Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Λόγοι
Ομιλία για την ημέρα της Μεσονηστείας
Η προστασία του πιστού από τους κινδύνους του βίου, η ερμηνεία της πτώσης στα πάθη και το εγκώμιο στην προσκύνηση του Τιμίου Σταυρού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία για την ημέρα της Μεσονηστείας
Η προστασία του πιστού από τους κινδύνους του βίου, η ερμηνεία της πτώσης στα πάθη και το εγκώμιο στην προσκύνηση του Τιμίου Σταυρού.
<ΝΕΟΦΥΤΟΥ ΕΓΚΛΕΙΣΤΟΥ ΕΙΣ ΤΗΝ ΠΡΟΣΚΥΝΗΣΙΝ ΤΟΥ ΣΤΑΥΡΟΥ> Νεοφύτου πρεσβυτέρου μοναχοῦ καὶ ἐγκλείστου ἐν τῇ τετράδι τῆς μεσονηστίμου ἠθικὴ ὁμιλία καὶ εἰς τὴν προσκύνησιν τοῦ προκειμένου σταυροῦ. Εὐλόγησον, δέσποτα.
Τὸ ἀκάτιον τοῦ λόγου ἐν τῷ λιμένι τῆς παρελθούσης Κυριακῆς προσορμίσαντες ὑπεσχόμεθα καὶ ἐν τῷ τῆς μεσονηστίμου τετράδος λιμένι βραχέα τινὰ φιλοσοφῆσαι, ὡς ἡ τοῦ καλοῦ ἡμῶν δεσπότου καὶ κυβερνήτου χάρις τῷ ζεφύρῳ τοῦ πνεύματος ἐξ οὐρίας κυβερνήσει τὸ σκάφος τοῦ λόγου, ὅπως τοὺς ἀκροατὰς πλωτῆρας ὁμοῦ καὶ ἐπιβάτας ἰθύνῃ ἀσφαλῶς πρὸς νέσταθμον σωτηρίας. Καθ’ ὅτι, ἐν ἀληθείᾳ, πολλῆς καὶ μεγάλης χρείαν ἔχομεν κυβερνήσεως, ἄχρις ἂν ἐν τῷ πελάγει νηχώμεθα τοῦ τῇδε βίου καὶ τοῦ σαρκίου· νήφειν γὰρ ὀφείλομεν καὶ προσέχειν ἀκριβῶς, μήπω<ς> λιγγιὰς τῆς πονηρᾶς καὶ ὀλεθρίου ἐπιθυμίας ἐξεγερθεῖσα, καταποντίσῃ καὶ ἐπικαλύψῃ τὸ σκάφος ἡμῶν τῆς ψυχῆς, καὶ λογισμοῦ τι βράχος ἀκάθαρτον καὶ φιλήδονον, τὸ πλοιάριον ἡμῶν ἐρημώσῃ τὸ λογικὸν καὶ ἀπολέσῃ τὸν φόρτον τῶν ἀγωγίμων ἡμῶν καὶ τοὺς καλοὺς ἐπιβάτας τῆς κατὰ θεὸν ζωῆς καὶ ἀναστροφῆς, καὶ πειρατῶν ἀκαθάρτων δαιμόνων φατρία, θηριωδῶς συναντήσασα, ἀφαρπάσῃ ἀφ’ ἡμῶν ὅσα ἐμπορευσόμεθα καὶ γυμνοὺς καὶ ἀσχήμονας ἡμᾶς ἀποδείξῃ ἐξάπινα, καὶ πελάγους βυθῷ ἁμαρτίας τινὸς μισοθέου αὔτανδρον ἡμῶν ναυαγήσῃ τὸ πλοῖον.
Ἵνα γοῦν μή τις τοιοῦτος κίνδυνος ἡμῖν συναντήσῃ, εὖ νήφειν ὀφείλομεν, ἄχρις ἐν τῷ πελάγει διαπλέωμεν τοῦ παρόντος βίου καὶ τοῦ σαρκίου. Ἔχομεν γάρ, ἐὰν θέλωμεν, κυβερνήτην ἄγρυπνον καὶ ἀνείκαστον, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καί, εἴ γε πρὸς αὐτὸν ἀποβλέπομεν αὐτὸν καὶ καλοῦμεν εἰς βοήθειαν, οὐ ναυαγήσομεν, οὐδὲ μὴ συντριβῶμεν.
Ἔχομεν δὲ πηδάλιον καὶ σημεῖον εἰς ἀγαθὸν τὸν σταυρὸν αὐτοῦ τὸν πανσέβαστον, ὃν καὶ σήμερον προσκυνοῦμεν, ὡς ὅπλον ἀήττητον τοῦ βασιλέως Χριστοῦ. Ἔχομεν τεῖχος ἀκράδαντον καὶ «πύργον ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ», τὴν ἄχραντον αὐτοῦ μητέρα καὶ θεοτόκον καί, εἴ γε νήφομεν, οὐ μὴ καταισχυνθῶμεν.
Ἐρώτησις: Καὶ τί δή ποτε πηλίκην ἔχοντες βοήθειαν, ὑπὸ τῶν παθῶν καὶ τοῦ κοινοῦ ἐχθροῦ τυραννούμενοι, πολλάκις ἡττώμεθα καὶ ἁμαρτάνομεν; Ἀπόκρισις: Ὥσπερ γὰρ ὁ κλέπτης ἔρχεται πρὸς τὸ κλέψαι καὶ θῦσαι καὶ ἀπολέσαι, καί, <ἐὰν> ἄγρυπνος ὁ οἰκοδεσπότης εὑρεθῇ καὶ φωνήσῃ τοὺς γνωστοὺς καὶ τοὺς γείτονας, δραπετεύει ταχυποδῶν, ἐὰν δὲ ἀμερίμνως ὑπνώττῃ, εἰσέρχεται εἰς τὸν οἶκον καὶ συλλέγει, εἴ τι κάλλιστον εὕρῃ καὶ ἀπέρχεται, οὕτω καὶ ἡμεῖς, ἐὰν ἐκφωνοῦμεν διὰ προσευχῆς ὁλοψύχως πρὸς Θεόν, φεύγει ἐξ ἡμῶν εὐθυβόλως ὁ κλέπτης, εἰ δὲ συναρπαζόμεθα ταῖς φιληδόνοις ὁρμαῖς καί, ἰλυσπώμενοι, ἐγκυλιόμεθα τῷ βορβόρῳ τῆς ἁμαρτίας, πάντως καὶ ἡ ἄμαχος ἐπικουρία ὑποχωρεῖ ἀφ’ ἡμῶν καὶ συστέλλεται, ὅτι, αὐτεξούσιος ὤν, ὁ ἄνθρωπος προκρίνει τὸ χεῖρον τοῦ κρείττονος καὶ συνεργὸς γίνεται τῷ λῃστῇ πρὸς τὸ κλέψαι καὶ θῦσαι καὶ ἀπολέσαι καί, ἀντὶ τοῦ κραυγάζειν καὶ καλεῖν εἰς βοήθειαν τὸν Χριστόν, σιωπᾷ καὶ ἀνέχεται.
Τοῦτο γὰρ ὁ πατήρ, τοῦτο καὶ ὁ υἱὸς ἡμᾶς ἐξεπαίδευσεν, ἵνα αἰτούμεθα· καὶ ὁ μὲν πατήρ, ὅτε λέγει: «αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου», οὐ πρὸς τὴν ὁμόθεον φύσιν ἡ προτροπὴ τῆς αἰτήσεως, ἀλλὰ πρὸς τὴν τοῦ δούλου μορφήν· ὁ δὲ υἱὸς «πάτερ», φησί, «<φύλαξ>όν με ἐν τῇ ὥρᾳ ταύτῃ», ὁμοίως καὶ τούτῳ οὐχ’ ὡς Θεός, ἀλλ’ ὡς ἄνθρωπος σωτηρίαν πρὸς τοῦ πατρὸς ἐκζητεῖται, παιδεύων ἡμᾶς ἐπὶ παντὶ πειρασμῷ, εἴτε αἰσθητῷ εἴτε νοητῷ, πρὸς θεὸν κράζειν διὰ προσευχῆς καὶ λέγειν: Κύριε βοήθησον, Κύριε, σῶσόν με ἐν τῇ ὥρᾳ ταύτῃ, ὅτι θλίβομαι παρὰ τοῦ ἐχθροῦ καὶ τῆς χοϊκῆς οὐσίας, ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι.
Εἰ γοῦν ταῦτα καὶ τὰ τούτων ἐχόμενα, πρὸς Θεὸν ἐκράζομεν ἐν καιρῷ πειρασμοῦ, οὐκ ἄν, τιτρωσκόμενοι παρὰ τῆς ἁμαρτίας, ἐθνήσκομεν. Ἀπόχρη δὲ περὶ τούτων· περὶ δὲ τοῦ προκειμένου σταυροῦ μικρό<ν> τι βραχυλογήσας περιστείλω τὴν τοῦ λόγου φοράν.
Σήμερον σταυρὸς προσκυνεῖται, καὶ ἡ κτίσις ἀγάλλεται, ὅτι ὁ κτίσας αὐτὴν Θεοῦ πατρὸς λόγος ὑμνεῖται, σταυροῦ προσκυνουμένου, καὶ ὁ πατὴρ σὺν ἁγίῳ πνεύματι ἐν μιᾷ θεότητι συνδοξάζεται. Σήμερον σταυρὸς προσκυνεῖται, καὶ ἀγγέλων συνάγονται φάλαγγες, τὸ τοῦ Χριστοῦ σημεῖον βλέπουσαι κλεϊζόμενον.
Σήμερον σταυρὸς προσκυνεῖται, καὶ βασιλεῖς χριστιανῶν, ὡς τροπαιοφόρον ὅπλον αὐτὸν κατέχοντες, ἐπαγάλλονται. Σήμερον σταυρὸς προσκυνεῖται, καὶ χοραγῶν καὶ στρατοπέδων ὀρθοδόξων παρεμβολαί, ὅσαι διὰ σταυροῦ θωρακίζονται κατὰ τῶν ἀντιπάλων, εὐφραίνονται.
Σήμερον σταυρὸς προσκυνεῖται, καὶ ἀρχιερέων γέγηθεν εὔκλεια, ὡς ἀγελάρχαι καὶ ποιμενάρχαι τῶν προβάτων καὶ τῶν ἀρνίων τοῦ ποιμενάρχου Χριστοῦ. Σήμερον σταυρὸς προσκυνεῖται, καὶ κλῆρος εὐαγὴς καὶ πᾶς ὁ τῶν ἱερέων κατάλογος ἐπαγάλλεται.
Σήμερον σταυρὸς προσκυνεῖται, καὶ ἀγάλλονται ὁλικῶς τῶν χριστιανῶν τὰ συστήματα, καί, ὡς σημεῖον δεσποτικὸν γεραίροντες, ἐν φόβῳ καὶ χαρᾷ προσκυνοῦσιν. Σήμερον σταυρὸς προσκυνεῖται, καὶ μοναχῶν ἀγέλαι εὐφροσύνως εὐφραίνονται, καὶ μάλιστα, ὡς σημεῖον ἐσταυρωμένων διὰ καθαρᾶς πολιτείας προείλοντο, ἐν ἀπλέτῳ θυμηδίᾳ καρδίας καταγλυκαίνονται Χριστοῦ χάριτι.
Σήμερον σταυρὸς προσκυνεῖται, καὶ τῆς παθοκτόνου νηστείας τὴν μεσότητα καταγγέλλει τρανότατα. Σήμερον σταυρὸς προσκυνεῖται, καὶ τῶν Χριστοῦ ἑκουσίων παθῶν προσημαίνει τὰ σύμβολα. Σήμερον σταυρὸς προσκυνεῖται, καὶ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν ἡ ἀνάστασις ἐγκαινίζεται, καὶ τῆς χαρᾶς ἐκείνης προδείκνυσι τὰ συστήματα· πρὸς ἣν γένοιτο καὶ ἡμᾶς ἀπαντῆσαι μετὰ μυροφόρων γυναικῶν, νοερῶς ἀκοῦσαι τὸ χαίρετε καὶ μὴ ἀπέλθετε, ἀλλὰ μᾶλλον εἰσέλθετε εἰς τὴν χαρὰν τοῦ Κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ δόξα τῷ Πατρὶ σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.