Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος

Νεόφυτος ὁ Ἔγκλειστος

Εγκώμιο στον αρχάγγελο Μιχαήλ

Λόγος στον αρχάγγελο Μιχαήλ, με αναφορά στην πτώση του Εωσφόρου, το θαύμα των Χωνών και την αγγελική διακονία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 3 από 30

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΘΕΙΟΝ ΑΡΧΑΓΓΕΛΟΝ ΜΙΧΑΗΛ ΤΟΝ ΠΑΜΜΕΓΙΣΤΟΝ Εὐλόγησον, πάτερ. Μιχαὴλ τὸν παμμέγιστον καὶ μέγαν ταξίαρχον, Μιχαὴλ τὸν πυρσόφωτον καὶ φλογοπύρσευτον ἥλιον, Μιχαὴλ τὸν ἐν τοῖς ἄνω ταξίαρχον, ἐν δὲ τοῖς κάτω ἐπίκουρον ὡς οἷόν τε ἡμῖν ἐξυμνεῖν ἐπεπόθησα, τὸν πρόεδρον καὶ ἄρχοντα τῶν ἀσωμάτων δυνάμεων, τὸ μέγα κλέος τῶν γηγενῶν καὶ τῶν δαιμόνων τὸ φίμωτρον, τῶν οὐρανίων ἁψίδων τὸ εὐθαλέστατόν τε καὶ κατάσκιον στέλεχος· τῶν ἐπιγείων κακῶν ὁ μέγιστος ἰατρὸς καὶ σεμνότατος, ὁ μέγιστος ἀετὸς «τοῦ μεγάλου βασιλέως» καὶ ὀξύπτερος, ὁ τῇ πίστει περινοστῶν ταχινώτατα τὴν ὑφήλιον ἅπασαν, ὁ περίβλεπτος καὶ οὐρανομήκης στῦλος ὁ πύρινος, ὁ ὑψίκομος καὶ κατάσκιος κέδρος, ὁ ἀμάραντος καὶ πανέντιμος ὄρπηξ, ὁ θεῖος ἀσπαλαθὸς ὁ καὶ πάσης εὐωδίας ἐπέκεινα, ὁ δυσωδίας δαιμόνων ἀπαλλάττων τοὺς πάσχοντας, ὁ κατάσκιος κλάδος καὶ θεοφύτευτος ῥάδαμνος, ὁ τῶν δαιμόνων τὸν καύσωνα ἐξαφανίζων ἐξάπινα, ἡ θεία κυπάριττος καὶ ὑψιπέτηλος πλάτανος, οὗ τῇ σκιᾷ θεραπεύονται ποικίλαι νόσοι καὶ πάθη δυσίατα, νῦν εὐφημείσθω καὶ πρὸς ἡμῶν τῶν μικρῶν ὁ παμμέγιστος· καὶ μικρά τινα τούτῳ ἐγκώμια προσοίσοντες χαιρετίσωμεν.

Οὗ καὶ ὁ ναὸς ὁ θεῖος καὶ ἱερὸς καὶ σεβάσμιος λιμὴν σωτήριος παρεικάζεται καὶ οὐρανὸς πολυφώστηρος, ἀγγέλων θείων ἐνδιαίτημα, καὶ ἀξίνη καὶ μάχαιρα παντοδαπὰ πάθη ἐκτέμνουσα καὶ ἰατρεῖον πανάριστον ποικιλοτρόπων παθῶν ἀκεσώδυνον.

Ἐγὼ δὲ καὶ θεόβρυτον ποταμὸν τὸν θεῖον ναὸν τοῦτον λογίζομαι, πλύνοντα καὶ ἀποσμήχοντα «πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν», καθὼς ὁ Κύριος ἀπεφήνατο. Καὶ ποταμὸς μὲν ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζων τὸν παράδεισον, ὅστις καὶ ἀφορίζεται εἰς τέσσαρας ἀρχάς, ὧν καὶ τὰ ὀνόματα Φισών, Γεών, Τίγρης καὶ Εὐφράτης. Κἀκεῖνος μὲν ὁ ποταμὸς ἐξ Ἐδὲμ τὴν ἐκπόρευσιν ἔσχηκεν· οὗτος δὲ ὁ θειότατος νεὼς οὐρανόθεν τὴν χάριν πεπλούτηκε, καθότι καὶ οὐρανίου νόου πανιερώτατον πέφυκε τέμενος. Κἀκεῖνος μὲν εἰς τέσσαρας ἀρχὰς διακρίνεται ἄνωθεν· οὗτος δὲ εἰς μυρίας ἀρχὰς διαμερίζει τῶν θαυμάτων τὰ νάματα ποτίζων καὶ αὐτὸς καρδίας ὀδυνωμένας ἰαμάτων ῥεῖθρα θεόβρυτα καὶ δαιμόνων διαξηραίνων πανωλέθρια ῥεύματα. Κἀκεῖνος μὲν τετραχῶς τὰ ὕδατα διαιρούμενα καὶ μεριζόμενα ἐπικλύζουσιν Εὐιλάτους, Αἰθίοπας, Αἰγυπτίους καὶ Ἀσσυρίους, ὡς γέγραπται· οὗτος δὲ ὁ θεοτίμητος τοῦ ἀρχαγγέλου ναὸς θείῳ Πνεύματι ἀρδευόμενος ἄνωθεν οὐκ Εὐιλάτους ἁπλῶς καὶ Αἰθίοπας καὶ μέρη Αἰγυπτιακά, ἀλλὰ καὶ πᾶσαν ἐπικλύζει τὴν οἰκουμένην τοῖς θαύμασιν λύων ἀνθρώπους τυραννίδος δαιμόνων, τηκεδόνας δροσίζων ἀνιαρὰς καὶ φλογώδεις, σηπεδόνας ἐκπλύνων παντοδαπάς, ὀξέως ἐνορᾶν τοὺς ἀβλεπτοῦντας περιφανῶς ἐμποιῶν, θεραπεύων καρηβαριῶντας καὶ πᾶσαν ἁπλῶς ἀλγηδόνα ἐξαπελαύνων ῥᾳδίως.

Συνηρεφές, ὑψίκομον καὶ καρποφόρον δένδρον οὗτος ὁ ναός μοι ὑποτοπάζεται, ἐπισκιάζων πολλούς, διαστρέφων πολλοὺς καὶ ἀνάγων πολλούς· καὶ ἐπισκιάζων μὲν ἀπὸ καύσωνος δαιμονιώδους, διαστρέφων δὲ δι’ ἀπαλλαγῆς τῶν ἐνοχλούντων παθῶν, ἀνάγων δὲ διὰ θεογνωμίας ἀνθρώπους χαμερπεῖς.

Ἀλλὰ δέον, ἡγοῦμαι, καταλεῖψαι ἀρτίως τὰ περὶ τοῦ οἴκου ἐγκώμια, καίπερ μηδὲν ἄξιον περὶ τούτων εἰπεῖν δυνηθείς. Εἰ δὲ περὶ τοῦ αἰσθητοῦ οἴκου, ἐν ᾧ καὶ τὰ θαύματα αἰσθητῶς ὁρῶμεν πηγάζοντα, ἄξιόν τι εἰπεῖν οὐκ ἰσχύσαμεν, πῶς λοιπὸν περὶ τοῦ οἰκοδεσπότου καὶ νοεροῦ καὶ οὐρανίου εἰπεῖν ἢ ἐγκωμιάσαι ὅλως ἰσχύσομεν; Ἴσμεν γὰρ ὅτι ἀγγελικὸν καὶ οὐράνιον νοῦν ἔχειν ὀφείλει ὁ μέλλων διαχαράττειν περὶ τούτου ἐγκώμιον· ἀλλ’ ἴσμεν ὅτι πείθει πόθος πολλάκις λέγειν καὶ περὶ Θεοῦ. Καὶ εἰ περὶ Θεοῦ τοῦ ποιητοῦ τῶν ἀγγέλων καὶ πάντων δημιουργοῦ θεῖος ἔρως πείθει λέγειν κατατολμᾶν, τί ξένον καὶ περὶ τοῦ θείου ἀρχιστρατήγου μέτρια φάναι τινά, οὗ [.....] θεοδώρητον ἐκδυσωπῶ χάριν, καὶ πρὸ τούτου δὲ μᾶλλον τὴν τοῦ θείου καὶ ζωαρχικοῦ Πνεύματος χάριν, ὅπως τῆς ἐμῆς διανοίας τὸ αὐχμηρὸν δᾳδουχήσῃ τρανῶς· οὗ χωρὶς οὐδεὶς γηγενῶν χωρήσει ποτὲ φάναι περὶ τῶν ἄνω. Καὶ γὰρ ἕλκει με πόθος οὐράνιος οὐράνιον εὐφημεῖν ἀρχηγέτην, ἀλλ’ ὁ νοῦς ὁ γεώδης καὶ τὸ σαρκίον τὸ γηγενὲς καταβρίθει με κάτω. [Ἀ]λλά γε σύ με πρὸς τὰ ἄνω, μέγιστε, ἀναστήσας διάνοιξόν μου τὰ χείλη, «τράνωσόν μου τὴν γλῶτταν», σθένωσόν μου τὴν χεῖρα καὶ χαρίτωσόν μου τὸν νοῦν, ὅπως δι’ ἐγκωμίων τρανῶς χαιρετίσας τὸ σὸν μεγαλεῖον στήσω τὴν ἔφεσιν καὶ καταπαύσω τὸν λόγον.

Ἄμεινον δέ μοι δοκεῖ ἄρξασθαι χαιρετίζειν ἐκεῖθεν, ἐξ οὗ σοι καὶ τὸ [εἶναι] καὶ τὸ ἄρχει[ν] δεδώρηται.

Χαίροις, ταξίαρχε, φωτὸς ἀνάρχου παραγωγὴ καὶ φῶς δευτερεῦον σὺν τοῖς μετόχοις σου. Χαίροις, ταξίαρχε, φωτὸς ἀϊδίου φωτοειδέστατον κτίσμα, πυρίμορφον σὺν ταῖς ἄνω δυνάμεσιν. Χαίροις ταξίαρχε [...] καὶ ἀσφαλέστατε· οὐ γὰρ ἔπεισεν οὐδὲ διέτρεψε τὸ ὕψος τῆς δοθείσης δόξης φρονῆσαι τὰ μὴ προσήκοντα, ἀλλ’ ἅπερ [.....] τὸν κτίσαντα καὶ τιμήσαντα καὶ δοξάσαντα. Καὶ ἀξιοχρέως τὴν πρὸς αὐτόν σου πίστιν διασῴζεις ἀπήμαντον καὶ τὰ μέτρια φρονῶν λειτουργεῖς εὐπειθέστατα ὡς κτίστῃ καὶ συνοχεῖ Θεῷ παντοκράτορι. Εὖγε εὖγε τῆς σῆς ἀξιαγάστου γνώμης, παμμέγιστε, οὐαὶ δὲ καὶ φεῦ τῷ ὑψηλόφρονι ἐκείνῳ ἀλάστορι, τῷ κακῶς διανοηθέντι καὶ ὀλεθρίως φρονήσαντι καὶ θρόνον ἐν ταῖς νεφέλαις προσθεῖναι θελήσαντι καὶ προκαθίσαι τοῖς τάγμασιν αὐτοῦ καὶ ὁμοιωθῆναι τῷ Ὑψίστῳ ἐπιθυμήσαντι· ὅστις καὶ ἠμείφθη δικαίως ἐξ ἀρχαγγέλου εἰς ἀρχιδαίμονα καὶ ἀντὶ ἑωσφόρου ζοφώδης ἑσπέριος γέγονεν, ἀντὶ δὲ ὑψίστου θρόνου καὶ νεφελῶν οὐρανίων καταχθόνιος κεχρημάτικε καὶ <τὰ> καταχθόνια ἐνδιαίτημα κέκτηται καὶ ἀντὶ τοῦ ὁμοιωθῆναι Θεῷ ἀνόμοιος ἐγεγόνει πάντων κτισμάτων Θεοῦ· τοιαῦτα γὰρ τὰ τῆς κενοδόξου καὶ ὑπερηφάνου γνώμης τὰ κατορθώματα. Ζητῶν γάρ τις καὶ ἐπιθυμῶν τὰ ὑπὲρ ἀξίαν αὐτοῦ καὶ ὃ δοκεῖ ἔχειν αἴρεται ἀπ’ αὐτοῦ· ὅπερ καὶ αὐτὸς πέπονθεν ὁ ῥιφείς, ὥσπερ καὶ ἐξ ἀθανάτου εἰς θνητὸν ὁ ἄνθρωπος ἠμείφθη ἐλπίδι θεώσεως.

Ἀλλὰ καὶ μέχρι τοῦ νῦν πολλοὶ τοῦτο πάσχουσιν ἄνθρωποι· καὶ μειζοτέραν ἀξίαν σφετεριζόμενοι, καὶ ἣν κατέχουσι προσαπολλύουσι.

Σὺ δὲ χαίροις, ταξίαρχε, ὡς τῇ θεοσδότῳ σοι τάξει καὶ δόξῃ καὶ στάσει ἀρκεσθεὶς καὶ μηδὲν πλέον σφετερισάμενος. Χαίροις, ταξίαρχε, τῶν οὐρανίων ταγμάτων ὁ ἔξαρχος καὶ τῶν χθονίων ἀνθρώπων ἀντιλήπτωρ ὁ μέγιστος, ὃς καὶ ἀνθρωπίνου, προφητικοῦ, Μωσαϊκοῦ ποτε ἀντεχόμενος σώματος τῷ ἀντιπάλῳ ἀντέφησας· οὐκ ἀφ’ ἑαυτοῦ ἀλλ’ ἐκ τοῦ Θεοῦ ἐπιτιμῶν ὡς φιλόθεος καὶ φιλοδέσποτος ἔλεγες· «Ἐπιτιμήσαι σοι ὁ Κύριος, διάβολε». Τούτῳ οὖν, δυσωπῶ, ἀρχιστράτηγε, τῷ ἐπιτιμίῳ καὶ ὑπὲρ ἡμῶν τῷ τυράννῳ μὴ παύσῃ ἐπιτιμῶν, ἕως ἂν τῇ σῇ ὁδηγίᾳ καὶ μεσιτείᾳ, θεοχαρίτωτε, ἀπαντήσωμεν τῷ πανελεήμονι Θεῷ.

Χαίροις, ταξίαρχε καὶ παραστάτα δεξιὲ ἀρρήτου θρόνου καὶ θείου λαμπρότατε. Χαίροις, ταξίαρχε, ἀρχιφώτου φωτὸς τρισαγίου Θεοῦ λειτουργὲ φωτοειδέστατε. Χαίροις, ταξίαρχε καὶ στῦλε πυρίμορφε, ὁ τὸν Ἰσραὴλ προάγων πάλαι καὶ ὁδηγῶν διαδιδράσκοντα Αἴγυπτον.

Χαίροις, ταξίαρχε, ὁ πάλαι πρὸς τοὺς πάλαι θεῖος ἀπόστολος καὶ θεοπρόκριτος πρόμαχος. Χαίροις, ταξίαρχε, ἀστραπηφόρε, ταχύδρομε στρατιῶτα βασιλέως Θεοῦ καὶ ὁπλομάχε πανένδοξε. Χαίροις, ταξίαρχε, τῆς ἄνω στραταρχίας ὁ στρατάρχης ὁ εὔτακτος καὶ τῆς κάτω στρατηγίας ὁ εὐσθενέστατος πρόμαχος.

Χαίροις, ταξίαρχε, φωτοειδεστάτων ἀγγέλων τὸ κλέος τὸ μέγιστον καὶ ζοφερῶν δαιμόνων τὸ ἀνίατον τραῦμα. Χαίροις, ταξίαρχε, βασιλευόντων ὑπασπιστὰ καὶ μεγιστάνων ἐπίκουρε. Χαίροις, ταξίαρχε, ἀρχιστρατήγων ὁπλῖτα καὶ στρατιωτῶν ὁ μέγιστος σύμμαχος.

Χαίροις, ταξίαρχε, Θεοῦ λειτουργὲ καὶ λειτουργῶν Θεοῦ τὸ ἐξαίρετον καύχημα. Χαίροις, ταξίαρχε, φρουρὲ χριστιανῶν καὶ ἀλλοπίστων ὁ ἀφανισμὸς καὶ ὀλετήρ· ὅτι «ἐξῆλθε», φησίν, «ἄγγελος Κυρίου καὶ ἀνεῖλεν ἀπὸ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας».

Χαίροις, ταξίαρχε, εὐσεβοφρόνων ὑπασπιστὰ καὶ δυσσεβούντων καταστρεπτά. Χαίροις, ἀρχάγγελε ἀγαθέ, ἀγαθοῦ βασιλέως στρατιῶτα πανευκλεέστατε· ἀπὸ ἀνατολῶν γὰρ ἡλίου μέχρι δυσμῶν ὡς τάχος ἀστραπῆς προχωρεῖς ταχινώτατα ἐκτελῶν ἀραρότως τὰ τοῦ Θεοῦ ἐντάλματα· ἐπὶ γῆς γὰρ καὶ θαλάσσης καὶ τῶν περάτων ἐπέκεινα προφθάνεις τρανότατα.

Χαίροις, ταξίαρχε, ἡλίου καὶ σελήνης καὶ ποικίλων ἀστέρων πολυπλάσιον φέγγος· γεγόνασι γὰρ ταῦτα «εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς εἰς φαῦσιν ἐπὶ τῆς γῆς», σὺ δὲ εἰς δόξαν Θεοῦ, εἰς στραταρχίαν ἀγγέλων, εἰς σωτηρίαν ἀνθρώπων, εἰς φαῦσιν καὶ ὁδηγίαν τῶν ἐπιγείων ἡμῶν· ὃς καὶ διαμένεις οὐχ ἁπλῶς «εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς», ἀλλὰ κλῆρον ἔχων ἀθανασίας ἐξ ἀθανάτου Θεοῦ στρατηγεῖς τῶν ἀγγέλων εἰς ἀθανάτους αἰῶνας, ἵνα συνᾴδῃς ἀγγέλοις, ἀρχαγγέλοις καὶ ἀρχαῖς, ἐξουσίαις, δυνάμεσιν καὶ κυριότησι, σεραφείμ τε καὶ χερουβεὶμ σὺν τοῖς θειοτάτοις θρόνοις τὴν τρισάγιον ὑμνῳδίαν τῷ τρισαγίῳ Θεῷ.

Χαίροις, ταξίαρχε, κάλλιστον κτίσμα Θεοῦ, «πνεῦμα νοερόν, ἅγιον» καὶ «φλὸξ πυρός», κατὰ τὴν θείαν φωνήν, σὺν τοῖς μετόχοις σου. «Ὅτε» γὰρ «διεμέριζεν ἔθνη ὁ Ὕψιστος, ἔστησε», φησίν, «ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ», ἐθεώρει δὲ καὶ προφήτης ἕτερος, ἕως οὗ θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθισε, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, αἱ τρίχες τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ, μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ καὶ χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ· μεθ’ ὧν πάντως καὶ αὐτὸς ἐλειτούργεις πανευλαβῶς, πανένδοξε Μιχαήλ.

Χαίροις, ταξίαρχε τῶν θείων ἀσωμάτων, ὁ τὸ ἐν Χώναις θεῖον τέμενός σου φυλάξας ἀλώβητον τῆς τῶν ὑδάτων ὑπερβολῆς τῶν δύο ποταμῶν, Λύκου καὶ Λυκοκάπρου, μεθ’ ὧν τὸ ἁγίασμά σου καὶ τὸν ἅγιόν σου ναὸν καὶ τὸν δοῦλόν σου Ἄρχιππον ἀπαλεῖψαι ἠθέλησαν Ἑλλήνων παῖδες παράφρονες· σὺ δέ, ὦ φλογοπύρσευτε καὶ πυρίμορφε, τῷ δούλῳ σου Ἀρχίππῳ πύρινος ὤφθης στῦλος ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ καὶ παρῄνεις μὴ δεδιέναι τῶν ποταμῶν τὸν βρυγμόν, ἀλλ’ ἑστάναι μόνον καὶ βλέπειν τὴν ἄμαχον δύναμιν τοῦ Θεοῦ.

Καὶ κρούσας ἐν τῇ στερρᾷ πέτρᾳ τῇ ῥάβδῳ τῇ ἐν τῇ χειρί σου καὶ διαρρήξας αὐτὴν εἰς χάος ἀβυσσιακὸν κατεχώνευσας ἐν αὐτῷ τὰ πλήθη τῶν ὑδάτων Λύκου καὶ Λυκοκάπρου, τῶν ποταμῶν, μέχρι τῆς σήμερον. Ὁ δὲ δοῦλός σου σὺν τῷ ἁγιάσματί σου καὶ τῷ θείῳ σου νεῲ διεφυλάχθη ἀπήμαντος καὶ ἔτι φυλάττεται. Ἡ δὲ χώρα, ἡ τὸ πρὶν Κολασσαέων καλουμένη, Χώναις μετωνομάσθη διὰ τὸ θαῦμα τὸ μέγα τοῦτο καὶ τὴν τῶν ὑδάτων χωνείαν.

Χαίροις, ταξίαρχε ἀγαθὲ καὶ τοῦ ἀγαθοῦ βασιλέως στρατάρχα πανευκλεέστατε καὶ τῶν δούλων αὐτοῦ παράκλησις ἡ τελευταία· ὧν γὰρ τὸ τέλος κατηξιώθη τῆς φωτοειδοῦς παρουσίας σου, ἐκεῖθεν ἡ τοῦ διαβόλου σκοτοδινία ἐξαφανίζεται, καθάπερ ἀπὸ προσώπου φωτὸς τὸ σκότος ἐκδιώκεται. Τοῦτο καὶ ἐφ’ ἡμῶν δρᾶσαι μὴ ἀπαξιώσῃς, πανάριστε, ἀλλὰ καὶ νῦν καὶ τότε «σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου» καὶ φώτισον ἡμᾶς τῷ φωτὶ τοῦ προσώπου σου.

Χαίροις, ταξίαρχε, πρόμαχε τῶν δικαίων καὶ ὁδηγὲ τῶν ὁσίων, μοναχῶν καὶ μιγάδων. Χαίροις, ταξίαρχε, σκεπαστὰ εὐτάκτων καὶ ἀτάκτων παιδευτά. Χαίροις, ταξίαρχε, σαλπιγγόφωνε, θεόφθογγε παρουσίας δευτέρας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, διαδονῶν «οὐρανόν τε καὶ γῆν καὶ τὰ καταχθόνια» καὶ ἀφυπνίζων νεκροὺς καθεύδοντας ἀπ’ αἰῶνος ἐν τῷ λέγειν τρανῶς· «Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ». Τότε, φησίν, «ἀποστελεῖ» «ὁ υἱὸς τοῦ ἀνθρώπου» «τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος φωνῆς μεγάλης, καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπὸ τῶν τεσσάρων ἀνέμων ἀπ’ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν».

Τότε, παμμέγιστε Θεοῦ ἀρχάγγελε, μή μου ἐπιλάθῃ, ἀντιβολῶ, μή με τῆς συνάξεως τὸν ἀνάξιον ἀφορίσῃς ἐκείνης, εἰ καὶ μέγα ἐστὶ τὸ ζητούμενον, μή σου τῆς πτήσεως τὸ ταχύτατον παραδράμῃ με, δέομαι. Χαίροις, ταξίαρχε, ὁ κύκλῳ τοῦ Θεοῦ σὺν τοῖς μετόχοις σου λειτουργικῶς παριστάμενος καὶ ὡς δῶρα προσάγων Θεῷ κεκαθαρμένας δικαίων ψυχάς· «Πάντες γὰρ», φησίν, «οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα»· ὧν με, θεοπρόκριτε καὶ παμμέγιστε, τῆς κληρουχίας μεθέξειν λιτάνευσον ἔχων πρὸς τοῦτο συλλήπτορα μέγιστον καὶ τὸν σὸν παμφαέστατον ἑταῖρον, τὸν τῆς νέας χάριτος ἀξιεπαινετώτατον πρόδρομον, τὸν θειότατον ὄντως ἀπόστολον καὶ μυστολέκτην παρθενικοῦ μυστηρίου φανότατον· λέγω δὴ τὸν σὸν συνταξίαρχον καὶ τῆς δόξης συμμέτοχον Γαβριὴλ τὸν θειότατόν τε καὶ παναγλαώτατον καὶ τῆς ἡμῶν σωτηρίας ἀρχιδιάκονον ἄριστον καὶ σὸν μάρτυρα διαπρύσιον ἅμα καὶ ἀληθέστατον καὶ οὗ ἡ μαρτυρία «οὐκ ἔστι», φησί, «τὶς ἀντεχόμενος περὶ τούτων, ἀλλ’ ἢ Μιχαήλ, ὁ ἄρχων ἡμῶν».

Ὦ θειότατον ἅρμα καὶ θεοσέβαστον, ὦ μακαριώτατον ζεῦγος καὶ θεοτίμητον, ὦ καλλίστου γεωργοῦ, παγγεωργοῦ καὶ σπορέως ζεῦγος παναοίδιμον, δι’ οὗ καὶ πάλαι καὶ νῦν κατενεώθησαν ἄρουραι λογικαὶ καὶ ἀντὶ μὲν ἀκανθηφόρων σιτοφόροι γεγόνασιν, ἀντὶ δὲ ὑλοφόρων λεῖαι καὶ καθαραὶ ἀνεδείχθησαν· ὧν τῆς μερίδος με, μακαριώτατον ζεῦγος Θεοῦ, εὐμοιρῆσαι ἀξίωσον· ὁρῶ γὰρ τὸ καινότατον σχῆμα, πανένδοξοι, ὃ καὶ ὑμεῖς, τεθεωμένοι, θεοδόξαστοι, καὶ ὑπερλίαν ὑπερβαίνειν με τοῦτο λελόγισμαι· καὶ προύπτως πρὸς τοῦτο λέγειν οὐ βούλομαι. Ἀλλά γε σύ, ὦ ἡγιασμένη μοι δυάς, ὡς φιλάνθρωπος εἰς ἔργον ἀμεῖψαι δυσώπει τὸ πρόσχημα, κἂν καὶ λίαν ὑπὲρ ἐμὲ καὶ ὑπερλίαν τὸ εἰκόνισμα.

Ναὶ μήν, ὦ θειότατε Μιχαὴλ καὶ θείων δυνάμεων ἀρχιστράτηγε, καὶ ὃν πέπομφά σοι ἐρρωμένον ἀνάδειξον, ὡς τὴν θείαν φαρμακοθήκην σου ἀκεσωδύνων φαρμάκων διαπαντὸς ὑπεργέμουσαν. Ναὶ μὴν ἀλλὰ καὶ τόνδε τὸν λόγον, ὡς τῆς χήρας τὰ λεπτὰ ὁ Δεσπότης προσήκατο, καὶ αὐτὸς προσηκάμενος τῷ θειοτάτῳ τεμένει σου διαμένειν εὐδόκησον, ἅτε δὴ μηδὲν διὰ πτωχείαν νοητὴν δαψιλέστερον ἢ χαριέστερον εὐπορήσαντες προσενεγκεῖν σοι διὰ τὸ μέγα εἶναι καὶ θεοδώρητον τὸ ὕψος τῆς δόξης σου· ὃν γὰρ ἐδόξασε καὶ ἐμεγάλυνε Θεὸς καὶ προεδρίᾳ τετίμηκε χοροστασίαις ἀγγέλων καὶ ἀρχαγγέλων, ἀξίως βρότειος νοῦς ἐγκωμιάσαι οὐ δύναται.

Διό, καὶ ὡς τὰ ῥηθέντα δύο λεπτὰ ὁ Δεσπότης, καὶ αὐτὸς δέξαι, θεοχαρίτωτε, καὶ τὰς ἀνωτέρω αἰτήσεις ἡμῶν ὡς εὐήκοος πλουσίως χαρισάμενος, ἐρρωμένον ἐπίστρεψον τάχιστα ὅν σοι πεπόμφαμεν, ἵνα καὶ ἡμεῖς μετὰ πάντων τῶν εὐπαθούντων δοξάσωμεν τῷ τε δοξασθέντι σοι καὶ τῷ σὲ δοξάσαντι· ὅτι αὐτῷ ἐστιν ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις τῷ τρισαγίῳ Θεῷ εἰς τοὺς αἰῶνας· ἀμήν.