Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος

Νεόφυτος ὁ Ἔγκλειστος

Εγκώμιο στον πρωτομάρτυρα Στέφανο

Εγκωμιαστικός λόγος που εξυμνεί το μαρτύριο, την ομολογία και την ανακομιδή των ιερών λειψάνων του αγίου Στεφάνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 30 από 30

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΕΓΚΩΜΙΟΝ ΔΙΑ ΒΡΑΧΕΩΝ ΕΙΣ ΤΟΝ ΘΕΙΟΝ ΑΠΟΣΤΟΛΟΝ ΠΡΩΤΑΘΛΟΝ ΚΑΙ ΠΡΩΤΟΔΙΑΚΟΝΟΝ ΣΤΕΦΑΝΟΝ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΑΝΑΚΟΜΙΔΗΣ ΤΟΥ ΤΙΜΙΟΥ ΛΕΙΨΑΝΟΥ ΑΥΤΟΥ Εὐλόγησον, πάτερ. Στεφάνου χρυσοῦ διὰ λίθων τιμίων καὶ μαργάρων κεκοσμημένου πολυτελῶς ὁ τίμιος ὑπέρκειται Στέφανος, ὡς ἔνθεος ζηλωτής, ὡς Θεοῦ λειτουργός, ὡς ἀγγέλων ἐφάμιλλος, ὡς διακόνων ἐξάρχων, ὡς μαρτύρων πρόεδρος, ὡς διαπρύσιος κῆρυξ τοῦ Χριστοῦ, ὡς τοῦ θείου Πνεύματος οἶκος, ὡς μὴ δυναμένου τινὸς αὐτῷ πεῖσαι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει, ὡς ἔλεγχος Ἰουδαίων, ὡς φιμωτὴς παρανόμων, ὡς θείας Γραφῆς εἰσηγητής, ὡς μιμούμενος Χριστὸν καὶ εὐχόμενος ὑπὲρ τῶν λιθαζόντων, ὡς διανοίξας οὐρανοὺς ὑπὲρ Χριστοῦ ἐναθλῶν, ὡς θεατὴς τῶν ἀρρήτων καὶ μυστολέκτης τῶν ἄνω, ὡς <ἐπὶ> καθέδρας Χριστὸν ἀναστήσας πατρικῆς δεξιᾶς καθορᾶν τοὺς ἀγῶνας καὶ στεφανοῦν κάραν αὐτοῦ· διὰ τοῦτο ὑπέρκειται παντὸς χρυσοῦ στεφάνου πολυτελοῦς, ὡς εἴρηται ἀνωτέρω.

Αὐτὸς δὲ κυκλοπρεπῶς στεφανοῖ ἐκ δευτέρου τὸν κύκλον τοῦ ἐνιαυτοῦ, ἔν τε τῇ μνήμῃ αὐτοῦ δηλαδὴ καὶ ἐν τῇ ἐπανόδῳ τοῦ θείου τούτου λειψάνου· διὸ κἀγὼ οὐ θέμις ἡγησάμην τελείως παρασιωπῆσαι ἢ πάλιν διεξοδικῶς τὰ περὶ τούτου ἐκτραγῳδῆσαι, ἀλλά γε διὰ μικρῶν τινων χαιρετιστικῶν ἐγκωμίων τῷ μεγάλῳ τούτῳ προσλαλῆσαι καὶ τὸν λόγον ἀποπερᾶναι δέον ᾠήθην.

Χαίροις, θεσπέσιε στεφανηφόρε Στέφανε, ὡς τὸν Πατέρα εὐφράνας ἐν τῇ ἀθλήσει σου, τὸν Υἱὸν δοξάσας ἐν τῇ ὁμολογίᾳ σου καὶ τὸ Πνεῦμα τὸ ἅγιον θεραπεύσας ἐν τοῖς λόγοις σου. Χαίροις, στεφανηφόρε Στέφανε, ὡς θεατὴς τῶν ἀρρήτων, ὡς Θεοῦ λειτουργός, ὡς «διάκονος Χριστοῦ», ὡς Πνεύματος ἁγίου κειμήλιον λογικόν.

Χαίροις, στεφανῖτα θεῖε Στέφανε, ὡς θύρα τῶν μαρτύρων, ὡς πρῶτος τῶν διακόνων καὶ ὡς διάκονος εὐκλεὴς νεοφωτίστου λαοῦ. Χαίροις, θεῖε στεφανῖτα Στέφανε, τῶν φιλοπτώχων ἡ δόξα, τῶν φιλαρέτων τὸ κλέος καὶ τῶν φιλοχρίστων ἡ κορωνίς.

Χαίροις, στεφανηφόρε Στέφανε, ὅτι βαθμίδας ἔσχες πρὸς οὐρανὸν τοὺς ἀναιροῦντάς σε λίθους, δι’ ὧν ἀνελθὼν ἡμιλλήθης ἀγγέλοις, δικαίοις, προφήταις, ἀποστόλοις, μάρτυσι καὶ ὁσίοις. Χαίροις, στεφανηφόρε Στέφανε, ὅτι τῷ πνεύματι ᾧ ἐλάλεις καὶ τῇ σοφίᾳ οὐδεὶς τῶν σοφῶν ἴσχυεν ἀντιλέξαι, ἵνα γνῶσιν ὅτι δυνατωτέρα πάντων ἐστὶν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσει κακία σοφίας, οὐδ’ οὐ μὴ παρελεύσεται πονηροὺς ἐλέγχουσα ἡ δίκη.

Χαίροις, στεφανηφόρε Στέφανε, ὅτι ὡς πάλαι Μωσέως καὶ τὸ σὸν ἐν τῷ ἀγῶνί σου Θεὸς ἐδόξασε πρόσωπον, λάμψαν ὡς πρόσωπον ἀγγέλου κατέναντι τοῦ φονικοῦ συνεδρίου, εἰ καὶ μηδ’ οὕτως τὴν σὴν ἀναίρεσιν οἱ φονεῖς παρῃτήσαντο τοῦ θαύματος αἰδεσθέντες τὸ εὐκατάπληκτον.

Χαίροις, στεφανηφόρε Στέφανε, ὅτι ὃν ἄνω καὶ κάτω ἐκήρυξαν οἱ ἀπόστολοι κεκαθικέναι Υἱὸν τοῦ Πατρὸς δεξιόθεν, σὺ κατηξιώθης ἑστῶτα θεάσασθαι καὶ κηρῦξαι τοῖς χριστοκτόνοις ὅτι· «Ἰδοὺ θεωρῶν τοὺς οὐρανοὺς ἀνεῳγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ».

Τάχα διὰ τοὺς σοὺς ἀγῶνας, ὦ μακάριε, «ἐξανέστη τοῦ θρόνου», ἵνα διὰ τὰς νιφάδας τῶν λιθασμῶν τῶν σῶν καὶ τὸν τῆς ὁμολογίας ζῆλον ὑποκύψῃ [ἄ]νωθεν, καὶ ἵνα τὴν σὴν κεφαλὴν στεφανώσῃ ἀξίως «ἐξανέστη τοῦ θρόνου», καὶ ἵνα κηρύξῃς Ἰουδαίοις ὅτι, ὃν μετὰ λῃστῶν ἐσταύρωσαν ὡς κακοῦργον, σὺ «ἐκ δεξιῶν τοῦ Θεοῦ» καὶ Πατρὸς κλεϊζόμενον καθορᾷς; Ἀλλὰ τούτων οἱ κύνες ἐκεῖνοι συνῆκαν οὐδέν, ἕως οὗ τὴν σὴν ἀναίρεσιν ἐξεπλήρωσαν κυνικῶς. Οὕτω γὰρ ἐκείνους ὁ Δαβὶδ ὡς ἐκ προσώπου φάσκων Χριστοῦ· Περιεκύκλωσάν με κύνες πολλοί, περὶ ὧν φησι καὶ Παῦλος γράφων ὁ θεῖος· «Βλέπετε τοὺς κύνας».

Χαίροις, πανεύφημε ἀπόστολε καὶ μακάριε Στέφανε, ὅτι ἀναγομένου τοῦ θείου λειψάνου σου πρὸς τὴν βασιλεύουσαν πόλιν οὐκ ἀνθρώπους ἁπλῶς ἀλλὰ καὶ θείους ἀγγέλους ἐπλούτεις ὑμνοῦντάς σου τὴν ἐπάνοδον λιγυρῶς μελῳδοῦντας καὶ λέγοντας· «Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία». Εὐοσμία δὲ ξένη καὶ ἀσυνήθης ἐπλήρου τὸν ἀέρα, πονηρὰ δὲ οἴμωζον πνεύματα, οὐαὶ ἡμῖν, λέγοντα, ὅτι Στεφάνου παρερχομένου ἡμεῖς μαστιγούμεθα. Τῶν δὲ θαυμάτων καὶ τεραστίων τῶν κατὰ τὴν ὁδὸν τελεσθέντων μακρηγορίας δεομένων τοῦ γράφεσθαι παραιτούμεθα. Αἰσθόμενος δὲ Κωνσταντῖνος ὁ μέγας τὴν ἔλευσιν τοῦ τιμίου λειψάνου τοῦ πρωτομάρτυρος ἐξῆλθε πανδημεὶ σὺν τῷ πατριάρχῃ μετὰ φώτων καὶ μύρων πολλῶν εἰς συνάντησιν, καὶ ἐπὶ ἅρματος ἐπιθέντες τὸν ἄσυλον θησαυρὸν εἷλκον πρὸς τὰ βασίλεια. Φθάσαντες δὲ τόπον, Κωνσταντιανὰς οὕτω καλούμενον, ἐπεὶ ἔστη τὸ ἅρμα, καὶ τυπτομένων τῶν ἡμιόνων χωρεῖν πρὸς τὰ πρόσω αὗται μεταστῆσαι τὸ ἅρμα οὐκ ἴσχυον, μία δὲ ἐξ αὐτῶν παραδόξως ἀνθρωπίνῃ φωνῇ ἔφη· Τί ἡμᾶς τύπτετε παραλόγως, ὦ οὗτοι; δεῖ γὰρ ἐν τούτῳ τῷ τόπῳ κατατεθῆναι τὸν ἅγιον· ἐξεπλάγησαν οὖν πάντες ἐν τῇ τοῦ ζῴου φωνῇ «καὶ ἐδόξαζον τὸν Θεόν».

Ἐκέλευσε δὲ θᾶττον Κωνσταντῖνος ὁ μέγας δομηθῆναι τῷ πρωτάθλῳ ναὸν μέγιστον ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν ᾧ καὶ ἀπετέθη ὡς θεῖον θησαύρισμα τὸ ἱερὸν αὐτοῦ λείψανον ἀναβλύζον εἰς δόξαν Θεοῦ θαυμάτων πηγάς.

Ἀλλ’ ὦ Χριστοῦ μαρτύρων ἔξαρχε καὶ ταξιάρχα, μὴ ἐπιλάθῃ τῆς πτωχείας ἡμῶν, ἀλλ’ ὥσπερ ἡμεῖς, ὡς ἐνῆν, ἐμνήσθημέν σου τῆς ἁγιότητος, οὕτω καὶ αὐτὸς τῆς ἡμῶν ταπεινότητος μνήσθητι κατέμπροσθεν τοῦ δεσπότου Χριστοῦ· αὐτῷ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.