Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Λόγοι

Νεόφυτος ὁ Ἔγκλειστος

Τα αίτια του σχίσματος και η εορτή των αγίων Πατέρων

Εξέταση των ιστορικών γεγονότων επί πάπα Λέοντος Γ΄, η στέψη του Καρλομάγνου, η εισαγωγή νέων λειτουργικών εθίμων, η παγίωση του σχίσματος και η δοξολογική κατακλείδα εν όψει της Πεντηκοστής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 4 από 4

Ἐγὼ δὲ ἀρτίως, καθὼς ὑπεσχόμην, ἐρῶ τὴν αἰτίαν, ὅτου χάριν τῶν ἑπτὰ τούτων συνόδων ἐμνήσθην ἐν κεφαλαίῳ· ἔστι γὰρ τοῖς προσέχουσιν τὸ ζήτημα ὀνησιμώτατον πάνυ. Ὁρῶν γὰρ ἐν ταῖς ῥηθεῖσιν ἑπτὰ ἁγίαις συνόδοις καὶ τὸν κατὰ καιρὸν πάπαν Ῥώμης συνε<υ>δοκοῦντα αὐταῖς καὶ συμπράττοντα, διηπόρουν καὶ ἐζήτουν πότε ἆρα καὶ διὰ ποίαν αἰτίαν ἡ πρεσβυτέρα τῆς νέας Ῥώμης ἀπέστη καὶ ἄζυμα λειτουργεῖ, καὶ ἀλλόκοτα τῶν συνοδικῶν παραδόσεων προσανέχει καὶ ἐπικροτεῖ. Μόλις δὲ τῆς τοιαύτης διαστάσεως μεμάθηκα τὴν αἰτίαν ἔκ τινος μιᾶς βίβλου τῶν χρονογράφων, πλατυτέρως ὑφηγουμένης περί τε τῶν βασιλέων καὶ τῶν πατριαρχῶν ἀτεχνῶς· ἣν καὶ παραδηλώσω ἐν κεφαλαίῳ τοῖς βουλομένοις μαθεῖν.

Ἐπὶ τῆς βασιλείας γὰρ Κωνσταντίνου ἐκτυφλωθέντος καὶ τῆς μητρὸς αὐτοῦ Εἰρήνης, Λέων πάπα<ς> Ῥώμης ὑπῆρχεν. Φθόνῳ δὲ κατ’ αὐτοῦ κινηθέντες οἱ συγγενεῖς Ἀδριανοῦ, τοῦ πρὸ αὐτοῦ πάπα, συνεκίνησαν τὸν λαὸν καὶ ἐξετύφλωσαν Λέοντα τὸν πάπα<ν>· εἴτε δὲ προμηθείᾳ Θεοῦ, εἴτε καὶ ὅπως οὐκ οἶδα, οἱ ἐκτυφλώσαντες φιλανθρωπευσάμενοι, ἦν καὶ μετὰ <τὴν> ἐκτύφλωσιν πάλιν βλέπων.

Ἰστέον δέ, ὅτι ἄλλος Λέων πάπα<ς>, ὁ ἐν τῇ τετάρτῃ συνόδῳ ἀγωνισάμενος ὑπὲρ τῆς εὐσεβείας ἐπὶ τῆς βασιλείας Μαρκιανοῦ καὶ Πουλχερίας, καὶ ἄλλος Λέων ὁ παρών, ἐπὶ τῆς βασιλείας Κωνσταντίνου καὶ Εἰρήνης, ὃς καὶ τὴν βασιλείαν ἔσχισεν καὶ τὴν ἐκκλησίαν.

Καί, τῆς πόλεως ἀφηνιάσας, κατέφυγεν πρὸς Κάρουλον, ῥῆγα τῆς μεγάλης Φραγκίας, καὶ εἰσάγει αὐτὸν μετὰ δυνάμεως ἐν τῇ Ῥώμῃ καὶ στέφει αὐτὸν βασιλέα ἐν τῷ τοῦ ἁγίου Πέτρου σηκῷ, ἀλείψας αὐτὸν ἐλαίῳ ἀπὸ κεφαλῆς ἕως ποδῶν καὶ διακοσμήσας αὐτὸν ἁλουργίδα καὶ στέμμα βασιλικόν· καὶ αὐτὸς κάθηται πάλιν ἐπὶ τοῦ θρόνου αὐτοῦ, ἀμύνας καὶ τοὺς αὐτὸν ἐκτυφλώσαντας ἀδίκως καὶ παρανόμως, *** εἰς τὰ ἤθη τῆς Φραγκίας.

Διὸ καὶ ἄζυμα λειτουργοῦσιν καὶ ξένα τῆς Καινῆς Διαθήκης Χριστοῦ παρασπονδοῦσιν· καὶ οἱ παπάδες αὐτῶν ἀγένει<οι> μὲν τῷ λόγῳ πολυγένειοι δὲ τῷ τρόπῳ καὶ ἀσελγεῖς, καὶ οὐ τοῖ<ς> δυσὶν δακτύλοις ἅμα τῷ ἀντίχειρι σφραγίζουσιν τῷ τύπῳ τοῦ σταυροῦ, ἀλλὰ τοὺς πέντε δακτύλους ἐξαπλοῦντες σφραγίζουσιν τῷ τύπῳ τοῦ σταυροῦ· καὶ προσευχόμενοι τὸ ἓν κλίνου<σι> γόνυ καὶ οὐχὶ τὰ δύο· ὁ δὲ Χριστός, ἐν τῷ ἑκουσίῳ πάθει, ἐκ τῆς συντόνου κλίσεως τῶν δύο γονάτων, ὡσεὶ θρόμβοι αἵματος, φησί, κατέρ<ρ>εεν ὁ ἱδρὼς ἐκ τοῦ παναγίου προσώπου αὐτοῦ, αὐτοὶ δὲ τῇδε τὸ ἓν κλίνουσιν γόνυ· καὶ κρεοφαγοῦσιν τῇ τυροφάγῳ, τῷ δὲ σαββάτῳ οὐ κρεοφαγοῦσιν· καὶ τὴν μεμολυσμένην γῆν προσκυνοῦσιν· τοῦ σταυροῦ δὲ τὸν τύπον καὶ τὰς ἱερὰς εἰκόνας οὐ προσκυνοῦσιν αὐτῶν οἱ πλεῖστοι, ἀγνοοῦντες ὅτι ἡ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον διαβαίνει, καὶ τὸ ἀληθὲς ἐν τῷ ὁμοιώματι δείκνυται καὶ τὸ ἀρχέτυπον ἐν τῇ εἰκόνι. Ἀλλὰ καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον οὐ μετρίως προσπταίουσιν. Ταῦτα δὲ καὶ ἕτερα πλεῖστα δόγματα νενοθε<υ>μένα, μέχρι καὶ τῶν εἴκοσι ἑπτά, ἅτινα καὶ γραφῶσιν εἰς τὸ τέλος τοῦδε <τοῦ> λόγου, ἀπὸ Φραγ<κ>ίας πάντως ἐπὶ τὴν Ῥώμην μετήγαγον.

Ἐπεὶ δὲ ἐπέκεινα τῶν ῥηθέντων ἁγίων ἑπτὰ συνόδων, τῶν οἰκουμενικῶν, οὐ γέγονεν ἄλλη σύνοδος, ἤτοι <τῷ> τῆς Φραγκίας ἡ Ῥώμη ἐναπέμεινεν ἔθει. Οἱ δὲ Λατῖνοι, ἀντὶ τοῦ ζητῆσαι καὶ γνῶναι τὰ τῆς τιμίας ἁγίας καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἀσφαλέστατα δόγματα, καταμέ<μ>φονται μᾶλλον ἡμᾶς διὰ τὸ μὴ ἄζυμα λειτουργεῖν, καθάπερ τις νεκρὸς διασύρει τοὺς ζῶντας, διὰ τὸ μὴ καὶ αὐτοὺς ὑπάρχειν νεκρούς. Ὡσαύτως, ἀγνοοῦντες ὅτι τὸ ἄζυμον καὶ ἄναλον, σύμβολόν ἐστιν σώματος ἀψύχου καὶ μὴ ἔχοντος νοῦν νοερόν· ὁ δὲ Χριστὸς ἔμψυχον εἶχε σῶμα καὶ σοφώτατον νοῦν, οἱ δὲ λέγοντες ὅτι ἀντὶ τῆς ψυχῆς καὶ τοῦ νοὸς ἤρθη ἡ θεότης αὐτοῦ λέγονται θεοπασχῖται, ὡς ὅτι ἔπαθεν ἡ θεότης καὶ οὐχ ἡ τοῦ δούλου μορφή. Καὶ ἀπόχρη μὲν ταῦτα πρὸς ταῦτα.

Ὁ προρ<ρ>ηθεὶς δὲ Κάρουλος, ὁ καὶ ῥήξ, κρατήσας τὴν Ῥώμην καὶ πρὸς τὴν αὐγοῦσταν Εἰρήνην πρέσβεις ἐξαποστείλας, ἐδυσώπει πολλά, ἵνα αὐτὸν καταδέξηται πρὸς νόμιμον συνάφειαν γάμου, ὅπως μὴ ἀποσχισθῇ, φησίν, ἡ ἐκκλησία καὶ ἡ βασιλεία Ῥωμαίων, ἀλλ’ ἵνα μᾶλλον ἀνατολῆς τε καὶ δύσεως μία ἐκκλησία καὶ μία βασιλεία διασῴζηται εἰς τέλος.

Διὰ γοῦν τὴν τοιαύτην ἕνωσιν καὶ ὁμόνοιαν ὑπέκυψεν ἡ ἐκκλησία καὶ ἡ σύγκλητος πρὸ<ς> συνάφειαν γάμου, καὶ ἔμελλεν ἤδη τοῦτο γενέσθαι εἰ μὴ ὁ ἀνδράδελφος αὐτῆς Νικηφόρος, τυραννήσας τὴν βασιλείαν, ἐξώρι[σ]εν τὴν αὐγοῦσταν Εἰρήνην ἐν Λέσβῳ τῇ νήσῳ, ἔτι παρόντων τῇ πόλει καὶ τῶν πρεσβευτῶν τοῦ Καρούλου.

Νικηφόρος δέ, κακῶς διϊθύνων τῆς βασιλείας τὰ σκῆπτρα, κακῶς καὶ αὐτὸς παρὰ τῶν Βουλγάρων ἀπώλετο, ὥστε καὶ τὸ ὀστοῦν τῆς κάρας αὐτοῦ, ἐκκαθάραντες καὶ ἀργυρώσαντες εἰς κώθωνος τάξιν οἱ Βούλγαροι, ἔπινον εἰς αὐτό, τῆς αὐτοῦ ἀπληστίας καὶ ἀπροσεξίας καταγελῶντες εἰκότως.

Ἰδού, ὑπέδειξεν ἡμῖν ἐπιδρομάδην ὁ λόγος τὴν αἰτίαν καὶ τὸν καιρὸν τῆς διαναστάσεως τῆς πρεσβυτέρας Ῥώμης ἀπὸ τῆς νέας καὶ τῶν αὐτῆς θεσπισμάτων· καὶ οὐ μὴ γένηται διόρθωσις περὶ τούτου, εἰ μή που, νεύσει Θεοῦ, οἰκουμενικὴ καὶ αὖθις γένηται σύνοδος ὀγδόη καὶ τὰ παράσπονδα λύσει καὶ τῶν ἀζύμων τὸ ἔθος.

Καὶ ταῦτα μὲν ἅλις. Ἡμεῖς δὲ καταξιωθέντες τὴν ζωηφόρον ἀνάστασιν Χριστοῦ καὶ τὴν ἀνάληψιν αὐτοῦ ἑορτάσαι, γεραίρομεν ἤδη καὶ τὴν τῶν ἀειμνήστων ἁγίων πατέρων ἡμῶν θεόκλητον σύνοδον, ὡς ὁπλίτας ἀμάχους ὑπὲρ τῆς ἀμώμου πίστεως εἰς Χριστόν· ὅτι ὁ μέγας μὲν ἐν πατριάρχαις Ἀβραὰμ μετὰ τριακοσίων δέκα καὶ ὀκτὼ ἰδίων οἰκογενῶν τοὺς περὶ Χοδολ<λ>ογομὸρ πέντε βασιλεῖς καταδιώξας καὶ καταλύσας, ἐπικουρίᾳ Θεοῦ, μέγα πρὸς Θεοῦ καὶ ἀνθρώπων ἔσχε τὸ κλέος.

Οἱ δὲ τούτων ἰσάριθμοι πατέρες καὶ πατριάρχαι, ὑπὲρ τῆς εὐσεβείας καθοπλισάμενοι καὶ ὡς τοῦ μεγάλου βασιλέως ὁπλομάχοι κραταιοί, κατέσφαξαν τῇ μαχαίρᾳ τοῦ πνεύματος τὰ στίφη τῶν χριστομάχων καὶ μέγα τὸ κλέος καὶ αὐτοὶ ἐκαρπώσαντο πρὸς Θεοῦ καὶ ἀνθρώπων· οὓς καὶ συνήθως γεραίρομεν ἐν τῇ παρούσῃ Κυριακῇ.

Τῇ ἑξῆς δὲ τὴν μεγάλην καὶ περιφανῆ ἁγίαν πεντηκοστὴν καὶ τὴν τοῦ ἁγίου πνεύματος κάθοδον ἑορτάσομεν ἐνθέως· οὗ τῆς παρακλήσεως καὶ ἐπιφαύσεως καὶ καρπώσεως, καταξιῶσαι ἡμᾶς ὡς παράκλητος ἄλλος, ἐνδημήσας μετὰ Χριστὸν κατὰ Χριστόν, κατὰ τὴν ἐκείνου φωνήν, τοῦ ἐκ νεκρῶν ἀναστάντος δυναστείᾳ θεϊκῇ· ὅτι αὐτῷ σὺν τῷ Πατρὶ καὶ ἁγίῳ Πνεύματι πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.