Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος

Νεόφυτος ὁ Ἔγκλειστος

Εγκώμιο στον άγιο μεγαλομάρτυρα Μάμαντα

Εγκωμιαστικός λόγος αφιερωμένος στον βίο, την ομολογία, τα μαρτύρια και τα θαύματα του αγίου Μάμαντος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 2 από 30

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΜΑΜΑΝΤΑ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΑΥΤΟΥ ΓΕΝΝΗΤΟΡΩΝ Εὐλόγησον, πάτερ. Μάμας ὁ μέγας καὶ περιβόητος καὶ τῶν Χριστοῦ μαρτύρων ἡ καλλονή, ὁ θερμὸς προστάτης τῶν τραυματιῶν, ὁ θεράπων τῶν δεινῶν ἀλγηδόνων καὶ θεῖος θεραπευτής, ὁ ξηραίνων ἕλκη καὶ δυσωδίας ὀζώδεις ἐξαφανίζων ῥᾳδίως, ὁ σηπεδόνας ἀποκαθαίρων τραυμάτων δαιμονικῶν, ὁ τὴν θείαν ἔχων φαρμακοθήκην φαρμάκων θείων ὡς ἀληθῶς, ὁ ἀναργύρως ἰατρεύων καὶ θεραπεύων τοὺς πίστει προσερχομένους τῷ ἱερῷ τούτου σηκῷ· ὁ τὰ φρυάγματα τῶν θεοστυγῶν τυράννων λογισάμενος εἰς οὐδέν, ὁ τὰς βασάνους αὐτῶν ὡς βέλη νηπίων ἡγούμενος νευρούμενος ἄνωθεν· ὁ τοῦ ἀρχιπάτορος Ἀδὰμ πρὸ παραβάσεως εἰληφὼς τὸ ἀξίωμα καὶ ὡς ἡμέρων καὶ πανημέρων τῶν ἀγρίων ζῴων ἔχων τὴν ἐξουσίαν πρὸς Θεοῦ, ὁ ἀλμέγων αὐτὰ ὡς πρόβατα εὐπειθῆ καὶ τυρεύων εἰς διατροφὴν ἰδίαν καὶ πενήτων τινῶν· ὁ μὴ θυσιάσας Θεῷ κατὰ τὸν Ἄβελ προβάτων καλλονήν, ἀλλὰ θυσίαν ἑαυτὸν διὰ μαρτυρίας καὶ ποικίλων βασάνων προσάξας τῷ Θεῷ σήμερον ἡμᾶς συνεκάλεσεν ἅπαντας δοξολογῆσαι Θεὸν δι’ αὐτοῦ· σήμερον γὰρ τοῦ τῇδε βίου τὸ πρόσκαιρον ἀπολιπὼν ἀνέδραμε πρὸς βίον ἀπέραντον καὶ χῶρον φωτοειδῆ. Ἔνθεν καὶ ἡμεῖς τὴν τούτου ἐτήσιον καὶ μακαρίαν μνήμην γεραίρειν ὀφείλομεν σήμερον.

Οὗ ἡ πατρὶς ἡ Παφλαγόνων χώρα τότε καθέστηκε, κἂν καὶ νῦν ἡ οὐράνιος τοῦτον φέρῃ γαννύμενον, γεννήτορες δὲ Θεόδοτος καὶ Ῥουφῖνα οὕτω καλούμενοι, εὐσεβεῖς ἅμα καὶ τῇ δόξῃ περίβλεπτοι καὶ πατρικίων πατέρων παῖδες τυγχάνοντες.

Ἔρωτα δὲ θεῖον πρὸς τὴν Χριστοῦ πίστιν πλουτοῦντες καὶ τῇ εὐσεβείᾳ παρρησιαζόμενοι διαβάλλονται Ἀλεξάνδρῳ, τοπάρχῃ τινὶ πόλεως Γάγγρας, ὅστις παρὰ τῶν κρατούντων ἐντεταλμένος ἦν χριστιανοὺς τιμωρεῖν μὴ πειθομένους σέβειν τοῖς θεοῖς. Παραστὰς οὖν Θεόδοτος τῷ βήματι Ἀλεξάνδρου, θύειν τοῖς εἰδώλοις ἠνάγκαζε, ὁ δὲ ὡς λῆρον ἡγεῖτο τὰ παρ’ αὐτοῦ φληναφούμενα. Ἐπεὶ δὲ οὐχ οἷός τε ἦν πατρικίων παῖδας ὑβρίζειν ἢ ἐτάζειν προστάξεως ἄνευ βασιλικῆς, στέλλει αὐτὸν Φαύστῳ ἡγεμόνι Καισαρείας τῆς Καππαδόκων ἐπαρχίας· ᾧ καὶ ἡ μακαρία ἠκολούθει Ῥουφῖνα φόρτῳ βαρυνομένη ἐγκύῳ, Μάμαντι τῷ χριστομάρτυρι.

Δεξάμενος οὖν τὸν Θεόδοτον ὁ θηριώδης Φαῦστος εὐθὺς κατακλείει ἐν τῇ φυλακῇ ἅμα τῇ γυναικί. Ὁ δὲ θεῖος Θεόδοτος τὴν ἰδίαν ἀσθένειαν ἐπιστάμενος καὶ τοῦ τυράννου τὴν ἀπήνειαν οὐκ ἀγνοῶν καταφεύγει πρὸς τὸν τῆς φύσεως δημιουργόν.

Καὶ ἐκτενῶς αὐτὸν ἱκετεύσας μετὰ δακρύων πολλῶν «παρέδωκε τὸ πνεῦμα»· ἐδεδίει γάρ, μήπως ἀνάξιον τῆς πίστεως αὐτῷ συναντήσῃ διὰ τὴν ὠμότητα τοῦ τυράννου· διὸ κέκρικε βέλτιον τελευτῆσαι πιστῶς τῷ Χριστῷ ἢ συμβῆναι αὐτῷ τι ἀνάξιον χριστιανῶν.

Τότε οὖν τὴν μακαρίαν Ῥουφῖναν διττοί, μᾶλλον δὲ καὶ τριπλοῖ, πόνοι περιεκύκλουν· ὠμότης τυράννου, ἀνδρὸς τελευτὴ καὶ τόκου τοῦ ἐγγαστρίου. Ἔνθεν καὶ ἀποτεκοῦσα τόνδε τὸν περιβόητον χριστομάρτυρα Μάμαντα πλησίον ἀνέκλινε λειψάνου τοῦ πατρικοῦ, καὶ αὕτη προσευξαμένη πρὸς Κύριον τὰ τοῦ ἀνδρὸς παραπλήσια μετὰ τῆς αὐτῆς διανοίας καὶ αὐτὴ πρὸς Κύριον ἐκδημεῖ.

Ἀνέκειτο δὲ τὸ βρέφος μεταξὺ λειψάνων δύο νεκρῶν, ἔρημον ἐπιγείου βοηθείας. Διὸ καὶ ἐκ τῶν ἄνω ἡ τούτου τε καὶ ἡ τῶν λειψάνων γίνεται προμήθεια· ἄγγελος γὰρ Κυρίου διά τινος ὄψεως ἐπιτρέπει γυναικί τινι καλουμένῃ Ἀμμίᾳ, Ματρώνᾳ τῇ ἐπωνυμίᾳ, τοῦ τάχει ποδῶν προσρυῆναι τῷ ἡγεμόνι καὶ αἰτῆσαι τὰ ἐν τῇ φυλακῇ σώματα τῶν μαρτύρων καὶ φιλοτίμως κηδεῦσαι ἐν τῷ κήπῳ αὐτῆς, τὸ δὲ βρέφος ἀναλαβέσθαι ὡς μήτηρ καὶ πιθανῶς ἀναθρέψαι. Καὶ ταῦτα πάντα οὕτως μετὰ σπουδῆς ἐκτελέσασα ἡ Ματρώνα ἔχαιρεν ἐπὶ τῇ τοῦ παιδὸς εὑρέσει τε καὶ ἀνατροφῇ διὰ τὸ εἶναι αὐτὸ ἀστεῖον τῇ ὄψει καὶ τῷ ψελλίσματι· Μάμμα γὰρ ἐξειπὼν ψέλλισμα πρῶτον, ὃ ἑρμηνεύεται “μάννα” γλώσσῃ Ῥωμαίᾳ, καὶ αὐτὸς Μάμας ἐκλήθη ὡς ἐκ τοῦ πρώτου ψελλίσματος αὐτοῦ.

Ἐπεὶ δὲ καὶ παιδικῆς ἥπτετο ἡλικίας, εἰς γραμμάτων μάθησιν δίδωσιν ἡ Ἀμμία· ταχινωτέρα δὲ τῆς αὐξητικῆς ἡλικίας ἡ μάθησις ηὔξανεν, καὶ γνώσεως ἥπτετο νοημάτων εὐσεβῶν, ἐξ ὧν καὶ τοὺς παῖδας τοὺς ὁμηλίκους τὴν εἰς Χριστὸν πίστιν ἐδίδασκε παρρησίᾳ. Διὸ καὶ Δημοκρίτῳ, ἀπηνεστάτῳ ἡγεμόνι τινί, διαβληθεὶς καὶ μετασταλεὶς παρειστήκει τῷ θηριώδει βήματι αὐτοῦ. Καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο καταθωπεῦσαι ὡς παιδίον τοῦ θῦσαι τοῖς εἰδώλοις, αὐτὸς δὲ οὐχ ὡς παιδίον ἀλλ’ ὡς χριστόφρων χριστιανὸν αὑτὸν ὡμολόγει τρανῶς.

Τότε ὁ Δημόκριτος θυμῷ ὑπερζέσας μεγάλῳ διὰ τὴν σφοδρὰν ἀντίστασιν τοῦ παιδὸς σιδηροδέσμιον αὐτὸν ἐξαποστέλλει τῷ βασιλεῖ Αὐρηλιανῷ. Καὶ κατέμπροσθεν αὐτοῦ ὁ ἅγιος παῖς παραστὰς πολλὴν πρὸς αὐτὸν ἐνδείκνυται τὴν παρρησίαν, ἀλλὰ καὶ πολλὰς ὑφίσταται παρ’ αὐτοῦ τὰς βασάνους, λέγω δὴ ῥαβδισμούς, αἰκισμούς, λιθασμούς, καύσεις διὰ λαμπάδων καὶ ἄλλα δεινὰ τῆς αὐτοῦ μανίας ἐπάξια. Εἶτα καὶ μολύβδου βαρύτατον σφαῖραν κελεύει ἀπηορίσαι τῷ τραχήλῳ τοῦ μάρτυρος καὶ ἀπορριφῆναι τῷ βυθῷ τῆς θαλάσσης. Τούτου δὲ γενομένου καὶ πρὸς τὴν θάλασσαν τοῦ μάρτυρος ἀγομένου ἄγγελος Κυρίου ὁ κύκλῳ παρεμβάλλων τῶν φοβουμένων αὐτὸν καὶ ῥυόμενος αὐτοὺς καὶ τῷ ἁγίῳ Μάμαντι παρεμβάλλει συνήθως καὶ ῥύεται.

Τότε οὖν τοῦ θαλαττίου βυθοῦ καὶ τῶν δημίων τὰς χεῖρας διαφυγὼν εἰς τὸ ὄρος ἀνάγεται Καισαρείας, καὶ κελεύσει Θεοῦ ῥάβδος αὐτῷ δίδοται ἅμα εὐαγγελίῳ, καὶ τῶν ἀγρίων ζῴων γίνεται ποιμενάρχης, ὥστε καὶ ἀλμέγειν τὰς ἐκ τούτων θηλείας καὶ τυρὸν ἀπαρτίζειν. Τοῦτο δὲ τὸ παράδοξον θαῦμα μαγεία τοῖς ἀπίστοις ὑπετοπάζετο. Διὸ καὶ Ἀλεξάνδρῳ τῷ ἡγεμόνι Καισαρείας Καππαδοκίας ὡς τῶν ἀγρίων ζῴων μάγος λοιπὸν διαβάλλεται. Ὁ δὲ μηδὲν μελλήσας εὐθέως ὑπὸ δημίων ἐκ τοῦ ὄρους κατενεχθῆναι κελεύει τὸν ἅγιον· ὃς τῇ τοῦ ἁγίου Πνεύματος ἐπικουρίᾳ τεθαρρηκὼς καὶ θαρσαλέως μέλλων κατιέναι, ἕνα τῶν λεόντων προσκαλεσάμενος, ἔφη πρὸς αὐτόν· Ὁπηνίκα με ἴδῃς ἐν τῷ σταδίῳ θηριομαχοῦντα προστάξει τοῦ ἡγεμόνος, εὐθέως κατάβηθι καὶ αὐτὸς ἐκεῖ καὶ πλῆθος ἀναλώσας ἀπίστων παῖδας τῶν βλασφημούντων τὸν Κύριον ἐν τῷ ὄρει τούτῳ καὶ αὖθις ἀνάβηθι νέμεσθαι.

Εἶπε ταῦτα τῷ λέοντι. Ἥκουσι πρὸς αὐτὸν οἱ σταλέντες δήμιοι. Περὶ Μάμαντος ἐρωτοῦσιν αὐτὸν ἀγνοοῦντες αὐτόν· αὐτὸς δὲ ἀποβῆναι τῶν ἵππων παρακαλεῖ καὶ αὐτῷ συνδειπνῆσαι ὑπισχνούμενος αὐτοῖς ὑποδεῖξαι καὶ Μάμαντα. Φιλοξενήσας οὖν αὐτοὺς τυρὸν καὶ μικρὸν ἄρτον λέγει αὐτοῖς ὅτι· Ὃν ζητεῖτε Μάμαντα αὐτὸς ἐγώ εἰμι. Εὐλαβήθησαν οἱ ἄνδρες τὴν ἀρετὴν τοῦ ἀνδρός, μετεβλήθησαν πρὸς ἡμερότητα, θεασάμενοι δὲ καὶ τῶν ἀγρίων ζῴων τὴν συνάθροισιν ἐν τῇ ὥρᾳ τῆς ἀμελγίας ἐδεδίεισαν οἱ ἄνδρες καὶ τὸν ἅγιον ἐσεβάσθησαν.

Ὁ δὲ καὶ θαρρεῖν διακελεύεται καί· Ἄπιτε, φησί, κἀγὼ ὑμᾶς ἐπιφθάνω μετὰ μικρὸν πληρώσας τὴν διακονίαν μου. Οἱ δὲ ἄνδρες ἀνδρὶ τοιούτῳ ἀπιστῆσαι μὴ δυνάμενοι ἐπορεύοντο· ὁ δὲ καὶ ἀλμέξας καὶ τυροποιήσας τάχει ποδῶν τοὺς ἱππεῖς ἐπιφθάνει ἐν ταῖς πύλαις τῆς πόλεως προσδεχομένων αὐτόν· μεθ’ ὧν καὶ συνεισελθὼν παρειστήκει Ἀλεξάνδρῳ τῷ ἡγεμόνι, ἐξ οὗ καὶ ἐπύθετο ἐν ποίαις μαγείαις τῶν ἀγρίων κατακρατεῖ ζῴων. Καὶ ὁ ἅγιος· Καὶ Θεῷ καὶ χριστιανοῖς μισητὸν τὸ τῶν μάγων γένος· καὶ πῶς δυνατὸν μάγον με εἶναι Χριστοῦ δοῦλον ὑπάρχοντα; ἀλλ’ ὅτι οἶδεν αἰδεῖσθαι τὸν ἐμὸν Θεὸν κἀμὲ τὸν δοῦλον αὐτοῦ καὶ αὐτὰ τὰ ἄλογα κτήνη, ἵνα ὑμεῖς καὶ τῶν ἀλόγων κτηνῶν ἀλογώτεροι ἐλεγχθῆτε ὡς μὴ ἀρκούμενοι τῇ ἰδίᾳ ἀπωλείᾳ ὡς ἀποστάται Θεοῦ καὶ δαιμόνων θεραπευταί, ἀλλὰ καὶ ἡμᾶς πρὸς τὴν τοιαύτην καθέλκοντες ἀπώλειαν ἀγωνίζεσθε ἀποστῆσαι Θεοῦ καὶ λατρεύειν ξοάνοις νεκροῖς μεθ’ ὑμῶν. Ἀλλὰ μή μοι γένοιτο, Χριστὲ βασιλεῦ, ἀποστῆναί μέ ποτε ἐκ σοῦ καὶ δαίμοσιν οἰκειωθῆναι σὺν τοῖς παροῦσιν εἰδωλολάτραις.

Ταύτην δὲ τὴν παρρησίαν τοῦ ἁγίου μὴ ἐνεγκὼν ὁ ἀλαζὼν ἡγεμὼν ἀναρτηθῆναι ἐπὶ ξύλου κελεύει τὸν ἀθλητὴν καὶ διὰ σιδηρῶν ὀνύχων διαξανθῆναι τὰς σάρκας αὐτοῦ. Οἱ δὲ δήμιοι τάχει πολλῷ ἐπλήρουν τὸ κελευσθέν· ὁ δὲ ἅγιος ἐνητένιζεν ἄνω πρὸς οὐρανόν, ἐξ οὗ καὶ φωνὴ ἐξηκούετο αὐτὸν ἐνισχύουσα· διὸ καὶ τὸ δριμὺ τῆς βασάνου εἰς οὐδὲν ἐλογίζετο. Ἀλέξανδρος δὲ κατετήκετο μᾶλλον βλέπων τὸν ἅγιον τῶν βασάνων ὑπερφρονοῦντα· διὸ καὶ κατάγει μὲν αὐτὸν ἀπὸ τοῦ ξύλου, ἅπτει δὲ κάμινον κατ’ αὐτοῦ. Ἀλλ’ ἐν τῷ τέως εἰς τὴν φρουρὰν αὐτὸν κατακλείει ἐπὶ πλεῖον κατασεῖσαι βουλόμενος τοῦ ἀθλητοῦ τὴν διάνοιαν μηχανώμενος. Ὁ δὲ ἅγιος τεσσαράκοντα χριστιανοὺς εὑρὼν ἐν τῇ φυλακῇ ἐν μιᾷ τῶν νυκτῶν ἐπευξάμενος καὶ ἀνοίξας τὰ κλεῖθρα ἐξήγαγε πάντας, μόνος αὐτὸς ἔνδον ἐναπομείνας τεσσαράκοντα ἡμέρας, καὶ τὴν τροφὴν ὑπὸ θείου ἀγγέλου δεχόμενος ἔχαιρεν. Ἡ δὲ κάμινος ἥπτετο σφοδρῶς ἐπιφοβοῦσα τὸν ἀθλητήν· ὃν ἐκβαλὼν ἐκ τῆς φυλακῆς ὁ μιαρὸς ἡγεμὼν εἰσάγει ἐν τῇ καμίνῳ ἐπὶ ἡμέραις τρισίν. Ὁ δὲ τὴν Χαλδαϊκὴν κάμινον εἰς πνεῦμα δρόσου διασυρίζον διαμειψάμενος καὶ ἐνταῦθα θαυματουργεῖ· καὶ ὡς ἐν δρόσῳ τὰς τρεῖς ἡμέρας ἡ κάμινος ἔνδον εἶχε τὸν ἀθλητὴν ὑμνοῦντα σὺν ἀγγέλοις τὸν Κύριον.

Δόξας δὲ ὁ ἡγεμὼν ὅτι παντελῶς ὑπὸ τοῦ πυρὸς ὁ μάρτυς κατετεφρώθη στέλλει ἐν τῇ καμίνῳ ἀνελέσθαι εἴ γε ἄρα λείψανόν τι ἐκ τοῦ πυρὸς κατελείφθη· ὡς δὲ εὑρέθη ὁ ἅγιος μηδὲ τριχὸς μιᾶς ἐκ τοῦ πυρὸς φλογισθείσης, πολλοὶ μὲν ἐπίστευσαν τῷ Χριστῷ, ὁ ἐσκοτισμένος δὲ ἡγεμών· Μὰ τὸν μέγαν, ἔλεγε, Σαραπίωνα καὶ τοὺς λοιποὺς τῶν θεῶν, τοῦτο σαφὴς γοητεία ἐστί. Διὸ καὶ φαρμακὸν καὶ δαιμονιώδη τὸν ἅγιον ὁ ἄθλιος ἀπεκάλει.

Ἔνθεν καὶ θηρίων δεῖπνον ἠπείγετο ποιῆσαι τὸν ἀθλητήν. Ὁ δὲ μειδιῶν τῷ προσώπῳ ὥσπερ ἐπὶ παστάδος οὕτως ἐπὶ τὸ στάδιον ἠκολούθει. Καὶ λύουσι κατ’ αὐτοῦ λέοντα καὶ πάρδαλιν καὶ ἄρκτον, καὶ ὥσπερ αἰδούμενοι τὸν ἅγιον οἱ θῆρες οὗτοι διέλειχον αὐτοῦ τοὺς ἱδρῶτας καὶ ἐκυλινδοῦντο ἐν τοῖς τούτου ποσί. Τότε οὖν ὁ ἐνταλθεὶς λέων παρὰ τοῦ ἁγίου ἐκ τοῦ ὄρους βρύχων καὶ ὠρυόμενος κατελθὼν πλῆθος οὐκ ὀλίγον Ἑλλήνων τε καὶ Ἑβραίων κατελυμήνατο καὶ εἶθ’ οὕτως ἀνατρέχει πάλιν εἰς τὸ ὄρος τῆς νομῆς αὐτοῦ, καθὼς καὶ προσετάχθη.

Τότε οὖν πανταχόθεν ἐξαπορήσας ὁ πονηρὸς ἡγεμὼν τὴν διὰ ξίφους κατὰ τοῦ ἁγίου ἀπεφήνατο τελευτήν. Οἱ δὲ δήμιοι τριαίνῃ τινὶ ῥομφαίᾳ κατὰ τῆς γαστρὸς διελάσαντες τοῦ ἁγίου καὶ ὅλην τὴν ἔνδοθεν οἰκονομίαν τῆς διαπλάσεως ἔξω κενώσαντες, ἄμφω χερσὶ δέχεται αὐτὴν ὁ πύκτης καὶ διαβαστάζων αὐτὴν ὡς θυσίαν τινὰ προσφέρων τῷ Θεῷ ἐξῄει τῆς πόλεως ἐν σπηλαίῳ τινί· ἐν ᾧ καὶ ἀνακλιθεὶς καί, φωνῆς ἄνωθεν προσκαλούσης αὐτὸν πρὸς «τὰς αἰωνίους σκηνάς», ὑπακούσας πρὸς Κύριον ἐκδημεῖ δευτέρᾳ τοῦ Σεπτεμβρίου μηνός· καὶ κατατίθεται τὸ μακάριον αὐτοῦ λείψανον ἔξω τῆς πόλεως Καισαρείας ὡς ἀπὸ μιλίου ἑνός, καὶ ἰαματοφόρος τῶν ποικίλων νοσημάτων ὁ τάφος γίνεται. Ἐν δὲ τῇ Νέᾳ Κυριακῇ τοῦ Ἀντίπασχα πανήγυρις ἐν τῷ τόπῳ γίνεται μεγάλη σφόδρα, περὶ ἧς καὶ Γρηγόριος ὁ Θεολόγος μνησθεὶς ἐν τῷ τῆς Νέας Κυριακῆς λόγῳ αὐτοῦ ἔλεγε· «Μάμας ὁ περιβόητος», «ὁ ἐμὸς στεφανίτης» καὶ τὰ ἑξῆς. Ἡμεῖς δὲ μικρά τινα χαιρετίσαντές σε τὸν μέγαν καὶ θαυμαστὸν Χριστοῦ στεφανίτην τὸν λόγον συστείλωμεν.

Χαίροις, Μάμα, Κυρίου ἀθλοφόρε θαυμάσιε, ὅτι, ἐκ κοιλίας μητρός σου ἐκλελεγμένος Θεῷ καθάπερ Ἰερεμίας, ἐτέχθης ἐν τῇ φρουρᾷ, ἐν ᾗ σε καὶ οἱ γονεῖς καταλείψαντες πρὸς Κύριον ἐξεδήμησαν. Χαίροις, Μάμα, ὅτι, ὡς ἐκλεκτὸς Θεοῦ, ἄγγελος Κυρίου τῇ Ματρώνῃ προτρέπει ἀναλαβεῖν σε υἱὸν ἐκ φυλακῆς καὶ πιθανῶς ἀναθρέψαι καὶ τὰ σώματα τῶν σὲ τεκόντων φιλοτίμως κηδεῦσαι.

Χαίροις, Μάμα πολύαθλε, ὅτι ἐξ ἁπαλῶν ὀνύχων βήμασι τυράννων παρεστηκὼς βασιλέων καὶ ἡγεμόνων διελέγχων τὴν ἀθεότητα ἐμαρτύρεις ὑπὲρ Χριστοῦ, μειρακιώδη μὲν κεκτημένος τὴν ἡλικίαν, πρεσβυτικὸν δὲ θεῖον καὶ τέλειον φέρων τὸ φρόνημα.

Χαίροις, Μάμα ἀξιάγαστε, ὅτι ὑπὸ θείου ἀγγέλου ῥυσθεὶς τῶν δημίων καὶ τοῦ βυθοῦ τῆς θαλάσσης εἰς τὸ Καισαρέων ὄρος ἀνέδραμες κατὰ τὸν Λὼτ πάλαι. Χαίροις, Μάμα τρισόλβιε, ὅτι ὁ μὲν Μωϋσῆς ἐν τῷ Σιναίῳ ὄρει νόμον καὶ ῥάβδον ἐδέξατο νομοθετεῖν λαόν, σὺ δὲ ἐν τῷ Καισαρείῳ ὄρει τεσσαράκοντα κατὰ Μωσῆν νηστεύσας ἡμέρας ῥάβδον καὶ αὐτὸς καὶ εὐαγγέλιον δέχῃ, ἐξ ὧν πειθαρχοῦσαί σου ἀγέλαι ζῴων ἀγρίων τὴν πρώτην ἐν αὐταῖς δεσποτείαν ὑπέδειξας ἡμῖν τοῦ προπάτορος.

Χαίροις, Μάμα πολύαθλε, ὅτι ὡς μάγος διαβληθεὶς Ἀλεξάνδρῳ τυράννῳ ἄθεον καὶ παράφρονα ἐκεῖνον διήλεγξας, σαυτὸν δὲ Χριστοῦ δοῦλον θεόφρονα καὶ μάγων ἀλλότριον. Χαίροις, Μάμα χριστόμαρτυς, ὅτι θῆρας ἀγρίους κατὰ σοῦ λυθέντας ἡμέρωσας καὶ πολυπλόκους βασάνους κατὰ κράτος νικήσας Χριστοῦ στεφανίτης ἀνεδείχθης ὑπέρλαμπρος.

Χαίροις, Μάμα, θεράπον Χριστοῦ, ὅτι τὴν πίστιν τετήρηκας, τὸν δρόμον τετέλεκας καὶ τὸν καλὸν ἀγῶνα, κατὰ Παῦλον, ἀγωνισάμενος τὸν τῆς δικαιοσύνης ἔλαβες στέφανον. Χαίροις, Μάμα μακάριε, ὅτι ἐγένου θυσία ζῶσα, δεκτὴ καὶ εὐάρεστος Θεῷ. Ἔνθεν καὶ τὴν τῶν ἐγκάτων σου ἔνδοθεν οἰκονομίαν μετὰ τὴν σφαγήν σου λαβόμενος ἐν ταῖς δυσί σου χερσὶν ἀπῆλθες πρὸς τὸν ποθούμενον Δεσπότην καὶ Κύριον, ἵνα μὴ μόνον πεφοινιγμένος αἵματι μαρτυρίου, ἀλλὰ καὶ ὡς δῶρα δεκτὰ βαστάζων τὴν διάπλασιν τὴν ἐντὸς προσοίσεις τῷ Θεῷ, ἐν ᾧ καὶ πάντων ἡμῶν, ὦ τρισόλβιε Μάμα, μνημόνευσον τῇ ἐν Θεῷ παρρησίᾳ σου, συγγραφέων, ἀναγνωστῶν, μελῳδιστῶν, μνημοποιῶν, διακονητῶν καὶ πάντων ὁμοῦ τῶν συνελθόντων ἐν τῇ ἐνδόξῳ σου πανηγύρει καὶ τῷ θείῳ τεμένει σου, ἵνα καὶ ψυχῶν καὶ σωμάτων ἰάσεως τύχωμεν καὶ ἐλέους καταξιωθῶμεν ταῖς θερμαῖς ἱκεσίαις σου καὶ τῶν αἰωνίων ἀγαθῶν εὕροιμεν τὴν ἀπόλαυσιν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, τιμὴ καὶ προσκύνησις ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.