντα διεφύλαξε «καὶ ἐξιλάσατο αὐτόν», φησίν, «ἐκ παραπτώματος ἰδίου», ἤγουν ἐκ παραβάσεως, ἔλυσεν αὐτὸν ἡ τοῦ Θεοῦ σοφία ἐκ τῶν τοῦ ᾅδου δεσμωτηρίων διὰ σαρκώσεως ἐκεῖσε κατελθοῦσα «ἔδωκέ τε αὐτῷ ἰσχὺν κρατῆσαι πάντων», ἤτοι βασιλεῦσαι πάντων κτισμάτων Θεοῦ. «Ἀποστὰς δὲ ἀπ’ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ, ἤτοι ὁ Κάϊν, ἀδελφοκτόνοις συναπώλετο θυμοῖς, δι’ ὧν», ἤγουν διὰ τὸν Κάϊν καὶ τοὺς ἀπογόνους αὐτοῦ, «κατακλυζομένην τὴν πάλιν ἔσωσε σοφία δι’ εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα, καὶ ἐν ὁμονοίᾳ πονηρίας ἐχθρῶν συγχυθέντων αὕτη ἔγνω τὸν δίκαιον καὶ ἐτήρησεν αὐτὸν ἄμεμπτον Θεῷ», δηλαδὴ ἐν Σοδόμοις τὸν Λώτ, «καὶ ἐπὶ τέκνων σπλάγχνοις ἰσχυρὸν ἐφύλαξε φυγόντα καταβάσιον πῦρ Πενταπόλεως, ἧς ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε χέρσος».

Ἡ ἅπαξ τεφρωθεῖσα γῆ τότε, φησί, καὶ μέχρι τοῦ νῦν οὐκ ἠλλοιώθη τῆς τέφρας, ἀλλ’ ὥσπερ καπνιζομένη, ἤτοι πυρπολουμένη, οὕτω καὶ ἕως τοῦ νῦν καθίσταται χέρσος, μαρτυροῦσα, φησί, τῶν προενοικούντων τὴν πονηρίαν καὶ μυσαρὰν ἐργασίαν, καὶ ἀτελέσιον ὥρας καρποφοροῦν τὰ φυτά, ἤγουν καὶ ἄκαιρος καὶ πρὸς τροφὴν ἄχρηστος καὶ ἀτελὴς ὁ καρπὸς τῶν ἐκεῖσε νῦν εὑρισκομένων φυτῶν, καὶ ἀπιστούσης ψυχῆς μνημεῖον ἑστηκυῖα «στήλη ἁλός»· ἀπιστήσασα γὰρ τοῦ ἀγγέλου ἡ τοῦ Λὼτ γυνή, ὅτι κινδυνεῦσαι ἔχει ὁ ἐπιστραφεὶς καὶ ὄπισθεν βλέψας, «γέγονε στήλη ἁλὸς» ὀπίσω στραφεῖσα καὶ βλέψασα καὶ καθάπερ τάφος ὄρθιος ἵσταται «στήλη ἁλός».

Εἶδες σοφίαν καὶ σῴζουσαν καὶ τιμωροῦσαν; Εἶδες πῶς ἔσωσε τὸν Ἀδὰμ ἐκ παραπτώματος ἰδίου καὶ τοὺς λοιποὺς δικαίους μέχρι τοῦ Λὼτ καὶ τῶν ἑξῆς; Καὶ εἶδες πῶς πάλιν ἐτιμωρήσατο πονηροὺς καὶ ἁμαρτωλοὺς ἀπό τε τοῦ Κάϊν καὶ μέχρι τῶν Σοδομητῶν καὶ τοὺς ὁμοίους αὐτῶν; Ἀλλ’ ἔτι προσθήσω μικρὰ περὶ σοφίας καὶ ἐξ ἑτέρου σοφοῦ, δηλαδὴ τοῦ Σειράχ, καὶ εὖ οἶδα ὅτι ἀπαισίως καὶ προσεχῶς ἀκούσονται ταῦτα ὅσοι φιλόσοφοι καὶ φιλόπονοι. «Ἡ σοφία», φησίν, «αἰνέσει ψυχὴν αὐτῆς», ἤγουν δικαίαν ψυχὴν τῇ σοφίᾳ οἰκειωθεῖσαν «καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται, ἐν ἐκκλησίᾳ ὑψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται».

Τί καυχήσεται; Ἄκουε καὶ εὐφραίνου τί καυχήσεται· «ἐγὼ» φησίν, «ἀπὸ στόματος ὑψίστου ἐξῆλθον καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν· ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης· γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα· ἐν κύμασι θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην.

Ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Ἀερμών· ὡς φοῖνιξ ἀνυψώθην <καί> ὡς πλάτανος. Ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων ἔδωκαν ὀσμὴν ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτή. Ἐγὼ ὡς τερέβινθος ἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου, κλάδοι δόξης καὶ χάριτος.

Ἐγὼ ὡς ἄμπελος ἐβλάστησα χάριν, καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου. Οἱ ἐσθίοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν. Ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν.

Ταῦτα πάντα βίβλος διαθήκης Θεοῦ ὑψίστου, νόμος ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν συναγωγαῖς Ἰακώβ, ὁ ἐμπιπλῶν ὡς Φισὼν σοφίαν», ἤτοι ὁ Θεός. «Καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων, ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν καὶ ὡς Ἰορδάνης ἐν ἡμέραις θερισμοῦ, ὁ ἐκφαίνων ὡς φῶς παιδείαν», καὶ «ὡς Γηὼν ἐν ἡμέραις τρυγητοῦ.

Οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν», ἤτοι ὁ Φισών, «καὶ οὗτος ὁ ἔσχατος», ἤτοι ὁ Γηών, «οὐκ ἐξιχνίασεν αὐτήν· ἀπὸ γὰρ θαλάσσης ἐπλήθυνε διανοήματα αὐτῆς», ἤγουν ἀπὸ κτισμάτων αὐτῆς διεγνώσθη ἡ δύναμις αὐτῆς· «καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης», ἤγουν ἐκ Θεοῦ καὶ Πατρός. «Κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ», ἤγουν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ ἡ σοφία, «καὶ ὡς ὑδραγωγός», ἤγουν ὡς κηπωρὸς ἢ ὡς γηπόνος, «ἐξῆλθον εἰς παράδεισον»· ἐξῆλθες, Χριστέ, εἰς σωτηρίαν λαοῦ σου ὡς εἰς παράδεισον δικαίων ψυχὰς τοῦ σῶσαι τοὺς χριστούς σου. «Εἶπα ποτίσω μου τὸν κῆπον καὶ μεθύσω μου τὴν πρασιάν», κατὰ τὸ «μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς». «Καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν, καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν», νόει μοι ἐνταῦθα τὴν ἔνσαρκον οἰκονομίαν καὶ τὸ κήρυγμα τῶν Ἀποστόλων. «Ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ καὶ ἐκφανῶ αὐτὴν ἕως εἰς μακράν», κατὰ τὸ «εἰς πᾶσαν τὴν γῆν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης ἐξῆλθεν ὁ φθόγγος αὐτῶν». «Ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ καὶ καταλείψω αὐτὴν ‘εἰς γενεὰς’ αἰώνων».

Καὶ ἐγένετο οὕτως καὶ βλέπομεν τοῦτο ἔργῳ τρανῶς καὶ ἐξεχύθη διδασκαλία πρὸς τοὺς ἀξίους αὐτῆς ποταμηδὸν καὶ ἤνοιξαν στόμα λόγῳ Θεοῦ καὶ εἵλκυσαν πνεῦμα καὶ πλήρεις ῥημάτων γενόμενοι σιωπᾶν οὐκ ἠνείχοντο καὶ καθεῖλκεν αὐτοὺς τὸ Πνεῦμα διανοῖξαι τὰ χείλη, ὥσπερ ἀσκὸς γλεύκους ζέοντος δεδεμένος καὶ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς, καὶ ἀνοίξαντες καὶ διδάξαντες ἡ αὐτῶν διδαχὴ κατελείφθη, ὡς ἐθέσπισεν ἡ σοφία, «εἰς γενεὰς αἰώνων».