Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος
Εγκώμιο στον όσιο Διομήδη τον Νέο
Εγκωμιαστικός λόγος για τον όσιο Διομήδη, την άσκησή του κατά τις αραβικές επιδρομές στην Κύπρο και τα σύγχρονα θαύματα που επιτελεί.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εγκώμιο στον όσιο Διομήδη τον Νέο
Εγκωμιαστικός λόγος για τον όσιο Διομήδη, την άσκησή του κατά τις αραβικές επιδρομές στην Κύπρο και τα σύγχρονα θαύματα που επιτελεί.
ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΕΓΚΩΜΙΟΝ ΚΕΦΑΛΑΙΩΔΕΣ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΔΙΟΜΗΔΗΝ ΤΟΝ ΝΕΟΝ ΤΟΝ ΕΓΓΥΣ ΛΕΥΚΟΥΠΟΛΕΩΣ ΚΥΠΡΟΥ ΚΑΙ ΚΩΜΗΣ ΛΕΥΚΟΜΙΑΔΟΣ ΤΗΛΑΥΓΩΣ ΔΙΑΛΑΜΨΑΝΤΑ Εὐλόγησον, πάτερ. Διομήδην τὸν θαυμάσιον τίς ἱκανὸς ἐπαινέσαι ἀξίως; «Φέρει» γὰρ ὁ περίβλεπτος αὐτοῦ βίος «κατὰ παντὸς ἐπαίνου τὰ νικητήρια»· ὃν γὰρ ἔστεψε Κύριος καὶ τῆς αὐτοῦ βασιλείας ἀνέδειξε κληρονόμον ποῖος λόγος καὶ χαμαίζηλος νοῦς ἐπαινέσει ἀξίως;
Ὅμως πείθει πολλάκις ἔρως πνευματικὸς καὶ περὶ Θεοῦ λέγειν καὶ ἀΰλων ἀγγέλων· καὶ τί ξένον λοιπὸν λέγειν καὶ περὶ ἁγίων ἀνδρῶν τῶν ἀπὸ τῆς γῆς ἐχόντων τῆς ὑπάρξεως τὴν αἰτίαν, ὥσπερ καὶ ὁ νῦν εὐφημόμενος Διόμηδος ὁ θεσπέσιος;
Ὃς καὶ ἐξ ἁπαλῶν ὀνύχων καὶ τῆς πρώτης βαλβῖδος προείλατο ἆραι τὸν σταυρὸν καὶ ἀκολουθεῖν τῷ Χριστῷ· ὃς καὶ δώδεκα ἐτῶν ὑπάρχων υἱὸς θαυμάτων θείων καὶ χαρισμάτων κατηξιώθη πρὸς Θεοῦ τοῦ εἰπόντος· «Ζῶ ἐγώ, λέγει Κύριος,» ὅτι «τοὺς δοξάζοντάς με δοξάσω». Ὃς καὶ τόνδε τὸν ὅσιον ἐκ νεαρᾶς ἡλικίας ἐδόξασε γλαφυρώσας τοῖς θαύμασιν.
Ἦν δὲ ὁ μεῖραξ ἀνατροφή τε καὶ μαθητεία Τριφυλλίου τοῦ μεγάλου, τοῦ τῆς Λευκουπόλεως ἐπισκόπου· οἶμαι δὲ ὅτι καὶ τοῦ γένους κοινωνὸς καὶ συμμέτοχος· ἔνθεν καὶ ὡς ἐξ ἀγαθῆς ῥίζης βλαστὸς ὤφθη πολύφορος καὶ ὡς φοῖνιξ καρποὺς ὡρίμους ἐξήνθησεν «ἐν τῷ οἴκῳ Κυρίου» ξενοπρεπῶς· ὅτι καὶ αὐτὸς ὁ φοῖνιξ ἐξ αὐτῶν τῶν κρηπίδων τῆς γῆς τὸ σύμπαχον ἀπαρτίσας ὑψοῦται κατὰ μικρὸν μηδαμῶς χαριζόμενος πλάτος τῷ στελέχει, καὶ ὁ πανόσιος οὗτος ἐκ πρώτης ἡλικίας τὴν τοῦ φοίνικος ἐμφέρειαν ἀποσῴζων ταῖς ἀρεταῖς καὶ τοῖς θαύμασι συνηυξάνετο.
Τριφυλλίῳ δὲ καὶ Σπυρίδωνι τῷ μεγάλῳ ἐκμαγεῖον ἐφωράθη καὶ σφράγισμα, ὧν καὶ τὰς ἀρετὰς καρπωσάμενος ὡς ἐκεῖνοι καὶ αὐτὸς κλεϊζόμενος καθορᾶται. Ἐγένετο δὲ κατ’ ἐκείνοις τοῖς χρόνοις ἡ νῆσος Κύπρου ἁλώσιμος τοῖς ἀπογόνοις Ἄγαρ, ἣν καὶ λεηλατήσαντες καὶ πολλὰ παράνομα καὶ δεινὰ δράσαντες ἐν αὐτῇ, παρεδόθησαν «τὰ ἅγια τοῖς κυσὶν» «διὰ τὰς ἡμῶν ἁμαρτίας». Τότε γοῦν καὶ τὸν διδάσκαλον Διομήδους, τὸν μέγαν Τριφύλλιον, χειρωσάμενοι αἴκιζον ἀπανθρώπως χρημάτων εἴσπραξιν ἀπαιτοῦντες καὶ ὅσα τῆς αὐτῶν κακουργίας ἐπάξια· ἔφερε δὲ γενναίως ὁ γεννάδας τὰς ἀκίδας τῶν αἰκισμῶν εἰδὼς ὅτι «πολλαὶ αἱ θλίψεις τῶν δικαίων» καὶ ὅτι διὰ πολλῶν θλίψεων καταξιοῦταί τις τῆς βασιλείας τῶν οὐρανῶν. Διόμηδος δὲ ὁ παῖς καταλείψας τὸν ἐπιστάτην ὀρρωδῶν τῶν ἀλαστόρων τὰς ἀπηνείας φυγὰς ᾤχετο καί τι ἄντρον ὑπόγαιον εὑρὼν πρὸς ἑῶ τῆς Λευκομιάδου κώμης ἐν αὐτῷ κατεκρύπτετο· οἴκτῳ δὲ καὶ φίλτρῳ τοῦ διδασκάλου νυττόμενος ἐφοίτα πρὸς αὐτὸν λεληθότως ἐν ἀωρίᾳ νυκτερινῇ ἄρτον μικρὸν καὶ ὕδωρ ἐπικομίζων αὐτῷ πρὸς ἀνάκτησιν καὶ παραμυθίαν τῆς τοῦ σώματος βίας τε καὶ κακώσεως· εἶτα, φωραθεὶς παρὰ τῶν κυνῶν, ἐνεδρεύεται παρ’ αὐτῶν πειρωμένων μαθεῖν τίς ὁ γενόμενος πρὸς Τριφύλλιον καὶ πόθεν ἥκων καὶ ποῦ καταμένων· καὶ παρομαρτῶσιν ὄπισθεν Διομήδους Ἀγαρηνοὶ τῷ ἀριθμῷ πεντακόσιοι.
Θαῦμα πρῶτον. Καὶ ὁ μὲν μεῖραξ τάχει ποδῶν ἔσπευδεν ἀποδρᾶσαι, οἱ δὲ ὥσπερ σκύλακες ἀπηνεῖς τὸ θήραμα κατεδίωκον. «Οἶδε» δὲ «Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι»· διὸ καὶ φωνὴ ἄνωθεν ἐξηκούετο λέγουσα· Διόμηδε, ἐπιστραφεὶς χάραξον πρὸς τοὺς διώκτας τὸ τοῦ σταυροῦ σημεῖον. Ὁ δὲ τάχιστα τοῦτο ποιήσας, θᾶττον θεήλατος πρὸς αὐτοὺς ἐπιπίπτει ὀργή· ὧν τὰς γαστέρας μὲν ὑδερρικὴ νόσσος ἐξώγκωσεν, τὰ σπερμογόνα δὲ αὐτῶν μόρια μέχρι καὶ τῶν γονάτων κατέσπασεν, ὡς μικροῦ διαρραγῆναι τάς τε γαστέρας καὶ τὰ παράβυστα μέλη· ἔνθεν καὶ μὴ δυνάμενοι ἐπὶ τὰ πρόσω ἢ ἐπὶ τὰ ὀπίσω βαδίσαι ἐν ὀδύνῃ καὶ ἀμηχανίᾳ διῆγον ὅ τι πολλῇ.
Τότε γοῦν οἱ πρὸ μικροῦ διῶκται καὶ σκύλακες ἀπηνεῖς ἐλεεινοὶ μεταβάλλονται ἱκέται. Ἐπεὶ δὲ ὡς Θεοῦ μιμηταὶ τὸ εὐσυμπάθητον ἔχουσιν οἱ ἅγιοι, καὶ ὁ πανόσιος οὗτος τὸ εὐσυμπάθητον πρὸς τοὺς ἐχθροὺς ὑπεδείκνυεν καὶ ἕνα ἐξ αὐτῶν εἰς τὸ αὐτοῦ ἄντρον μεταστειλάμενος ἐπυνθάνετο λέγων· Εἰ ἐξαρνεῖσαι, φησί, τὴν πατρῴαν ἀσέβειαν καὶ τῷ ἐσταυρωμένῳ πιστεύεις δεσπότῃ Χριστῷ, ῥᾷον εὑρήσεις εὐθυβόλως τὴν ῥῶσιν.
Ὁ δέ· Πιστεύω, ἔλεγεν, κύριέ μου, εἰς Χριστὸν τὸν Κύριον, καὶ μόνον ἡ ὀδυνηρὰ νόσος αὕτη ἀρθήτω ἀπ’ ἐμοῦ. Ὁ δὲ ὅσιος κλίνας τὰ γόνατα καὶ ἐκτενῶς προσευξάμενος καὶ τὸ σταυρικὸν σημεῖον πάλιν σφραγίσας αὐτὸν καὶ βαπτίσας «εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος», ὅλος ὑγιὴς τῇ ψυχῇ καὶ τῷ σώματι ὁ νοσῶν καθωρᾶτο· οὗ τὴν ταχίστην καὶ ἀθρόαν οἱ ἑταῖροι αὐτοῦ θεασάμενοι ῥῶσιν καὶ τὴν αἰτίαν καταμαθόντες τῆς ἰάσεως προσέπιπτον παρακαλοῦντες τὸν ὅσιον ὅπως καὶ ὑπὲρ τούτων εὐξάμενος φυγαδεύσῃ τὴν νόσον.
Ὁ δέ· Εἰ τὴν πατρῴαν, φησίν, ἀναθεματίσητε ἀσέβειαν καὶ πιστεύσητε καὶ βαπτισθῆτε εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ἡ νόσος φυγαδευθήσεται παραχρῆμα. Οἱ δὲ ὡς εὐθυβόλως καὶ ὁμοφώνως τὴν τῆς πίστεως ὁμολογίαν ἐξεβόησαν, ἔφη πάλιν ὁ ὅσιος πρὸς αὐτούς· Ἐπὶ ταύτῃ τῇ πίστει καὶ τῇ καλλίστῃ ὁμολογίᾳ φυγαδευθήτω ἡ νόσος καὶ ἡ ῥῶσις ἀντεισαχθήτω.
Καὶ ὢ θαυμαστῆς δούλου πρὸς Θεὸν παρρησίας καὶ θαυμασιωτέρας πάλιν Θεοῦ ταχινωτέρας ἐπικουρίας· οἱ τῇ διττῇ καὶ θεηλάτῳ ἐκείνῃ κατατρυχόμενοι νόσῳ ἄρτιοι καὶ ἐρρωμένοι ὤφθησαν δοξάζοντες τὸν δεσπότην Χριστὸν καὶ τὸν αὐτοῦ δοῦλον Διόμηδον καὶ ἀσμένως αἰτούμενοι καταξιωθῆναι καὶ τῆς τοῦ θείου βαπτίσματος χάριτος· οὗ καὶ τυχόντες οὐκέτι πρὸς τὴν ἰδίαν χώραν ἀνέκαμψαν κρίναντες ἀσφαλῶς ὅτι· Ἐν ᾗ ἐφωτίσθημεν χώρᾳ καὶ υἱοθετήθημεν, ἐν αὐτῇ πάντως καὶ προσμεῖναι εἰς τέλος προσῆκεν καὶ ἐν αὐτῇ καταθεῖναι τὰ κῶλα· ὅπερ καὶ ἀπετέλεσαν.
Ἀρκεῖ γοῦν τόδε τὸ θαῦμα ἀντὶ πολλῶν διδάξαι ἡμᾶς τὴν ἔνθεον τοῦ ὁσίου πρὸς Θεὸν παρρησίαν, ὥσπερ καὶ μία κύλιξ ὅλου τοῦ οἴνου παραδηλῶσαι τὴν πόσιν τοῖς βουλομένοις ἢ ὥσπερ ἐξ ὀλίγων βολίδων τὸ στοχὸν τοῦ τοξότου. Ἐπεὶ δέ, κατὰ τὴν σοφὴν παροιμίαν, καὶ αὐτοῦ ἀρεστὴν Κυρίῳ ἦν ἡ ψυχή, «τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς», καὶ ἔτι νέος ὢν ἔρχεται πρὸς τὰς τοῦ βίου δυσμὰς τὸν δρόμον τελέσας καὶ τὴν πίστιν τηρήσας καὶ τοῦ στεφάνου τῆς δικαιοσύνης ἄξιος γεγονώς. Ἀποπεραίνει λοιπὸν καὶ τὸ πέρας τοῦ βίου ἐν τῇ ὀγδόῃ καὶ εἰκάδι τοῦ Ὀκτωβρίου μηνὸς καὶ καταξιοῦται τέλους τιμίου, τίμιος ὤν, καὶ γίνεται «ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ»· καὶ ἡ μὲν ἁγία αὐτοῦ καὶ καθαρωτάτη ψυχὴ ἀνάγεται ἐντίμως ὑφ’ ἁγίων ἀγγέλων πρὸς Θεὸν καὶ τοὺς αἰωνίους θαλάμους ἐν τῷ ἀνεσπέρῳ φωτὶ καὶ τῷ χορῷ τῶν δικαίων, τὸ δὲ ἄμεμπτον αὐτοῦ καὶ ἀκηλίδωτον σῶμα κηδεύεται ἐντίμως ὑπὸ ἐντίμων ἀνδρῶν πρὸς ἑῶ κώμης Λευκομιάδος εἰς τὸ ἄντρον τῆς ἀσκήσεως αὐτοῦ καὶ πηγὴ ἀνεξάντλητος γίνεται θαυμάτων θεοπρεπῶς καὶ φάρμακον ἀλεξίκακον «παντὸς νόσου καὶ πάσης μαλακίας» τοῖς πίστει προσερχομένοις.
Ἐπεὶ δὲ καὶ ναὸς ἐδομήθη ἐπ’ ὀνόματι τοῦ ὁσίου καὶ σεμνεῖον ἐγένετο τιμίων μοναχῶν, προσρυεῖ τις ἐξ αὐτῶν πρὸς τὴν βασιλίδα τῶν πόλεων καὶ πρός τινα τῶν ἀρίστων ζωγράφων παραβαλὼν καὶ τῶν ἁγίων εἰκόνων τὸ γλαφυρὸν ἐρασθεὶς μάλα θερμῶς τὸν ζωγράφον ἠρώτα ὅπως τὴν τοῦ ὁσίου Διομήδους ἱστορῆσαι εἰκόνα. Καὶ ὁ ζωγράφος· Διομήδην, λέγων, μάρτυρα ἐπίσταμαι, ἐν ᾧ καὶ βασιλικὸν φροντιστήριον ἵδρυται πολυαρίθμων ἀνδρῶν, Διομήδην δὲ ὅσιον οὔτε γινώσκω οὔτε ἱστορῆσαι ἱκανῶ. Πολλὰ δὲ μογήσας ὁ μοναχὸς λιπαρῶν τὸν ζωγράφον ἤνυεν οὐδέν, διὰ τὸ γινώσκειν τὸν ζωγράφον Διομήδην ὅσιον οὐδαμῶς.
Θαῦμ[α βʹ]. Εἶτα ἐν μιᾷ νυκτερινῇ ἀωρίᾳ ἐπίσταται τῷ ζωγράφῳ ὁ πανόσιος Διόμηδος καί φησι πρὸς αὐτόν· Ὅρα, ὦ ζωγράφε, ὅρα ὃν λέγεις ἀγνοεῖν καὶ πειθόμενος τῷ αἰτουμένῳ σε μοναχῷ χρωματούργησον σχῆμα ὃ καθορᾷς. Καὶ τοῦτο εἰπὼν «ἄφαντος ἐγένετο» ὁ λαλῶν. Ὁ δὲ ζωγράφος ἅλματι ἐξαναστὰς τῆς εὐνῆς ἔκπληκτος ἦν ἐν τῇ τοῦ ὁσίου ἐπιφανείᾳ· καὶ συγγνώμην μὲν περὶ τῆς ἀπειθείας ἐξαιτεῖτο τὸν ὅσιον, τῆς δὲ χρωματουργίας ἤρχετο θαρσαλέως· καὶ ἱστορήσας ἐντέχνως ὃν ἑώρακε τοῦ ὁσίου χαρακτῆρα ἀπέθετο αὐτὸν εἰς ταμεῖον μεταξὺ εἰκόνων πολλῶν. Εἶτα προσφοιτᾷ πάλιν συνήθως ὁ μοναχὸς περὶ τῆς εἰκόνος παρακαλῶν ὥσπερ καὶ πρότερον. Καὶ ὁ ζωγράφος· «Εἴσελθε εἰς τὸ ταμεῖον», φησί, καὶ ἄθρησον τὰς εἰκόνας. Ὁ δὲ εἰσελθὼν καὶ ἀτενίσας ὁρᾷ τὴν τοῦ ὁσίου εἰκόνα μεταξὺ πλήθους εἰκόνων συχνῶν, ἣν καὶ ἐπιγνοὺς χαρᾶς πληρωθεὶς ὅ τι πολλῆς ἦρεν αὐτὴν καὶ ἐξῆλθε περιχαρῶς, πολλὰ μὲν αὐτὸς εὐχαριστῶν τὸν ζωγράφον, ὡς ὅτι ἀσφαλῶς τὸν τοῦ ὁσίου ἐχρωματούργησεν χαρακτῆρα, ὁ δὲ τὴν τοῦ ὁσίου ἐπιστασίαν παρεδήλου τῷ μοναχῷ· καὶ ἐδίδουν ἑκάτεροι δόξαν τῷ Θεῷ, τῷ οὕτω καταξιοῦντι ἀγγελικῆς ἀξίας τοὺς οἰκείους δούλους αὐτοῦ.
Ἐγὼ δὲ τῶν ἀρχαιοτέρων αὐτοῦ θαυμάτων τὴν μνήμην παραδραμὼν μνησθήσομαι τῶν προσφάτων καὶ ἑνὸς ἢ δύο παρεισάξω τὸ διήγημα, ὧν αὐτόπται πολλοὶ καὶ αὐτὸς ὁ παραμονάριος ἱερεὺς τοῦ εὐκτηρίου ναοῦ τοῦ ὁσίου αὐτοῦ, παρ’ οὗ καὶ πλεῖστα δυσωπηθεὶς ἔγωγε περὶ τοῦ παρόντος συγγράμματος ἀνεβαλλόμην τὴν ἐπιχείρησιν· τῆς δὲ ἀναβολῆς τὴν αἰτίαν τοῦ λόγου προϊόντος παραδηλώσω σαφῶς· ἀρτίως δὲ περὶ τῶν γενομένων θαυμάτων ἐν ταῖς ἡμέραις ἡμῶν ἐξείπω ἐν κεφαλαίῳ. Διηγήσατο γάρ μοι ὁ τοῦ ὁσίου παραμονάριος ὅτι· Πολλαὶ μὲν αἱ καθ’ ἑκάστην ἰαματικαὶ χάριτες τοῦ ὁσίου, ἀλλά γε πρὸ δέκα ἢ καὶ δώδεκα ἐτῶν αὐτόπτης ἐγενόμην ἐγὼ καὶ ἄλλοι πολλοὶ τοιῶνδε θαυμάτων δύο.
Θαῦμα γʹ. Ἀνθρώπου, φησί, τινὸς ἡ γαστὴρ ἡμέραν ἐξ ἡμέρας ὠγκοῦτο κατὰ μικρόν, βρωμάτων δὲ καὶ πομάτων μετέχων πολλῶν ἔτι πεινῶν καὶ διψῶν ἐπὶ πλεῖον ὠρέγετο· ἡ δὲ ὄψις τοῦ προσώπου αὐτοῦ ὠχρὰ ἐκαθορᾶτον καὶ δυσειδής· τὰ δὲ παράβυστα τῶν ἐνδοσθίων αὐτοῦ δεινῶς κατετρύχετο «ἡμέρας καὶ νυκτός»· καὶ οὕτω δεινῶς ἔχων καὶ κακῶς πάσχων καὶ ἀνιαρῶς τῇ ἁγίᾳ σορῷ προσφοιτᾷ τῶν τοῦ ἁγίου λειψάνων μάλα θερμῶς κλαίων καὶ δυσωπῶν θεραπείας καταξιωθῆναί τινος καὶ μὴ ἀνακάμψαι κενός. Ἐπεὶ δὲ ὁ τάφος κεκλεισμένος ἦν ἀσφαλῶς καὶ μηδέποτε ἀνοιγόμενος, ἀνακλίνουσιν οἱ παρόντες τὸν ἄνθρωπον ὕπτιον κατὰ τὸ κλίτος τοῦ τάφου καὶ τὴν ἐπάνω τούτου κανδήλαν καθήκουσιν ἐν τῇ τοῦ ἀνθρώπου γαστρί, ἐπαλείφουσι δὲ αὐτὴν ἔλαιον ἅγιον ἐκ τῆς ῥηθείσης κανδήλας· καί τι μικρὸν πρὸς ὕπνον τραπεὶς ὁ νοσῶν, τὸ ἐν τῇ γαστρὶ αὐτοῦ θηρίον εἰς τμήματα δύο παραδόξως τμᾶται· καὶ θᾶττον ἀφυπνισθεὶς ἔδοξε νύττεσθαι παρὰ τῆς γαστρὸς πρὸς ἔκκρισιν περιττωμάτων συνήθων. Ἐξελθὼν δὲ τάχα πρὸς τοῦτο καὶ καθεσθείς, τμήματα δύο ἐχίδνης ἀπὸ σπιθαμῆς καὶ ἡμίσου ἐξήλθοσαν ὑποκάτωθεν αὐτοῦ. Καὶ τούτου, φησίν, αὐτόπται γεγόναμεν πλεῖστοι καὶ ἐξεπλάγημεν σφόδρα ἐπὶ τῷ ξένῳ καὶ παραδόξῳ τοῦ καινοῦ καὶ προσφάτου θαύματος τούτου.
Ὁ δὲ ἄνθρωπος οὐκέτι ὠχρὸς ὡς τὸ πρότερον οὐδὲ ἀσθενὴς ἀλλὰ καὶ μάλα εὐσθενὴς καὶ εὐειδὴς ἕως τέλους ἦν καθορώμενος δοξάζων τὸν Κύριον καὶ τὸν θεῖον Διομήδιον.
Θαῦμα δʹ. Εἶτα καί τις γυνὴ εὑρέθη ἐν γαστρὶ ἔχουσα καρκίνον, πάνυ δεινῶς καὶ αὐτὴ πάσχουσα τὰ ἐνδὸς «ἡμέρας καὶ νυκτός». Ἀκούσασα δὲ καὶ ἰδοῦσα περὶ τοῦ προρρηθέντος ἀνθρώπου τὴν θεραπείαν, ὅτι διχοτομημένον θηρίον ἐκ τῆς γαστρὸς αὐτοῦ ἐξήνεγκεν ὁ ἄνθρωπος, τρέχει καὶ αὐτὴ πρὸς αὐτὸν πόθῳ πολλῷ καὶ πίστει θερμῇ τὴν δεινῶς τρυχομένην γαστέρα προσάπτουσα καὶ προστρίβουσα τῇ σορῷ τῶν λειψάνων, κλαίουσά τε καὶ δυσωποῦσα τὸν ὅσιον ἀπαλλαγῆναι τῆς νόσου· εἶτα καὶ τὴν τοῦ τάφου κανδήλαν λαβοῦσα ἐπὶ χεῖρας καὶ πιοῦσα μὲν ἐξ αὐτῆς, ἀλείψασα δὲ καὶ τὴν ὀδυνωμένην γαστέραν, στενοχωρεῖται τὸ ἐντὸς ἑρπετὸν καὶ πρὸς τὰ ἔξω πειρᾶται φυγεῖν. Ἡ δὲ γυνὴ ταραχθεῖσα καὶ τὸ στόμα χανοῦσα πρὸς ἐμετὸν ἐξεμεῖ τὸν καρκίνον ὁλόκληρον, φησί, κατέμπροσθεν ἡμῶν· καὶ ἐλυτρώθη μὲν ἡ γυνὴ τοῦ δεινοτάτου πάθους ἐκείνου δοξάζουσα τὸν Θεὸν καὶ τὸν θεράποντα αὐτοῦ Διομήδιον, οὐκ εὐσθενῆ δὲ ἀλλὰ μετρίαν τινὰ καὶ βραχεῖαν ἕως τέλους ἐκέκτητο τὴν ἰσχύν· οἰκονομικῶς πάντως καὶ τοῦτο ἐδικαίωσεν ὁ ἰατρός, ὅπως ὁ ἔξωθεν μὲν ἵνα θλίβεται ἄνθρωπος, ὁ ἐντὸς δέ, κατὰ Παῦλον, ἀνακαινοῦται.
Καὶ ταῦτα μὲν ἀποχρώντως βεβαιοῦσιν ἡμᾶς ὅσην ἐκεῖνος ἐπλούτει θαυμάτων χάριν πρὸς Θεοῦ. Καὶ λοιπὸν οὐ χρείαν ἔχομεν πολλοὺς περὶ τούτων λόγους καινοτομεῖν, ἀλλὰ τὴν ὑπόσχεσιν ἐκπληρῶσαι, ἣν ὑπεσχόμην, δι’ ἣν αἰτίαν οὐκ ἤθελον ὑπακοῦσαι τῷ παραμοναρίῳ ταῦτα συγγράψαι, καὶ αὐτὸς ἐν τῇ ἐξωτέρᾳ πύλῃ περιεκάθητο ἡμερόνυκτον ὅλον παρακαλῶν μὴ κοπιᾶσαι εἰς κενὸν ἡμερῶν τόσων ὁδοιπορίαν. Ἐγὼ δὲ ἐμαυτὸν ἤμην προεδραιώσας εἰς τὸ μηκέτι με λόγους συντάττειν εἰς ἁγίων ἐγκώμια· ἡ δὲ αἰτία ὅτι φθάσας διαφόρους βίβλους συνεγραψάμην (οὐκ ἐγώ, ἀλλὰ καθὼς ἡ τοῦ θείου Πνεύματος ἐδωρήσατο χάρις, εἰς ἑορτὰς μὲν δεσποτικὰς πανηγυρικοὺς λόγους, εἰς ἁγίους δὲ πλείστους ἐγκώμια καὶ ἱστορίας), ἤκουσα δὲ ὅτι ἀγυρτέων καὶ βλακῶν καὶ μεμψιμοίρων τινὲς ἠδολέσχησαν κατ’ ἐμοῦ ὅτι· Πῶς, φησίν, οὗτος κατετόλμησε γράψαι, τοῦ ἀποστόλου εἰπόντος ὅτι· «Εἴ τις ὑμᾶς εὐαγγελίζεται» «παρ’ ὃ ἡμεῖς εὐηγγελισάμεθα, ἀνάθεμα ἔστω»· καὶ ταῦτα ἔλεγον μηδὲν αἰσθανόμενοι τί λέγουσι.
Μετὰ γὰρ τὴν ἀποστολικὴν ῥῆσιν ταύτην αἱ μυρίαι παρὰ τῶν διδασκάλων τῆς Ἐκκλησίας ἐσυνεγράφησαν βίβλοι δογματικαί, διδασκαλικαί, πανηγυρικαί, μεταφράσεις καὶ μελῳδικαὶ ὑμνοῦσαι τὸν Θεὸν καὶ τοὺς ἁγίους αὐτοῦ· οὐκ ἔγραψαν δὲ παρ’ ὃ ἀλλὰ καθ’ ὃ οἱ ἀπόστολοι παρέδοσαν καὶ ἐδογμάτισαν, οὔτε ἄλλον Χριστὸν οὔτε «ἕτερον εὐαγγέλιον» οὔτε πίστιν ἑτέραν ἐκήρυξαν, ἀλλὰ μᾶλλον ἐτράνωσαν καὶ ἐβεβαίωσαν καὶ ἐρρητόρευσαν ὅσα δύσληπτα παρὰ τῶν ἀποστόλων εὑρέθησαν· τὸν αὐτὸν σὺν Θεῷ νοῦν καὶ αἱ παρ’ ἐμοὶ συγγραφεῖσαι βίβλοι περιέχουσι μηδὲν τῆς ἀληθείας καὶ τῶν ὀρθῶν δογμάτων ἔξω βαδιοῦσαι· αἷς καὶ πολλοὶ τῶν σοφῶν τε καὶ συνετῶν ἐντευξόμενοι τὴν τοῦ Θεοῦ χάριν ἐθαύμασαν καὶ τὸν Θεὸν ἐδόξασαν. Οἱ δὲ προρρηθέντες μεμψίμοιροι μέμφονται ἐθελοκάκως πονήματα ἃ οὔτε εἴδοσαν, οὔτε ἤκουσαν· ὁπηνίκα δὲ λάχουσιν εἰδέναι καὶ ἀκοῦσαι, τὴν προτέραν αὐτῶν καταμέμφονται ψῆφον. Διὰ ταύτην γοῦν τὴν αἰτίαν μικροῦ τὸν ῥηθέντα παραμονάριον ἀπέστρεφον ἄπρακτον· ἵνα δὲ μὴ καὶ τοῦτον λυπήσω καὶ τοῦ ἁγίου δόξω καταφρονεῖν, ὑπέκυψα αὐτοῦ τῷ θελήματι κατὰ τὸ ἐγχωροῦν γράψας συνοπτικῶς, ὡς ἡ τοῦ ὁσίου Διομήδους ἐπέσκηψε χάρις.
Ἀλλ’ οὐδὲ μὴ κατοκνήσω καὶ τοῦτο φράσαι διὰ βραχέων εἰς δόξαν Θεοῦ καὶ τοῦ θεράποντος αὐτοῦ Διομήδους· κατὰ γὰρ τὴν ὀγδόην καὶ εἰκοστὴν τοῦ μηνὸς Ὀκτωβρίου εἶδον «ἐν ὁράματι τῆς νυκτὸς» ἐλθόντα πρός με μητροπολίτην τινὰ ἐγλιχόμενον τάχα ἐξειπεῖν μοι τὸν βίον καὶ τὰς πράξεις αὐτοῦ.
Ἐγὼ δὲ αὐτὸν εὐλαβούμενος καὶ παρῃτούμενος ἔλεγον· Τίς εἰμι ἐγώ, δέσποτα, ἵνα σύ με πνευματικὸν ποιήσῃς πατέρα; Δέον μάλιστα τοῦ μέτρου σου εὑρεῖν ἄνδρα καὶ αὐτὸν συντυχεῖν. Ὡς δὲ εἶδον αὐτὸν περίλυπον γεγονότα ἐν τῇ τοιαύτῃ μου ἀποκρίσει, πάλιν ἐξεῖπον αὐτόν· Μὴ λυποῦ, δέσποτα, καὶ ἰδοὺ ἐγὼ ποιῶ τὸ θέλημά σου, καθὼς ἐκέλευσας. Καὶ τοῦτο εἰπὼν καὶ εὐθὺς «ἔξυπνος γενόμενος» οἰόμην τὸ ὅραμα φαντασίαν συνήθη νοὸς πλανωμένου καθεύδοντος σώματος μηδεμίαν περὶ τοῦ ὁσίου αἴσθησιν εἰληφώς, οὐδ’ ὅτι κατὰ τὴν αὐτὴν ἡμέραν ἡ αὐτοῦ μνήμη γεραίρεται. Καὶ γενομένης ἡμέρας εἰσῆλθον εἰς ἔννοιαν τοιάνδε, ὅτι ὁπηνίκα ἀδειάσω καὶ μέλλω συντάξαι λόγον τῷ ὁσίῳ, καθὼς ὑπεσχόμην, ἆρα πῶς προοιμιάσω τὴν τοῦ λόγου ἀρχήν; Καὶ εὐθυβόλως ἡ τοῦ λόγου ἀρχὴ ἐν τῇ γλώττῃ μου ἦν, καὶ ὁ λογισμὸς ἐπισκήπτων μοι σημειώσασθαι αὐτὴν διὰ τὸ εὐληθάργητον.
Καὶ λαβὼν ἅλματι χάρτην καὶ κάλαμον τὴν κατὰ διάνοιαν ἀρχὴν λόγου διαγράψαι καὶ παῦσαι βουλόμενος, γέγονε τοὐναντίον, καὶ εὑρέθη ὁ τοῦ λόγου εἱρμὸς τρέχων ἀκατασχέτως, ὥστε τὸ ἥμισυ τοῦ λόγου σχεδὸν σχεδιασθῆναι· καὶ τότε λοιπὸν ἦλθον εἰς μνήμην ὅτι κατὰ τὴν παροῦσαν ἡμέραν καὶ ἡ τοῦ ὁσίου μνήμη τελεῖται, ἔνθεν καὶ ὡς τῆς ἄνω μητροπόλεως μητροπολίτης ἡμῖν ἐπεφάνισται· ὃν καὶ βραχέα τινὰ χαιρετίσας περιστείλω τὸν λόγον, καθότι καὶ χαμαίζηλος νοῦς οὐ σθένει ἐγκωμιάσαι μητροπολίτην οὐράνιον.
Χαίροις, πάτερ Διόμηδε, ὡς Πνεύματος ἁγίου δοχεῖον καὶ τῆς ἄνω μητροπόλεως πολίτης ἄξιος εὑρεθεὶς καὶ πλοῦτον θεῖον πεπλουτηκὼς τοὺς πιεζομένους πτωχείᾳ σωματικῆς εὐρωστίας καὶ τρυχομένους νόσοις ποικιλοτρόποις τὸν πλοῦτον τῆς ὑγείας χαρίζεσαι ἀκέστωρ ἀνάργυρος πρὸς Θεοῦ αὐτοῖς χαριζόμενος.
Χαίροις, πάτερ πανόλβιε Διόμηδε, τὸ θεῖον κειμήλιον, τῶν ἀρετῶν τὸ θησαύρισμα, τὸ ἀκηλίδωτον ἔσοπτρον, τὸ τῆς πραότητος οἴκημα, τὸ τῆς ὑπομονῆς ἐργαστήριον, τὸ τῆς ἀγάπης δοχεῖον, τὸ τῆς ἐγκρατείας ἀνένδοτον ἔπαθλον, τὸ τῆς ἀγρυπνίας καὶ κατανύξεως ῥυπτικὸν θέλγηστρον, τὸ τῆς προσευχῆς καὶ ψαλμῳδίας ἁγιώτατον τέμενος, τὸ τῆς πίστεως καὶ ἐλπίδος καὶ ἀγάπης ἔνθεον καταγώγιον.
Χαίροις, θεσπέσιε πάτερ Διόμηδε, ὅτι τὸ «κατ’ εἰκόνα» φυλάξας ἀλώβητον ὑπέταξας τὴν σάρκα τῷ πνεύματι καὶ συμπαθὴς γενόμενος ἀνυπόκριτος ἄγγελος ἐπίγειος καὶ ἐπουράνιος ἄνθρωπος γέγονας· ἔνθε καὶ ὁ θεῖος ἐπιστάτης σου καὶ τῆς Λευκουπόλεως πρόεδρος, Τριφύλλιος ὁ πάνυ, ἐκ νεαρᾶς ἡλικίας εἰς τὸν τοῦ διακόνου καὶ ἱερέως βαθμὸν ἀξίως ἀνήγαγε, καθότι καὶ ἡλικία γήρους οὐχ ἁπλῶς ἡ γηραιά, ἀλλὰ βίος ἀκηλίδωτος.
Χαίροις, πάτερ τρισόλβιε Διόμηδε, ὅτι τὸ τριμερὲς τῆς ψυχῆς (λέγω δὴ τὸ λογικόν, τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμοειδὲς) χρησάμενος εὐσχημόνως ὡς λογικὸς ἐκαρποῦ τὰ λογικοῦ ἄξια, τὰς δὲ ἀλόγους καὶ ἀτόπους ἐπιθυμίας καταπατῶν ἐπεθύμεις λοιπὸν τὰ τῆς αἰωνίου ζωῆς ἐπάξια, τὸ δὲ θυμοειδὲς κατὰ παθῶν καὶ δαιμόνων ἐκίνεις, καθ’ ὧν καὶ ἐπεδόθη τῇ φύσει πρὸς Θεοῦ.
Χαίροις, ἀοίδιμε πάτερ Διόμηδε, ὅτι ὡς ἄλλος Ἠλιοὺ ἐπέβης ὡς ἐφ’ ἅρματι τετραΐππῳ ταῖς τέσσαρσιν γενικωτάταις ἀρεταῖς, σωφροσύνης, φημί, φρονήσεως, δικαιοσύνης καὶ ἀνδρείας, δι’ ὧν καὶ τὰς ὀκτὼ μητροκάκους καὶ γεννητρίας τῶν παθῶν συνέτριψας ἀνδρείως (λέγω δὴ τὸν τῆς κοιλιομανίας ἀπληστότατον χῶνον, τὸν φιλόσαρκον καὶ φιλόβρωμον καὶ φιλομάκελλον κύνα τῆς πορνείας, τὸν τῆς φιλαργυρίας πολυκέφαλον ἀπατεῶνα, τὸν τῆς ὀργῆς καπνόν, τὸν τῆς λύπης πνιγμόν, τὸν τῆς ἀκηδίας ἀπηνέστατον λύκον, τὸν τῆς κενοδοξίας πολυποίκιλον ὄφιν, τὸν τῆς ὑπερηφανείας οὐρανομήκη κρημνὸν) καὶ τῶν ὀκτὼ τούτων νενοθευμένα γεννήματα, «ὧν οὐκ ἔστιν ἀριθμός».
Τούτων γοῦν τῶν ὀλεθρίων παθῶν τὴν τυραννίδα καταβαλὼν σθένει Θεοῦ κατὰ παθῶν ἐβασίλευσας καὶ τῆς ἄνω βασιλείας καὶ μητροπόλεως κληρονόμος γενόμενος συγχορεύεις ἀγγέλοις, συναγάλλει δικαίοις καὶ λογάσιν «ἐκλεκτῶν Θεοῦ»· μεθ’ ὧν ποίησον ἱκετηρίαν πρὸς Κύριον, ὦ πάτερ θεσπέσιε, ὑπὲρ πάντων ἡμῶν ἐν τῇ ἐνδόξῳ σου μνήμῃ. Καὶ καθὼς ἡμεῖς χρεωστικῶς μνημονεύομεν τὴν ἱεράν σου πανήγυριν, οὕτω καὶ αὐτὸς οὐ χρεωστικῶς ἀλλὰ δωρεαστικῶς μνήσθητι πάντων ἡμῶν, συγγραφέων, ἀναγνωστῶν, ἀκροατῶν, μελῳδιστῶν, ψαλτῶν, μνημοποιῶν, διακονητῶν καὶ πάντων ἁπαξαπλῶς καὶ πασῶν ὁλικῶς καὶ τῶν πιεζομένων νοσεροῖς πάθεσιν δωρούμενος εὐθυβόλως τὴν ἴασιν· εἶτα καὶ ὁ παρὼν πενιχρότατος λόγος ὡς εὐπρόσδεκτος ἔστω σοι προσφορά, ὅπως ἐκ πάντων καὶ διὰ πάντων καὶ πασῶν ἐν τῇ ἱερᾷ πανηγύρει σου δοξολογῆται ὁ δοξάσας σε Κύριος, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.