Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος
Εγκώμιο στον άγιο Ιωάννη τον Ελεήμονα
Περιγραφή της πατριαρχικής διακονίας, των φιλανθρωπικών έργων, της ανεξικακίας και των θαυμάτων του αγίου Ιωάννου του Ελεήμονος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εγκώμιο στον άγιο Ιωάννη τον Ελεήμονα
Περιγραφή της πατριαρχικής διακονίας, των φιλανθρωπικών έργων, της ανεξικακίας και των θαυμάτων του αγίου Ιωάννου του Ελεήμονος.
ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΙΩΑΝΝΗΝ ΤΟΝ ΕΛΕΗΜΟΝΑ, ΕΓΚΩΜΙΟΝ ΚΕΦΑΛΑΙΩΔΕΣ ΚΑΙ ΕΚ ΤΟΥ ΒΙΟΥ ΑΥΤΟΥ ΣΥΛΛΟΓΗ ΕΥΛΗΠΤΟΣ ΑΜΑ ΚΑΙ ΣΥΝΤΟΜΟΣ Εὐλόγησον, πάτερ. Ἐλεήμονα φύσει τε καὶ ἀληθείᾳ ἕνα πάντες γινώσκομεν, τὸν ἐπὶ πάντων Θεόν, οὗ καὶ «τοῦ ἐλέους πλήρης ἡ γῆ» καὶ πλήρης πᾶσα κτίσις αὐτοῦ, ὃς ἔλεον καὶ κρίσιν ἀγαπῶν «ἔλεον θέλει καὶ οὐ θυσίαν». Καὶ πόθεν αὐτός, ὦ μακάριε Ἰωάννη, ὑπὲρ πάντας ἀνθρώπους ὑπερεπλούτησας τῷ ὀνόματι τούτῳ, καὶ λέγεσθαι μὲν ἐλεήμονα Θεόν, λέγεσθαι δὲ καὶ ἐλεήμονα Ἰωάννην; Οὐκ ἐγώ, φησί, ἀπ’ ἐμαυτοῦ ἐκτησάμην τῷ μεγάλῳ καὶ θείῳ ὀνόματι τούτῳ. Οὐκ οἶδ’ ὅπως καὶ πόθεν κινούμενοι ὄχλοι καὶ τῶν ἀνθρώπων τὰ πλήθη προστεθήκασί μοι τῷ ὀνόματι τούτῳ· κἀγὼ γὰρ οἶδα σαφῶς ὅτι φύσει τε καὶ πράξει καὶ ἀληθείᾳ «ἐλεήμων ὁ Θεός» ἐστι καὶ λέγεται· ἐμοὶ δὲ οὐ κατὰ φύσιν ἀλλὰ κατὰ χάριν καὶ μέθεξιν τουτὶ τὸ ὄνομα προσετέθη μοι.
Ναί, ἀληθῶς ἔφης, ὦ μακάριε· ἀλλὰ μέντοι καὶ ἡ πρᾶξις τῆς εὐποιΐας καὶ τῆς ἐλεημοσύνης κατάλληλόν σοι τὴν εὔκλειαν ταύτην μετὰ Θεὸν ἐπρυτάνευσε, καὶ «ὄνομα καινόν», καθὼς γέγραπται, προσετέθη σοι. Καὶ συνίστορές μοι τοῦ λόγου Σολομὼν καὶ Ἠσαΐας ὁμοῦ· καὶ Σολομὼν μὲν ὅτι «μέγα», φησί, «ἄνθρωπος καὶ τίμιος ἀνὴρ ἐλεήμων», Ἠσαΐας <δέ>, ὡς ἐκ προσώπου τοῦ Θεοῦ, λέγει ὅτι «τοῖς δουλεύουσί μοι κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς».
Ἀλλὰ ταῦτα μὲν ἅλις, καὶ οὐ χρείαν ἔχομεν περὶ τῆς τοῦ μεγάλου μεγαλωνυμίας τῷ λόγῳ μακρηγορεῖν καὶ πολλὰς ῥήσεις καινοτομεῖν, ἀλλὰ πρὸς τὸν περίβλεπτον καὶ θεόληπτον αὐτοῦ βίον ἰθῦναι τὸν λόγον καὶ ὀλίγα ἐκ τῶν πολλῶν αὐτοῦ θείων κατορθωμάτων εἰς τὸ μέσον εἰσάξαι, πρῶτον μὲν εἰς δόξαν Θεοῦ τοῦ χαριτώσαντος αὐτόν, δεύτερον δὲ εἰς οἰκοδομὴν φιλαρέτων ἀνδρῶν· οὗ χάριν καὶ τῶν ἁγίων ἀνδρῶν παρελάβομεν διαγράφειν τοὺς βίους καὶ ἀναγινώσκειν, οὐχ ἁπλῶς πρὸς τέρψιν καὶ χάριν ἀλλὰ πρὸς μίμησιν καὶ ζῆλον ἔνθεον ἡμᾶς ἐρεθίζειν καὶ ἑκάστου τὸν ἔνθεον τρόπον μιμεῖσθαι τὸ κατὰ δύναμιν, τοῦ μὲν τὸν ἐλεήμονα καὶ εὐμετάδοτον τρόπον, τοῦ δὲ τὸν σώφρονα καὶ καθαρώτατον βίον, τοῦ δὲ τὸ ἄτυφον καὶ ταπεινότατον φρόνημα, τοῦ δὲ τὴν ἐγκράτειαν καὶ ἐκτομὴν τῶν σαρκικῶν φρονημάτων, τοῦ δὲ τὸν ἀκτήμονα καὶ ὑψιπέτηλον βίον καὶ τὰ ἑξῆς ἁπλῶς ἔπαθλα τῶν θεολήπτων ἀνδρῶν· ἡ γὰρ τοιαύτη ἀκρόασις καὶ Θεὸν θεραπεύει καὶ τὸν εὐφημούμενον ἅγιον καὶ ἡμᾶς ζηλωτὰς καθιστᾷ καὶ ἀγχιθέους κατὰ τὸ ἐνόν. Οὕτω γὰρ καὶ ὁ μέγας οὗτος Ἰωάννης τὴν ἔνθεον εὔκλειαν ἐκληρώσατο καὶ τὸ τῆς θείας κλήσεως ὄνομα ὑπὲρ πάντας ἀνθρώπους ἐδρέψατο· ἡ γὰρ ἄσχετος καὶ εὐμετάδοτος αὐτοῦ χεὶρ ἐλεήμονα πρὸς Θεοῦ κεχειροτόνηκε τοῦτον.
Ἤκμασε γοῦν, μάλιστα δὲ διέλαμψεν, φάναι οἰκειότερον, ὁ φαεινότατος οὗτος ἀστὴρ ἀπὸ τῆς ἡμεδαπῆς χώρας καὶ νήσου Κύπρου, ἐπὶ τῆς βασιλείας Ἡρακλείου καὶ πατρικίου Νικήτα, υἱὸς δέ τινος ἐπιφανοῦς καὶ τὴν τῆς Κύπρου διέποντος ἡγεμονίαν, Ἐπιφάνιος τοὔνομα, Εὐκοσμία δὲ ἡ μήτηρ ἐκέκλητο, οἳ καὶ γάμου συνάφειαν συνάπτουσι βίᾳ, αὐτὸς δὲ εἵλετο καὶ μετὰ τοὺς γάμους τὴν σωφροσύνην τηρῆσαι καὶ παραινῶν τὴν ὁμευνέτιν παραφυλάξαι. Ἀλλὰ τοῦ κηδεστοῦ τὰ σκώμματα καὶ αἱ παραινέσεις πείθουσιν αὐτὸν τὰ τῆς γαμικῆς συναφείας ἐκπληρῶσαι, καὶ παρὰ γνώμην ἔνθε καὶ παίδων δύο ἐφορᾶται πατήρ. Ὁ δὲ πατὴρ ὁ οὐράνιος εὐδοκῶν πολλῶν μάλιστα κατὰ πνεῦμα ἀναδεῖξαι πατέρα θανάτῳ τε διατέμνει τὴν γυνὴν καὶ τὰ τέκνα, καὶ τοῦτο γίνεται τῷ ἀνδρὶ «βιωτικῶν μελημάτων» καὶ φροντίδων ἀπόθεσις· ἔνθεν καὶ διανέμει τὸν πλοῦτον αὐτοῦ δαψιλῶς τοῖς χρῄζουσιν θησαυρίζων ἐν οὐρανῷ τὴν οὐσίαν αὐτοῦ πίστει πολλῇ.
Κατ’ ἐκείνου δὲ καιροῦ ἔλαχεν ἡ μεγαλόπολις Ἀλεξάνδρεια χηρεύουσα πατριάρχου· ἔνθεν καὶ λογάδες ἀνδρῶν προσφοιτῶσι τῷ βασιλεῖ Ἡρακλείῳ τὸν μέγα Ἰωάννην ἐξαιτούμενοι ποιμενάρχην. Ὁ δὲ μετριοφρόνως ἀνάξιον τοῦ θρόνου ἑαυτὸν ὀνομάζων παρῃτεῖτο καθόλου. Ἀλεξανδρεῖς δὲ καὶ ὁ πατρίκιος Νικήτας, ὁ καὶ κατὰ πνεύματι ἀδελφὸς αὐτοῦ, ἔτι πλεῖον ἐρέθιζον τὸν βασιλέα ἄξιον εἶναι τοῦ θρόνου λέγοντες εἰ καί τις ἄλλος. Καταδέχεται δὲ λοιπὸν βίᾳ ὁ δίκαιος τὴν προεδρίαν τῆς πόλεως ἐκείνης καὶ κατὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς ἀνάγεται ὡς λύχνος ἐπὶ λυχνίαν, καὶ γίνεται ἐκείνῃ τῇ πόλει καὶ χώρᾳ ἄλλος τις ἔμψυχος Νεῖλος καὶ λογικὸς χρυσορρόας τῇ πλημμύρᾳ τῆς μεταδόσεως μηδὲν ἐκείνου δεύτερος φωραθείς, ἀφειδῶς {κατασπέρων} καὶ δαψιλῶς τὴν τῆς ἐλεημοσύνης κατασπορὰν κατασπέρων καὶ θερίζων δαψιλεστέρως δράγματα ζωηρά, ἐξ ὧν καὶ θημωνίας ὑπεραπείρους ταῖς νοηταῖς ἅλωσι καταστορέσας καρποὺς ἀθανάτους ἐσύστρεψε ταῖς θείαις ἀποθήκαις.
Συνίστορες δέ μοι τοῖς λεγομένοις οἱ παρ’ αὐτοῦ δομηθέντες ξενῶνες νοσοκομεῖά τε καὶ πτωχοτροφεῖα καὶ τῶν ἐν ἀπορίᾳ οἰκημάτων τικτουσῶν γυναικῶν ἰδικῶς καταγώγια, κατὰ διαφόρους τόπους τῆς πόλεως δομηθεῖσαι γυναικωνῖται· οἶμαι δὲ ὅτι καὶ τοῦτο πάντως προεμηθεύσατο ὁ ἐλεήμων ἐκεῖνος καὶ δίκαιος, ὅπως μὴ ἐξ ἀπορίας οἴκου ἡ τίκτουσα ἅμα τῷ τικτομένῳ θανατωθῶσιν ἐξάπινα, διὸ καὶ στρωμνὰς καὶ τροφὰς ἁρμοδίως <ἵνα> χορηγήσουσι προσέταξεν. Ὅσα δὲ καὶ περὶ τοῦ κλήρου καὶ τῶν ἐπισκόπων τῶν ἐνδεῶς ἐχόντων προεμηθεύσατο καὶ ὅσα δὲ λύτρα πρὸς ἀπολύτρωσιν τῶν αἰχμαλώτων ἐδίδου καὶ ὅσα πρὸς ἀνάκτισιν ἔστειλε χρήματα ἐν Ἱεροσολύμοις διὰ τὴν ἐρήμωσιν, ἣν ἔδρασεν ὁ τοῦ Χοσρόου ἀρχιστράτηγος τότε, τίς χρεία κατὰ μέρος περὶ τούτου μακρηγορεῖν; Χρὴ δὲ μάλιστα φάναι συντόμως τὸ τῆς ἐλεημοσύνης αὐτοῦ ἀπειρότατον πέλαγος, καὶ τοῦτο φάναι ἀφ’ ὧν ἐκεῖνος ἐξεῖπεν ὁμοῦ καὶ ἔδρασεν.
Ἐν μιᾷ γὰρ τῶν ἡμερῶν, τοὺς τῆς Ἐκκλησίας μεταστειλάμενος οἰκονόμους φησὶ πρὸς αὐτοὺς παρόντος καὶ τοῦ σεκρήτου· Ἀπέλθατε, ἀδελφοί, ἐπὶ πᾶσαν τὴν πόλιν καὶ ἀπογράψασθέ μοι καθ’ ἕνα τοὺς ἐμοὺς δεσπότας· οἱ δὲ διαποροῦντες ἐπηρώτουν μαθεῖν· Καὶ τίνες ἆρα, φησίν, οἱ τοῦ πατριάρχου δεσπόται; Αὐτὸς ἐπεφήνατο· Οὓς ὑμεῖς εἰώθατε καλεῖν πένητας καὶ προσαίτας, τούτους ἐγὼ δεσπότας ἐμοὺς καὶ συλλήπτορας ὀνομάζω· αὐτοὶ γὰρ καὶ μόνοι πρὸς τὴν τοῦ Χριστοῦ βασιλείαν ὑπάρχουσιν ὁδηγοί. Οἱ δὲ κατὰ πᾶσαν τὴν πόλιν περινοστήσαντες ἑπτακισχιλίους πεντακοσίους τῷ ἀριθμῷ ἀνεγράψαντο πένητας, ἑκάστῳ δὲ τούτων ἡμερησίαν ἐκέλευσε παρέχεσθαι τὴν δαπάνην.
Χρόνου δὲ παρῳχηκότος τινὸς προσέρχονται τῷ μεγάλῳ οἱ τὴν διανομὴν ἐκτελοῦντες τοῖς δεομένοις καὶ εἶπον ὅτι καί τινες κόραι κόσμια καὶ περιδέραια βεβλημέναι συνέρχονται τοῖς δεομένοις πρὸς τὸ λαβεῖν, καὶ εἴ γε χρὴ ἄρα καὶ ταύταις παρέχειν. Ὁ δέ· Ναί, φησί, τῷ θείῳ προστάγματι πείθεσθαι χρὴ τῷ κελεύοντι· Παντὶ τῷ αἰτοῦντί σε δίδου· εἰ γὰρ ἡμέτερα, φησίν, ἦν τὰ διδόμενα, οὐδ’ οὕτως ἡμᾶς ἐχρῆν φείδεσθαι τῶν διδομένων, οὐδὲ ἐξετάζειν τὸν βίον τῶν λαμβανόντων· εἰ δὲ τὰ ὄντα πάντα εἰσὶ τοῦ Θεοῦ, τῷ προστάγματι αὐτοῦ πείθεσθαι χρὴ καὶ τοῖς αἰτοῦσι διδόναι· εἰ δέ που δεδοίκατε ἐκ λογισμοῦ ἀπιστίας μήπως οὐκ ἐξαρκέσῃ τῷ πλήθει αἱ τῆς Ἐκκλησίας πρόσοδοι, ἀλλ’ ἔγωγε πέπεισμαι ὅτι, κἂν ὅλος ὁ κόσμος χάριν εὐποΐας συνεισέλθῃ εἰς Ἀλεξάνδρειαν, οὐ μὴ τοὺς τοῦ Θεοῦ θησαυροὺς ἐλαττώσειεν. Ταῦτα γοῦν καὶ τὰ τούτων κατάλληλα παραινέσας καὶ τὴν αὐτῶν ὀλιγοπιστίαν πρὸς εὐελπιστίαν παραμειψάμενος ἀπέλυσεν αὐτούς.
Εἶτα διηγεῖται τοῖς συνεδριάζουσι φιλαλήθως πῶς τε καὶ πότε πρὸς Θεοῦ ἡ τῆς ἐλεημοσύνης χάρις αὐτῷ δεδώρηται. Ὁπηνίκα, φησί, ἐν τῇ Κύπρῳ διέτριβον πεντεκαίδεκα ἐτῶν ὑπάρχων, ἐν μιᾷ νυκτῶν κόρη τις ἐν ὁράματι προσελθοῦσά μοι, εἰς τὸ κάλλος ὑπὲρ τὸν ἥλιον καὶ ὡς ἀπὸ κλάδων ἐλαίας στέφανον ἐστεμμένη τὴν κεφαλήν, καὶ ἐγγύς μου σταθεῖσα νύττει μου τῇ χειρὶ τὴν πλευράν· κἀγὼ θροηθεὶς ἀφυπνίσθην καὶ λοιπὸν οὐκέτι κατ’ ὄναρ ἀλλὰ καθ’ ὕπαρ πρὸς αὐτὴν ἔφην·
Καὶ πόθεν καὶ πῶς ὑπνοῦντί μοι τολμήσας ἐπένυξας; Ἡ δὲ μειδιῶσα ἐνιδοῦσα· Ἐγώ, φησί, «τοῦ μεγάλου βασιλέως» εἰμὶ πρώτη τῶν θυγατέρων καί, εἴ γε φίλην με κτήσει, δύναμαί σε προσοικειῶσαι τῷ βασιλεῖ, καθότι καὶ οὐδεὶς ἄλλος πλὴν ἐμοῦ πρὸς αὐτὸν κέκτηται παρρησίαν· ἐγὼ γὰρ αὐτὸν ἔπεισα οὐρανόθεν εἰς γῆν κατελθεῖν καὶ σάρκα λαβεῖν. Εἶπε ταῦτα καὶ ἀπῆλθεν εὐθύς· ἐγὼ δὲ γενόμενος ἐν ἑαυτῷ διηπόρουν τί ἆρα τὸ θεαθέν, ὅμως ἔκρινα τὴν θείαν ἐλεημοσύνην αὐτὴν εἶναι, δι’ ἧς καὶ Θεὸς δυσωπηθεὶς γέγονεν ἄνθρωπος. Ἐπεὶ δὲ ὄρθρου ὑπηύγαζεν ὥρα, ἀναστὰς ἐπὶ τὴν ἐκκλησίαν ἐβάδιζα μόνος καὶ συναντῶ ἀνδρὶ πένητι καὶ γυμνῷ σφοδρῶς ὑπὸ τοῦ ψύχους τηκόμενον. Βουλόμενος δὲ γνῶναι εἴτε ἀληθὲς εἴτε ἀπάτη τὸ φανὲν ἦν, ἀποδύομαι ὅπερ ἐφόρουν ἱμάτιον καὶ ἐπιδίδωμι τῷ γυμνῷ. Εἶτα, πρὸ τοῦ φθάσαι με τὰ τῆς ἐκκλησίας προπύλαια, συναντᾷ μοί τις λευκοφόρος ἀνὴρ ἐπιδιδούς μοι χρυσίου ἀπόδεσμον ἑκατὸν νομίσματα λέγων·
Δέξαι, ὦ φίλε, ταῦτα· ἃ καὶ δεξάμενος χαίρων θᾶττον μετεμελήθην, καὶ βουληθεὶς δοῦναι ταῦτα τῷ δεδωκότι, ἐκεῖνος ἀφανὴς ἐγένετο. Καὶ τότε συνῆκα λοιπὸν μὴ φαντασίαν εἶναι τὴν ὀπτασίαν· καὶ ἔκτοτε λοιπόν, ὁπηνίκα τι παρεῖχόν τινι, ἐπειρώμην μαθεῖν εἴ γε κατὰ τὴν ὑπόσχεσιν ἑκατονταπλάσια παρέχει Χριστός· ὡς δὲ ἔργῳ τοῦτο μεμάθηκα, ἐμαυτὸν ἐπιτίμουν παῦσαι, λέγων, τὸν ἀπείραστον ἐκπειράζων, καὶ ὅτου χάριν οἱ μικρόψυχοι καὶ ὀλιγόπιστοι οὗτοι προσῆλθόν μοι ἀρτίως ἐρεθίζοντές με πρὸς ἀσπλαγχνίαν.
Καὶ τότε πάλιν ἔδοξέ τινι ἐκπειράσαι τὸν δίκαιον· ὃς καὶ προσῆλθε κραυγάζων γοερῶς· «Ἐλέησόν με», λέγων, δέσποτα, τὸν αἰχμάλωτον. Ὁ δὲ προστάττει δοθῆναι αὐτῷ νομίσματα ἕξ, ἃ καὶ λαβὼν καὶ ἀμείψας τὸ σχῆμα πάλιν προσῆλθε ζητῶν.
Καὶ αὖθις προστάττει δοθῆναι αὐτῷ ἕτερα νομίσματα ϛʹ· ὁ δὲ καὶ ταῦτα λαβὼν πάλιν μετασχηματισθεὶς ἐκ τρίτου καὶ προσελθὼν ἐζήτει ἐλεημοσύνην. Τότε ὁ διανομεὺς τοῦ χρυσίου προσελθὼν τῷ μεγάλῳ λέγει αὐτῷ εἰς τὸ οὖς· Οὗτός ἐστι, δέσποτα, ὁ ἐκ δευτέρου λαβών, καὶ νῦν ἐκ τρίτου τὴν στολὴν παραμείμψας ἐξαιτεῖται λαβεῖν. Ὁ δὲ ὄντως ἐλεήμων ἐκεῖνος καὶ τοῦ Χριστοῦ μιμητής· Δώδεκα, λέγει, νομίσματα νῦν ἐπίδος αὐτῷ, μήπως ὁ Κύριός μού ἐστιν ἐκπειράζων με.
Ἕτερος δέ τις ἔμπορος προσελθὼν τῷ δικαίῳ ἐξετραγῴδει πῶς ἐν τῇ θαλάσσῃ καθόλου τὸν φόρτον ἀπολέσας, μόνον τὸ πλοῖον αὐτοῦ κατελείφθη κενόν. Ὁ δὲ μακάριος πέντε λίτρας χρυσίου προστάττει δοθῆναι τῷ ἐμπόρῳ, ἃς καὶ λαβὼν καὶ τὸ πλοῖον ἐπιφορτίσας ἀπέπλει. Ὡς δὲ περὶ τὸν Φάρον ἐγένετο καὶ σφοδροτάτῳ ἀνέμῳ συναντηθεὶς ἀπώλεσε καὶ αὖθις πάντα ὅσα εἶχεν ἀγώγιμα, καὶ μόνον τὸ πλοῖον ἀποστρέψας κενὸν κατετήκετο ἀπὸ λύπης· εἶτα τῷ πατριάρχῃ πάλιν ἐπιδραμὼν τὸ συμβὰν ἐξηγεῖται. Ὁ δὲ εἶπεν αὐτῷ ὅτι· Εἰ μὴ τὰ ἐξ ἀδικίας συνέμιξες μετὰ τῶν τῆς Ἐκκλησίας χρημάτων, οὐκ ἂν τοῦτο συμβεβήκει σοι. Εἶτα κελεύει πάλιν δοθῆναι αὐτῷ δέκα λίτρας χρυσίου. Ὡς οὖν καὶ αὖθις ἀπόπλευσεν, ναυαγεῖ πάλιν καὶ ἀπόλλυσι καὶ τὸ πλοῖον καὶ τὸν φόρτον ὁμοῦ· καὶ ἀπέγνω ἐκ πολλῆς ἀθυμίας ὁ ἄνθρωπος.
Τοῦτο δὲ ὁ δίκαιος ἐπιγνοὺς εἰσκαλεῖται τὸν ἔμπορον καί φησι πρὸς αὐτόν· Μὴ ἀθύμει ἐκ μικροψυχίας καὶ ὀλιγοπιστίας, ὦ ἄνθρωπε· πέποιθα γὰρ τῷ Θεῷ μου ὅτι οὐκέτι σοι τοῦ λοιποῦ τὸ πλοῖον οὐδαμοῦ ναυαγήσει. Ἴσθι δὲ καὶ ὃ προσαπώλεσας πλοῖον οὐ δικαίως οὐδὲ καλῶς ἐτύγχανεν προσκτισθέν σοι· καὶ ταῦτα εἰπὼν κελεύει δοθῆναι αὐτῷ ἐκ τῶν τῆς Ἐκκλησίας πλοῖον ἓν μετὰ καὶ σίτου μεστὸν ὡσεὶ μυριάδων δύο· ὃ καὶ λαβὼν ἐξέπλει τῆς Ἀλεξάνδρου. Καὶ δὴ ῥαγδαίου πνεύματος ἐπιπνεύσαντος καὶ ἐπὶ ἡμερόνυκτα εἴκοσι διαπλέων, οὐδεὶς τῶν ἐν τῷ πλοίῳ ᾔδει ποῦ διαπλέουσιν ἢ ποῦ ὅλως πορεύονται, μόνον δὲ ὅτι τῷ ναυκλήρῳ καὶ μόνῳ ἦν ὁ πατριάρχης ἐπιφαινόμενος καὶ ἰθύνων σὺν αὐτῷ τὸ πηδάλιον.
Εἶτα ἡμερῶν εἴκοσι παρῳχηκότων, νήσῳ τινὶ προσορμοῦνται Βρετανικῇ, ἐν ᾗ καὶ λιμὸς ἦν ἰσχυρὸς σφόδρα. Εὐθυμίας δὲ ὅ τι πολλῆς πληρωθέντες οἱ ἐπιχώριοι ἐξωνοῦνται τὸν σῖτον, καὶ ἐν μὲν τῇ μιᾷ μυριάδᾳ προτείνουσι πλῆθος χρυσίου πολύ, ἐν δὲ τῇ ἑτέρᾳ μυριάδᾳ πλῆθος παρέχουσι κασσιτέρου.
Ὑποστρέφοντος δὲ τοῦ ναυκλήρου καὶ τὴν Δεκάπολιν ἤδη καταλαβὼν πιπράσκει ἀργυροκόπῳ τινί, φίλῳ αὐτοῦ, κασσιτέρου λίτρας πεντήκοντα· εὑρέθη δὲ οὐ κασσίτερος ἀλλὰ ἄργυρος καθαρώτατος· ἔδοξε δὲ τῷ ἀργυροκόπῳ ὅτι ὡς φίλῳ πειράζων ὁ ναύκληρος ἔδρασε τοῦτο, διὸ καὶ ὠνείδιζεν αὐτὸν φιλικῶς.
Καταπλαγεὶς δὲ ὁ ναύκληρος ἀκούσας ὅτι οὐ κασσίτερος ἀλλὰ ἄργυρος εὑρέθη ὁ διαπραθεὶς ἔφη· Μὰ τὴν ἀλήθειαν, φίλε, οὐκ ἄργυρον ἀλλὰ κασσίτερον πέπρακά σοι· εἰ δὲ πρὸς ἄργυρον παρημείμφθη ταῖς τοῦ πατριάρχου εὐχαῖς, ξένον οὐδέν· δυνατὸν γὰρ ἐκείνῳ οὐχ ἁπλῶς τοῦτο ἀλλὰ καὶ ἕτερα πλεῖστα. Τότε γοῦν καὶ τὸν ἐν τῷ πλοίῳ κασσίτερον περιεργασάμενοι εὑρίσκουσι καὶ αὐτὸν ἄργυρον δοκιμώτατον. Τότε ἐκτραγῳδεῖ ὁ ναύκληρος τῷ ἀργυροκόπῳ ἐξ ἀρχῆς ὅσα ὑπέστη ναυάγια καὶ θλίψεις ἀνυποίστους, καὶ πάντες οἱ ἀκούσαντες ἐδίδουν δόξαν τῷ Θεῷ καὶ τῷ πατριάρχῃ τοὺς προσήκοντας ἐπαίνους προσῆγον.
Ἄλλοτε δὲ πάλιν πρὸς τὴν ἐκκλησίαν βαδίζων ὁ μέγας, συναντᾷ τις αὐτῷ, ὃς πρὸ μικροῦ μὲν πλούσιος ἦν, ὑπὸ κλεπτῶν δὲ συλληφθεὶς εὑρέθη πτωχὸς ἐξάπινα· ὃν καὶ κατελεήσας ὁ ὄντως ἐλεήμων ἐκεῖνος κελεύει δοθῆναι αὐτῷ πεντεκαίδεκα λίτρας χρυσίου. Οἱ δὲ διανομεῖς πέντε καὶ μόνας αὐτῷ λίτρας παρεῖχον. Ἐξιόντι δὲ τῷ μακαρίῳ τῆς ἐκκλησίας, γυνή τις χήρα, σφόδρα πλουσία, χάρτην αὐτῷ ἐγχειρίζει πεντακοσίων χρυσίου λιτρῶν γεγραμμένον δωρεάν· ὃν καὶ λαβὼν καὶ διελθὼν συνῆκεν ὁ δίκαιος μὴ δοθῆναι κατὰ τὴν κέλευσιν αὐτοῦ τὰς πεντεκαίδεκα λίτρας· ὅμως πυνθάνεται τοῖς τοῦ χρυσίου διανομεῦσι, οἱ δὲ τῇ παρακοῇ καὶ τὸ ψεῦδος συνάψαντες τὰς ιεʹ τοῦ χρυσίου λίτρας ἰσχυρίζοντο δοῦναι τῷ αἰτησαμένῳ.
Καλέσας δὲ ὁ μέγας τὸν ἄνθρωπον διωμολόγει μηδὲν πλέον τῶν πέντε λιτρῶν εἰληφέναι. Τότε καὶ τὸν τῆς γυναικὸς χάρτην ὑποδείξας φησὶ πρὸς αὐτούς· Ἐξ ἡμῶν τὰς ἐπιλοίπους λίτρας ἔχει ἀπαιτῆσαι Θεός· εἰ γὰρ ὑμεῖς τὰς πεντεκαίδεκα λίτρας δεδώκατε, καθὼς προσετάγητε, εἶχεν ἂν καὶ ἡ γυνὴ δοῦναι τῷ Θεῷ χιλίας πεντακοσίας λίτρας χρυσίου.
Εἶτα μετακαλεῖται καὶ τὴν γυναῖκα καὶ ἐρωτᾷ αὐτὴν κατέμπροσθεν αὐτῶν· ἡ δὲ ἐπιγνοῦσα ὅτι ἀπεκάλυψε Κύριος τῷ δούλῳ αὐτοῦ τὸ γενόμενον ἀποκριθεῖσα ἔφη ὅτι· Χιλίας πεντακοσίας, δέσποτα, λίτρας χρυσίου ἔγραψα ἐν ἐκείνῳ τῷ χάρτῃ, εὗρον δὲ μεθ’ ἡμέρας ὀλίγας, πῶς οὐκ οἶδα, τὰς χιλίας λίτρας ἀπολειμμένας, καὶ ἔκρινα μὴ εὐδοκεῖν Θεῷ πλεῖόν με τῶν πεντακοσίων προσενεγκεῖν. Ταῦτα δὲ ἀκούσαντες ἐκεῖνοι συνεσχέθησαν «φόβῳ μεγάλῳ» καὶ προσπεσόντες τοῖς ποσὶ τοῦ δικαίου ἐξαιτοῦντο συγγνώμην καὶ τὴν ἐκ τῆς παρακοῆς ἀφεθῆναι τὴν ἁμαρτίαν. Ὁ δὲ καὶ ἀφήσας καὶ νουθετήσας καὶ προσευξάμενος ὑπὲρ αὐτῶν ἀπέλυσεν ἐν εἰρήνῃ.
Βασκήνας δὲ ὁ πονηρὸς δαίμων τὴν μεγαλόδωρον δεξιὰν καὶ προαίρεσιν τοῦ δικαίου ὑποβάλλει τῷ προρρηθέντι φίλῳ Νικήτᾳ, τῷ πατρικίῳ, προσελθεῖν καὶ εἰπεῖν τῷ μεγάλῳ· Προσήκει οὖν, δέσποτα, τὰ εἰκῇ παρὰ σοῦ δαπανώμενα τῷ τοῦ δημοσίου πολυεξόδῳ ταμείῳ προσενεχθῆναι· καὶ ὁ μέγας·
Οὐ δίκαιον, ἔφη, τὰ τῷ ἐπουρανίῳ βασιλεῖ καθιερωθέντα τῷ ἐπιγείῳ καταπροδοῦναι· ἱεροσυλία γὰρ τοῦτο καὶ πρὸς Θεὸν ἁμάρτημα φαῦλον. Ἐγὼ δὲ ἐξ οἰκείας προαιρέσεως ὀβολὸν ἕνα καὶ μόνον οὐ προσοίσομαί σοι· σοὶ δέ, εἰ βούλει, ἰδοὺ τὰ τῆς Ἐκκλησίας πάντα, καὶ ποίει ὃ θέλεις. Τότε γοῦν κελεύει ὁ πατρίκιος τοῖς ἑπομένοις λέγων ἑκατὸν μόνας λίτρας χρυσίου ἐαθῆναι τῇ Ἐκκλησίᾳ, τὰ δὲ λοιπὰ ἀρθῆναι καθόλου. Ἐν ᾧ δὲ κατῄεσαν οἱ ταῦτα βαστάζοντες συναντῶσιν ἀνερχομένοις εἰς τὸν πατριάρχην ἄνδρες τινὲς κεράμια μέλιτος ἐπικομίζοντες τῷ μεγάλῳ, ἐν οἷς καὶ ἐπεγέγραπτο, τοῖς μὲν “πρωτεῖον μέλι”, τοῖς δὲ “ἄκαπνον”· καὶ ταύτας ὁ πατρίκιος ὑπαναγνοὺς τὰς ἐπιγραφὰς δηλοῖ τῷ πατριάρχῃ ἓν τῶν κεραμίων ἐκπεφθῆναι αὐτῷ· εὑρέθησαν δὲ ἀντὶ μέλιτος πάντα χρυσίου μεστά. Ἐκπλαγεὶς δὲ ὁ δίκαιος ἐπὶ τῷ παραδόξῳ τοῦ θαύματος καὶ δοὺς δόξαν τῷ Θεῷ ἕνα τῶν κεραμίων εὐθὺς στέλλει τῷ πατρικίῳ ἔχον ἐπιγραφὴν “μέλι πρωτεῖον”, γράφει δὲ αὐτῷ καὶ ἐπιστολὴν περιέχουσαν οὕτως· Ὁ εἰπὼν Κύριος· «Οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω», ἴδε, ἐνδοξότατε, πῶς ἀληθής ἐστι, καὶ ἀντὶ ὧν ὀφείλω χρημάτων, ἀντιδέδωκεν ἕτερα· καὶ γνῶθι τοῦτο ἐκ τοῦ νῦν ἐκπεφθέντος σοι κεραμίου καὶ ἴσθι ὅτι φθαρτὸς ἄνθρωπος στενῶσαι Θεὸν οὐδαμῶς δυνήσεται.
Ἀνοίξαντες δὲ τὸ κεράμιον κατ’ ὄψιν τοῦ πατρικίου καὶ ἑτέρων πολλῶν καὶ χρυσίου καλλίστου εὑρεθέντος, σφόδρα ἐξεπλάγησαν ἅπαντες· εὑρὼν δὲ καὶ ἐν τῇ ἐπιστολῇ ὅτι ἄνθρωπος Θεὸν στενῶσαι οὐ δύναται, «ζῇ Κύριος», ἐξεβόησεν, οὐδὲ ὁ ταπεινὸς Νικήτας πειραθῇ στενῶσαι Θεόν· καὶ θᾶττον ὅσα τῆς Ἐκκλησίας ἀφείλατο χρήματα καὶ τὸ σταλὲν αὐτῷ κεράμιον καὶ ἐκ τῶν οἰκείων αὐτοῦ προσεπιθεὶς χρυσίου λίτρας τριακοσίας προσφοιτᾷ τῷ πατριάρχῃ συγγνώμην παρ’ αὐτῷ ἐξαιτούμενος. Ὁ δὲ μὴ ὀνειδίσας ἀλλὰ καὶ ἀσμένως τοῦτον ἀποδεξάμενος καὶ τὰ πρὸς ὠφέλειαν ψυχῆς παραινέσας καὶ ἐπευξάμενος αὐτῷ ὑπέστρεψεν ἀγαλλόμενος.
Ἐγένετο δὲ κατ’ ἐκεῖνο καιροῦ σπάνη τροφῶν σφοδροτάτη διὰ τὸ μηδὲ τὸν Νεῖλον τὴν ἐξ ἔθους ἀνάβασιν ποιῆσαι· καὶ τῶν τῆς Ἐκκλησίας χρημάτων ἀναλωθέντων ἤδη, ἀπηναγκάσθη ὁ δίκαιος δανεισθῆναι παρά τινων χρυσίου λίτρας χιλίας· ἀλλὰ συντόμως καὶ τούτων ἀναλωθέντων, οὐχ ἡ τυχοῦσα φροντὶς περιεκλόνει τὸν δίκαιον, καὶ ἐδεῖτο τοῦ Θεοῦ πόρον ἐν ἀπόροις διανοιγῆναί τινα. Ἦν δέ τις τῶν κληρικῶν αὐτοῦ πλούσιος πάνυ, γάμῳ προσομιλήσας δευτέρῳ, ἐπεπόθει δὲ τοῦ τῶν διακόνων καταξιωθῆναι βαθμοῦ· καὶ τὴν τοῦ πατριάρχου στένωσιν ἐπιγνοὺς χάρτην αὐτῷ ἐγχειρίζει οὑτωσὶ γράφων· Τὴν συνέχουσαν στένωσιν τὴν μεγαλόδωρον τοῦ ἐμοῦ δεσπότου δεξιὰν καταμαθών, τί μοι τὸ κέρδος τοῦ πλούτου, ἐν στενώσει δὲ τὸν ἐμὸν διάγειν δεσπότην; Ἔχω γὰρ σίτου χιλιάδας πολλὰς καὶ χρυσίου λίτρας πεντήκοντα καὶ ἑκατόν, καὶ ταύτας διὰ σοῦ δέομαι δοθῆναι τῷ Θεῷ, καὶ μόνον διὰ τῆς σῆς ἁγίας χειρὸς τοῦ τῶν διακόνων καταξιωθῆναί με βαθμοῦ· γέγραπται γὰρ παρὰ τῷ θείῳ Παύλῳ· «Ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεσθαι». Τί οὖν ἡ εὔελπις καὶ μεγαλόπιστος ἐκείνη ψυχή; μὴ συνηρπάγη τῷ μεγέθει τοῦ δώρου; μὴ καθύβρισε χειροτονίας θεσμούς; Οὐδαμῶς· ἀλλὰ μεταστέλλεται παραχρῆμα τὸν ἄνδρα, καὶ μὴ θέλων αὐτὸν καταισχῦναι, τὰ προσήκοντα ὁμιλεῖ αὐτῷ κατ’ ἰδίαν.
Τὸ δὲ «ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεσθαι» περὶ τοῦ Παλαιοῦ Νόμου, οὐ περὶ τοῦ Καινοῦ, ὁ ἀπόστολος εἴρηκε τοῦτο.
Ἐννόησον δὲ τί καὶ Πέτρος ὁ μέγας τῷ Σίμωνι ἔφη· «Οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ»· ὅπερ ἁρμόδιον καὶ ἐπὶ σοί, τέκνον. Ταῦτα καὶ πλεῖστα ἕτερα πρὸς αὐτὸν ἐξειπὼν καὶ ἄπρακτον αὐτὸν ἀποπέμψας, ἰδού τις προσελθὼν χαρᾶς εὐαγγέλια εἰσφέρει τῷ ἁγίῳ· Ἥκασι, λέγων, δύο τῶν τῆς Ἐκκλησίας πλοίων ἐκ Σικελλίας ἐν τῷ λιμένι σίτου μεστὰ πολλῶν μυριάδων· ὅπερ ἀκούσας καὶ τὰ γόνατα κλίνας δοξολογίαν καὶ εὐχαριστίαν ἀπεδίδου τῷ Θεῷ, οὐκ ἐλαττωθήσονται, λέγων, παντὸς ἀγαθοῦ οἱ ἐκζητοῦντές σε, Κύριε.
Ὑβρίσθη ποτὲ ὑπό τινος ἀρχικαπήλου τῆς πόλεως Γεώργιος ὁ τοῦ μεγάλου ἀνεψιός· ὃς καὶ προσελθὼν κατὰ μόνας τῷ μακαρίῳ ἐν ἀθυμίᾳ καὶ λύπῃ ἀποκλαιόμενος τὴν ὕβριν ἐξετραγῴδει. Ὁ δὲ δίκαιος θεραπεύων τὸν νέον ἔφη· Καὶ ἐτόλμησεν ὅλως κατὰ σοῦ, τῷ φιλτάτῳ μου, στόμα διᾶραι; «Εὐλογητὸς Κύριος»· πρᾶγμα ἐπ’ αὐτῷ ποιήσω, ὥστε πᾶσαν ἐκπλαγῆναι τὴν Ἀλεξάνδρειαν. Θεραπευθεὶς δὲ ὁ νέος καὶ τῆς λύπης ἀπαλλαγείς, πάλιν πρὸς αὐτὸν ὁ μακάριος προσθεὶς ἔφη· Τέκνον, εἰ ἀληθῶς τῆς ἐμῆς μετριότητος ἀνεψιὸς λέγεσθαι καὶ εἶναι ἐπιποθεῖς, ἑτοιμάσθητι μὴ πρὸς ὕβρεις ἁπλῶς ἀλλὰ καὶ πρὸς μάστιγας ἑτοίμως ἔχειν· ἡ γὰρ ἀληθὴς συγγένεια οὐκ ἐξ αἵματος καὶ σαρκὸς ἀλλ’ ἐξ ἀρετῆς οἶδε γνωρίζεσθαι. Εἶτα καὶ τῷ ἀρχικαπήλῳ μετακαλέσας κελεύει μηδέποτε τοῦ λοιποῦ τὸ σύνηθες τῇ Ἐκκλησίᾳ τέλος τελεῖν, ἀλλὰ μηδὲ ἄλλο τι τῶν κατὰ συνήθειαν τῇ Ἐκκλησίᾳ παρ’ αὐτοῦ διδομένων λαμβάνειν ποτέ. Ἐξεπλάγησαν οὖν ἅπαντες ἐπὶ τῇ πολλῇ καὶ μεγάλῃ ταύτῃ τοῦ δικαίου ἀνεξικακίᾳ καὶ συνῆκαν εὐθὺς ταύτην εἶναι τὴν ῥῆσιν, ἣν ἔφη, ἐκπλαγῆναι πᾶσαν τὴν Ἀλεξάνδρειαν ἐπὶ τῇ τοῦ ἀνεψιοῦ καθυβρίσει.
Φίλος δέ τις τῷ μεγάλῳ τυγχάνων ἓξ καὶ τριάκοντα νομισμάτων σισύραν πριάμενος στέλλει τῷ μακαρίῳ πλεῖστα τοῦτον παρακαλῶν μηδενὶ αὐτὴν ἀντιδοῦναί ποτε, ἀλλ’ ἑαυτὸν αὐτὴν περιστέλλειν ἀεί· ὁ δὲ ταύτην λαβὼν μίαν καὶ μόνην νύκτα αὐτὴν περιεστάλη διὰ τὴν τοῦ φίλου ἀξίωσιν.
Ἤκουον δὲ αὐτοῦ οἱ πλησιασταὶ ὅλην τὴν νύκτα ἑαυτὸν ταλανίζοντα· Ἱνατί, ταπεινὲ Ἰωάννη, λέγων, ἓξ καὶ τριάκοντα νομισμάτων ἐπίβλημα περιστέλλει, οἱ δὲ κατὰ Χριστὸν ἀδελφοί μου τῷ κρύει πηγνύμενοι θλίβονται; καὶ τίς ἆρα οὐ καταγνώσεταί σοι; ἢ ποίας συγγνώμης ἀξιωθήσῃ πρὸς Θεοῦ; Ἀλλ’ «εὐλογητὸς Κύριος»· οὐκέτι τῷ ἐπιβλήματι τούτῳ ὁ ταπεινὸς περισταλήσεται Ἰωάννης, ἀλλὰ τὴν τούτου τιμὴν ἀμφιεσθήσονται πένητες ἀδελφοί. «Πρωΐας δὲ γενομένης» στέλλει τὴν σισύραν ἐν τῇ ἀγορᾷ διαπραθῆναι, ἣν ὁ προσενεγκών, λαχὼν καὶ θεασάμενος, ἐξωνεῖται καὶ στέλλει αὐτὴν πάλιν τῷ μακαρίῳ.
Ὁ δὲ πρὸς τὴν ἀγορὰν καὶ αὖθις ἐκπέμπει αὐτήν. Ὡς δὲ δὶς καὶ πολλάκις γέγονε τοῦτο, ὁ μέγας δηλοῖ τῷ προσάγοντι· Ἴδωμεν, λέγων, τίς τῶν δύο πρῶτον ἀπαγορεύσει, ἐγὼ μὲν πιπράσκων, σὺ δὲ ταύτην ὠνούμενος καὶ προσφέρων.
Συνήθως δὲ ὁ μακάριος ἀπιὼν εἰς τὸ παρ’ αὐτοῦ δομηθὲν πτωχοτροφεῖον συνείπετο αὐτῷ τις τῶν ἐπισκόπων αὐτοῦ, Τρώιλος οὕτω καλούμενος, ὃς ἦν σφόδρα φειδωλὸς καὶ φιλάργυρος, ἔλαχε δὲ τότε βαστάζων χρυσίου λίτρας τριάκοντα, πρὸς ὃν χαριέντως ὁ μακάριος ἔφη· Θεράπευσον σήμερον, ἱερώτατε Τρώιλε, τοὺς ἐν Χριστῷ ἡμῶν ἀδελφούς. Ὁ δέ, ὥσπερ διατραπεὶς καὶ παρακοῦσαι μὴ δυνηθείς, ἐπιτρέπει τῷ ἐπιτρόπῳ αὐτοῦ πρὸς ἓν νόμισμα ἑκάστῳ δοθῆναι τῶν ἐκεῖσε πενήτων· ἰδὼν δὲ ὅτι αἱ τριάκοντα λίτραι τοῦ χρυσίου ἀνείλοντο, λύπη βαρεῖα καὶ δεινὴ μεταμέλεια κατέσχεν αὐτόν, καὶ ἀπελθὼν οἴκαδε κλινοπετὴς ἦν. Τοῦτο δὲ ὁ πατριάρχης αἰσθόμενος καὶ τὴν αἰτίαν τῆς νόσσου ἐπιγνοὺς ἄπεισι πρὸς αὐτὸν τὰς τριάκοντα τοῦ χρυσίου ἐπιφερόμενος λίτρας καὶ ὑπομειδιῶν φησι πρὸς αὐτόν· Μὴ ὑπονόου, συλλειτουργὲ Τρώιλε, πρὸς ἀλήθειαν εἰρηκέναι σοι οἴκοθεν καταβαλεῖν τὸ χρυσίον τοῖς ἐν Χριστῷ ἀδελφοῖς, ἀλλὰ διὰ τὸ μὴ ἐπὶ χεῖρας λαχὼν χρυσίον ἔχειν με τότε εἰς δάνειον ἔλαβον παρὰ σοί, καὶ νῦν πάρειμι τὰς τριάκοντα τοῦ χρυσίου λίτρας ἐπικομίζων σοι. Ὡς οὖν μόνον ἐθεάσατο τὸ χρυσίον ἐν ταῖς τοῦ πατριάρχου χερσί, ὁ νοσῶν ἄνοσος καὶ ὁ στυγνὸς εὐθαλὴς καθωρᾶτο.
Ὁ δὲ πατριάρχης γράμμα τῷ Τρωίλῳ προσαπαιτεῖ· ὁ δὲ γράφει οὕτως· Ὁ τοῦ ἐλέους καὶ τῆς φιλανθρωπίας Θεός, αὐτὸς τὸν μισθὸν ἀπόδος τῶν τριάκοντα τοῦ χρυσίου λιτρῶν Ἰωάννῃ τῷ ἐμῷ δεσπότῃ· ἐγὼ γὰρ ἀπέλαβον τὰ ἐμά, τὰ τοῖς πένησι διανεμηθέντα. Λαβὼν γοῦν ὁ πατριάρχης τὸ χειρόγραφον ἐπὶ χεῖρας ἥκει πρὸς τὸ αὐτοῦ πατριαρχεῖον ἅμα Τρωίλῳ, μεθ’ οὗ καὶ συναριστήσας, ὕπνῳ τινὶ καὶ ἐκστάσει Τρώιλος παραληφθεὶς ὁρᾶν ἐδόκει οἶκον περικαλλῆ σφόδρα, ἄνωθεν δὲ τοῦ πυλῶνος τίτλον ἐπιγεγράφθαι γράμμασι χρυσέοις·
Μονὴ καὶ ἀνάπαυσις αἰωνία Τρωίλου τοῦ ἐπισκόπου. Ὡς οὖν ἐχάρη ταῦτα ἐπαναγνοὺς εὐθὺς βλέπει τινὰ ἐνδοξότατον μετὰ καί τινων δορυφόρων ἐφεστηκότα τῇ πύλῃ καὶ κατενεγκεῖν ἐπιτάττει τὸν τίτλον ὡς τάχος, ἀντιτεθῆναι δὲ ἄλλον, ὅν, φησί, ὁ Δεσπότης τῆς οἰκουμένης κελεύει· ἐτέθη δὲ παρευθεὶς ἕτερος τίτλος γράφων οὕτως· Μονὴ καὶ ἀνάπαυσις αἰωνία Ἰωάννῃ ἀρχιεπισκόπῳ Ἀλεξανδρείας, τριάκοντα χρυσίου λιτρῶν ἐπιγραφεῖσα. Ἔκπληκτος οὖν ἐκ τοῦ ὕπνου ὁ Τρώιλος διαναστὰς ἐξηγεῖται τῷ πατριάρχῃ τὸ ὅραμα καὶ εἰς συναίσθησιν ἔκτοτε συνελθὼν ἥπτετο θερμοτέρως ἐλεημοσύνης καὶ προθυμοτέρως.
Οἷος δὲ ἦν ὁ μακάριος τῇ τε μακροθυμίᾳ καὶ τῇ ἀνεξικακίᾳ, πολλὰ μὲν τὰ ὑποδείγματα, ἀλλὰ πλεῖον πάντων καὶ ἡ παροῦσα ὑπόθεσις. Κατεμηνύθη γὰρ τούτῳ ποτὲ ὡς ὅτι τὰ τριακαίδεκα πλοῖα τῆς Ἐκκλησίας, ὧν ἡ φορτὶς τρισχιλίων καὶ τριακοσίων λιτρῶν ὑπάρχων χρυσίου, ἐναυάγησαν πᾶσαι ἐν τῷ πελάγει Ἀνδρίου καὶ ὁ φόρτος ἅπας ἀπώλετο, καὶ τὰ πλοῖα κενὰ ἐν τῷ λιμένι Ἀλεξανδρείας προσορμισάμενοι ἐν τῷ εὐκτηρίῳ νεῲ οἱ ναυτικοὶ πάντες κατέφυγον. Καὶ ταῦτα μαθοῦσα ἡ γενναιότατος ἐκείνη ψυχὴ τὰ τοῦ Ἰὼβ ἐφιλοσόφει ἀποφθέγματα· «Ὁ Κύριος», φησί, «ἔδωκεν, ὁ Κύριος ἀφείλατο» καὶ τὰ ἑξῆς. Τοῖς πλευστικοῖς δὲ γραμματεῖον ἐπιπέμπει ἀφέσεως, ἐξέλθετε, λέγων, ἀδελφοί, μηδὲν δεδιττόμενοι· «ὡς» γὰρ «τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Εἴη τὸ ὄνομα αὐτοῦ εὐλογημένον» εἰς τοὺς αἰῶνας· οὐδὲ γὰρ χρὴ ἐπὶ τῷ κινδύνῳ τῶν πλοίων σκυθρωπάζειν· εἰ μὴ γὰρ ἐγὼ ὑψηλοφρόνησα ἐπὶ τῇ μεταδόσει τῶν ἀλλοτρίων, μᾶλλον δὲ τῶν τοῦ Θεοῦ, οὐκ ἂν δὴ τοῦτο συνέβη· καὶ θέλων ὁ Θεὸς τὸ ἐμὸν φύσημα καταστεῖλαι συνεχώρησε τὴν συμφορὰν γενηθῆναι ταύτην.
Γίνεται γὰρ αἴτιος κενοδοξίας πολλάκις ἡ ἐλεημοσύνη τοῖς μὴ προσέχουσι· δύο τοιγαροῦν κἀγὼ αἴτιος ἐγκλημάτων ἄρτι· ὅτι τοῦ τῆς ἐλεημοσύνης μισθοῦ διὰ κενοδοξίαν ὑστερήθην καὶ ὅτι τοσούτων χρημάτων ἀπωλείας πρόξενος ἐγενόμην· καὶ ἰδοὺ τὸ κρίμα τῶν στενουμένων ψυχῶν καθάπτεται ἐμοί· ἀλλὰ πέποιθα εἰς Κύριον τὸν Θεόν μου ὅτι οὐ δι’ ἐμὲ ἀλλὰ χάριν τῆς τῶν δεομένων κηδεμονίας χορηγήσειεν αὐτοῖς τὰ χρειώδη· ἐκείνου γὰρ ὁ λόγος· «Οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω». Καὶ ταῦτα μετριοφρόνως ἀποφθεγξάμενος καὶ ταπεινούμενος ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων, οὐ πολὺς παρῴχηκε χρόνος καὶ Κύριος διπλασιάζει τὰ ὑπάρχοντα τῷ νέῳ αὐτοῦ Ἰώβ· ἔνθεν καὶ τῆς πρὸς τοὺς δεομένους μεγαλοψυχίας δαψιλεστέρως ἥπτετο καὶ θερμοτέρως εἴπερ τῆς πρώτης.
Ἐπεὶ δὲ καὶ χερσὶ Περσικαῖς ἔμελλεν ἡ Ἀλεξάνδρεια παραδοθῆναι, πρὸς τὴν ἰδίαν πατρίδα, τὴν Κύπρον, τὴν ὁρμὴν εἶχεν ὁ δίκαιος πειθαρχῶν τῷ εἰρηκότι Δεσπότῃ, διωκομένῳ ἐκ τῆσδε τῆς πόλεως φεύγειν εἰς τὴν ἑτέραν. Εἵλετο δὲ καὶ Νικήτας ὁ πατρίκιος πρὸς τὴν βασιλεύουσαν πόλιν μεταναστεῦσαι· ὃς καὶ τὸν πατριάρχην ἠξίου συνοδοιπόρον γενηθῆναι·
Ὅπως καὶ τοῖς βασιλεῦσι, φησίν, εὐλογίας καὶ εὐχῆς μεταδῷς. Πείθεται οὖν τῷ ἄρχοντι ὁ εὐπειθὴς καὶ εὐπρόσιτος καὶ συνοδεύει αὐτῷ μέχρι καὶ νήσου Ῥόδου, ἐν ᾗ καὶ ὡς ἐν ἐκστάσει ὁ μέγας γενόμενος λαμπρότατον βλέπει ἄνδρα, εὐνοῦχον δῆθεν τῷ σχήματι, χρυσοῦν σκῆπτρον ἐπιδιδοὺς τῷ μεγάλῳ καὶ λέγων αὐτῷ· «Ὁ βασιλεὺς τῶν βασιλευόντων» καλεῖ σε. Ἀποκαλύπτει οὖν τὴν ὀπτασίαν τῷ πατρικίῳ λέγων·
Σὺ μὲν πρὸς τὸν ἐπὶ γῆς βασιλέα καθεῖλκες ἡμᾶς, ἀλλά γε προφθάσας ὁ τῶν οὐρανῶν βασιλεὺς προσκαλεῖται ἡμᾶς πρὸς αὐτὸν ἐν ἐλέει αὐτοῦ. Ὁ δὲ πατρίκιος σκυθρωπότητος μὲν πληρωθεὶς καὶ λύπης ὅ τι πολλῆς, οὐ μέντοι κατασχεῖν τὸν δίκαιον οἷός τε ἦν, μόνον δὲ ὅτι ἐξαιτεῖται καὶ ἐφοδιάζεται ταῖς τοῦ δικαίου εὐχαῖς· καὶ αὐτὸς δὲ πάλιν ἀντεφοδιάζει τὸν μέγαν καὶ μετὰ πολλῆς θεραπείας πρὸς τὴν Κύπρον ἐκπέμπει.
Καὶ τὴν ἰδίαν καταλαβὼν πόλιν Ἀμαθοῦντα, ἐν ᾗ καὶ ὁ ἱερὸς εὐκτήριος νεὼς Τύχωνος τοῦ θαυματουργοῦ ἵδρυται, γράφει διαθήκην περιέχουσαν οὕτως· Ἰωάννης εὐτελὴς καὶ δοῦλος τῶν δούλων τοῦ Θεοῦ, διὰ δὲ τὸ ἐπιτεθέν μοι τῆς ἱεραρχίας ἀξίωμα ἐλεύθερος χάριτι Χριστοῦ εὐχαριστῶ σοι, Κύριε ὁ Θεός μου, ὅτι με κατηξίωσας τὰ σὰ σοὶ προσενεγκεῖν, καὶ μηδέν μοί τι πλεῖον ἀρτίως προσευρεθὲν ἢ τρίτον νομίσματος ἑνός, ὃ δοθῆναι καὶ αὐτὸ τοῖς δεομένοις καὶ ἐν Χριστῷ ἀδελφοῖς μου κελεύω. Ὅτε δὲ καὶ κατὰ Θεοῦ συγχώρησιν Ἀλεξανδρέων ἐπίσκοπος προεβλήθην, ὀκτακισχιλίας λίτρας χρυσίου εὗρον ἐν τῷ ἐπισκοπείῳ μου, προνοίᾳ δὲ Θεοῦ καὶ ἐκ προσαγωγῆς ἀνδρῶν φιλοχρίστων, μυριοπλάσια τούτων συνήγαγον χρήματα, ἃ τοῦ Χριστοῦ ὄντα γινώσκων τῷ Χριστῷ πάλιν δίδοσθαι ἐσπούδαζον· πρὸς ὃν ἀρτίως καὶ τὴν ψυχήν μου ἐκδίδωμι. Καὶ ταῦτα οὕτω διαθέμενος εἰς χεῖρας Θεοῦ ζῶντος τὸ πνεῦμα παρέθετο, δεκαδύο τοῦ Νοεμβρίου μηνὸς τότε τυγχάνοντος.
Ἐν δὲ τῷ εὐκτηρίῳ οἴκῳ τοῦ θαυματουργοῦ Τύχωνος ἐν τῇ ἐν αὐτῷ σορῷ δύο ἐπισκόπων κειμένων, καὶ ὥσπερ ἐμψύχων τῶν νεκρῶν διακριθέντων σωμάτων ἔνθα καὶ ἔνθα, μέσον αὐτῶν εἰσδέχονται τὸ τοῦ μεγάλου Ἰωάννου ἱερώτατον λείψανον. Ἑώρα δέ τις τῶν ἐναρέτων κατ’ ὄναρ σμῆνος πενήτων καὶ πλῆθος ὀρφανῶν τε καὶ χηρῶν, ἀριθμοῦ κρεῖττον, κλάδους ἐλαίας ἐν χερσὶν ἔχοντας, καὶ τοῦ πατριάρχου δῆθεν πρὸς τὴν ἐκκλησίαν ἀπιόντος, προεπορεύοντο ἐψικεύοντες αὐτὸν καὶ γεραίροντες· οὐ μὴν δὲ ἀλλὰ καί τις κόρη περικαλλής, ὑπὲρ τὸν ἥλιον τὸ πρόσωπον ἀπαστράπτουσα καὶ <ἐξ> ἐλαίας κλάδων τὴν κεφαλὴν ἐστεμμένη, ποτὲ μὲν προῆγεν αὐτοῦ, ποτὲ δὲ καὶ χειροκρατοῦσα εἰς προσκύνησιν τοῦ βασιλέως αὐτὸν καθωδήγει· δηλονότι ἐκείνη ἦν, ἣν προεῖδεν ὁ δίκαιος ἐστεμμένην κλάδους ἐλαίας καὶ πρώτην λέγουσαν εἶναι τῶν θυγατέρων τοῦ «βασιλέως τῆς δόξης», καὶ πρὸς αὐτὸν ὁδηγοῦσαν τοὺς αὐτῆς ἐραστάς τε καὶ φίλους, ἥτις καὶ ὦπται τῷ δικαίῳ τούτῳ πεντεκαίδεκα ἐτῶν ὄντι τῇ ἡλικίᾳ· καὶ νῦν ἐν τῇ ζωηφόρῳ κοιμήσει αὐτοῦ πάλιν ὦπται αὐτῷ, πρὸς τὸν βασιλέα πατέρα αὐτῆς αὐτὸν ἄγουσα, καθὼς καὶ προϋπέσχετο φιλαλήθως.
Μετὰ δὲ τὴν τιμίαν κοίμησιν τοῦδε τοῦ μακαρίου παννυχὶς ἐτήσιος καὶ λαμπρὰ ἐτελεῖτο τοῦ μεγάλου καὶ θαυματουργοῦ Τύχωνος· καὶ τὸ τοῦ λαοῦ πλῆθος τὴν ἐξ ἔθους ὑμνῳδίαν ἐπιτελῶν, εὐωδία ἀνεδόθη πολλὴ σφόδρα καὶ δαψιλῆ μύρα ἰαματικὰ ἔβλυσαν ἐκ τοῦ ἱεροῦ λειψάνου τοῦ ἐλεήμονος Ἰωάννου· ὧν καὶ κατατρυφήσαντες οἱ παρατυχόντες ἴστωσαν οἵας δόξης τετύχηκεν ὁ δίκαιος οὗτος παρὰ τοῦ δοξάζοντος τοὺς δοξάζοντας αὐτόν.
Καὶ ταῦτα μέν, ὦ ἱερὰ κεφαλὴ καὶ αἰδέσιμος καὶ τοῦ ἐλεήμονος Θεοῦ ἐπώνυμος, ἐκ τοῦ θείου καὶ περιβλέπτου σου βίου παρειληφὼς ἔγωγε κεφαλαιωδῶς καὶ οὐ κατὰ μέρος οὐδ’ ὡς κεκλοφὼς ἀλλὰ φανερῶς συλλεξάμενος προειλόμην καὶ οἴκοθεν ἐγκώμιά τινα μικρά σοι προσθεῖναι, κατὰ τὸ «καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου» εἰς δόξαν τοῦ σὲ δοξάσαντος Θεοῦ καὶ οἰκοδομὴν βουλομένων ψυχῶν. Ἀλλὰ καὶ πῶς ἐγκωμιάσαι ἰσχύσω τῷ ἑνωθέντι Θεῷ παντοκράτορι καὶ τῷ ἀνεσπέρῳ φωτί; «πῶς γὰρ φωτίσειεν λύχνος τὸ φῶς;» ἢ τί προσθήσει τῇ ἀβύσσῳ βραχυτάτη σταγών; καὶ ἡλίῳ τῷ πυρσοφώτῳ τίς χρεία σπινθῆρος οὐδαμινῆς; σὺ γάρ, ὦ μακάριε, τῷ ἀνεσπέρῳ φωτὶ διὰ παντὸς ἡνωμένος καὶ τῇ ἀβύσσῳ τῶν ἀβύσσων τῶν τοῦ Θεοῦ ἀγαθῶν διὰ τῆς εὐποιΐας καταξιωθείς, τίς ἱκανὸς ἐπαινέσαι ἀξίως τὸν θεῖον καὶ περίβλεπτον βίον σου, ὃν ἐξεπλάγησαν οὐχ ἁπλῶς ἄνθρωποι ἐπὶ τῆς γῆς ἀλλὰ καὶ ἄγγελοι ἐν οὐρανῷ, καὶ Θεὸς προσηκάμενος προσεπῄνεσε;
Ὅθεν καὶ ὡς ἐλεήμων ὑπερφυῶς τὴν τοῦ φύσει ἐλεήμονος Θεοῦ κλῆσιν κατὰ μέθεξιν ἐξεπλούτηκας ὑπὲρ ἄνθρωπον· διὸ καὶ «ἀπορεῖ πᾶσα γλῶσσα εὐφημεῖν πρὸς ἀξίαν» σε· ἀλλ’ ἔγωγε τολμηρῶς ἐν γλώσσῃ ἐξιτήλῳ μικρὰ χαιρετίσας σε τὸν λόγον καταυνάσω τοῦ θέειν.
Χαίροις, ἐλεῆμον πάτερ Ἰωάννη μεγαλώνυμε, ὡς τῆς Τριάδος ὑπέρμαχος, ὡς τῶν ὀρθῶν δογμάτων ἡγεμών, ὡς τῶν ἐν σκότει τῆς πλάνης κειμένων φωταγωγός, ὡς τῶν πιστῶν στηριγμὸς καὶ τῶν ἀπίστων πέλεξ κοπτικός.
Χαίροις, ἐλεῆμον πάτερ Ἰωάννη θεόκλητε, ὡς τῶν ἀγγέλων ἐφάμιλλος, ὡς τῶν πρώτων πατέρων ὁμόσκηνος, ὡς τῶν προφητῶν ἑταῖρος καὶ τῶν ἀποστόλων διάδοχος, τῶν ἱεραρχῶν καλλωπισμὸς καὶ ζηλωτὴς μαρτύρων, ὡς τῶν ὁσίων ὁμότροπος καὶ τῶν δικαίων τὸ κλέος.
Χαίροις, ἐλεῆμον πάτερ Ἰωάννη θεσπέσιε, ὡς τοῦ Χριστοῦ ὀπαδός, ὡς τῶν αὐτοῦ προβάτων σωτήρ, ὡς θνῄσκειν αἱρούμενος ὑπὲρ τῆς ποίμνης αὐτοῦ, ὡς τῶν αὐτοῦ ἐντολῶν φύλαξ ἀκριβής, ὡς τῆς ἐνθέου ἐλεημοσύνης ἔξαρχος καὶ ἐργάτης ἀληθής.
Χαίροις, ἐλεῆμον πάτερ Ἰωάννη θεοχαρίτωτε, ὡς τοῦ ἐλέους ναματοφόρος πηγή, ὡς τῶν πεινώντων κλήτωρ καὶ τροφεύς, ὡς πατὴρ ὀρφανῶν καὶ προστάτης χηρῶν, ὡς τῶν ἀπόρων ποριστὴς καὶ ἑτοιμότατος βοηθός. Χαίροις, ἐλεῆμον πάτερ Ἰωάννη πολύαθλε, ὡς τῆς νοητῆς ἀμπέλου κάλλιστος γεωργός, ἐξ ἧς καὶ βότρυας ἀποθλίψας γλεῦκος ἐλέους ἐπότισας διψῶντας καὶ τὴν ἀληθῆ ἄμπελον καὶ τὸν αὐτῆς πατέρα, τὸν γεωργόν, ἐπεύφρανας ἐνθέως.
Χαίροις, ἐλεῆμον πάτερ Ἰωάννη θεόληπτε, ὅτι δίκαιος ὢν ἐξήνθησας ὡς φοῖνιξ, καὶ ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ καρποφορήσας καρποὺς ἐλεημοσύνης ἐξέθρεψας πεινῶντας· ἔνθεν καὶ ὡς φοῖνιξ ἀνυψώθης, ὡς κέδρος, ὡς κυπάρισσος, καὶ ἐπλατύνθης ὡς πλάτανος, καὶ ὡς ἀσπαλαθὸς ἀρωμάτων καὶ ἐλέους ἔδωκας ὀσμήν· καὶ ἀναγόμενος οὐκ ἔστης, ἄχρις ἂν καὶ τὰς οὐρανίους ἁψῖδας ὑπερβὰς ἀγγέλων ἰσοστάσιος γέγονας, μεθ’ ὧν καὶ μέλπεις γαννύμενος Θεῷ παντοκράτορι.
Χαίροις, ἐλεῆμον πάτερ πανένδοξε, ὅτι «ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ὡσεὶ ἐλαία κατάκαρπος» τὸ πολυέλεον ἐκεῖνο ἐκαρποφόρησας, οὐχ ἁπλῶς ἀκροδρύους καὶ δρυπετίους καρποὺς ἀλλ’ ἐκείνους οὓς ὁ δεσπότης ἡμῶν Χριστὸς ἐνετείλατο εἰπών· «Ἐπείνασα καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγατέ με, γυμνὸς καὶ περιεβάλετέ με» καὶ τὰ ἑξῆς ἐκείνων τῶν θείων ῥητῶν. Σὺ δὲ οὐχ ἁπλῶς ἕνα τῶν ἐλαχίστων αὐτοῦ ἀδελφῶν ἀλλὰ χιλιάδας καὶ μυριάδας ἀναριθμήτους πενήτων ἔθρεψας, ἐπότισας, ἐνέδυσας καὶ ἐσκέπασας· εὔδηλον πάντως ὅτι καὶ προπάντων ἔχεις ἀκοῦσαι τό· «Δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου» καὶ τὰ ἑξῆς τῶν θείων θεσμῶν· καὶ οὐδείς, οἶμαι, πρὸ σοῦ εἰς τὴν χαρὰν ἐκείνης τῆς βασιλείας προλάβοι σε ὡς ἐξάρχοντα κλήσει τε καὶ πράξει τῆς τοῦ ἐλέους πηγῆς.
Χαίροις, ἐλεῆμον πάτερ Ἰωάννη θεόσοφε, ὡς τοῦ ἐλέους εἰσηγητής, ὡς ἕτερος Νεῖλος ἔμψυχος γαίας ἀρδεύων λογικὰς ῥεύμασιν ἐλέους, καταγωγίους ξενῶνας καὶ πτωχοτρόφους οἴκους δειμάμενος εἰς Θεοῦ δόξαν καὶ σὴν εὔκλειαν, θεομακάριστε· ἔνθεν καὶ πλείστους θησαυροὺς ἐν οὐρανῷ θησαυρίσας καὶ τὰ πλήθη τῶν θείων σου γεννημάτων ἐν ταῖς θείαις συνάγων ἀποθήκαις εὐφραίνεσαι δαψιλέστατα.
Χαίροις, ἐλεῆμον Ἰωάννη πάτερ πανόλβιε, ὡς ἀγαπήσας καὶ συζευχθεὶς τῇ πρώτῃ τῶν θυγατέρων τοῦ πανελεήμονος Θεοῦ, ὡς ἐκείνη καθοραθεῖσα ἐξεῖπέν σοι, ἐξ ἐλαίας κλάδων ἐστεμμένην ἔχουσα τὴν ἱερὰν κεφαλήν, οὐκ ἐξ ἀργύρου καὶ χρυσοῦ καὶ λίθων πολυτελῶν ἀλλὰ τὰ τῆς ἐλεημοσύνης σύμβολα παραδεικνύουσά σοι, κλάδοις ἐλαίας ἐστεμμένη ὦπταί σοι καί, εἴ γε φιλήσεις καὶ θεραπεύσεις με, λέγουσα, ἐγώ σε πρὸς τὸν ἐμὸν παρεισάξω πατέρα, καθότι πλὴν ἐμοῦ οὐδεὶς πρὸς αὐτὸν κέκτηται παρρησίαν· δι’ ἐμοῦ γὰρ καὶ ἐκ τῶν οὐρανῶν κατελθὼν «τοῖς ἀνθρώποις συνανεστράφη», ἄνθρωπος τέλειος γεγονὼς καὶ «μορφὴν δούλου λαβών».
Χαίροις, πάτερ Ἰωάννη πανεύφημε, ὅτι τὸ τάλαντον τῆς ἐλεημοσύνης, ὃ ἐπιστεύθης, οὐ διπλοῦν ἀλλὰ πολλαπλοῦν προσοίσας τῷ δεδωκότι εἰσῆλθες ἐν παρρησίᾳ εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Χαίροις, ἐλεῆμον πάτερ Ἰωάννη μεγαλώνυμε, ὅτι γέγονας ἐραστὴς τοῦ κάλλους τῆς προρρηθείσης θυγατρὸς τοῦ Θεοῦ, καὶ φιλήσας αὐτὴν καὶ φιληθεὶς παρ’ αὐτῆς καὶ θεραπεύσας αὐτὴν καὶ θεραπευθεὶς ὑπ’ αὐτῆς ἐγέννησας δι’ αὐτῆς υἱοὺς καὶ θυγατέρας, «ὧν οὐκ ἔστιν ἀριθμός», καὶ ὡς πατὴρ φιλόστοργος πάντας ἐξέθρεψας βρώμασιν εὐσεβείας καὶ τὰ χρειώδη χορτάσματα· διὸ καὶ αὐτὴ ἀψευδῶς τὰς πρὸς σὲ ὑποσχέσεις ἀποπληροῦσα ἧκε πρὸς σὲ ἐν τῇ ἁγίᾳ κοιμήσει σου, σαφῶς σοι τὰ γνωρίσματα ἐμφανίζουσα, τήν τε ἡλιόμορφον τοῦ προσώπου μορφὴν καὶ τὸ ἐκ τῆς ἐλαίας ἔλεον ἐστεμμένην τὴν κεφαλήν, καὶ οὕτως ἀποβιοῦντα ὀφθεῖσά σοι προῆγε χειροκρατοῦσα καὶ ὁδηγοῦσα καὶ εἰσάγουσά σε πρὸς τὸν πατέρα αὐτῆς καὶ βασιλέα Θεόν, καθὼς καὶ προϋπέσχετο.
Μεθ’ ἧς καὶ λιτάνευσον, ὦ πάτερ θεόκλητε, «τὸν ἐλεήμονα Κύριον» ὑπὲρ τοῦ κόσμου ὡς ἔχων παρρησίαν, ὡς καλὸς ποιμὴν ὑπὲρ παντὸς ποιμνίου λογικοῦ, ὑπὲρ πόλεως καὶ Ἐκκλησίας καὶ πιστοτάτων βασιλέων τῶν πολεμουμένων ὑπὸ λαοῦ ὀθνείου, καὶ «μεταίρειν ὅρια αἰώνια ἃ ἔθετο» Κύριος καὶ «πατέρες» ἀρχαῖοι, καὶ πειρωμένων οὐχ ἁπλῶς οἰκίαν πρὸς οἰκίαν ἀλλὰ χώρας ἐπὶ χώρας καὶ πόλεις ἐπὶ πόλεις παρασυνάπτειν ἀθέσμως καὶ κατακληρονομῆσαι τό· Οὐαὶ ἐνδίκῳ δίκῃ Θεοῦ.
Χαίροις, ἐλεῆμον Ἰωάννη πάτερ θεοπόθητε, καὶ ὡς ἐλεήμων λόγῳ καὶ πράγματι πρεσβεύων καὶ ὑπὲρ πάντων ἡμῶν καὶ ὑπὲρ τῆς ἐμῆς ταπεινότητος ἐν μετανοίᾳ καὶ εὐαρεστήσει Θεοῦ καταλῦσαι τὸν βίον, καὶ τὴν παροῦσαν τοῦ λόγου εὐτελεστάτην προσφορὰν ὡς ἐλεήμων πρόσδεξαι καὶ ὡς πατὴρ φιλόστοργος παιδαρίου ψελλίσματα, ὅπως ἐκ πάντων καὶ διὰ πάντων καὶ πασῶν τὸ ἐνούσιον καὶ τρισσὸν ὄνομα εὐλογῆται, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.