Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος

Νεόφυτος ὁ Ἔγκλειστος

Λόγος στον Τίμιο Σταυρό

Θεολογική θεμελίωση της αδιάσπαστης σχέσης μεταξύ του σταυρωθέντος Χριστού και του ξύλου της σταυρώσεως, και ερμηνεία των παλαιοδιαθηκικών προτυπώσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 7 από 30

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΤΙΜΙΟΝ ΚΑΙ ΖΩΟΠΟΙΟΝ ΣΤΑΥΡΟΝ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΣΩΤΗΡΙΩΝ ΠΑΘΩΝ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ, ΠΕΡΙ ΩΝ ΚΑΙ ΙΚΑΝΑΙ ΠΡΟΦΗΤΙΚΑΙ ΜΑΡΤΥΡΙΑΙ Πάτερ, εὐλόγησον. Σταυρικῆς πανηγύρεως καὶ ἀνυψώσεως σήμερον ἀγομένης καὶ «τῶν Χριστοῦ παθημάτων» τῆς μνήμης εἰς μέσον εἰσαγομένης τίς ἂν γένηται κόρος φιλοχρίστων ψυχαῖς; οἶμαι γὰρ ὅτι οὐδείς. Διότι ἔνθα σταυρὸς ἀνυμνεῖται, πρόδηλον ὅτι καὶ Χριστὸς συνδοξάζεται. Ὡσαύτως καὶ ἔνθα Χριστὸς ἀνυμνεῖται, καὶ σταυρὸς συνδοξάζεται· τύπος γὰρ τῆς ἀχωρίστου Τριάδος πέφυκεν ὁ σταυρός, ἡνωμένος μὲν τοῖς τρισὶ ξύλοις ἀδιαίρετον φέρων τὴν ἕνωσιν, διαιρουμένοις δὲ ὥσπερ πρόσωπα τοῖς ὀνόμασι. Διὰ τοῦτο καὶ ἐξελέγη ἐκ τοῦ Λιβάνου πάλαι, ἔκειτο δὲ ἀργὸν μέχρι καὶ τῆς σταυρώσεως τοῦ Χριστοῦ, ἵνα εὐκαίρως τὸ τοῦ Ἠσαΐου ῥητὸν πληρωθῇ τὸ λέγον· «Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν πεύκῃ καὶ κέδρῳ καὶ κυπαρίσσῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου, καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω».

Ἐπεὶ δὲ τῆς Τριάδος ὁ εἷς μένων ἀδιαστάτως τῇ θείᾳ φύσει τῷ Πατρὶ καὶ τῷ Πνεύματι γίνεται καὶ τέλειος ἄνθρωπος, ὅπως τῆς θείας φύσεως ἀναλλοιώτου μενούσης ἡ ἀνθρωπίνη ὑπὲρ ἀνθρώπων τὸ ἑκούσιον πάθος ὑποστῇ, ἔνθεν καὶ σταυρωθεὶς ἐν τῷ τρισολβίῳ τούτῳ ξύλῳ ἀδύνατον λέγειν περὶ σταυροῦ καὶ Χριστοῦ ἀμνημονεῖν, ὥσπερ καὶ τὸ ἔμπαλιν ἀδύνατον λέγειν περὶ Χριστοῦ καὶ ἀμνημονεῖν τοῦ σταυροῦ. Πῶς γὰρ ἂν τολμήσειεν ἄν τις φάναι ποτέ; βλέπων γὰρ τὸ ἐκτύπωμα τοῦ παναγίου σταυροῦ ἐν τῇ ἀχράντῳ κεφαλῇ τοῦ Χριστοῦ καὶ πάλιν βλέπων ἐν τῷ θείῳ σταυρῷ ὅλον τὸ τοῦ Χριστοῦ σῶμα προσηλωμένον πῶς δυνατὸν φάναι περὶ τοῦ ἑνὸς καὶ καταλεῖψαι τὸ ἕτερον;

Ταῦτα δὲ λέγοντες οὐκ ἰσοτιμίαν πάντως φαμὲν Χριστοῦ καὶ σταυροῦ· ὁ μὲν γὰρ ἐδόξασεν, ὁ δὲ ἐδοξάσθη δόξαν ὑπερφυῆ ὑπὲρ πάντας ἁγίους, ὑπὲρ πάντας δικαίους, ὑπὲρ πᾶσαν κτίσιν ἁπλῶς καὶ ὑπὲρ ἀγγέλων αὐτῶν, ὡς καὶ τῶν πραγμάτων ἡ φύσις διδάσκει καὶ τῷ θείῳ Χρυσοστόμῳ δοκεῖ· Τοῦτο τὸ ξύλον, φησίν, ἄγγελοι προσκυνοῦσιν ἐν οὐρανῷ οὐ διὰ τὸ εἶδος τοῦ ξύλου ἀλλὰ διὰ τὸν ἐν αὐτῷ σταυρωθέντα Χριστόν.

Ὑπόθου μοι ὅτι ἐδόξασεν ὁ βασιλεύς τινα τῶν μεγιστάνων αὐτοῦ δόξαν μεγάλην ὑπὲρ πάντας τοὺς ὑπ’ αὐτόν, καὶ λέγομεν ὅτι μεγάλως τοῦτον ἐδόξασεν ὁ βασιλεύς· οὐ μέντοι καὶ βασιλέα τοῦτον καλέσαι τολμήσειεν ἄν τις. Οὕτω καὶ περὶ τοῦ σταυροῦ λέγομεν ὅτι μεγάλως τοῦτον ἐδόξασεν ὁ Χριστός, καθὼς καὶ προεῖπεν ὅτι «καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω». Προσηλωθεὶς γὰρ ἐν αὐτῷ ἑκουσίως καὶ φοινίξας αὐτὸν αἵματι παναγίῳ καὶ τὰς θύρας τοῦ ᾅδου δι’ αὐτοῦ κατακλάσας καὶ τὴν τοῦ τυράννου κάραν συντρίψας καὶ λύσας τοὺς δεδεμένους δέδωκεν ἡμῖν αὐτὸν ἀκαταμάχητον ὅπλον εἰς σωτηρίαν, ἵνα ὡς πιστοὶ «δοῦλοι Χριστοῦ» τὸ σύμβολον τῆς νίκης αὐτοῦ κρατοῦντες καὶ ἡμεῖς ἀνατρέπωμεν τοὺς ἐχθροὺς ἡμῶν.

Διὰ τοῦτο γὰρ καὶ ἐν τῇ τοῦ λόγου ἀρχῇ ἔφην ἐγὼ ὅτι περὶ σταυροῦ καὶ Χριστοῦ λέγειν ἐπιχειροῦντες, “τίς ἂν γένηται κόρος φιλοχρίστων ψυχαῖς”, τὸ δὲ ἄνισον τῆς τιμῆς ῥητορεύοντες ἔφημεν ἅπερ ἔφημεν, καὶ ὅτι ὁ μὲν δοξάσας Θεὸς ἐν σαρκί, τὸ δὲ δοξασθὲν ξύλον ἐκλελεγμένον εἰς ὑπουργίαν τῶν τοῦ Χριστοῦ παθημάτων, ἐξ ὧν καὶ ἐδοξάσθη τρανῶς θεορρύτῳ αἵματι φοινιχθέν, διὸ καὶ ὡς ἐργάτης καὶ συνεργὸς «τῶν τοῦ Χριστοῦ παθημάτων» τῷ Χριστῷ συνδοξάζεται εἰς τὸ μέτρον αὐτοῦ, καὶ ὅτι ὥσπερ τὸ γυναικεῖον γένος διὰ τὴν παράβασιν τῆς προμήτορος τῇ λύπῃ κατεδικάσθη, καὶ τῆς λύπης ἀντίθετος μία γυναικῶν ἐξελέγη δεξαμένη τὸ «χαῖρε», ἀνατρέπων τὴν λύπην, οὕτω καὶ ἐνταῦθα· ἐπειδὴ γὰρ ἐν τῇ παραβάσει ξύλον ὑπούργησε καὶ γυνὴ τῷ Ἀδάμ, καὶ νῦν ξύλον ἀντισηκοῦν τὴν παράβασιν ἐξελέγη καὶ γυνὴ ἄμεμπτος καὶ νέος Ἀδάμ, ἵνα διὰ τῶν δύο τούτων ἀμέμπτων καὶ ὑπεραγίων ἡ παλαιὰ ἐκείνη καὶ ἐφάμαρτος παράβασις ὀρθωθῇ. Καὶ πάλιν, ἐπεὶ διὰ ξύλου γέγονεν ἡ αἰτία τῆς παραβάσεως, διὰ τοῦτο καὶ «ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου» προγέγραπται.

Διατί δὲ ἐπικατάρατος; Διότι ἐπὶ ξύλου οὐδεὶς ἐκρέματο, εἰ μὴ ὁ κατάρας ἄξιος, ἤγουν ὁ λῃστής, ὁ φονεύς, ὁ κλέπτης καὶ ὁ μοιχός, ὧν καὶ πρὸ τῆς ἐν τῷ ξύλῳ καταδίκης τὰ ἔργα κατάρατα. Τάχα διὰ τοῦτο καὶ Ἑβραίων παῖδες, οἱ ὄντως κατάρατοι, τὸν Χριστὸν ὡς κατάρατον δῆθεν καὶ ὡς κακοῦργον ἐκρέμασαν ἐπὶ ξύλου μετὰ λῃστῶν τὴν δόξαν αὐτοῦ διαβληθῆναι κακούργως βουλόμενοι («ἀποπεσέτωσαν δὲ ἀπὸ τῶν διαβουλίων αὐτῶν» οἱ παράφρονες), «καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτὴν» ἐφ’ ἑαυτῆς.

Σταυρώσαντες γὰρ αὐτὸν ὡς κατάρατον δῆθεν, λέλυκε τὴν κατάραν πηγάσας τὴν εὐλογίαν διὰ τοῦ τιμίου αἵματος αὐτοῦ. Καὶ ἐντεῦθεν λοιπὸν διεγνώσθη Θεός, καθὼς καὶ προεῖπεν ὁ θαυμάσιος Ἀμβακούμ· «Ἐν μέσῳ», φησί, «δύο ζῴων γνωσθήσῃ» (ἀντὶ τοῦ ἐν μέσῳ δύο λῃστῶν ἔργα φερόντων ζῴων ἀλόγων καὶ μὴ ἀνθρώπων ἁπλῶς), «ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ, ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ». Τότε, φησί, «γνωσθήσῃ» τίς εἶ, καὶ ἐπιγνωσθήσῃ Θεός, ὅτε ὁ καιρὸς ἐπιστῇ, καὶ κρεμασθῇς ἐν μέσῳ δύο λῃστῶν (ζῴων) ἀνθρώπων, καὶ σκοτάσει ὁ οὐρανός, καὶ τρομάξει ἡ γῆ. Τότε «γνωσθήσῃ» Θεὸς «ἐν τῷ παρεῖναι τὸν καιρὸν» ἐκεῖνον, ὅτε καὶ ἡ ψυχή σου ταραχθῇ «ἐν ὀργῇ» κατὰ τῶν ἀξίων ὀργῆς, «ἐλέους μνησθήσῃ». «Νῦν» γάρ, φησίν, «ἡ ψυχή μου τετάρακται», ἀλλ’ ὅμως ἐλέους μνησθήσῃ λέγων· «Ἄφες αὐτοῖς, πάτερ, “τὴν ἁμαρτίαν ταύτην”· οὐ γὰρ οἴδασι τί ποιοῦσιν». Οὕτω γὰρ οἱ κατάρατοι «ἀποπεσέτωσαν ἀπὸ τῶν διαβουλίων αὐτῶν», ὅτι «πρὸ» μὲν «τοῦ σταυροῦ καὶ τοῦ πάθους» κοινὸς ἁπλῶς ἄνθρωπος ἐλογίζετο τοῖς πολλοῖς ὁ Χριστός, τῆς δὲ θείας δόξης αὐτοῦ τὸ ὑπέρτιμον ἀγγέλοις καὶ μόνοις γνώριμον ἦν, μετὰ δὲ τὸν ἄτιμον ἐκεῖνον καὶ κατάρατον θάνατον ἐγνώσθη καὶ ἀνθρώποις ὅτι Θεός ἐστιν ἐν σαρκὶ πεπονθὼς «ἐν τῷ παρεῖναι τὸν καιρόν», ὡς προλέλεκται.

Ὁρᾶτε, ὦ φιλόχριστοι καὶ φιλακροάμονες; ὁρᾶτε πῶς ὁ λόγος περὶ σταυροῦ καὶ Χριστοῦ διόλου συνεξυφαίνεται ποθεινός, κἂν καὶ ἄνισος ἡ τιμή; καὶ τίς ἂν γένηται κόρος ἐν τοιαύτῃ διαλέξει συνυφασίας καὶ περὶ τοιούτων πραγμάτων; ἀλλὰ καὶ τί ξένον ἀκορέστως ἔχειν περὶ τὰ θεῖα, ὅπου γε καὶ σωμάτων ἐμπαθεῖς ἔρωτες κόρον πολλάκις οὐκ ἔχουσιν, ἀλλ’ «ἔργῳ καὶ λόγῳ» καὶ διανοίᾳ ἐκεῖνα φαντάζονται τὰ τοῦ πάθους ἐπιτηδεύματα, οἱ δὲ θεῖοι καὶ πρὸς Θεὸν ἔρωτες φιλοχρίστων ψυχῶν τίς ἂν γένηται κόρος ποτὲ συνηνωμένως ἀκούων συμπεπλεγμένην ὥσπερ σειρὰν περί τε ζωηρῶν παθημάτων Χριστοῦ καὶ σταυροῦ πανολβίου; ἀλλὰ καὶ αὖθις τί ξένον, ὅτι μετὰ σταυρὸν καὶ πάθος δεσποτικὸν ἡμεῖς γεραίρομεν ταῦτα, οἱ μυρίων ἐντεῦθεν ἀπολελαυκότες καλῶν, ὅπου γε καὶ πρὸ τούτων προέλεγον οἱ προφῆται;

Καὶ ὅρα μοι τί ὁ τούτων ἀρχαιότερος ἔφη· Ὄψεσθε, φησί, τὴν ζωὴν ὑμῶν κρεμαμένην κατέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Ὁ δὲ θεῖος Δαβὶδ τὴν τῶν Ἰουδαίων τόλμαν προβλέπων τό τε πάθος Χριστοῦ καὶ τὸν σταυρὸν προδηλῶν ἔφη· «Ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχε με, ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον».

Καὶ μεθ’ ἕτερα περὶ τῶν αὐτῶν πάλιν ἔλεγεν· «Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν, καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον», τουτέστιν, οὐδὲ συλλυπούμενόν μοι εὗρον ἐν τῇ λύπῃ μου ἐκείνῃ οὐδὲ παρακαλοῦντα, ἀλλὰ μόνος κατὰ τὸ ἀνθρώπινον ταῦτα ὑπέστην ἐγώ. Ὥσπερ καὶ ὅταν ἐν ἑτέρωθεν λέγει· Ληνὸν ἐπάτησα μονώτατος καὶ οὐδεὶς τῶν ἐθνῶν συνήργησέ μοι, οὕτω καὶ ἐνταῦθα οὔτε συλλυπούμενον εὗρον οὔτε παρακαλοῦντα (καίτοι γε εἶχε συλλυπουμένους τοὺς μαθητὰς καὶ τὴν ἁγνὴν μητέρα, παρεκρύπτοντο δὲ καὶ ἐμακρύνοντο ἀπ’ αὐτοῦ, κατὰ τὸ «ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ»), ἀλλ’ ὅτι οὐδεὶς τῶν ἐξουσιαστῶν ἀρχόντων εὑρέθη συλλυπούμενός μοι ἢ παρακαλῶν με, ἀλλὰ μᾶλλον ἀντὶ τούτων «ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος», καὶ ὅτι «προέφθασάν με παγίδες θανάτου καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον», καὶ «εἰ δυνατόν», λέγων, «πάτερ, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ», «καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα» σταυρωθείς.

Ἠθέλησε γὰρ τοῦτο καὶ ὁ Πατήρ, τὸν Υἱὸν ὑπὲρ ἀνθρώπων παθεῖν. «Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσῆλθεν εἰς τὰ ὦτα αὐτοῦ, καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν». Δηλαδή, ὅτε ἐκ τοῦ σταυροῦ «μεγάλην κράξας φωνὴν ἀφῆκε τὸ πνεῦμα», τότε καὶ ἡ γῆ ἐσαλεύθη, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν, τοῦτο μὲν ὡς μὴ ὑποφέρουσα ἡ κτίσις τὸν κτίστην βλέπειν πάσχοντα καὶ θνῄσκοντα καὶ ὑβριζόμενον μικροῦ δεῖν κατεστρέφετο τρέμουσα, τοῦτο δὲ ὅτι καὶ ὁ Πατὴρ οὐ μετρίως ὠργίσθη τοσαύτην περὶ τοῦ Υἱοῦ ἀπήνειαν βλέπων ἀνθρώπων. Καὶ τοῦτό ἐστι τὸ «ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται» καὶ «ἄνθρακες ἀνήφθησαν ἀπ’ αὐτοῦ»· τάχα γὰρ καὶ κατακαυθῆναι πυρὶ καὶ καταστραφῆναι ἔμελλεν ὁ κόσμος τότε διὰ τὴν σφαγὴν τοῦ Χριστοῦ, εἰ μὴ τὴν δικαίαν ἐκείνην ὀργὴν ἀνέτρεψεν ἡ ἄβυσσος τοῦ ἐλέους τοῦ Θεοῦ. Οὐ γὰρ εἶχέ τινα συγγνώμην ἡ φύσις τοῦ δράματος, οὐδὲ εἶχε μέτρον τῆς κακίας ἡ ὑπερβολή. Καὶ εἰ μή, ὡς ἔφημεν, τὸ ἔλεος τὸ ἄμετρον ἀνέτρεψε τὴν δικαίαν ὀργὴν «διὰ τοὺς μέλλοντας» μετὰ ταῦτα «κληρονομεῖν σωτηρίαν», εἶχεν ἂν ὁ κόσμος τελείως ἀφανισθῆναι.

Ἀλλ’ ἵνα καὶ ὁ πρῶτος ἄνθρωπος καὶ οἱ μετ’ ἐκεῖνον δίκαιοι καὶ προφῆται ἀπολυθῶσι τῶν χρονίων τοῦ ᾅδου δεσμῶν, καὶ ὁ διάβολος πείσεται δικαίως ὡς ἀποστάτης καὶ τύραννος τοῦ βασιλείου πλάσματος, κατέσχε Κύριος τὴν δικαίαν ὀργὴν αὐτοῦ μὴν καταλῦσαι τὸν κόσμον.

Μωσῆς δὲ ὁ μέγας τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν τῶν Ἰουδαίων προϋβρίζων ἐβόα· «Τέκνα μωμητά, γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα Κυρίῳ ἀνταποδίδοτε;» ταῦτα Κυρίῳ ἀνταποδίδοτε «πονηρὰ ἀντὶ ἀγαθῶν;» «οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός; οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔπλασέ σε;» καὶ σύ, ὡσανεὶ ἔλεγε, κατ’ αὐτοῦ ἐξανέστης καταδικάσαι σταυρῷ; «Μνήσθητε ἡμέρας αἰῶνος», ὅσα ἐποίησεν ὑμῖν ἀγαθά, «σύνετε δὴ ἔτη γενεὰς γενεῶν», πῶς ἐξήγαγεν ὑμᾶς ἐξ οἴκου δουλείας Φαραὼ καὶ τὴν γῆν τῆς ἐπαγγελίας ὑμῖν ἐδωρήσατο, ἐν ᾗ καὶ πᾶν αἷμα δίκαιον ἐξεχέατε καὶ τὸν Δεσπότην ὑμῶν σταυρώσαντες ἀπεκτείνατε. «

Ἐπερώτησον τὸν πατέρα σου» Ἀβραάμ, «καὶ ἀναγγελεῖ σοι» «περὶ τοῦ σπέρματος αὐτοῦ», δι’ οὗ εὐλογήθησαν «πᾶσαι αἱ φυλαὶ τῆς γῆς», «τοὺς πρεσβυτέρους σου» προφήτας, «καὶ ἐροῦσί σοι» διὰ τῶν βίβλων αὐτῶν τίς ἐστιν ὁ Χριστός, ὅτι αὐτός ἐστιν «ὁ ὕψιστος», ὃς καὶ «διεμέρισεν ἔθνη, οὓς διέσπειρεν υἱοὺς Ἀδάμ», ὃς καὶ «ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ»· στήσας γὰρ ὅρια ἐθνῶν καὶ διασπείρας αὐτὰ ἐν ὅλῳ τῷ κόσμῳ σὲ ἐξελέξατο κληρονόμον υἱὸν «παρὰ πάντα τὰ ἔθνη» καὶ ἐδωρήσατό σοι τὴν γῆν τῆς ἐπαγγελίας καὶ ἐλάλει σοι διὰ τῶν προφητῶν «τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας» αὐτοῦ, καὶ σὺ κατ’ αὐτοῦ ἐξανέστης προσηλώσας ἐπὶ σταυροῦ;

Ταῦτα Κυρίῳ τῷ σῷ ἀνταποδίδως «πονηρὰ ἀντὶ ἀγαθῶν;» «καὶ τί ποιήσεις», ταλαίπωρε, «ἐν ἡμέρᾳ ἐπισκοπῆς αὐτοῦ», ὁπόταν ἔλθῃ ἐν τῇ δόξῃ τῇ πατρικῇ τοῦ κρῖναι τὸν κόσμον καὶ ἑκάστῳ ἀποδοῦναι κατὰ τὴν πρᾶξιν αὐτοῦ; μὴ δυνήσῃ καὶ τότε εἰπεῖν «οὐκ οἴδαμεν πόθεν ἐστίν»; καὶ οὐχὶ γνώσῃ τότε αὐτὸν σεσαρκωμένον Θεόν, ζωῆς τε καὶ θανάτου ἔχοντα τὴν ἐξουσίαν, καὶ κριτὴν δίκαιον ζώντων καὶ νεκρῶν φυλάττοντά τε καὶ τὰ σύμβολα τοῦ πάθους αὐτοῦ σῶα καὶ ἀνελλιπῆ, ἀναμφιλέκτως ὑποδεικνύοντά σοι σταυρὸν καὶ τοὺς ἥλους καὶ τὰ τούτων τυλώματα τῶν χειρῶν καὶ τῶν ποδῶν καὶ τῆς ἀχράντου πλευρᾶς, τὸ ἐξ ἀκανθῶν στέφος, τὸ ἐμπαικτικὸν πρὸς ἔλεγχον τοῦ προσώπου σου;

Καὶ ταῦτα μὲν πρὸς Ἰουδαίους νοητῶς ὁ μέγας Μωσῆς. Ὁ δὲ Χριστὸς διὰ Ἠσαΐου τί λέγει τοῖς σκοτεινοῖς τούτοις, ἀκούσωμεν· «Οἱ πορευόμενοι», φησίν, «ἐν σκότει καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ Θεῷ» (παραινετικὸν γὰρ τὸ ῥητόν). Ἐπεὶ δὲ οὐκ ἤκουσαν ἐκκλῖναι τοῦ σκότους καὶ προσδραμεῖν τῷ φωτὶ τοῦ Θεοῦ, «ἰδού», φησί, «πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογί, ᾗ ἐξεκαύσατε». Ἐπειδή, φησί, τῷ φωτὶ τοῦ Θεοῦ οὐ προσήλθετε, «πορεύεσθε» ἐν «τῇ φλογί, ᾗ ἐξεκαύσατε».

Ἑρμηνεύων δὲ ὁ Χριστὸς διὰ τοῦ προφήτου διατί πείσονται ταῦτα, φησί· «Δι’ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε», «ἐγὼ δὲ οὐκ ἀπειθῶ, οὐδὲ ἀντιλέγω. Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων, καὶ Κύριος βοηθός μου ἐγενήθη». Τὴν πατρικὴν εὐδοκίαν βοήθειαν ὀνομάζει καὶ τὴν τελείαν αὐτοῦ ἐνανθρώπησιν ἐπιβεβαιῶν πατρόθεν εἶναι ὅλην τὴν βοήθειαν λέγει, ἀρχὴν τιμῶν πατρικήν. Καὶ «διὰ τοῦτο οὐκ ἐνετράπην», φησί, «ἀλλ’ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ· ὅτι ἐγγίζει ὁ δικαιώσας με», ὁ Πατὴρ δηλονότι, περὶ οὗ ἔλεγεν ὅτι «ὁ πατὴρ» πάντοτε «μετ’ ἐμοῦ ἐστι».

Καὶ ἴδωμεν πάλιν πῶς ὁ αὐτὸς προφήτης προφητικοῖς ὀφθαλμοῖς προεῖδε τὸν Χριστὸν ἐν τῷ σταυρῷ· «Καὶ εἴδομεν αὐτόν», φησί, «καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον τὸ εἶδος αὐτοῦ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων». Τοσοῦτον, φησί, ἐν τῷ σταυρῷ εἴδομεν ἐκλελοιπότα τὸ πρότερον ὡραιόμορφον κάλλος καὶ τὸ εἶδος τοῦ προσώπου αὐτοῦ, τὸ πρὶν ἀπαστράπτον, ὡς τῶν τεθνεώτων ἁπλῶς υἱῶν τῶν ἀνθρώπων· «Ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ ὑπὸ Θεοῦ καὶ κακώσει, αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν».

Οὕτως γάρ, φησίν, οἱ κακόφρονες περὶ Χριστοῦ διανοοῦνται καὶ διανοηθήσονται, ὅτι ὡς παράνομος ὑπὸ Θεοῦ ἐπλήγη καὶ ἐκακώθη. Οὐχ οὕτως δέ, ἀλλὰ μᾶλλον διὰ τὰς ἀνομίας καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν ἐτραυματίσθη καὶ ἐμαλακίσθη καὶ ἐμωλωπίσθη, καὶ «τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν». Ταῦτα, φησίν, ὁ Δεσπότης ὑπὲρ δούλων ὑπέστη, ὅτι «πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ».

Ἐπειδὴ γὰρ «πάντες ὡς πρόβατα ἐπλανήθημεν» καὶ τῆς ὁδοῦ τοῦ Θεοῦ ἐξενεύσαμεν, ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὁ Κύριος παρέδωκεν ἑαυτὸν ἑκουσίως. Τοσοῦτον δὲ ἐκακώθη ὑπὸ τῶν παρανόμων καὶ ὑβριστῶν, ὡς μηδὲ ἀνοίγειν τὸ στόμα αὐτοῦ. Ὑπὸ Πιλάτου γὰρ καὶ Ἡρῴδου καὶ ἀρχιερέως ἐρωτώμενος «οὐδὲν ἀπεκρίνατο» εἴς τινα, ὡς καὶ «θαυμάζειν τὸν ἡγεμόνα λίαν» καὶ λέγειν· «Ἐμοὶ οὐ λαλεῖς;». Ὅθεν καὶ «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται;».

Τοῦτον τὸν οὕτω καταδικασθέντα, «ὡς πρόβατον ἐπὶ σφαγὴν» ἐν πολλῇ ταπεινότητι, τίς δύναται, φησί, διηγήσασθαι αὐτοῦ τὴν γενεὰν τὴν θείαν καὶ ἀνθρωπίνην, ἀντὶ τοῦ οὐδείς· «Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἥκει εἰς θάνατον. Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ». «Αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ» κατὰ τὸ ἀνθρώπινον πρὸς τὴν ζωαρχίαν αὐτοῦ καὶ τοῦ Πατρὸς αὐτοῦ. Καὶ διὰ τὰς ἀνομίας τοῦ λαοῦ μου, λέγει ὁ Πατήρ, ἥκει εἰς θάνατον ὁ ἐμὸς Υἱός. Ἀλλὰ δώσω ἐγὼ τοὺς πονηροὺς τῶν Ἰουδαίων καὶ τοὺς πλουσίους τῷ σατανᾷ, ᾧ δεδουλεύκασιν, ἀντὶ τῆς ταφῆς καὶ ἀντὶ τοῦ θανάτου τοῦ ἀγαπητοῦ μου Υἱοῦ, «ὅτι ἀνομίαν οὐκ ἐποίησεν», ὡς αὐτοὶ φληναφοῦσι ὅτι «οὗτος ἄνθρωπος ἁμαρτωλός ἐστιν», «οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ», ὥς φασιν ὅτι «πλανᾷ τὸν ὄχλον». «Καὶ βούλεται Κύριος ἐν χειρὶ αὐτοῦ», φησίν, «ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει, δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει».

Ὥσπερ ἐπὶ τὸ πάθος καὶ ἡ πατρικὴ παρῆν εὐδοκία, οὕτω καὶ ἐπὶ τῇ τῆς πληγῆς καθάρσει καὶ τῇ ἀφελείᾳ τοῦ πόνου τῆς ψυχῆς καὶ τῇ φωσφόρῳ αὐτοῦ ἐκ νεκρῶν ἀναστάσει παρῆν. Καὶ ὡς δίκαιον δεδουλευκότα πολλοῖς ἁμαρτωλοῖς διὰ τῆς αὐτοῦ ἐνανθρωπήσεως καὶ τοῦ πάθους καὶ ἀραμένῳ τὰς ἁμαρτίας τοῦ κόσμου, «διὰ τοῦτο καὶ αὐτὸς κληρονομήσει πολλοὺς» σεσωσμένους καὶ πεπιστευκότας τῷ ὀνόματι αὐτοῦ «καὶ τῶν» λογιζομένων «ἰσχυρῶν» δαιμόνων «μεριεῖ σκῦλα» ψυχῶν πιστῶν καὶ ἀπίστων, «ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη». Διὰ τοῦτο, φησίν, εἰς θάνατον παρεδόθη ἄτιμον καὶ τοῖς ἀνόμοις ἐλογίσθη, ἵνα σώσῃ πολλοὺς καὶ ἵνα μετὰ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· πρὸ γὰρ τῆς Χριστοῦ παρουσίας ἰσχυροὶ οἱ δαίμονες ἐλογίζοντο, ὅτι καὶ τὰς τῶν δικαίων ψυχὰς μετὰ τῶν ἁμαρτωλῶν κατεδίκαζον ἐν τῷ ᾅδη. Ἐκεῖσε δὲ μετὰ τὸ πάθος κατελθὼν ὁ Χριστὸς ὥσπερ σκῦλα κατεμέρισε τὰς ψυχὰς δήσας τὸν ἰσχυρὸν καὶ διαρπάσας τὰ σκεύη αὐτοῦ· ὅτι δὲ κἀκείνῳ μερίδα κατέλειψεν, οὐχ ὡς ἄξιον μερίδος ἐκεῖνον, ἀλλ’ ὅτι ὡς ἄπιστος καὶ ἀναξία τῶν ἄνω κατελείφθη κάτω μερὶς οὐκ ὀλίγη ἀπίστων ψυχῶν. Καὶ τοῦτό ἐστι τὸ «μετὰ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα, ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη».

Ὢ θαύματος ξένου, ὢ μυστηρίου καινοῦ, ὢ φιλανθρωπίας ὑπερβολή. Ὁ Δεσπότης ὑπὲρ δούλων ἀχρείων εἰς σφαγὴν παρεδόθη, καὶ οἱ δοῦλοι ἁμαρτάνοντες καὶ τὸν Δεσπότην λυποῦντες οὐκ αἰσχυνόμεθα, οὐδὲ εἰς ἔννοιαν ἐλθεῖν ἀνεχόμεθα τῆς δεσποτικῆς πραγματείας τὸ μέγεθος, ἥτις καὶ τὴν ἄψυχον κτίσιν κατέπληξε καὶ συνετάραξε σφόδρα, ἀλλὰ καὶ τῶν ἀψύχων κτισμάτων ὥσπερ ἀναισθητότεροι ἀλόγως ἐξαμαρτάνομεν;

Καὶ τί ποιήσομεν, εἰπέ μοι, ὅταν ἐκεῖνος ἐλεύσεται καὶ καθεσθῇ ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ ἡμεῖς ἀθροισθῶμεν κατέμπροσθεν αὐτοῦ, κἀκεῖνος μὲν ἐμφανίζει ἃς ὑπὲρ ἡμῶν ἐπλήγη πληγάς, καὶ ἡμεῖς ἱστάμεθα μετ’ αἰσχύνης πεπληγμένοι ταῖς ἁμαρτίαις καὶ πεφορτισμένοι ταῖς ἀνομίαις; Ἐκεῖνος ὑπὲρ ἡμῶν ὠδυνήθη καὶ ἠτιμάσθη καὶ ἐτεθνήκει, ἡμεῖς δὲ οὔτε ὑπὲρ ἐκείνου οὔτε ὑπὲρ ἡμῶν αὐτῶν ἀνεχόμεθα τὰς ὀρέξεις ἀθετῆσαι τοῦ σώματος;

Ἔνθεν καὶ διὰ τὸν πολυαμάρτητον βίον ἡμῶν καὶ ἀμετανόητον τρόπον παρεδόθημεν ἐν τοῖς ἔθνεσιν, καὶ διώκουσιν ἡμᾶς οἱ μισοῦντες ἡμᾶς, καὶ σπέρομεν «διὰ κενῆς τὰ σπέρματα ἡμῶν, καὶ ἔδονται» τοὺς πόνους ἡμῶν «οἱ ὑπεναντίοι ἡμῶν», καὶ «ἡ ἰσχὺς ἡμῶν» ἐγένετο «εἰς κενόν», καὶ ἐγενόμεθα ὀλιγοστοί, καὶ λαὸς ἀλλότριος ἐπληθύνθη ἐν τῇ γῇ ἡμῶν. Ταῦτα γὰρ πάντα καὶ τὰ αὐτῶν παραπλήσια προηπείλησε Θεὸς πάσχειν τοὺς μὴ τηροῦντας τοὺς θείους νόμους αὐτοῦ· Ὅτι, φησίν, ἐπορεύθητε πρός με πλάγιοι, κἀγὼ πορεύσομαι πρὸς ὑμᾶς ἐν θυμῷ πλαγίῳ. Καὶ γὰρ οὕτως ἔχει· εἰ μή που γὰρ δεινῶς τις ἀρρωστήσει, εὔδηλον ὅτι οὐδὲ ὁ ἰατρὸς ἐπάγει τομὴν μετὰ πικρίας καὶ καύσεως. Καὶ ἡμεῖς εἰ μή που πολλὰ τὸν πανάγαθον ἡμῶν ἰατρὸν παρεπικράναμεν καὶ πλαγίως πρὸς αὐτὸν διετέθημεν, οὐκ ἂν διετέθη καὶ αὐτὸς πρὸς ἡμᾶς πλαγίως σωτηριωδῶς καταπικραίνων ἡμᾶς ἰδοὺ δώδεκα ἔτη. Ἑπτὰ γὰρ ἔτη ἐκρατήθη ἡ χώρα αὕτη ἀνταρτικῶς καὶ ἐβασιλεύθη παρ’ Ἰσαακίου τοῦ Κομνηνοῦ καὶ ἐπικράνθη οὐ μετρίως. Ἐκείνου δὲ ἀρθέντος ἐπράθη ἡ χώρα παρ’ Ἐγγλίνου διώκτου Φράγκοις χρυσίου χιλιάδων λιτρῶν διακοσίων, οἳ καὶ κρατοῦσιν αὐτὴν δουλικῶς καὶ λεηλατοῦσιν ἑτέρους χρόνους πέντε· καὶ ἕως πότε, οὐδεὶς ἐν ἀνθρώποις τὴν ἀπόβασιν οἶδε. Ἔστι δὲ τόδε τὸ ἔτος ͵ϛψδʹ, ἴνδικτος δὲ ιδʹ, καὶ Αὔγουστος μήν, ὁπηνίκα καὶ ὁ παρὼν σὺν Θεῷ συντέτακται λόγος.

Ἀλλὰ περὶ τούτων πολλὰ ἐγὼ λέγειν οὐ βούλομαι· ἔφην δὲ καὶ ταῦτα ὑπεραγάμενος τὴν δεσποτικὴν συγκατάβασιν, ὅτι οὐχ ἁπλῶς ὑπὲρ δούλων ἀχρείων ἀπέθανεν, ἀλλ’ ὅτι «καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη».

Καὶ τίς οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειεν ἐν αἰσθήσει καρδίας τὴν δεσποτικὴν διαγνωσάμενος συγκατάβασιν; Ἡμεῖς δὲ πρὸς τὸν σταυρὸν τὸν τίμιον καὶ τὸν σταυρωθέντα Δεσπότην τὸν λόγον πάλιν ἀνακομίσαντες εἴπωμεν· Ὁ τοῦ Κυρίου σταυρὸς σήμερον ἀνυψούμενος πολλὰς καὶ μεγάλας ἡμῖν ἐκδιδάσκει τὰς ἐνεργείας. Καὶ πρῶτον μὲν ὅτι τὴν τότε πρὸς αὐτὸν γενομένην ἀνύψωσιν ἀνανεοῖ. Δεύτερον δὲ ὅτι καὶ αὐτὸν καθαγιάζει τὸν ἀέρα. Τρίτον δὲ ὅτι τοὺς δαίμονας ἀπελαύνει τοῦ κόσμου. Τέταρτον δὲ ὅτι καὶ ἡμᾶς ἐκπαιδεύει τὰ ἄνω ζητεῖν καὶ ἀφεστάναι τῶν χαμαιζήλων.

Σταυρὸς ὑψοῦται καὶ φιλοχρίστων ψυχὰς συνανυψοῦσθαι προτρέπεται. Σταυρὸς ὑψοῦται, καὶ δαιμόνων ἀπελαύνονται φάλαγγες. Σταυρὸς ὑψοῦται, καὶ εἰδώλων πλάνη ἐξαφανίζεται. Σταυρὸς ὑψοῦται, καὶ «τοῦ Ἀδὰμ ἡ ἀνάκλησις» προκατάρχεται.

Σταυρὸς ὑψοῦται, καὶ «τῆς Εὔας ἡ λύτρωσις» προμηνύεται. Σταυρὸς ὑψοῦται, καὶ ψυχαὶ δικαίων σκιρτῶσι χαρμόσυνα. Σταυρὸς ὑψοῦται, καὶ ὁ διάβολος καταρράσσεται. Σταυρὸς ὑψοῦται, καὶ καταπίπτουσι δαίμονες.

Σταυρὸς ὑψοῦται, καὶ συγχαίρουσι τῶν πιστῶν τὰ συστήματα. Σταυρὸς ὑψοῦται, καὶ ἡ γῆ σὺν τῷ ταύτης κόσμῳ φαιδροτέρως φαιδρύνεται. Σταυρὸς ὑψοῦται, καὶ ὁ πόλος σὺν τῷ ἰδίῳ κόσμῳ λαμπροτέρως λαμπρύνεται.

Σταυρὸς ὑψοῦται, καὶ φιλοχρίστων βασιλέων ψυχαὶ σφοδρῶς ἐπαγάλλονται. Σταυρὸς ὑψοῦται, καὶ βασιλέων σκῆπτρα κραταιοτέρως κρατύνονται. Σταυρὸς ὑψοῦται, καὶ βασιλέων οἱ μεγιστᾶνες πανηγυρίζουσιν, ὅσοι φιλόχριστοι.

Σταυρὸς ὑψοῦται, καὶ τύραννοι πίπτουσιν, ὅσοι μισόχριστοι. Σταυρὸς ὑψοῦται καὶ τὸ μεθόπωρον ὥριον εὐλογεῖν ἐπαγγέλλεται. Σταυρὸς ὑψοῦται καὶ τὴν χειμέριον ὥραν εὐκρατοτέραν συνηγορεῖ τὴν ἀπόβασιν. Σταυρὸς ὑψοῦται καὶ τὸν κύκλον τοῦ ἐνιαυτοῦ εὐλογεῖ χαραττόμενος ἄνωθεν.

Σταυρὸς ὑψοῦται, καὶ τὰ συγγενῆ ξύλα ὁλικῶς ἐπευφραίνονται. Σταυρὸς ὑψοῦται, καὶ τὴν ἁγίαν μου ταύτην Ἐγκλείστραν ὡς θεῖον οἶκον αὐτοῦ ἁγιασμὸν λιπαρῶ καταλιπεῖν ἀναφαίρετον, καὶ σφραγῖδι αὐτὴν διασφραγίσαι ὁρατῶν τε καὶ ἀοράτων ἐχθρῶν ἀνεπίβατον, καὶ τοὺς οἰκείους αὐτῆς ἀπημάντους τηρῆσαι τῇ ψυχῇ ὁμοῦ καὶ τῷ σώματι, καὶ τοῦδε τοῦ λαοῦ τὸν θίασον, τὸν ἐν τῷ θείῳ τούτῳ τεμένει συναθροισθέντα, συναγρυπνοῦντα ὁμοῦ καὶ συνδοξολογοῦντα νοητῶν ὀφλημάτων πρυτανευθῆναι τὴν ἄφεσιν.

Ἀλλά γε κἀμοὶ τῷ γνησιωτέρῳ σου δούλῳ, ὦ σταυρὲ τοῦ Χριστοῦ μου πανσεβάσμιε, μὴ παρίδῃς, παρακαλῶ, μὴ ἐγκαταλίπῃς, ἐκδυσωπῶ, μηδὲ ἀποστήσῃς τῆς δυναστείας σου τὸ ἔλεος ἀπ’ ἐμοῦ, ὅπως, καθ’ ὃν τρόπον ἐθέσπισεν ὁ ἐν σοὶ σταυρωθεὶς ἑκουσίως Χριστὸς ὁ Θεός μου, ἀναλήψομαί σε καὶ ἀκολουθήσω αὐτοῦ «ἐν τῷ θελήματι αὐτοῦ», ἕως οὗ αὐτὸν δι’ αὐτοῦ ἐπιφθάσω τῇ χάριτι αὐτοῦ καὶ σὺν τοῖς δούλοις αὐτοῦ συνδοξάσας προσκυνήσω αὐτὸν σὺν τῷ Πατρὶ αὐτοῦ καὶ τῷ Πνεύματι, Τριάδα ὁμοούσιον, ᾗ πρέπει πᾶσα δόξα τιμὴ καὶ προσκύνησις πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.