Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος

Νεόφυτος ὁ Ἔγκλειστος

Εγκώμιο στην Ύψωση του Τιμίου Σταυρού

Εγκωμιαστικός λόγος για τον Τίμιο Σταυρό, ο οποίος αναλύει τον συμβολισμό των τριών ξύλων ως τύπο της Αγίας Τριάδος και υμνεί τις σωτηριώδεις ενέργειές του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 8 από 30

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΕΓΚΩΜΙΑΣΤΙΚΟΣ ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΠΑΓΚΟΣΜΙΟΝ ΥΨΩΣΙΝ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ, ΕΝ ῼ ΕΣΤΙ ΚΑΙ ΤΡΑΝΗ ΘΕΟΛΟΓΙΑ Πάτερ, εὐλόγησον. Μονὰς τρισαγία καὶ ὑπεράναρχε, μονὰς τρισυπόστατε καὶ συναΐδιε, Τριὰς μονὰς ἡ ἐν προσώποις τριττεύουσα, τῇ δὲ φύσει μονάζουσα, ἡ ἄνωθεν δράσασα ὁλικῶς τὰ γενόμενα καὶ πάντα συνέχουσα, ἐξ ἧς καὶ τὸ ξύλον εὐλογίας τὸ σταυρικὸν κατηξίωται καὶ ἐνδόξως δεδόξασται, εὐλογηθείη τὸ ξύλον, φησί, δι’ οὗ ἐγένετο «σωτηρία ἐν μέσῳ τῆς γῆς»· τοῦτο οὖν τὸ τριδένδριον καὶ σεβάσμιον μονοδένδριον ξύλον ἐξυμνεῖν βουλομένῳ μοι ἀξίως ὑμνῆσαί με φώτισον, ἄναρχε καὶ πανύψιστε μονὰς τρισυπόστατε. Ταύτην με οὖν τὴν τοῦ σταυροῦ τριδενδρίαν, τὴν ἐκ πεύκης καὶ κέδρου καὶ κυπαρίσσου θαυμαστῶς ἑνωθεῖσαν, ὑμνῆσαι ἀξίως εὐδόκησον.

Ὅτι δὲ τριαδικῶς τὸν λόγον προοιμιάσαμεν, θαυμαζέτω μηδείς· οὐδὲ γὰρ ἠπόρει ἑτέρωθεν ὁ λόγος προοιμιασθῆναι καὶ λέγειν τὰ δόξαντα, ἀλλ’ ἐπειδὴ ἑνότητα ξύλου τριαδικοῦ ἐξυμνεῖν ᾑρετίσατο, εἰκότως τριαδικῶς ἐκ προοιμίων φάναι τετόλμηκε. Ἐπεὶ γὰρ τὸν ἕνα τῆς Τριάδος σαρκὶ σταυρωθέντα ἑκουσίως ἐν τούτῳ πεπείσμεθα, δέον ἦν, ὡς οἶμαι, οὕτως τοῦδε τοῦ λόγου ἀπάρξασθαι. Καὶ ὅτι προϊὼν ὁ λόγος περὶ Τριάδος ἀκτίστου καὶ ὑπερθέου μέλλει βραχέα φιλοσοφεῖν, ὡς ἐνῆν, τριαδικῶς ἐκ προοιμίων λέγειν τετόλμηκε.

Δεῦτε οὖν, ἀγαπητοὶ καὶ φιλέορτοι, δεῦτε τῶν παθῶν ἀποδράσωμεν τὸν ὀλέθριον καύσωνα καὶ τῆς σεπτῆς τριδενδρίας τὸν κατάσκιον τόπον ταχέως καταλαβόντες γεγηθότες τούτου καταπολαύσαιμεν, μᾶλλον δὲ σὺν τῇ σκιᾷ καὶ γλυκείου καρποῦ μετασχόντες γλυκανθῶμεν ἐνθέως· «Ἐν τῇ σκιᾷ αὐτοῦ», φησίν, «ἐπεθύμησα καὶ ἐκάθισα, καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου». Τοῦτο οὖν τὸ τρισόλβιον καὶ σεβάσμιον ξύλον πεφυτευμένον προεῖδεν ὁ θεῖος Δαβίδ· εἶδε γὰρ τοῦτο πεφυτευμένον ἐκεῖ, ἔνθα διέξοδοι τῶν ὑδάτων τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, δι’ ὧν καὶ κατηρδεύθησαν τῆς γῆς τὰ πληρώματα, τὸν δὲ καρπὸν αὐτοῦ ἔδωκεν ἐν καιρῷ αὐτοῦ, τὸν Σωτῆρα Χριστὸν ἐν τῷ καιρῷ τῆς σταυρώσεως, καὶ τὸ φύλλον αὐτοῦ ἔλεος θεῖον κατασκιάζον τῶν πιστῶν τὰ συστήματα οὐδαμῶς ἀπορρύει, καὶ πάντα ὅσα ἠθέλησε ποιῆσαι ὁ φυτουργὸς αὐτοῦ κατευώδωσε.

Τοῦτο καὶ ῥάβδος Μωσαϊκὴ προδιετύπου τὸ ξύλον σαφέστατα, τιμωρῶν Αἰγυπτίους καὶ διεξάγων δουλείας Ἰσραηλίτην λαόν, σχίζων τὴν θάλασσαν καὶ πάλιν ῥάπτων αὐτήν, ἀνάγων λαὸν καὶ βυθίζων λαόν, πικροτάτους πηγὰς καταγλυκαίνων Μερρᾶς καὶ ποταμοὺς Αἰγυπτίων μεταβάλλων εἰς αἷμα· καὶ ἐξ ἀκροτόμου πέτρας ὕδωρ πηγάσαν ἐπότισε πλήθη.

Καὶ ἄλλα πλεῖστα τερατουργοῦσα ἡ ῥάβδος ἐκείνη τῷ Μωϋσῇ χειρισθεῖσα τὸν σταυρὸν τοῦ Κυρίου «προδιετύπου σαφῶς». Σταυρωθεὶς γὰρ ὁ Δεσπότης ἡμῶν ἐν αὐτῷ ἑκουσίως οὐκ Αἰγύπτου ἁπλῶς καὶ δουλείας Φαραὼ ἡμᾶς ἐλυτρώσατο, ἀλλὰ τῇ ἁμαρτίᾳ πεπραμένους οἰκείῳ αἵματι «ἡμᾶς ἐξηγόρασεν» καὶ τυραννίδος διαβόλου καὶ ᾅδου δεσμωτηρίων ἡμᾶς ἠλευθέρωσεν, Ἐρυθρὰν δὲ καὶ αἱματώδη ἁμαρτίαν θάλασσαν εἰκότως διελὼν πρὸς γῆν τῆς ἐπαγγελίας τῆς «ἄνω Ἰερουσαλὴμ» ἡμᾶς καθωδήγησε, τὸν δὲ σατὰν Φαραὼ καὶ τὴν αὐτοῦ στρατιὰν σὺν πολλῇ πανοπλίᾳ τῆς ἀπονοίας αὐτοῦ εἰς ᾅδην ἐβύθισεν. Ὕδωρ δὲ καὶ αἷμα ἐξ οἰκείας πλευρᾶς Ἰσραηλίτην νέον ποτίζειν λαὸν οὐ παύεται, ὡς ἐκείνη τότε Ἰσραηλίτην ἡ πέτρα λαὸν ἀφθόνως ἐπότιζεν («ἡ δὲ πέτρα», φησίν, «ἦν ὁ Χριστός»), ἀντὶ δὲ «πικρίας ὑδάτων Μερρᾶς» πικρογόνους πηγὰς ἀπιστίας πρὸς πίστιν μετέβαλε· καὶ ποταμοὶ ἔρρευσαν ἐκ κοιλίας ὕδατος ζῶντος τῶν εἰς αὐτὸν πιστευσάντων, καὶ ὕδατος ἁλλομένου ζωῆς αἰωνίου τὴν Σαμαρείτιδα ἐκείνην γυναῖκα ποτίσας ἐγλύκανε.

Τοῦτο οὖν τὸ σεβάσμιον καὶ κατάσκιον δένδρον σὺν τῷ καλῷ ποιμένι ὁμοῦ καὶ νυμφίῳ ἡ παγκόσμιος νύμφη καὶ ποίμνη αἰνιττομένη ἔλεγεν οὕτως· «Ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ», «ὅτι τετρωμένη ἀγάπης ἐγώ»· «δεῖξόν μοι τὴν ὄψιν σου», ἤγουν τὴν σωτήριον σάρκωσιν, «καὶ ἀκούτισόν μοι τὴν φωνήν σου», ἤτοι τὰ θεῖα διδάγματα· «ἡ γὰρ φωνή σου ἡδεῖα», ἤγουν ὑψηλοτέρα προφητικῶν καὶ παντοίων φωνῶν, «καὶ ἡ ὄψις σου ὡραία»· «ἐγὼ» γὰρ «ἄνθος τοῦ πεδίου καὶ κρίνον τῶν κοιλάδων»· «ἀνάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ»· μὴ ἆρα τῇ τριδενδρίᾳ τοῦ ὄρους ἐν μέσῃ μεσημβρίᾳ κοιτάζεις ἐν Γολγοθᾷ; «ἀπάγγειλόν μοι ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ». Ζητοῦσα γὰρ ἐν τῷ ὄρει Γολγοθᾷ ἐν μέσῃ μεσημβρίᾳ εὑρήσω πάντως ἀφυπνοῦντά σε τῇ τριδενδρίᾳ· ἐκεῖ γάρ με, φησίν, ἐν τῷ ὄρει ἐκείνῳ ἐν πεύκῃ καὶ κέδρῳ καὶ κυπαρίσσῳ, τῇ τερπνῇ τριδενδρίᾳ, εὑρήσεις με ὑπνοῦντα.

Ἐν μέσῃ γὰρ μεσημβρίᾳ ὁ Μεσσίας ἐγὼ μέσον τῆς γῆς ἐν τόπῳ Κρανίου καὶ Γολγοθᾶ ἑκουσίως ἐγὼ ὑπνώσω καὶ ἀφυπνίσω καὶ ποιμανῶ μου τὰ ποίμνια· «ἔχω γὰρ καὶ ἄλλα πρόβατα» ἐθνικά, «ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης» τῆς Ἰουδαϊκῆς, «κἀκεῖνά με δεῖ ἀγαγεῖν» ἅμα τοῦ ἀφυπνίσαι, «καὶ τῆς φωνῆς μου ἀκούσωσι» καλούσης πρὸς βασιλείαν, «καὶ γενήσεται ποίμνη μία» ἑνὶ ποιμένι ἑπομένη Χριστῷ.

Τοῦτο προειδὼς τὸ μακάριον ξύλον καὶ τὸν ἅγιον ἄρτον Χριστὸν καὶ τῶν Ἰουδαίων τὴν τόλμαν προεῖπεν Ἰερεμίας· «Δεῦτε καὶ βάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων». Καὶ ὅτε Ἰουδαῖοι τοῦ Χριστοῦ ἤκουον ἄρτον λέγοντος εἶναι οὐράνιον καὶ ζωὴν τῷ κόσμῳ παρέχοντα, ἔλεγον οὗτοι· Ἡμεῖς οἴδαμεν πόθεν ἐστί, καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰσι μεθ’ ἡμῶν· καὶ πῶς οὐράνιος οὗτος ἄρτος ἐστί; Καὶ ἔλεγον τῷ Πιλάτῳ· «Ἆρον, ἆρον, σταύρωσον αὐτόν».

Ἀλλὰ τίς χρεία πολλὰς παρεισάγειν γραφικὰς μαρτυρίας περὶ τοῦδε τοῦ ξύλου; Ἔστι γὰρ αὐτοῦ ἡ δόξα θεομαρτύρητος καὶ ἀνθρωπίνης γλώσσης καὶ ἐννοίας κατὰ πολὺ ὑπερβαίνει τὸν ἔπαινον. Ὅτι δὲ θεομαρτύρητον ἔχει τὴν δόξαν, ἄκουε τοῦ Θεοῦ διὰ Ἠσαΐου λέγοντος τῇ ἁγίᾳ πόλει Ἰερουσαλήμ· «Καὶ ἡ δόξα», φησί, «τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου, καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω».

Καὶ τί ἄρα ἐστὶν ἡ δόξα τοῦ Λιβάνου, δι’ ἧς τὸν τόπον τῶν ποδῶν αὐτοῦ λέγει δοξάσαι; Κυπάρισσοι, φησί, καὶ πεῦκοι καὶ κέδροι, περὶ ὧν ἔφη καὶ ὁ Δαβίδ· «Αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας». Καὶ αὖθις ὁ Ἠσαΐας· «Καὶ ἡ δόξα», φησί, «τοῦ Λιβάνου ἐδόθη αὐτῇ», ἤγουν τῇ ἁγίᾳ πόλει Ἰερουσαλήμ. Ὥσπερ γὰρ δόξα πεδιάδος γῆς χλοηφορία καὶ λειότης, οὕτω καὶ δόξα ὀρέων κατὰ τόνδε τὸν Λίβανον πολυδένδριον ἄλσος ἐν κυπαρίσσοις καὶ πεύκαις καὶ κέδροις καὶ διαφόροις φυτοῖς· «Ἐκεῖ ἔσται», φησίν, «εὐφροσύνη ὀρνέων, ἐπαύλεις σειρήνων καὶ κάλαμοι καὶ ἕλη».

Ἐπεὶ οὖν ἡ δόξα τοῦ Λιβάνου διὰ κυπαρίσσων καὶ πεύκων καὶ κέδρων πέφυκεν εἶναι, ἐξ ὧν ὁ σταυρὸς ὁ τίμιος ἤμελλε γίνεσθαι, προεῖπεν ὁ Κύριος «καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου, καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω». Πᾶσα μὲν οὖν Ἰερουσαλὴμ τόπος ἐστὶ τῶν ποδῶν τοῦ Χριστοῦ, ἐν ᾗ σωματικῶς διὰ τὴν ἡμῶν σωτηρίαν ἐβάδισαν τότε, πᾶσα δὲ ἡ γῆ ὑποπόδιον τῶν ἀσωμάτων ποδῶν τῆς θεότητος αὐτοῦ ἐστι καὶ θρόνος ὁ οὐρανός. Τόπος δὲ πάλιν ἰδίως τῶν ποδῶν τῆς αὐτοῦ ἀνθρωπότητος ὁ ἅγιος Γολγοθᾶς, πρὸς ὃν καὶ ἧξεν εὐκαίρως ἡ δόξα τοῦ Λιβάνου, ὡς προεῖπεν ὁ Κύριος, καὶ ἐδοξάσθη ὁ τόπος ὁ ἅγιος τοῦ Θεοῦ, ἣν προεῖπε δόξαν τὸ Πνεῦμα τὸ ἅγιον· ἀφ’ ἧς γὰρ ἡμέρας τὸ σεβάσμιον ξύλον ἐπάγη ἐκεῖ, καὶ ὁ Δεσπότης ἡμῶν ὑψώθη ἐν αὐτῷ σαρκὶ ἑκουσίως, ἐδοξάσθη ὁ τόπος τῶν αὐτοῦ ἀχράντων ποδῶν δόξαν ἀσύγκριτον. Καὶ ὅσον κατέσπευδον ὑβρίσαι καὶ ἀτιμῶσαι τὸν τετιμημένον οἱ ἄτιμοι, τοσοῦτον καὶ πλεῖον ὡς Θεὸς αὐτὸς ἐδοξάζετο· «Ἰδοὺ συνήσει ὁ παῖς μου», φησὶν ὁ Πατήρ, «καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται σφόδρα». Ὁ δὲ Υἱός· «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν». Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς καὶ λογισθῶ μετὰ ἀνόμων καὶ σταυρωθῶ μέσον λῃστῶν ὡς κακοῦργος, τότε «πάντας ἑλκύσω πρὸς ἐμαυτόν».

Ὅτε με θανάτῳ ἀσχήμονι ἀπολέσθαι τὰ πλήθη τῶν Ἑβραίων ὑποτοπάσωσι, τότε «πάντας ἑλκύσω πρὸς ἐμαυτόν». Καὶ ὅτε ὑψωθῶ ἐκ τῆς γῆς ἐξ Ὄρους τῶν Ἐλαιῶν ὑπὸ νεφέλης αἰρόμενος καὶ ὑπ’ ἀγγέλων δορυφορούμενος καὶ ἄλλον παράκλητον ὡς ἐμὲ πρὸς τοὺς ἐμοὺς φίλους ἐξαποστείλω καὶ φοιτητάς, τότε «πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» «Πάντας» δὲ λέγει πάντας τοὺς βουλομένους αὐτῷ προσελθεῖν ἐκ πασῶν τῶν ἐθνῶν καὶ φυλῶν καὶ γλωσσῶν· εἰ γὰρ καὶ μὴ πάντες ἐπίστευσαν εἰς αὐτόν, ἀλλ’ ὅμως ἐκ πάντων τῶν ἐθνῶν εἵλκυσε πρὸς αὐτὸν μετὰ τὸ πάθος αὐτοῦ τὸ ἅγιον καὶ τὴν ἔνδοξον ἄνοδον· καὶ οὐκ ἔστιν ἔθνος ὑπὸ τὸν ἥλιον, ἐξ οὗ ὁ Χριστὸς οὐχ εἵλκυσε πρὸς αὐτὸν μετὰ τὴν θείαν αὐτοῦ καὶ σωτήριον ὕψωσιν. Μέχρι τῶν περάτων τῆς γῆς ἐξετάθη τὸ σωτήριον κήρυγμα, καὶ εἰς πᾶσαν τὴν γῆν τῶν ἀποστόλων αὐτοῦ ὁ φθόγγος διαδραμὼν πάντας ἐζώγρησεν, ὥστε μὴ διαπίπτειν τό, «ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν». «Καὶ ἡ δόξα», φησί, «τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου, καὶ τὸν τόπον τῶν ποδῶν μου δοξάσω».

Τέως ἐκ τῆς ῥήσεως ταύτης μεμαθήκαμεν ὅτι ἧξεν ἐκ τοῦ Λιβάνου εἰς Ἱεροσόλυμα τὸ τρισόλβιον ξύλον καὶ οὐκ ἑτέρωθι· εἰκὸς γὰρ πάμπολλα ξύλα ἐκ τοῦ Λιβάνου ἑλκύσαι τὸν σοφὸν Σολομῶντα φιλοπονοῦντα τὴν τοῦ ναοῦ τότε οἰκοδομήν. Καὶ πάντα μὲν πρὸς τὴν τοῦ θείου ναοῦ κατασκευὴν ἐφάνησαν χρησιμώτατα ὁμοῦ καὶ ἱκανώτατα, τοῦτο δὲ ἀτελὲς τὸ ξύλον πρὸς τὸν ναὸν ἐκεῖνον κατεφάνη καὶ ἀποσώτατον, ἵνα τέλειον πρὸς τὸν ναὸν τὸν ἔμψυχον, τὸν αὐθημέρως λυόμενον καὶ τριημέρως οἰκοδομούμενον, καταφανῇ ἐνυστέρως θαυμαστὸν ὁμοῦ καὶ πληρέστατον.

Ἡγοῦμαι δὲ ἀξιοζήτητον τὴν αἰτίαν, δι’ ἣν οὐκ ἐξ ἑνὸς ἀλλ’ ἐκ τριῶν ὁ σεβάσμιος σταυρὸς ξύλων ἀπήρτισθαι· μὴ γὰρ οὐκ ἤρκει γενέσθαι ἐκ μονοειδοῦς ξύλου, κέδρου ἢ πεύκης ἢ κυπαρίσσου, σταυρός; (καὶ γὰρ ἡ δόξα τοῦ Λιβάνου διὰ μεγέθους καὶ πλήθους κέδρων καὶ πεύκων καὶ κυπαρίσσων πέφυκεν ἵστασθαι)· καὶ διατί μὴ ἐξ ἑνὸς τῶνδε τῶν ξύλων ὁ σταυρὸς τεκτόνηται; πῶς δὲ καὶ τὰ τρία ὑπερφυῶς εἰς ἀδιαίρετον συνήφθησαν ἕνωσιν;

Εἰ μὴ πάντως μυστήριον κεκρυμμένον ἐπ’ ἐσχάτου τῶν χρόνων ἔμελλεν ἐκκαλύπτεσθαι, οὐκ ἂν διὰ τριῶν ξύλων ὁ σταυρὸς ἀπηρτίζετο τοῖς ὀνόμασι μὲν διαιρούμενος, ἀδιαίρετον δὲ τὰ τρία τὴν ἕνωσιν ἔχοντα. Εἰ δέ πού τις ἡμᾶς ἐρωτᾷ πῶς ὑπερφυῶς τὰ τρία ξύλα συνήφθησαν, ἐρωτησάτω μᾶλλον τὸν Λίβανον· ἐκεῖθεν γάρ φησιν ἡ Γραφὴ τὸ ξύλον τοῦτο παρειλῆφθαι· ἐπεὶ δὲ διὰ τοῦτο τὸ τῆς Τριάδος μυστήριον ἔμελλεν ἐκκαλύπτεσθαι, οὐκ ἠπόρει τῷ Θεῷ ὁμοῦ καὶ βλαστῆσαι καὶ αὐξηθῆναι κέδρος καὶ πεύκη ὁμοῦ καὶ κυπάρισσος καὶ μονοειδὲς ξύλον ἀπαρτισθῆναι τὰ τρία καὶ ἀδιαίρετον ἔχειν τὴν ἕνωσιν.

Ἐπειδὴ γὰρ ἐτιμᾶτο καὶ ἐπιστεύετο καὶ ἐγνωρίζετο πρόσωπον ἓν τοῦ Θεοῦ καὶ Πατρός, ὁ Υἱὸς δὲ καὶ τὸ Πνεῦμα ἠγνόηντο, καὶ ἐξ ἡμισείας, ὡς ἄν τις εἴποι, Θεὸς ἐγνωρίζετο, καίτοι γε πολλαχῶς καὶ πρὸ αὐτῆς τῆς Χριστοῦ παρουσίας ἡ Τριὰς ἐκηρύττετο, καὶ νῦν μὲν «υἱός μου εἶ σὺ» λέγων διὰ Γραφῶν ὁ Πατὴρ «ἐγὼ σήμερον γεγέννηκά σε», νῦν δὲ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», καί· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου», καί· «Τῷ Λόγῳ», Υἱῷ τοῦ Πατρός, «οἱ οὐρανοὶ ἐστερεώθησαν», καί· «Ἀπέστειλεν» ὁ Πατὴρ «τὸν» Υἱὸν «Λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς», καί· «Ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται», καί· «Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ», «κἀγὼ πρωτότοκον θήσομαι αὐτόν», καὶ ἁπλῶς ὅσα ὁ Πατὴρ διὰ Γραφῶν λέγει διὰ τὸν Υἱόν· καὶ αὖθις περὶ τοῦ Πνεύματος τοῦ ἁγίου καὶ ζωαρχικοῦ νῦν μὲν «τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσαι με», καὶ «πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου», νῦν δὲ «τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτοῦ» (οὐκ ἐπειδὴ στόμα καὶ πνεῦμα ἐκ τῶν γνωρίμων ἡ ἄρρητος καὶ ἀσώματος ἐκείνη κέκτηται φύσις· πνεῦμα γὰρ στόματος λόγου προφορικοῦ γνωριμωτάτου ἡμῖν οὔτε ἀποστέλλεται, οὔτε ἐνεργεῖ, πνεῦμα δὲ ἄφραστον στόματος ἀφράστου Θεοῦ καὶ στέλλεται οἰκονομικῶς καὶ αὐθεντικῶς ἐνεργεῖ ὡς ὁ Πατὴρ καὶ ὁ Υἱός, διὸ καὶ κατέβη πνεῦμα Θεοῦ καὶ ὡδήγησεν αὐτούς), καί· «Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς», καί· «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα» καὶ τὰ ἑξῆς· καὶ πολλαχῶς, ὡς προέφην, κηρυττομένης τῆς ὁμοουσίου Τριάδος ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τοῖς ἀνθρώποις ἠγνόηντο.

Καὶ τί θαυμαστόν, εἰ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα οὐκ ἔγνωσαν, οὐδὲ ἐσεβάσθησαν, ὅπου γε καὶ αὐτὸν ἀγνοήσαντες τὸν Πατέρα καὶ ἀθετήσαντες τὸ σέβας ἀπένειμαν δαίμοσι; «Καὶ ἔθυσαν», φησί, «τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις».

Καὶ ξοάνοις κωφοῖς καὶ κτίσμασι πλείστοις θεοποιήσαντες ἄνθρωποι καὶ αὐτὸν δηλαδὴ τὸν Πατέρα, ὡς εἰπεῖν, ἀγνοήσαντες καὶ τοῦτον ἠθέτησαν. Παιδαγωγῶν δὲ τὴν φύσιν ἡμῶν, οἷα πατὴρ ἀγαθώτατος καὶ λίαν φιλόστοργος, ἐν σημείοις καὶ τέρασι πρῶτος ὡς Πατὴρ ἑαυτὸν ἀπεκάλυψεν, ἵνα τέως πιστευθῇ ὅτι ἐστὶν Θεὸς ὁ δράσας τὰ σύμπαντα. Ἐκκαλύπτεται πρῶτος τοῖς αὐτοῦ ἐκλεκτοῖς καὶ καθαροῖς τῇ καρδίᾳ.

Εἶτα ἐκκαλύπτει τὸν ἑαυτοῦ μονογενῆ Υἱὸν καὶ ἀγαπητόν, ὃν καὶ εἶπε διὰ Δαβίδ· «Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε»· καὶ ἐπ’ ἐσχάτου ἐν Θαβωρίῳ καὶ ἐν Ἰορδάνῃ αὐτὸν μαρτυρῶν ἔλεγεν· «Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε». Εἶτα πάλιν ἐν εἴδει περιστερᾶς καὶ πυρίνων γλωσσῶν τὸ αὐτὸ ἐκκαλύπτει ζωαρχικώτατον Πνεῦμα. Καὶ ἵνα μὴ τοῦ Πατρὸς ἔλαττον εἶναι τὸν Υἱὸν καὶ τὸ Πνεῦμα ὑποτοπάσωσιν ἄνθρωποι, ὁ τοῦ Πατρὸς Υἱὸς ἔλεγεν οὕτως· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτὰ εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος», ἵνα ἐντεῦθεν μάθωσιν οἱ ἐχέφρονες ὅτι οὐκ ἂν εἰς Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα ἅγιον βαπτίζειν ἐκέλευσεν, εἰ ἔλαττον τοῦ Πατρὸς ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἐτύγχανε, ἀλλ’ εἰς ὄνομα μόνου Πατρὸς βαπτίζειν πάντως ἂν διεκέλευσεν.

Ἐπεὶ δὲ τοῦ Πατρὸς ὁμοούσιος καὶ ἴσος ὁ Υἱὸς καὶ τὸ Πνεῦμα καθέστηκεν, εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου βαπτίζειν ἐκέλευσεν. Ναί, φησί. Καὶ εἰ ἔστι τοῦ Πατρὸς ἴσος ὁ Υἱός, πῶς εἶπεν ὅτι «ὁ πατήρ μου μείζων μού ἐστιν»;

Ἀμέλει μείζονα τὸν Πατέρα εἶπεν διὰ τὸ ἄσαρκον καὶ ἀόρατον καὶ ἀθάνατον· κατὰ σύγκρισιν γὰρ ἐνσωμάτου καὶ ἀσωμάτου, καὶ θνητοῦ καὶ ἀθανάτου, μεῖζον πάντως καθέστηκε τὸ ἀσώματον. Ἐπεὶ οὖν ἀκήρατον μέν, θνητὸν δὲ σῶμα ἔφερεν ὁ Δεσπότης, ὅτε τοῖς μαθηταῖς ἀθυμοῦσι διελέγετο ταῦτα, φησὶ πρὸς αὐτοὺς ὅτι «εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι εἶπον, πορεύομαι πρὸς τὸν πατέρα, ὅτι ὁ πατήρ μου μείζων μού ἐστιν».

Μὴ ὑπολάβετε, φησίν, ὅτι καὶ ὁ Πατὴρ ἀνθρωπίνην φέρει μορφήν, οἵαν ἀρτίως φέρων ἐγὼ κέκτημαι καθορώμενος, ἀλλ’ ἔστιν ἐκεῖνος ἀσώματος ἀόρατός τε καὶ ἀθάνατος καὶ ἔστιν ἐν τούτῳ μείζων ἐμοῦ ὁ Πατήρ, ἐγὼ δὲ καὶ ὁρῶμαι καὶ σάρκα φορῶ καὶ τῇ ἀνθρωπίνῃ ἑπόμενος φύσει θνῄσκω μετὰ μικρόν.

Διὸ καὶ μείζονα εἰπὼν τὸν Πατέρα διὰ τὸ ἀθάνατον, ἐμαυτὸν διὰ τὸ σῶμα ἐλάττωσα, κατὰ φύσιν δὲ θείαν καὶ ἀρχὴν καὶ ἐξουσίαν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», καὶ «οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι». Ἐπειδή με, φησί, κατὰ σάρκα γινώσκετε, μὴ ὑπολάβητε ὅτι καὶ τὴν θείαν οὐσίαν μου ὅλως γινώσκετε· οὐκ ἄγγελος γάρ, οὐκ ἄνθρωπος, οὐκ ἄλλος οὐδεὶς τὸν Υἱὸν ἐπιγινώσκει ἐμέ, εἰ μὴ ὁ Πατήρ.

Καὶ τὸν Πατέρα ἐπιγινώσκει ὁ Υἱὸς καὶ τὸ Πνεῦμα καὶ ἄλλος οὐδείς, εἰ μὴ καὶ ᾧ ἐὰν βούλεται ὁ Υἱὸς ἀποκαλύψαι, εἴτε ἀγγέλῳ εἴτε ἀνθρώπῳ, γινώσκει καὶ οὗτος τὸν Υἱὸν ἢ τὸν Πατέρα, ὅσον γινώσκειν δεῖ καὶ ὅσον θελήσει ὁ Υἱὸς ἀποκαλύψαι.

Ναί, φησίν, καὶ διατί ἐν ταῖς Πράξεσιν ὁ κορυφαῖος ἔφησε Πέτρος ὅτι «καὶ κύριον καὶ χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε»; Ἀκουέτω συνετῶς ὁ πυθόμενος ταῦτα· ἐπειδὴ γὰρ ἔλεγον οἱ Ἰουδαῖοι ξένον Θεοῦ τὸν Χριστὸν εἶναι καὶ πλάνον καὶ παραβάτην τοῦ νόμου καὶ ὡς δῆθεν διεκδικοῦντες τὸν νόμον καὶ αὐτὸν τὸν Θεὸν ἐσταυρωκέναι τὸν Κύριον, ὁ κορυφαιότατος Πέτρος φησὶ πρὸς αὐτοὺς ὅτι οὐ ξένον Θεοῦ καὶ πλάνον καὶ παραβάτην, «ἀλλ’ ἀσφαλῶς γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον καὶ χριστὸν αὐτὸν ὁ Θεὸς ἐποίησε τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε»· καὶ ὃν δῆθεν διεκδικεῖν Θεὸν ὑποτοπάζετε, παρωξύνατε μᾶλλον ἢ διεκδικήσατε, ὅτι, ὃν ἐκεῖνος κεχειροτόνηκε «κύριον καὶ χριστόν», καθελεῖν ὑμεῖς κατεσπεύσατε. Χρισθεῖσα γὰρ θεότητι ἡ ἀνθρωπότης αὐτοῦ καὶ πάντων κυριεύσασα, κατ’ αὐτὸ τοῦτο «κύριον καὶ χριστὸν» ὁ Θεὸς τοῦτον πεποίηκεν· οὗτος γὰρ ὁ Θεὸς καὶ Πατὴρ οὐκ ἦν ἄλλος τῇ οὐσίᾳ καὶ ἄλλος ὁ Υἱὸς καὶ ἄλλος τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ μίαν διδασκόμεθα ἑκατέρων τὴν φύσιν ἐν τρισὶν ὑποστάσεσι. Καὶ ὅτε «κύριον καὶ χριστὸν τοῦτον ὁ Θεὸς ἐποίησεν», ἤγουν τὴν ἀνθρωπότητα, πάντως ἦν σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι καὶ ἡ φύσις τοῦ Υἱοῦ ὁμοουσίως καὶ ἀχωρίστως, ἐπεὶ καὶ πᾶς υἱὸς ἐκ πατρὸς γεννηθεὶς ὁμοούσιος τοῦ γεννῶντος πατρὸς πέφυκεν εἶναι καὶ οὐχ ἑτεροούσιος.

Γεννᾷ γὰρ ἄνθρωπος ἄνθρωπον, καὶ λέων λέοντα, καὶ ἐλέφας ἐλέφαντα, καὶ οὐσία πᾶσα ἁπαξαπλῶς ὁμοουσίαν αὐτῆς φύσιν γεννᾷ καὶ οὐχ ἑτέραν τινά· οὔτε γὰρ ἐλέφας γεννᾷ λέοντά ποτε, ξένον τῆς αὐτοῦ συγγενείας καὶ βραχύτερον τῇ ποσότητι, οὔτε πάλιν λέων γεννᾷ ἐλέφαντα, ἑτεροούσιον καὶ μειζότερον. Οὔτε κτῆνος γεγέννηκεν ἄνθρωπον, οὔτε ἄνθρωπος πάλιν κτῆνος γεγέννηκεν πώποτε. Ἐπεὶ οὖν πᾶς γεννηθεὶς υἱὸς ὁμοούσιός ἐστιν ἐξ οὗ ἐγεννήθη πατρός, πάντως καὶ πατὴρ Θεὸς ὁμοούσιον αὐτοῦ καὶ συνάναρχον ἀπαθῶς καὶ ἀχρόνως υἱὸν ἐγέννησε Θεόν, γέννησιν ἀκατάληπτον πάσης ἐννοίας κτιστῶν καὶ λόγῳ παντὶ τελείως ἀνέκφραστον. Καὶ ὅτε λοιπὸν «κύριον καὶ χριστὸν ὁ Θεὸς τὸν Ἰησοῦν τοῦτον ἐποίησεν», ὃν Ἰουδαῖοι ἐσταύρωσαν, ἦν καὶ ἡ θεότης αὐτοῦ πάντως τῷ πατρὶ συνημμένη ποιοῦσα «κύριον καὶ χριστὸν» τὴν αὐτοῦ ἀνθρωπότητα.

Ναί, φησίν, οὕτως ἔχει καὶ οὕτως ἡμᾶς καὶ αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα διδάσκει ἀναφανδόν, ὅτι πᾶς ὁ γεννῶν ὁμοούσιον αὐτοῦ γεννᾷ φύσιν καὶ οὐχ ἑτέραν τινά. Οὐ μέντοι πάντως καὶ ὁ γεννῶν καὶ ὁ γεννώμενος πεφύκασιν εἶναι ὁμόχρονοι, ἀλλὰ πρεσβύτερος μὲν ὁ γεννῶν, νεώτερος δὲ ὁ γεννώμενος.

Καὶ πῶς ἄρα ἐστὶν ὁ τοῦ Θεοῦ υἱὸς τῷ πατρὶ καὶ Θεῷ σύγχρονος ὁμοῦ καὶ συνάναρχος; Τί λέγεις, ἄνθρωπε, νεώτερα καὶ πρεσβύτερα γεννήματα καὶ γεννήτορες; Εἰς θνητὰ γὰρ καὶ φθαρτὰ καὶ γηρῶντα καὶ θνῄσκοντα ταῦτα πεφύκασι γίνεσθαι. Ἐπὶ δὲ Θεοῦ Πατρὸς Θεὸν Λόγον γεννήσαντος οὐκ ἔστιν εἰπεῖν πρεσβύτερον μὲν τὸν Πατέρα νεώτερον δὲ τὸν Υἱόν, ἀλλ’ «ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος». Οὐκ εἶπεν ὅτι ἐποίησεν ἐν ἀρχῇ ὁ Θεὸς τὸν Λόγον, ἀλλ’ ὅτι ἦν ἐν ἀρχῇ καὶ «ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος»· διὸ καὶ «γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρὶ» ἐν τῷ τῆς πίστεως συμβόλῳ ἡ θεόκλητος ἐν Νικαίᾳ σύνοδος πιστεύειν ἡμᾶς καὶ ὁμολογεῖν ἀραρότως ἐθέσπισεν. Γεννηθέντα, φησίν, ἀκούων, μὴ ὑπόπτευε ὅλως ὅτι καὶ ἐγένετο, ἀλλ’ ὅτι ἦν ἐν ἀρχῇ καὶ «ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος».

Ἐὰν δὲ τὴν ἄρρητον καὶ ἀνέκφραστον γέννησιν τοῦ Θεοῦ Λόγου θελήσῃς περιεργάσασθαι, ἣν καὶ ἀσώματοι ἀγνοοῦσιν ἄγγελοι, καὶ πρεσβύτερον μὲν τὸν Πατέρα, νεώτερον δὲ τὸν Υἱὸν κατὰ τάξιν καὶ ἀκολούθως γεννώντων καὶ γεννωμένων φθαρτῶν τε καὶ κτιστῶν συγκρίνειν θελήσειας, τί σε κωλύει καὶ ἐμπαθῆ τὴν ἄρρητον γέννησιν προσειπεῖν καὶ γαστέρα σωματικὴν τῷ ἀσωμάτῳ συνάψαι Πατρί; «Ἐκ γαστρός», φησί, «πρὸ ἑωσφόρου ἐγέννησά σε». Ἆρα οὖν γαστέρα συνάψομεν τῷ ἀσωμάτῳ Πατρὶ καὶ Θεῷ διὰ τὸ εἰπεῖν «ἐκ γαστρός»; Μὴ γένοιτο. «Πνεῦμα» γὰρ «ὁ Θεός», ὡς ὁ Κύριος ἔφησε, καὶ «ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον», ὡς ἔφη πάλιν ἐν ἑτέρᾳ Γραφῇ.

Σκοπήσωμεν οὖν καί, εἰ ἔχει γαστέρα τὸ πῦρ καὶ τὸ πνεῦμα, ἔχει πάντως καὶ ὁ εἰπὼν «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», εἰ δὲ τοῦτο οὐκ ἔστιν, νόει τὴν γέννησιν ἄρρητον καὶ ἀνέκφραστον, τὴν γαστέρα δὲ τὴν συμφυΐαν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα καὶ ὁμοουσιότητα. Τὸ δὲ «πρὸ ἑωσφόρου», βλέπε τὸ ἄχρονον· πρὸ ἑωσφόρου γὰρ καὶ ἀγγέλους ἐποίησε καὶ οὐρανὸν καὶ γῆν καὶ θάλασσαν καὶ ἕτερα πλεῖστα. Ἑωσφόρος δὲ σὺν τοῖς ἄλλοις φωστῆρσι τῇ τετάρτῃ ἡμέρᾳ ἐγένοντο, δι’ ὧν καὶ τὴν ἄπειρον τοῦ Θεοῦ σοφίαν θαυμάσαντες ἄγγελοι αἰνέσαντες ὕμνησαν. «Ὅτε», φησίν, «ἐγενήθη ἄστρα», ἤγουν τῇ τετάρτῃ ἡμέρᾳ, «ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου καὶ ὕμνησαν»· τὸ γὰρ «πρὸ ἑωσφόρου» τὴν ἄχρονον τοῦ Υἱοῦ, ὡς προέφημεν, δεδήλωκε γέννησιν, καθάπερ καὶ ἑτέρωθι «πρὸ τοῦ ἡλίου», φησί, «διαμένει τὸ ὄνομα αὐτοῦ».

Καὶ ἵνα μή τις φάναι τολμήσειεν ὅτι, εἰ καὶ πρὸ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, οὐδὲν θαυμαστόν, ὅτι πρὸ ἡλίου οὐ μόνον ἄγγελοι ἐγένοντο, ὡς εἴρηται, ἀλλὰ πάντως καὶ ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ ἄλλα τινά, ἵνα μή τις τοῦτο τολμήσῃ, ὡς ἔφθην εἰπών, καὶ «πρὸ ἑωσφόρου» μὲν εἶναι, συνάναρχον δὲ τοῦ Πατρὸς μὴ εἶναι, ἀλλὰ πρεσβύτερον ἢ σύγχρονον τῶν κτισμάτων ὑποτοπάσῃ, προέφη καὶ τοῦτο· «Καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν» (καίπερ οὔτε ἦσαν ἄνθρωποι πρὸ σελήνης, οὔτε ἠριθμίζοντο γενεαί). Ὥσπερ καὶ ὅταν λέγῃ· «Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων», καὶ πάλιν· «Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ», οὕτω καὶ ἐνταῦθα «πρὸ τοῦ ἡλίου», φησί, «διαμένει τὸ ὄνομα αὐτοῦ» «καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν».

Ὥσπερ καὶ ἡ σοφία, ἤγουν ὁ Υἱός, τὴν αὐτοῦ ἐκκαλύπτων ἄναρχον γέννησιν λέγει σαφῶς· «Ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με»· πρὸ γὰρ τοῦ τὴν γῆν ποιῆσαι καὶ τὰς ἀβύσσους καὶ τὰ ὄρη καὶ τοὺς βουνοὺς πάντως καὶ τοὺς ἀγγέλους ἐποίησε, καθὼς καὶ ὁ λόγος φθάσας ἐδήλωσεν, ἵνα θεωροῦσιν αὐτοῦ τὴν ἄπειρον σοφίαν καὶ δύναμιν ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγοῦσαν τὰ σύμπαντα καὶ θεωρήσαντες τὸν παροχέα πάντων θαυμάσωσι καὶ θαυμάσαντες ἀνυμνήσουσιν· ὅπερ καὶ γέγονεν. «Ὅτε», φησίν, «ἐγενήθη ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου καὶ ὕμνησαν».

Σὺ δὲ βλέπε τὸ «ἐν ἀρχῇ» καὶ ζήτει ἀσφαλῶς ποίαν λέγει ἀρχὴν («ἐν ἀρχῇ», φησί, «πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με») καὶ ζητῶν τὸ «ἐν ἀρχῇ» ἀρχὴν μὲν οὐχ εὑρήσεις, εὑρήσεις δὲ τὸ ἄναρχον καὶ τὸ «ἦν»· ἣν ἀρχὴν καὶ ὁ Χριστοῦ ἐπιστήθιος ἔφησεν Ἰωάννης λέγων· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν». Βλέπε πάλιν τὸ «ἦν ἐν ἀρχῇ» καὶ «ἦν πρὸς τὸν Θεόν, πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν»· εἴτε ἄγγελοι, εἴτε ἄνθρωποι, εἴτε οὐρανός, εἴτε γῆ, εἴτε ἄβυσσοι, εἴτε ποταμοὶ καὶ πηγαί, εἴτ’ ἄλλο τι ἁπαξαπλῶς, ὃ γέγονε, «χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν».

Εἶδες πῶς ἐκηρύττετο μὲν ἡ ἄκτιστος Τριὰς καὶ πρὸ Χριστοῦ παρουσίας, ἠγνοεῖτο δὲ τοῖς ἀνθρώποις καὶ οὐκ ἐσέβετο; εἶδες δι’ ἣν αἰτίαν εἶπεν ὅτι «ὁ πατήρ μου μείζων μού ἐστιν»; εἶδες πῶς κύριον καὶ χριστὸν ὁ Θεὸς τοῦτον ἐποίησε τὸν Ἰησοῦν, ὃν οἱ Ἰουδαῖοι ἐσταύρωσαν; εἶδες πῶς τοῦ Πατρὸς ὁμοούσιός ἐστι καὶ συνάναρχος, καὶ οὔτε πρεσβύτερος ὁ γεννήτωρ Πατήρ, οὔτε νεώτερος πάλιν ὁ ἐξ αὐτοῦ γεννηθεὶς Λόγος καὶ Υἱός; εἶδες πῶς ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηται, καὶ πῶς διαμένει πρὸ τοῦ ἡλίου τὸ ὄνομα αὐτοῦ «καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν»; εἶδες πῶς εἶπεν «ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι» καὶ τάδε καὶ τάδε, καὶ «πρὸ πάντων βουνῶν γεννᾷ με»; εἶδες πῶς ἀξιοζήτητος ἡ αἰτία, δι’ ἣν οὐκ ἐξ ἑνὸς ἀλλ’ ἐκ τριῶν ξύλων ὁ σταυρὸς ὁ τίμιος ἐτεκτόνευτο;

Ἀμέλει· ἔστιν οὖν τῆς ἁγίας καὶ ἀδιαιρέτου καὶ προανάρχου καὶ ὑπερθέου τρισυποστάτου μιᾶς θεότητος ὁ σταυρὸς ὁ τίμιος σύμβολον, καὶ ἄκουε τὸν τρόπον νουνεχῶς· διαιρούμενος γὰρ τοῖς ὀνόμασιν «ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ» Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου τὰς ὑποστάσεις ἐδήλωσε, τῶν δὲ τριῶν ξύλων ἡ ἀδιαίρετος ἕνωσις δηλοῖ τὸ τῆς θείας φύσεως ἄτμητον. Καὶ ὥσπερ οὐκ ἔστιν ἡ κέδρος κέδρος καὶ πεύκη ὁμοῦ καὶ κυπάρισσος, οὐδὲ ἡ πεύκη πεύκη καὶ κέδρος ὁμοῦ καὶ κυπάρισσος, οὐδὲ ἡ κυπάρισσος πάλιν κυπάρισσος καὶ πεύκη ὁμοῦ, ἀλλὰ κέδρος ἡ κέδρος ἐστὶν ἐνυπόστατος, καὶ πεύκη ἡ πεύκη ἐστὶν ὁμοίως, καὶ κυπάρισσος ἡ κυπάρισσος, οὕτως οὐδὲ ὁ Πατὴρ λέγεται Πατὴρ ἅμα καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, οὐδὲ πάλιν ὁ Υἱὸς Υἱὸς καὶ Πατὴρ ἅμα καὶ Πνεῦμα, οὐδὲ τὸ Πνεῦμα ὁμοῦ Πνεῦμα καὶ Υἱὸς καὶ Πατήρ, ἀλλ’ ἔστιν Πατὴρ ὁ γεννήτωρ Πατὴρ καὶ ἄναρχος, καὶ ἔστιν Υἱὸς ὁ ἐξ αὐτοῦ γεννηθεὶς Υἱὸς καὶ κατὰ θείαν φύσιν συνάναρχος, καὶ ἔστι τὸ Πνεῦμα τὸ ἅγιον ἐνυπόστατον ἅγιον Πνεῦμα (ὡς ὁ Πατὴρ καὶ ὁ Υἱὸς) προϊὸν ἐκ τοῦ Πατρὸς καὶ συνάναρχον.

Καὶ ὥσπερ πάλιν οὐ δύναταί τις διαιρῆσαι τὴν τῶν τριῶν ξύλων ὑπερφυεστάτην ἕνωσιν, ὥστε εἰπεῖν τοῦτο μὲν κέδρος ἐστίν, τοῦτο δὲ πεύκη, τοῦτο δέ ἐστιν ἡ κυπάρισσος, οὐδὲ τὴν τούτων ἐνέργειαν καὶ δύναμιν δύναταί τις διαιρῆσαι καὶ εἰπεῖν ὅτι τὸ θαῦμα τοῦτο καὶ ἡ ἐνέργεια τῆς κέδρου ἴδιόν ἐστιν, ἢ τοῦτο τῆς πεύκης ἢ τοῦτο τῆς κυπαρίσσου ἐστίν, οὕτως οὐ δύναταί τις χωρίσαι τὴν ὑπερούσιον φύσιν τῆς ἁγίας καὶ προανάρχου Τριάδος ἢ Πατρὸς ἐξ Υἱοῦ ἢ Υἱοῦ φύσιν ἐκ τοῦ Πατρὸς ἢ Πνεύματος ἁγίου ἐκ Πατρὸς φύσιν καὶ Υἱοῦ.

Οὐδὲ πάλιν τὰς ἐνεργείας τις δύναται διαιρεῖν καὶ λέγειν ὅτι αὕτη μὲν ἡ ἐνέργεια καὶ τὸ κτίσμα ἐστὶν τοῦ Πατρός, αὕτη δὲ τοῦ Υἱοῦ, καὶ αὕτη πάλιν τοῦ Πνεύματος τοῦ ἁγίου, ἀλλ’ ὥσπερ ἀμήχανον τὰς τρεῖς ὑποστάσεις συνάψαι εἰς ἕν, οὕτως πάλιν ἀμήχανον τὴν μίαν φύσιν εἰς τρία καταδιελεῖν. Ὃν τρόπον τρεῖς ἡλίους εἰς τὸ στερέωμα τοῦ οὐρανοῦ τις καθορῶν ἴσους μὲν τῇ φύσει, ἴσους δὲ τῷ μεγέθει καὶ τῇ λαμπρότητι ἐξ ἴσου καὶ ἀφιέντας μαρμαρυγὰς καὶ τὴν οἰκουμένην πᾶσαν φωτίζοντας οὐ δύναταί τις συνάψαι εἰς ἕν, οὐδὲ πάλιν τὸ ἐφηπλωμένον φῶς τούτων εἰς τρία καταδιελεῖν, οὕτως οὐδὲ τὴν μίαν φύσιν τῆς ὑπερθέου Τριάδος εἰς τρία τις δύναται διελεῖν, οὐδὲ πάλιν τὰς τρεῖς ὑποστάσεις αὐτῆς, ἤγουν τὰ πρόσωπα, συνάπτειν εἰς ἕν, ὃν τρόπον τῶν εἰρημένων ἡλίων ἐδήλωσε τὸ εἰκόνισμα καὶ ὃν τρόπον πάλιν τὸ τρισόλβιον ξύλον συμβολικῶς ἀνωτέρω σαφεστάτως ἐδήλωσε.

Καὶ τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ Σωτήρ, ὅτι «οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν», δηλονότι ὃ θέλω ἐγὼ ποιεῖν, θέλει καὶ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα ὁμοίως, καὶ ὅπερ ὁ Πατὴρ καὶ τὸ Πνεῦμα ποιεῖν εὐδοκεῖ, θέλω κἀγώ· διὸ καὶ «οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδὲν» καὶ μάλα εἰκότως· ὧν γὰρ μία φύσις καὶ μία βασιλεία καὶ δύναμις, πάντως καὶ θέλημα ἕν.

Ἐνηνθρώπησε γὰρ ὁ Υἱός, καὶ εὐδόκησεν ὁ Πατήρ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐσυνήργησεν. Ἐσταυρώθη ἑκουσίως ὡς ἄνθρωπος καὶ θανὼν ἐτέθη ἐν μνήματι. Ἡ δὲ ὁμόθεος φύσις αὐτοῦ ἡ σὺν Πατρὶ καὶ τῷ Πνεύματι ἐκ νεκρῶν αὐτὸν ἐξανέστησε.

Καὶ τοῦτο θρυλλοῦντες οἱ ἀπόστολοι ἄνω καὶ κάτω ἐκήρυττον, «ὃν ἤγειρε», λέγοντες, «ὁ Θεὸς ἐκ νεκρῶν», ὃν ἐξανέστησε τριήμερον, ὃν ὕψωσε καὶ ὃν ἐδόξασε καὶ «ᾧ ἐχαρίσατο ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα» καὶ ὅσα τοιαῦτα κηρύττοντες ἔλεγον.

Εἰ δέ πού τις φάναι τολμήσειεν, τί ἄρα ἐστὶ θεία φύσις Λόγου Θεοῦ συνημμένη τῷ Πατρὶ καὶ τῷ Πνεύματι, λέγομεν τοῦτο, ὅτι καὶ ἀγγέλοις ἡ θεία φύσις ἐκείνη ἐστὶν ἀκατάληπτος καὶ ἐννοίας πάσης κτιστῶν ἀνεπίβατος. Καὶ τοῦτο δηλοῦσι μὲν τὰ ἑξαπτέρυγα, ἃ ταῖς ἰδίαις πτέρυξι καλυπτόμενα τὴν τρισάγιον ὑμνῳδίαν διηνεκῶς ἀνακράζουσι, δηλοῖ δὲ καὶ τὸ «οὐ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται» καὶ τὸ «Θεὸν οὐδεὶς ἑώρακε πώποτε» καὶ τὸ «οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ» καὶ τὰ ἑξῆς. Εἰ γὰρ βαστάξαι ἠδύνατο φύσιν θείαν θεαθῆναι γυμνὴν ἡ πηλίνη φύσις ἡμῶν, οὐκ ἂν σῶμα θνητὸν περιθέσθαι ἠνέσχετο. Καὶ τί θαυμαστόν, ὅτι φύσιν Θεοῦ ἀγνοοῦσιν οἱ ἄνθρωποι, ὅπου γε καὶ ἀγγέλοις, ὡς εἴρηται, ἐστὶν ἀκατάληπτος; Ἡμεῖς δὲ οὐδὲ φύσιν ἀγγέλου τί ἐστιν ἐπιστάμεθα, μᾶλλον δὲ οὐδὲ ψυχῆς ἡμετέρας οὐσίαν γινώσκομεν, καίπερ οὐ μακρὰν ἐξ ἡμῶν πάντως καθέστηκεν, ἀλλὰ δι’ αὐτῆς ζωογονεῖται τὸ σῶμα ἡμῶν καὶ κυβερνεῖται καὶ θάλπεται· ἀλλ’ ὅμως τὴν φύσιν αὐτῆς οὐ γινώσκομεν.

Ἥλιον δὲ καὶ σελήνην καὶ ἀστέρας καθ’ ἑκάστην ὁρῶμεν, ἀλλ’ εἴτε ὕδωρ εἴτε πῦρ εἴτε ἄλλο τί ἐστιν ἡ φύσις αὐτῶν, οὐ γινώσκομεν. Καὶ πρὸς δύσιν ἐλαύνοντα καθ’ ἡμέραν ὁρῶμεν καὶ δύοντα καὶ πρὸς τὴν ἑῴαν βλέπομεν καθ’ ἑκάστην αὐτοὺς ἀνατέλλοντας· καὶ πόθεν ἐκ δυσμῶν πρὸς τὴν ἑῴαν ποιοῦνται τὴν πορείαν, εἰπεῖν τις ἀκριβῶς οὐ δεδύνηται. Οὐρανὸν τοσοῦτον ὁρώμενον ἐν ὀφθαλμοῖς καὶ τὴν φύσιν αὐτοῦ κυρίως τις εἰπεῖν οὐκ ἐξισχύσει. Βλέπομεν δὲ καὶ εὐρύχωρον θάλασσαν, ἀλλὰ τὸ βάθος αὐτῆς καὶ τὸ μέγεθός ἐστιν ἡμῖν ἀκατάληπτον.

Τὴν δὲ γῆν ταύτην, ἣν βαδίζομεν, ἐξ ἧς καὶ τρεφόμεθα, «τὰ θεμέλια» κυρίως εἰπεῖν τις ὡς ἔχει οὐκ ἴσχυσε. Καὶ νῦν μὲν «ἐπὶ τῶν ὑδάτων», νῦν δὲ «ἐπὶ στύλων», νῦν δὲ «ἐπ’ οὐδενὸς» τὴν ἕδραν ἔχειν φαντάζονται· μᾶλλον δὲ οὐ τὰ θεμέλια ἀγνοοῦμεν ταύτης καὶ μόνον, ἀλλ’ οὐδ’ ὅσον ἐστὶ τὸ πλάτος τοῦ προσώπου αὐτῆς ἐπιστάμεθα. Καὶ παράδεισον θαυμαστότατον ἐπὶ γῆς εἶναι ἀκούομεν, ἐξ οὗ τὰ Νειλῷα καὶ Εὐφρατήσια ὕδατα σὺν δυσὶ ποταμοῖς ἄλλοις πλουσίως ἐκπορεύονται νάματα, καὶ οἷος καὶ ὅσος ἐστὶν ὅλως οὐκ οἴδαμεν, πλὴν ὅτι ἐν Ἐδὲμ κατὰ ἀνατολὰς τοῦτον εἶναι ἀκούομεν καὶ ἐκ τοῦ ἄρδοντος αὐτὸν ποταμοῦ κόσμον ἴδιον μέγαν καὶ ἅγιον τοῦτον εἶναι ὑποτοπάζομεν. Καὶ μόλις ποτὲ ἡρπάγη ἐκεῖ τις καὶ ἤκουσεν ἄρρητα ῥήματα καὶ ταῦτα ἡμῖν ἐκκαλύψαι οὐκ ἴσχυσεν.

Ἐπεὶ οὖν καὶ ἀγγέλοις ἡ θεία φύσις, ὡς εἴρηται, ἐστὶν ἀκατάληπτος, ἡμεῖς δὲ οὐ μόνον ἀγγέλων ἀλλ’ οὐδὲ ψυχῆς ἡμετέρας οὐσίαν τί ἐστιν εἰπεῖν ἐπιστάμεθα, οὐδὲ αὐτῶν τῶν κτισμάτων, ὡς ὁ λόγος ὑπέδειξε, τὴν φύσιν ἐννοῆσαι δυνάμεθα (καὶ τίς ἄρα τὰ κτίσματα ἀγνοῶν τὸν κτίστην μαθεῖν περιεργάζεται;), δεῖ οὖν ἡμᾶς ἀπεριέργως λοιπὸν προσκυνεῖν καὶ πιστεύειν τὴν αὐτοῦ ἀκατάληπτον καὶ ἀνεξιχνίαστον δύναμιν, κακίας δὲ πάσης καὶ ἁμαρτίας ἀπέχεσθαι καὶ πάσης ἀρετῆς καὶ δικαιοσύνης σπουδαίως ἀντέχεσθαι καὶ συχνῶς λιπαρεῖν ὑπὲρ ἡμῶν σωτηρίας τὴν αὐτοῦ ἀγαθότητα.

Ἀλλὰ μέχρι τίνος τὸν περὶ τούτων λόγον οὐ στήσομεν; Καὶ ἴσως τινὲς ξένα τῆς παρούσης ἑορτῆς λέγειν ἡμᾶς ὑποπτεύουσιν, ὃς δὲ κρατεῖ τὸν τοῦ λόγου εἱρμὸν ἄνωθεν, εὑρήσει ἡμᾶς μηδὲν ἔξω τῆς νύσσας τοῦ λόγου τῆς παρούσης ἑορτῆς ὅλως βαδίσαντας. Ζητήσεως γὰρ γενομένης δι’ ἣν αἰτίαν οὐκ ἐξ ἑνὸς ἀλλ’ ἐκ τριῶν ξύλων ὁ σταυρὸς ὁ πανάγιος γέγονεν, ἐκεῖθεν πρὸς τὴν ἁγίαν Τριάδα ῥᾳδίως ὁ λόγος κατήντησε. Καὶ ξένον λοιπόν τι ἐλαλήθη οὐδέν· ἔδει γάρ, ἔδει τὸν δοξάσαντα πρῶτον ὑμνῆσαι Θεὸν καὶ εἶθ’ οὕτως ὑμνῆσαι τὸν δοξασθέντα σταυρόν. Λοιπὸν ἄρτι τὰ τῆς ὑψώσεως ὑπομνήσωμεν καὶ ἰδικῶς τὸν σταυρὸν τὸν σεβάσμιον χαιρετίσωμεν, ὅπως δι’ αὐτοῦ ὁ εἰς αὐτὸν σταυρωθεὶς τὸ τῆς διανοίας ὄμμα καταφωτίσῃ μου, καὶ εἶθ’ οὕτως τὸν δρόμον τοῦ λόγου καταπαύσαντες περατώσωμεν. «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν». Καί· «Ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται σφόδρα». Καί· «Αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη». Καί· «Ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν». Καί· «Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι». Καί· «Ὥσπερ Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον».

Ταύτας οὖν τὰς θείας ῥήσεις περὶ ὑψώσεως ἀναμνήσαντες φέρε δὴ φέρε τὸν σταυρὸν τοῦ Κυρίου πλειστάκις τὸ «χαῖρε» φθεγξώμεθα.

Χαίροις, ζωηφόρον θεοφύτευτον ξύλον, ὃ ἐφύτευσεν ὁ Πατήρ, καὶ ἐπότισεν ὁ Υἱός, καὶ ηὔξησε τὸ Πνεῦμα. Χαῖρε, «ξύλον τῆς ζωῆς τὸ ἐν τῷ μέσῳ τοῦ παραδείσου», οὖ ἐστιν ὁ καρπὸς εἰς ὅρασιν ὡραῖος καὶ καλὸς εἰς βρῶσιν ψυχῆς.

Χαῖρε, ξύλον πανσεβάσμιον, δι’ οὗ τῷ λῃστῇ ὁ πάλαι κεκλεισμένος παράδεισος ἤνοικται. Χαῖρε, ξύλον πάντιμον, ὅτι ξύλον καὶ ἀνὴρ καὶ παρακοὴ καὶ εὐεξαπάτητον γύναιον τὴν ἡμετέραν φύσιν τοῦ παραδείσου ἐξεώσαντες, πάλιν διὰ ξύλου σοῦ καὶ τοῦ θεανθρώπου Χριστοῦ καὶ θαυμαστῆς ὑπακοῆς καὶ πανάγνου γυναίου αὐτὸν ἀπελάβομεν.

Χαῖρε, ξύλον ἅγιον, θαυμάτων Μωσαϊκῶν ἡ ἐνέργεια, καὶ τῶν Αἰγυπτίων καθαίρεσις. Χαῖρε, ξύλον ἀκράδαντον, δι’ οὗ «πύλαι ᾅδου» καὶ μοχλοὶ συνετρίβησαν. Χαῖρε, ξύλον ἅγιον καὶ πανάγιον, ὃ ᾐδέσθησαν χερουβείμ, καὶ ἡ φλογίνη ῥομφαία τὰ νῶτα δέδωκέ σοι.

Χαῖρε, τριδένδριον μονόδενδρον ξύλον, ὡς δόξα τοῦ Λιβάνου ποτέ, νῦν δὲ δόξα ἡμῶν καὶ τεῖχος ἀκράδαντον καὶ ῥάβδος καὶ βακτηρία, καὶ «ῥάβδος εὐθύτητος» καὶ ῥάβδος δυνάμεως, δι’ ἧς καὶ συντρίβονται τὰ ἔθνη τὰ νοητὰ ὡς σκεύη κεραμέως.

Χαῖρε, τὸ τριδένδριον καὶ κατάσκιον μονόδενδρον ξύλον, ἐφ’ ᾧ καὶ ἐφυπνώσας «ὁ ποιμὴν ὁ καλὸς» ἐν μέσῃ μεσημβρίᾳ ἐν τῷ ὄρει Γολγοθᾷ καὶ ἀφυπνισθεὶς ὡς ἀγαθὸς ποιμενάρχης ἐξ αὐλῆς ἀλλοτρίας συνήγαγε ποίμνια, ἅτινα καὶ διὰ θύρας ἁγίας καὶ ὑπεραγίας εἰσπορεύονται καὶ ἐκπορεύονται καὶ νομῆς εὐποροῦσι καὶ χλόης ἀκηράτου, τῆς παραδείσου τρυφῆς.

Χαίροις, τὸ κεδροπευκοκυπάρισσον τρισόλβιον ξύλον, ὡς τῆς Τριάδος ἰσάριθμον, ἐν ᾧ καὶ ἐτάθη σαρκὶ τῆς Τριάδος ὁ εἷς καὶ θανὼν ἑκουσίως τοῦ θανάτου τὸ κράτος τελείως κατέλυσε. Χαίροις, σταυρὲ τίμιε, ὀρθοδόξων καύχημα καὶ κακοδόξων καθαίρεσις.

Χαίροις, σταυρέ, «ἀποστόλων καύχημα» καὶ Ἰουδαίων κατάπτωσις. Χαίροις, σταυρέ, «μαρτύρων ἀγαλλίαμα» καὶ νῖκος ἀνίκητον καὶ τυραννίδος καταστροφὴ καὶ πτῶσις. Χαίροις, σταυρέ, «σημεῖον ἀντιλεγόμενον», «Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρία», ἡμῖν δὲ τοῖς πιστοῖς δύναμις Θεοῦ.

Χαίροις, σταυρέ, δεσμευτὰ διαβόλου καὶ τῆς αὐτοῦ συμμορίας καὶ τοῦ ᾅδου ἐκσπηλευτὰ καὶ λύσις τῶν ἐκεῖ δεδεμένων. Χαίροις, σταυρέ, σημεῖον ἐξ ἀστέρων ὀφθεὶς ἐν οὐρανῷ τῷ εὐσεβεῖ Κωνσταντίνῳ. Χαίροις, σταυρέ, βασιλέων πιστῶν ἁγιώτατον σκῆπτρον καὶ «ἀήττητον τρόπαιον».

Χαίροις, σταυρέ, ἀρχιερέων ἡ εὐπρέπεια καὶ ἐκκλησιῶν πασῶν εὐκοσμία καὶ δόξα. Χαίροις, σταυρέ, χειροτονούντων θεία σφραγὶς καὶ χειροτονουμένων θεία τελείωσις. Χαίροις, σταυρέ, ἱερατευόντων ἀγλάϊσμα καὶ ὑπηρετούντων εὐλάβεια.

Χαίροις, σταυρέ, δημαγωγούντων βοηθὲ καὶ δήμων εὐσεβῶν ἀσφαλέστατον φρούριον. Χαίροις, σταυρέ, βασιλέων τὸ νῖκος, μεγιστάνων ἡ δόξα καὶ ἀντιπάλων ἡ πτῶσις. Χαίροις, σταυρέ, τῆς κάτω βασιλείας τὸ μέγιστον κράτος, τῆς δὲ ἄνω βασιλείας ἀπλανὴς χειραγωγέ.

Χαίροις, σταυρὲ τίμιε, ἡ τιμὴ τῶν ἀγγέλων διὰ τὸν ἐν σοὶ σταυρωθέντα ἑκουσίως Χριστόν. Χαίροις, σταυρέ, ζωαρχικοῦ θεανθρώπου Χριστοῦ ξύλον πανάγιον καὶ ἀγγελικῶν δυνάμεων ἀγλαοφανέστατον σκῆπτρον. Χαίροις, σταυρέ, ἀρχηγῶν εὐκοσμία καὶ ἀρχομένων εὐλάβεια.

Χαίροις, σταυρέ, ἁμαρτωλῶν καταφύγιον καὶ ἀρωγὲ τῶν δικαίων. Χαίροις, σταυρέ, παρθενευόντων βοηθὲ καὶ συζευγνυμένων ἐγκράτεια. Χαίροις, σταυρέ, χηρευόντων παραμυθία καὶ ὀρφανευθέντων ἀνατροφεῦ. Χαίροις, σταυρέ, ἐποχουμένων ἀσφάλεια καὶ πεζευόντων ἰσχύς.

Χαίροις, σταυρέ, γηπονούντων ἐλπὶς καὶ τεχνουργούντων τροφεῦ. Χαίροις, σταυρέ, ἐπαγρυπνούντων βοηθὲ καὶ ἐφυπνούντων φρουρὲ τῶν ἐλπιζόντων εἰς σέ. Χαίροις, σταυρέ, νοσούντων ἰατρὲ καὶ εὐρωστούντων ῥωννύτωρ.

Χαίροις, σταυρέ, εὐπραγούντων τὸ κλέος καὶ δυσπραγούντων παρήγορος. Χαίροις, σταυρέ, εὐφραινομένων παράκλησις καὶ θλιβομένων ἐπίκουρος. Χαίροις, σταυρέ, δικαιοκρισίας ἀσφάλεια καὶ ἀδίκων κριτῶν καταστροφή τε καὶ πτῶσις.

Χαίροις, σταυρέ, ἐλεημονούντων ὑπασπιστὰ καὶ πλεονεκτούντων καταρράκτα. Χαίροις, σταυρέ, νηστευόντων ἀγχιστευτὰ καὶ κραιπαλούντων ἐπιστρεπτά, «ὧν Θεὸς ἡ κοιλία» καὶ τὰ ὀλέθρια πάθη, οἳ διὰ θερμῆς μετανοίας καὶ καθαρότητος βίου σταυροῦσι τὴν σάρκα σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.

Χαίροις, σταυρέ, πανσεβάσμιον τόξον Χριστοῦ καὶ θεοσήμου τόξου σημεῖον πρὸς ἀνθρώπους Θεοῦ καταλλαγῆς, δι’ οὗ καὶ ἀπηλλάγημεν κατακλυσμοῦ ἀσεβείας καὶ κιβωτὸν ἁγίαν κτησάμενοι τὴν Ἐκκλησίαν Χριστοῦ πάσης κακοδοξίας ἐπάνω νηχόμεθα, ὥστε ἡμᾶς ἀναχθῆναι ἐπάνω τῶν ὑψηλῶν καὶ ἐπηρμένων ὀρέων (κακοδόξων ἀρχόντων) τεσσαράκοντα πήχεις, καὶ τεσσαράκοντα ἐκεῖνα τὰ αἱρετικὰ καὶ ἄπιστα ὄρη τεσσαρακοντάδας πηχῶν βυθισθήσονται κάτω ὡς κακῶς δογματίσαντα καὶ κακῶς λαοὺς ἐκδιδάξαντα· ἡμᾶς δὲ χάριτι Θεοῦ εἴσω καταξιωθέντας τῆς Χριστοῦ κιβωτοῦ (Ἐκκλησίας) οὐ δεῖ πάντως πετεινῶν καὶ κτηνῶν ἀκαθάρτων (δαιμόνων) τροφὴν (ἁμαρτίαν) ὅλως σιτίζεσθαι, εἰδότες ὅτι διὰ ταύτης ἀνεῴχθησαν καταρράκται οὐράνιοι καὶ πηγαὶ τῆς ἀβύσσου, «καὶ ἀπέθανε πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς», ἀλλὰ δεῖ ἡμᾶς ἰδιαιτάτως ἔχειν τροφὴν τὸν οὐράνιον ἄρτον διὰ καθαρότητος βίου καὶ ἔργων θεοτερπῶν, ἵνα «κάρφος ἐλαίας» (δῶρον Θεοῦ στέφανον ἄφθαρτον) δι’ ἁγίας περιστερᾶς (Πνεύματος ἁγίου) δεξάμενοι τῆς ἡμῶν κιβωτοῦ (ψυχῆς καὶ διανοίας) τὸν σαρκοβόρον καὶ ζοφερὸν κόρακα (ἐμπαθῆ λογισμὸν καὶ φιλόσαρκον) ἐξεώσωμεν (δαίμονα).

Καὶ ὅτε κατάστεγνον τὴν γῆν (ἡμῶν σάρκα) θεασώμεθα, τότε ἄρξεται πάντως ὁ (νοῦς ἡμῶν) Νῶε γεωργὸς γῆς (ἡμετέρας καρδίας) καὶ φυτεύσει ἀμπελῶνα (Χριστὸν) ἐν τῇ γῇ αὐτοῦ (ψυχῇ) καὶ πίῃ ἐκ τοῦ οἴνου αὐτοῦ καὶ μεθυσθήσεται ἀπὸ πιότητος οἴκου αὐτοῦ καὶ γυμνωθήσεται (πάσης κακίας) ἐν τῷ οἴκῳ αὐτοῦ (Χριστῷ καὶ Δεσπότῃ καὶ Σωτῆρι Θεῷ). Καὶ τότε ἀνανήψει ἐκ τῆς μέθης (τῶν ὀλεθρίων παθῶν), καὶ γνώσεται ὅσα ἐποίησεν αὐτῷ ὁ νεώτερος αὐτοῦ (φιλήδονος) υἱὸς (λογισμὸς) Χάμ. Καὶ κατάρας ὁμοῦ καὶ δουλείας ὑπεύθυνος ἀξίως ἀναφανεὶς ὁ φιλόσαρκος ἡμῶν παῖς Χαναάν, ἤγουν ὁ τῆς σαρκὸς ἀκόλαστος οἶστρος, τότε κληρώσηται τὴν εὐλογίαν ὁ Σήμ, ἤγουν ὁ πρακτικώτατος νοῦς καὶ θεοφιλέστατος ἔρως, καὶ πλατυνθήσεται ὡς Ἰάφεθ πρὸς ὑψηλὴν θεωρίαν τῶν ἐνταλμάτων Θεοῦ.

Χαίροις, σταυρὲ τίμιε, σίφων οὐράνιε, δι’ οὗ ἀνειλκύσθημεν ἄνω ἐκ βυθοῦ παραπτώσεων. Χαίροις, σταυρὲ τίμιε, παγχρυσότατον καὶ θεοχάλκευτον ἄγκιστρον, δέλεαρ φέρων σαρκοφόρον Θεόν, ἐν ᾧ δελεασθεὶς ἠγκιστρώθη τὸ κῆτος, ὁ μέγας ἰχθὺς καὶ ἀντάρτης σατάν.

Χαίροις, σταυρὲ τίμιε, πλευστικῶν κυβερνῆτα πιστῶν καὶ ναυάγιον πλευστικῶν πειρατῶν καὶ ἀπίστων ἐθνῶν. Χαίροις, σταυρέ, ἄστεων πασῶν πιστοτάτου λαοῦ ἀσφαλέστατον «τεῖχος καὶ ὀχύρωμα» τίμιον. Χαίροις, σταυρέ, «λιμὴν σωτηρίας» καὶ «πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ» καὶ φρουρὲ τῶν δικαίων.

Χαίροις, σταυρὲ τίμιε, «ὅπλον εἰρήνης», ὃ καθοπλίζονται βασιλεῖς ὅπλον εἰς σωτηρίαν, καὶ στίφη πολεμίων κατατροποῦνται ῥᾳδίως. Χαίροις, σταυρέ, σκῆπτρον ἀγγέλων καὶ δαιμόνων κατακάρδιος ἧλος. Χαίροις σταυρέ, ἡμερινώτατον φάος καὶ νυκτὸς λαμπαδοῦχε καὶ μέγιστε ἑωσφόρε.

Χαίροις, παμφώτιστε σταυρέ, ἡλίου καὶ σελήνης καὶ ἀστέρων ἀπαστράπτων μαρμαρυγὰς μειζοτέρας. Χαίροις, σταυρὲ τίμιε, τὸ τοῦ υἱοῦ τοῦ ἀνθρώπου σημεῖον, τὸ μέλλον ἐπ’ ἐσχάτων ἐν οὐρανῷ φανῆναι καὶ τὰς τοῦ ἡλίου ἀκτῖνας κατὰ πολὺ ἐκνικῆσαι καὶ ἥλιος καινὸς ἀναφανῆναι τῷ κόσμῳ, ὅτε καὶ «κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς» διὰ φαυλότητα ἔργων καὶ πίστεως σφαλερᾶς. «Τότε», φησί, «φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ».

Τότε, δηλονότι ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ, φανήσεται τὸ σημεῖον αὐτοῦ πρῶτον, ἤγουν ὁ σταυρὸς ὁ πανάγιος, ἵνα σημανεῖ τὴν πανάγιον αὐτοῦ ἔλευσιν τοῦ σταυρωθέντος ἑκουσίως σαρκὶ ἐν αὐτῷ Λόγου Θεοῦ. Καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ὁ ἥλιος καὶ ἡ σελήνη καὶ πάντα τὰ στοιχεῖα σχολάσουσι. Τότε, φησίν, «ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ». Καὶ πῶς ἄρα οὐ κόψονται τότε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πῶς ἄρα οὐ πτήξουσι καὶ τρομάξουσιν ἅπαντες τοσαύτην ὁρῶντες ἐξαίφνης στοιχείων ἐναλλαγὴν καὶ θεάματα ξένα, οἷα οὐδέποτέ τις τεθέαται, μετάθεσιν οὐρανοῦ τηλικούτου καὶ πλήθους ἀναφανέντων ἀναριθμήτων ἀγγέλων, ἑπομένων, συνεπομένων καὶ προαγομένων τῷ δεσπότῃ Χριστῷ καὶ τὴν τρισάγιον ὑμνῳδίαν κραυγαζόντων συνήθως;

Χαίροις, σταυρέ, παντὸς ἀγαθοῦ ἀρωγὲ καὶ παντὸς κακοῦ ἐλατήρ. Χαίροις, σταυρέ, ὀρθοδόξων ἁπάντων τὸ φαιδρὸν ἀγαλλίαμα καὶ τεῖχος ἀπρόδοτον. Χαίροις σταυρέ, μοναζόντων τὸ κλέος τῶν πιστῶς προστρεχόντων σοι.

Χαίροις, σταυρὲ πανσεβάσμιε καὶ τῆς ἐμῆς οὐθενότητος τεῖχος καὶ στήριγμα καὶ παμφαέστατον αὔγασμα καὶ τῆς Ἐγκλείστρας μου ταύτης τὸ μέγιστον φρούριον, ἐν ᾗ καὶ ἐπικέκληται τὸ πανύψιστον καὶ σεβάσμιον ὄνομά σου, πρὸς ἣν καὶ ἐπιφαίνεται τὸ τῆς σῆς βοηθείας θαυμαστὸν ἐπικούρημα καὶ τετίμηται κτησαμένη σε, πανυπέρτιμε· ἣν καὶ περίσῳζε πάντοτε ἀνιαροῦ παντὸς ὑπεραίρεσθαι, ἵνα τῷ σθένει σου, πανσθενέστατε, τοῖς οἰκοῦσιν ἐνθάδε προῦπτον ὀφθῇ περιτείχισμα καὶ πολεμίων πασῶν ἐπιβουλῆς ἀποτρόπαιον, καί, ὡς ὅπλον εἰρηναῖον, ἐπιβουλὰς παντοίας ἀοράτων ἐχθρῶν ἢ καὶ ὁρωμένων θαυμαστῶς ἀφανίζοντα. Χαίρω κἀγὼ ἐπὶ σοί, σταυρὲ πανσεβάσμιε, τὰ σὰ μεγαλεῖα διηγούμενος καὶ χαίρων τὸ τελευταῖον τοῦτο “χαῖρε” τρανῶς ἀνακράζω σοι.

Χαίροις, σταυρέ, τοῦ σταυροφόρου βίου τῶν μοναχῶν τὸ ἐξαίρετον καύχημα καὶ τῶν ὁσίων τὸ στήριγμα, τῶν «ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς» πανσεβάσμιον ἔρεισμα καὶ πάντων ἁπλῶς τῶν τοῦ Χριστοῦ ὀπαδῶν, μοναχῶν καὶ μιγάδων, θεοπρεπέστατον βάσταγμα· ὃν καὶ βαστάζων ὁ Ἰησοῦς εἰς τόπον ἐξῆλθε Κρανίου ἔργῳ διδάσκων τοῖς αὐτοῦ ὀπαδοῖς καὶ λέγων αὐτοῖς· «Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν», ἐγὼ ἤδη πρὸς τὸν πατέρα καὶ τὴν ἐμὴν βασιλείαν ἀπέρχομαι.

Καὶ «εἴ τις» ἐκεῖ «θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν», ἤγουν τὰς ὀρέξεις τὰς σαρκικάς, «καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι»· ὁπηνίκα γάρ τις τὴν ἑαυτοῦ σάρκα σταυρώσει «σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις», τότε ἦρε τὸν σταυρὸν καὶ τῷ Χριστῷ ἠκολούθησε. Καὶ γὰρ ὁ θεῖος καὶ μακάριος Παῦλος τὴν οἰκουμένην περινοστῶν καὶ κηρύσσων τὸ σωτήριον κήρυγμα ἔλεγεν οὕτως· «Ἐμοὶ ὁ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ»· «οὐ γὰρ ἔκρινα τοῦ εἰδέναι τι ἐν ἐμοὶ εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον».

Διδάσκει δὲ καὶ ἡμᾶς νεκρῶσαι τὰ πάθη «σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις»· ἐπεὶ γὰρ ἡ ἐπιθυμία τίκτει τὰ πάθη, οὐ βούλεται ἡμᾶς ὁ διδάσκαλος οὕτως μόνα τὰ πάθη ἀπονεκροῦν ἀλλὰ σὺν τούτοις πᾶσι καὶ τὰς ἐπιθυμίας· διότι ὥσπερ γυνὴ συλλαβοῦσα τίκτει παιδίον, οὕτως καὶ καρδία ἐμπαθῆ συλλαβοῦσα ἐπιθυμίαν ἀποτίκτει πάθος· καὶ ὁ θέλων ἀπαλλαγῆναι τῶν ὀλεθρίων παθῶν ὀφείλει ἐκδιώκειν καὶ τὰς ἐπιθυμίας· ἀπροσίτου γὰρ τοῦ νοὸς γενομένου καὶ τῆς καρδίας τῶν ἐμπαθῶν ἐπιθυμιῶν σὺν τοῖς παθήμασι νενέκρωνται καὶ αὐταί.

Καὶ νεκρωθεῖσα ἡ σὰρξ σὺν τοῖς παθήμασιν, ἤγουν τοῖς ἁμαρτήμασι, καὶ ταῖς ἐπιθυμίαις, ἤτοι ταῖς ἀκαθάρτοις ἐννοίαις, ἑαυτὸν ἀπαρνεῖται, ἤτοι τὰς σαρκικὰς ἡδονάς, καὶ ἀγαπᾷ τὸν Χριστὸν καὶ τὸν αὐτοῦ αἴρει σταυρόν, ἤγουν τὴν νέκρωσιν τῶν παθῶν, καὶ αὐτῷ ἀκολουθεῖ πρὸς τὴν αἰώνιον ζωήν.

Ἀλλὰ δεῖ ἡμᾶς περὶ ὑψώσεως βραχέα φιλοσοφῆσαι καὶ συστεῖλαι τὸν λόγον, μήπως ὑπερκορὴς καταφανῇ τοῖς ἀκούουσι καὶ ἀηδίαν ταῖς ψυχαῖς καὶ νυσταγμὸν παρεισάξειε. Σταυρὸς ὑψοῦται, καὶ πίπτουσι δαίμονες.

Σταυρὸς ὑψοῦται, καὶ ἀνίστανται τῶν παραπτώσεων οἱ ἄνθρωποι. Σταυρὸς ὑψοῦται, καὶ φεύγουσι δαίμονες. Σταυρὸς ὑψοῦται, καὶ ἀθροίζονται ἄνθρωποι. Οὗτοι καταλιπόντες τὴν ἔρημον τῇ οἰκουμένῃ καὶ «τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ» διὰ τὴν πανάγιον ὕψωσιν κατέλαβον σήμερον, ἐκεῖνοι τῆς οἰκουμένης πρὸς τὰς ἐρήμους διὰ τῆς ὑψώσεως ἀπελαύνονται σήμερον.

Σταυρὸς ὑψοῦται, καὶ συνυψοῖ τῶν πιστῶν τὰ συστήματα. Σταυρὸς ὑψοῦται, καὶ τῶν ἀπίστων ἐθνῶν κατασπᾷ τὰ φρυάγματα. Σταυρὸς ὑψοῦται, καὶ ἔλεος Κυρίου πρὸς ἡμᾶς καταπέμπεται. Τὸ «Κύριε ἐλέησον» πρὸς αὐτὸν ἀνακράζομεν καὶ λύσιν πταισμάτων ἐκεῖθεν λαμβάνομεν.

Σταυρὸς ὑψοῦται, καὶ παῖδες Ἑβραίων ὁρῶντες ἐμπαίζουσι καὶ τὴν σεβάσμιον μυκτηρίζοντες ὕψωσιν προσθήκην κακῶν καὶ Κυρίου ὀργὴν ἐντεῦθεν λαμβάνουσι. Σταυρὸς ὑψοῦται, καὶ σὺν ἀνθρώποις ἀγγέλων πανηγυρίζει τὰ τάγματα.

Σταυρὸς ὑψοῦται, καὶ σκυθρωπάζουσιν ἔθνη, σὺν τούτοις δὲ καὶ τῶν δαιμόνων αἱ φάλαγγες. Σταυρὸς ὑψοῦται, καὶ βροτῶν ἡ οὐσία τὰ ἄνω ζητεῖν ἐκπαιδεύεται, τὰ ἄνω φρονεῖν, οὗ ὁ Χριστός ἐστιν ἐκ δεξιῶν τοῦ Πατρὸς ἀφράστως καθήμενος· «Ἡμῶν γάρ», φησί, «τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τοῦ σώματος καὶ τῆς δόξης αὐτοῦ». Βαβαὶ τοῦ μυστηρίου τοῦ ξένου, οἵας καὶ ὅσης τὸ πήλινον σῶμα ἡμῶν βούλεται ὁ Δεσπότης τῆς δόξης καταξιῶσαι, καὶ τοῦτο ἡμεῖς τῷ βορβόρῳ τῆς ἁμαρτίας κυλινδοῦντες οὐκ αἰσχυνόμεθα. «Μετασχηματίσει», φησί, «τὸ» ταπεινὸν καὶ πήλινον «σῶμα ἡμῶν» καὶ ποιήσει «αὐτὸ σύμμορφον τῆς δόξης αὐτοῦ», ἤγουν ἄφθαρτον καὶ ἀθάνατον καὶ τῆς αὐτοῦ βασιλείας συμμέτοχον. Διὸ καὶ ἐνδέχεται ἐν οὐρανοῖς ὑπάρχειν ἡμῶν τὸ πολίτευμα· συνταφέντες γὰρ τῷ Χριστῷ διὰ τοῦ βαπτίσματος καὶ σὺν αὐτῷ ἐγερθέντες δεῖ ἡμᾶς ἐκείνῳ ἀκολουθεῖν, τὰ ἄνω φρονεῖν, τὰ ἄνω ζητεῖν καὶ τὸ πολίτευμα ἡμῶν ἐν οὐρανοῖς ὑπάρχειν.

Ὅτε γάρ τις τὰς σαρκικὰς ἡδονὰς τῇ τοῦ Θεοῦ βοηθείᾳ τῆς ἑαυτοῦ ἀπελάσει σαρκὸς καὶ καρδίας καὶ δόξης καταφρονήσει κενῆς καὶ πλούτου ῥευστοῦ καὶ ἀμέτρου τρυφῆς, τότε πάντως καὶ τὸ πολίτευμα αὐτοῦ ἐν οὐρανοῖς ὑπάρχει· ὅτε δέ τις ὀπίσω ἀκολουθεῖ τῶν σαρκικῶν αὐτοῦ ὀρέξεων καὶ καταχραίνει τὸ σῶμα πράξεσιν ἀθεμίτοις καὶ πλούτου καὶ δόξης καὶ ἀμέτρου τρυφῆς ἀντέχεται σφοδρῶς, τότε πάντως καὶ αὐτοῦ τὸ πολίτευμα ὑπάρχει ἐπὶ τῆς γῆς.

Σταυρὸς ὑψοῦται, καὶ τὴν οὐράνιον νύσσαν ἡμᾶς διδάσκει ἀναφανδόν. Σταυρὸς ὑψοῦται, καὶ τῆς ἄνω πορείας τοὺς ὁδοστάτας ὑποχωρεῖν ἀραρότως ἐντέλλεται καὶ τὰ ἐν αὐτῆ τελώνια ἐξαφανίζειν ὁρίζεται καὶ ἡμᾶς ἀκωλύτως πρὸς οὐρανὸν βαδίζειν προτρέπεται.

Σταυρὸς ὑψοῦται, καὶ τετραχῶς ὁ ἀὴρ δι’ αὐτοῦ σφραγιζόμενος ἁγιάζεται, καὶ τὰ ξύλα τοῦ ἀγροῦ συνευφραίνονται· ὅτι ξύλον αὐτοῖς ὁμοούσιον, εἰ καὶ μὴ ἰσότιμον ἀλλ’ ὑπέρτιμον γεγονός, ὁρῶσι καὶ εὐφραίνονται.

Σταυρὸς ὑψοῦται, καὶ οἱ πιστότατοι καὶ εὐσεβέστατοι ἡμῶν θεοστεφεῖς βασιλεῖς ἐπαγάλλονται, καὶ οἱ μεγιστᾶνες αὐτῶν καὶ οἱ ἡμῶν ἀρχιερεῖς καὶ ἱερεῖς καὶ ἄρχοντες καὶ τοπάρχαι καὶ λαοί, πάντες ὁμοῦ, ἀσυγκρίτως εὐφραίνονται.

Σταυρὸς ὑψοῦται, καὶ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν ἡ ἀνάστασις ἐγκαινίζεται καὶ ἡμᾶς ὑψωθῆναι διὰ πίστεως καὶ πράξεων ἀγαθῶν πρὸς τὴν αὐτοῦ βασιλείαν διακελεύεται· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι χάριτι καὶ φιλανθρωπίᾳ τῆς αὐτοῦ ἀγαθότητος, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ προανάρχῳ καὶ συνανάρχῳ Πατρὶ αὐτοῦ καὶ τῷ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.