Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Πανηγυρικός λόγος

Νεόφυτος ὁ Ἔγκλειστος

Εγκώμιο στον άγιο Γεννάδιο Κωνσταντινουπόλεως

Αναφορά στην ποιμαντορία του αγίου Γενναδίου, τον αγώνα του κατά της σιμωνίας, την παραίτηση και τη μυστική του αναχώρηση στην Κύπρο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 22 από 30

Ἔστω σοι, πανάριστε καὶ πανάγιε πάτερ, καὶ ὁ παρὼν λόγος μὴ παροπτέος, ἀλλ’ ὡς φιλοστόργῳ πατρὶ ποθεινὰ ψελλίσματα νηπίων πρὸς θεραπείαν καὶ δόξαν, ὡς μὴ δυναμένῳ ὑψηλοτέρως ἢ χαριεστέρως ἐκτραγῳδῆσαι περὶ τοῦ θεολήπτου βίου σου, ὃν ἐδόξασε Κύριος· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

ΝΕΟΦΥΤΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΕΓΚΛΕΙΣΤΟΥ ΕΓΚΩΜΙΟΝ ΚΕΦΑΛΑΙΩΔΕΣ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΕΝΝΑΔΙΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΚΑΙ ΠΕΡΙ ΤΗΣ ΑΥΤΟΥ ΕΓΚΥΚΛΙΟΥ ΕΠΙΣΤΟΛΗΣ ΚΑΙ ΔΙΑΤΙ ΤΟ ΤΙΜΙΟΝ ΑΥΤΟΥ ΛΕΙΨΑΝΟΝ ΟΥΚ ΑΝΕΚΟΜΙΣΘΗ ΠΡΟΣ ΤΗΝ ΒΑΣΙΛΕΥΟΥΣΑΝ ΠΟΛΙΝ Εὐλόγησον, πάτερ. Γεννάδιος ὁ γενναῖος τῆς εὐσεβείας ὑπέρμαχος, Γεννάδιος ὁ κλεινὸς τῆς Ἐκκλησίας τὸ στήριγμα, Γεννάδιος ὁ σεμνὸς τῶν ἱεραρχῶν τὸ κλέος, τῶν ὀρθοδόξων τὸ στήριγμα, τῆς ἱεραρχίας τὸ ἀγλάϊσμα, ὁ ὑποφήτης τῆς χάριτος, ὁ μύστης τῶν εὐσεβῶν δογμάτων, ὁ φύλαξ καὶ θεσμοθέτης τῶν ἐκκλησιαστικῶν κανόνων, ὁ φωστὴρ τῶν ἐν σκότει ἀσεβείας κατακειμένων, ὁ λαμπαδοῦχος πάσης τῆς οἰκουμένης, ὁ τῆς μεγαλοπόλεως βασιλίδος ποιμενάρχης καὶ πρωτοπρόεδρος καὶ οἰκουμενικὸς «μύστης τῆς χάριτος» πάντας ἡμᾶς πρὸς εὐωχίαν πνευματικὴν συνεκάλεσε σήμερον, ἵνα τὸν αὐτὸν δοξάσαντα δοξάσωμεν Κύριον, ὃς ἐκ τῆς προσκαίρου ταύτης καὶ πολυπόνου ζωῆς πρὸς τὴν ἀθάνατον μετέστησε ζωήν, ὅτι «δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ ὑψίστῳ» καὶ ὅτι «τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους» παρ’ αὐτοῦ λαβόντες, ὡς γέγραπται, σὺν αὐτῷ βασιλεύουσι.

Ἔνθεν καὶ ἡμεῖς ὀφείλομεν εὐχαριστεῖν αὐτὸν καὶ δοξάζειν, ὡς τοσούτων καὶ τηλικούτων ἀγαθῶν δοτῆρα καὶ χορηγόν, οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν ἐτήσιον μνήμην γεραίρειν τοῦ θεράποντος αὐτοῦ Γενναδίου ὡς ἐφικτόν· οὗ κἀγὼ διαρρήδην ἐρῶ τὴν ἔνθεον πολιτείαν, ἣν καὶ ἔκ τινων βραχέων ὑπομνημάτων καταλαβεῖν ἠδυνήθην.

Οὗτος γοῦν ὁ γενναῖος Γεννάδιος τῆς Μεγάλης Ἐκκλησίας πρεσβύτερος ἦν, λόγῳ καὶ πράξει κεκοσμημένος εἰς ἄκρον καὶ σεμνότητι βίου διαλάμπων μέγα παρὰ πάντων εἶχε τὸ κλέος. Ἤκμασε δὲ πρὸς τὰ τελευταῖα τῆς βασιλείας Λέοντος τοῦ μεγάλου, τοῦ καλουμένου Μακέλλη, ὁπηνίκα καὶ Δανιὴλ ὁ πανόσιος ἐν τῷ Ἀνάπλῳ αἰθέριος ἵστατο ἐν τῷ στύλῳ καὶ ὡς πύκτης πυκτεύων κατὰ παθῶν καὶ δαιμόνων, καὶ ὁ ἅγιος Ἀνδρέας ὁ διὰ Χριστὸν σαλὸς ἑκούσιος ἔξηχος ἐγνωρίζετο παίζων καὶ παιζόμενος ὡς τὰ τοῦ κόσμου μάταια παίγνια λογιζόμενος.

Τελευτήσαντος δὲ Ἀνατολίου τότε πατριαρχοῦντος, ὁ μέγας Γεννάδιος ὑπό τε τοῦ βασιλέως καὶ τῆς συγκλήτου καὶ τῆς Μεγάλης Ἐκκλησίας προχειρίζεται ἀξίως, ψήφῳ τε Θεοῦ καὶ τάξει κανονικῇ ὡς λύχνος ἐπὶ λυχνίαν ἐπὶ τὸν πατριαρχικὸν ἀνακομίζεται θρόνον «φωτίζων τοὺς ἐν σκότει» ἀσεβείας πρὸς φέγγος θεογνωσίας καὶ ὡς ἄριστος κυβερνήτης κυβερνῶν τῆς Ἐκκλησίας τοὺς οἴακας ἔτη δέκα καὶ τρία καὶ μῆνας δύο, ὄγδοος ἐπίσκοπος μετὰ τὸν θεῖον Χρυσόστομον γενόμενος, ὧν καὶ τὰ ὀνόματά εἰσι ταῦτα· Ἀρσάκιος, Ἀττικός, Σισίνιος, Νεστόριος (ὁ τῆς Θεοτόκου λύττης), Μαξιμιανός, Πρόκλος, <Φλαβιανός>, Ἀνατόλιος, οὗ καὶ διάδοχος, ὡς προείρηται, Γεννάδιος ὁ μέγας. Ἔφθασε δὲ καὶ τὴν βασιλείαν Ἀναστασίου τοῦ αἱρετικοῦ καὶ Δικόρου, ὃς καὶ ἀστραπόκαυστος γέγονε παρὰ τῆς θείας ὀργῆς. Γεννάδιος δὲ ὡς ἀστὴρ φαεινὸς λάμψας ἐν τῷ κόσμῳ εὐσεβείας μαρμαρυγὰς κατεφώτισε τὴν οἰκουμένην ποιμαίνων τὰ ποίμνια τοῦ Χριστοῦ «ἐν ὁσιότητι καὶ δικαιοσύνῃ» καὶ φυλάττων θεσμοὺς ἀποστολικῶν παραδόσεων περί τε χειροτονούντων ἅμα καὶ χειροτονουμένων λόγῳ καὶ πράξει ποιῶν τε καὶ διδάσκων.

Ἀλλ’ ἐπειδήπερ τὸ τῆς φιλαργυρίας τυραννικώτατον πάθος κατίσχυσεν ἡττῆσαι τῶν ἐπισκόπων τινάς, καὶ κατετόλμουν παραχαράττειν χειροτονίας θεσμοὺς καὶ χειροτονεῖν ἐπὶ χρήμασι καὶ τὴν ἄπρατον τοῦ Πνεύματος χάριν ὑποβιβάζειν εἰς πρᾶσιν, ἤκουσε τοῦτο ὁ μέγας οὗτος καὶ ἐδεινοπάθησε σφόδρα· διὸ καὶ γράφει συνοδικῶς καὶ θεοσόφως ἐπιστολὴν ἐγκύκλιον, ἤτοι περικυκλοῦσαν τοὺς ἀρχιερεῖς πάσης τῆς οἰκουμένης, περιέχουσαν οὕτως.

Τοῖς ὁσιωτάτοις καὶ θεοφιλεστάτοις ἡμῶν συναδελφοῖς καὶ συλλειτουργοῖς καὶ μητροπολίταις Γεννάδιος καὶ ἡ σὺν αὐτῷ ἐνδημοῦσα ἁγία σύνοδος ἐν Κυρίῳ χαίρειν. Ὁ δεσπότης ἡμῶν Θεὸς καὶ Σωτὴρ Ἰησοῦς ὁ Χριστὸς τοὺς ἁγίους αὐτοῦ μαθητὰς οἰκουμενικοὺς διδασκάλους χειροτονήσας καὶ ἀποστείλας κηρύξαι τοῦ εὐαγγελίου τὸ κήρυγμα, «δωρεάν», φησίν, ἣν παρ’ ἐμοῦ «ἐλάβετε, δωρεὰν δότε», δηλονότι μηδὲν λαμβάνειν ὑπὲρ αὐτῆς χρυσὸν ἢ ἄργυρον ἢ χαλκοῦν ἢ ἄλλο τι γεῶδες καὶ ὑλικόν. Ταύτην δὲ τὴν ἐντολὴν καὶ ἡμῖν δι’ ἐκείνων ἐντέλλεται, ὡς τὸν ἐκείνων βαθμόν τε καὶ τόπον καὶ ἡμᾶς καταξιώσας. Καὶ καθάπερ ἐκεῖνοι τότε οὕτω καὶ ἡμεῖς ὀφείλομεν ἀκριβῶς φυλάττειν τὴν ἐντολήν· «δωρεὰν ἐλάβετε», φησί, «δωρεὰν δότε». Τί γὰρ τῆς ἐντολῆς ταύτης σαφέστερον; τί δὲ τοῖς πειθαρχοῦσι λυσιτελέστερον; Οὐαὶ δὲ τοῖς κτήσασθαι ἢ διδόναι διὰ χρημάτων τὴν τοῦ Θεοῦ δωρεὰν ἐπιχειροῦσιν· «εἰς χολὴν γὰρ πικρίας», ὥς φησι Πέτρος, «καὶ σύνδεσμον ἀδικίας» οἱ τοιοῦτοι ὑπὸ τῆς ἑαυτῶν συνελήφθησαν φιλαργυρίας.

Ἔνθεν καὶ ὁ δεύτερος κανὼν τῶν ἐν Χαλκηδόνι ἑξακοσίων τριάκοντα ἁγίων Πατέρων συνοδικῶς ἀπεφήνατο λέγων· Εἴ τις ἐπίσκοπος ἐπὶ χρήμασι χειροτονίαν ποιήσοιτο καὶ χειροτονήσει ἐπίσκοπον ἢ χωρεπίσκοπον ἢ πρεσβύτερον ἢ διάκονον ἢ οἰκονόμον ἢ ἕτερόν τινα τῶν ἐν τῷ κλήρῳ καταριθμουμένων καὶ εἰς πρᾶσιν καταγάγῃ τὴν ἄπρατον χάριν καὶ ἐλεγχθῇ, κινδυνευέτω περὶ τὸν οἰκεῖον βαθμὸν ὅ τε χειροτονῶν καὶ ὁ χειροτονούμενος καὶ ἀλλότριος ἔστω τῆς ἀξίας, ἧς διὰ χρημάτων προσελάβετο. Κάλλιστα καὶ εὐσεβῆ τῶν ἁγίων Πατέρων τὰ παραγγέλματα, ὅτι πᾶν φιλάργυρον καὶ διαβολικὸν ἐπιχείρημα κατὰ τῆς πνευματικῆς φερόμενον δωρεᾶς ἐξέκοψαν καὶ ἀπεβάλοντο· ἀλλ’ οὔτε πρὸ τῆς χειροτονίας, φησίν, οὔτε μετὰ τὴν χειροτονίαν ἔξεστι δι’ αὐτὴν χρήματα λαμβάνειν· λαβεῖν γὰρ ἔστιν, ὅτε καὶ λάβοι.

Ἐφωράθησαν δέ τινες κατὰ τὴν Γαλατῶν χώραν δι’ αἰσχροκερδίαν καὶ φιλαργυρίαν τὰ σωτήρια ταῦτα καὶ ἅγια παραγγέλματα παραβῆναι, καὶ διὰ τοῦτο ἡμεῖς ἐν ταύτῃ τῇ Νέᾳ Ῥώμῃ καὶ βασιλίδι μετὰ τῆς ἐνδημούσης ἡμῖν ἁγίας συνόδου ὁρίζομεν ἀκολούθως τοῖς προλαβοῦσιν, ὥστε δίχα πάσης ἐπινοίας καὶ προφάσεως καὶ σοφίσματος τὴν ἀσεβῆ ταύτην νόσον καὶ βδελυρὰν παντελῶς ἐκκοπῆναι τῶν ἁγιωτάτων «ἐκκλησιῶν τοῦ Θεοῦ», ὅπως ἀκαπηλεύτου καὶ καθαρᾶς τῆς τοῦ χειροτονοῦντος χειρὸς γινομένης, ἄνωθεν καὶ ἡ καθαρὰ τοῦ ἁγίου Πνεύματος χάρις ἐπιφοιτῶσα ἐκπληροῖ τὸν χειροτονούμενον, καὶ μὴ συστέλλεσθαι μᾶλλον ὡς ἤδη διὰ χρημάτων τῆς χειρὸς μολυνθείσης.

Δεῖ γὰρ τοὺς χειροτονοῦντας ὑπηρέτας εἶναι τοῦ Πνεύματος καὶ μὴ πράτας τοῦ Πνεύματος, καὶ χάριν εἶναι τὴν χάριν καὶ μηδαμῶς μεσιτεύειν ἀργύριον. Διὸ ἔστω τοίνυν καὶ ἔστιν ἀποκήρυκτος καὶ πάσης ἱερατικῆς ἀξίας ἀλλότριος καὶ τῇ κατάρᾳ τοῦ ἀναθέματος ὑποκείμενος, ὅ τε κτώμενος καὶ ὁ διδοὺς αὐτὴν διὰ χρημάτων οἰόμενος, κἄν τε ἐλέγχοιτο ὁ τοῦτο ποιῶν κἄν τε μὴ ἐλέγχοιτο. Ταύτην δὲ ἡμεῖς τὴν ἀπόφασιν κατὰ τῶν παρανομούντων τὰ τοιαῦτα συνοδικῶς ἐξεφράσαμεν καὶ πᾶσαν δὲ ὑμῶν τὴν ἐν Χριστῷ ἀδελφότητα προσαγορεύομεν.

Καὶ ἔρρωσθε ἐν Κυρίῳ, θεοφιλέστατοι ἀδελφοί. Ἀξιέπαινος ἅμα καὶ φοβερὰ ἡ ἐπιστολὴ αὕτη ὡς πᾶσαν καπηλείαν ἐκκόπτουσα «τῶν ἐκκλησιῶν τοῦ Θεοῦ»· ἀλλὰ ταύτην οἶμαι οὐδὲ ἀκοῦσαι ἀνέχονται τῶν ἐπισκόπων τινές, καὶ μάλιστα ὅσοι τὸν νοῦν καὶ τὰς χεῖρας ἔχουσιν ἑτοιμοτάτας πρὸς τὸ λαβεῖν. Ἀκούσονται δὲ ταῦτα καὶ μὴ βουλόμενοι, ὁπηνίκα ὁ παντεπίσκοπος Λόγος τοῦ Θεοῦ «γυμνὰ πάντα καὶ τετραχηλισμένα» ἐνώπιον ἑκάστου παραστήσας ἐρεῖ τῷ ὑπευθύνῳ· «Ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου»· περὶ ὧν ἔγωγε λέγειν εὐρυτέρως οὐ βούλομαι· ἀλλὰ καὶ ταῦτα ἔφην παρομαρτῶν τῆς ἐπιστολῆς τὸν εἱρμὸν καὶ ὑποδεῖξαι βουλόμενος ὅτι ἦν θαυμαστὴ καὶ μεγάλη τοῦ μεγάλου Γενναδίου <ἡ> εὐσέβεια.

Αὐτὸς δὲ θείῳ Πνεύματι ἐμπνευσθεὶς καὶ πρὸ χρόνου τὴν αὐτοῦ ἀποβίωσιν φωτισθεὶς καὶ μὴ ἀνεχόμενος ἐν πόλει τελευτῆσαι, ἐν ᾗ αἱρετικὸς κρατεῖ βασιλεύς, ἀσθένειάν τινα προβάλλεται καὶ ἀδυναμίαν καί τινα πρεσβύτερον τῆς αὐτοῦ Ἐκκλησίας, Ἀκάκιον τοὔνομα, προχειρίζεται εἰς πατριάρχην· αὐτὸς δὲ σχολάσας τῆς τῶν πολλῶν συναυλίας καὶ ἀπὸ δερμάτων ἐργασμένων περιβόλαιον ἐπιρράψας καὶ φορέσας καὶ ἔνδοθεν αὐτοῦ περιζωσάμενος σίδηρα ἐξέρχεται τῆς πόλεως λάθρᾳ ἐν νυκτί, Νείλῳ τινὶ εὐλαβεῖ μοναχῷ μύστην ἔχων τῶν γινομένων, ᾧ καὶ διεστείλατο μηδενὶ ἐξειπεῖν πώποτε τὰ περὶ αὐτοῦ.

Συνοδοιπόρον δὲ καὶ μαθητὴν τοῦτον παραλαβὼν πρὸς Ἱεροσόλυμα προσφοιτᾷ· καὶ τὸ ζωηφόρον τοῦ Χριστοῦ μνῆμα σχετικῶς προσκυνήσας καὶ πᾶν ἅγιον προσκύνημα προσκυνήσας καὶ προσευξάμενος οὐδὲ ἐν αὐτοῖς στέργει τὴν τελευτήν, ἀλλὰ θᾶττον εἰς Κύπρον ἐπανεστράφη· καὶ ἐν τῷ τῆς πόλεως Πάφου ἐπινείῳ προσορμισθεὶς οὐδὲ ἐν αὐτῇ παραμεῖναι προείλετο, ἀλλὰ τὸν μαθητὴν ἐν αὐτῇ καταλείψας ὥρμησεν ἐπὶ τὸ ὄρος ἐν ᾧ πάλαι ὁ μέγας Ἱλαρίων τὴν ἡσυχαστικὴν καὶ ἀσκητικὴν παλαίστραν κατὰ δαιμόνων ἐπήξατο. Σχολαιότερον δὲ βαδιοῦντος αὐτοῦ διὰ τὴν τοῦ σώματος ἀτονίαν, καταλαμβάνει αὐτὸν νὺξ καὶ νιφετὸς μέγας καὶ λαῖλαψ καὶ θύελλα· καὶ πλανηθεὶς τὴν ὁδὸν ὧδε κἀκεῖσε περιεφέρετο· καί, ἵνα γνωσθῇ Κύριος κρίματα ποιῶν, ἔρχεται εἴς τινα κώμην Κισσόπτερα καλουμένην, ἥτις καὶ προάστιον ἦν τῆς ἐπισκοπῆς Πάφου, καὶ καταντᾷ πρός τινα πύλην χήρας γυναικὸς δύο τέκνα ἐχούσης.

Καὶ κρούσαντος πολλάκις τῇ πύλῃ καὶ κράξαντος, οὐκ ἐκάφθη ἡ γυνὴ προκύψαι καὶ ἰδεῖν τίς ὁ ἐκ τοῦ χειμῶνος βιαζόμενος καὶ βιάζων ἐν τῇ πύλῃ· ὅπερ τάχα καὶ ἡμεῖς πολλάκις πάσχομεν, οἳ πολλοῖς τὰ τῆς φιλοξενίας σπλάγχνα σκληρύνοντες καὶ μηδὲν τοῖς ξένοις ἀνοίγοντες τὰ ὑπὲρ ἡμῶν ἀνεῳγμένα σπλάχνα τοῦ Θεοῦ ἐναποκλείομεν. Τοῦτο καὶ ἡ ἀθλία ἐκείνη γυνὴ δράσασα οὐκ ἐκάφθη διανοῖξαι τῷ ξένῳ· ἐκεῖνος δὲ τῇ ὑπερβολῇ τῆς χιόνος καὶ τῇ τοῦ ἀέρος ψυχρότητι ἀποπαγωθεὶς τῷ Κυρίῳ τὸ πνεῦμα παρέδωκε κατὰ τὴν εἰκάδα τοῦ Νοεμβρίου μηνός.

Ἐπεὶ δὲ ἐν οἷς τις ἁμαρτάνει ἐν τούτοις καὶ τιμωρεῖται, ἰδοὺ καὶ ἡ γυνὴ ὥσπερ καὶ αὐτὴ ἀπὸ ψύξεως παρειθεῖσα σὺν τοῖς τέκνοις αὐτῆς ἡμίθνητοι καὶ ἡμίξηροι ἐνδίκως γεγόνασι. «Πρωΐας δὲ γενομένης», συνῆλθόν τινες τῶν γειτόνων καὶ εὑρίσκουσι νεκρὸν μὲν τὸν ξένον, ἡμιθνήτους καὶ τοὺς οἰκείους· καὶ ἤσθησαν ὅτι διὰ τὸν ξένον οὗτοι παρείθησαν παριδόντες αὐτόν· διὸ καὶ δηλοῦσιν εἴδησιν τάχιον ταῦτα τῷ ἐπισκόπῳ Ὑπερορίῳ (εἴτε δὲ κυρίως ἦν αὐτῷ ὄνομα τοῦτο, εἴτε ὑπερόριος γέγονέ ποτε, οὐκ ἴσμεν εἰπεῖν). Ὁ δὲ στέλλει τινὰ τῶν πρεσβυτέρων αὐτοῦ καί τινα λαϊκὸν σὺν αὐτῷ πρὸς τὸ θάψαι τὸν ξένον.

Καὶ ὁ μὲν λαϊκὸς προῆλθε καὶ διεσώθη παραδηλῶν ἤδη καὶ τὴν ἔλευσιν τοῦ πρεσβυτέρου, ὁ δὲ πρεσβύτερος οὗτος ἐλθὼν μέχρι καὶ τῆς κρήνης τοῦ ὕδατος οὐκ ἐδόκει κρήνην ὁρᾶν ἀλλὰ ποταμὸν παμμεγέθη λίαν καὶ ἀπέραντον· καὶ πτοηθεὶς πάλιν ὑπέστρεψε μηδὲ τῷ ἐπισκόπῳ τολμήσας ἐμφανισθῆναι. Ἀλλὰ πάλιν ἀπὸ Κισσόπτερα τάχει ποδῶν τρέχει πρὸς τὸν ἐπίσκοπον ἕτερος πρέσβυς τὰ περὶ τοῦ ξένου μοναχοῦ διηγούμενος καὶ τὰ περὶ τῆς γυναικὸς πάθη. Μαθὼν δὲ καὶ παρὰ τοῦ πρεσβυτέρου ὅπως ὑπὸ μεγίστου εἴργεται ποταμοῦ, ἐν τόπῳ ᾧ οὐκ ἦν ποταμός, τινὰ τῶν ἁγίων ὑπενόει τὸν ξένον ἐκεῖνον μοναχόν, καὶ λοιπὸν οὐκέτι στέλλει τινάς, ἀλλ’ αὐτὸς σὺν τῷ κλήρῳ καὶ λογάδος λαοῦ ἅπτεται τῆς ὁδοῦ. Φθάσαντες δὲ τὴν προρρηθεῖσαν κρήνην βλέπουσι καὶ αὖθις οὐχ ἁπλῶς μέγιστον ποταμόν, ἀλλὰ καὶ σκότος ἐπάνω τοῦ ὕδατος. Καὶ τότε ὁ ἐπίσκοπος ἤσθη σαφέστερον μέγα τινὰ εἶναι τὸν ξένον ἐκεῖνον καὶ ἡμεῖς ἀνάξιοι τῆς πρὸς αὐτὸν ἐνδημίας· διὸ καὶ προτρέπει ἐκτενῶς εὔξασθαι πρὸς Κύριον συγχωρηθῆναι τὴν διάβασιν πρὸς τὸν ξένον ἐκεῖνον. Καὶ γενομένης ἐκτενοῦς ἱκετείας καὶ κραυγῆς, τὸ «Κύριε ἐλέησον», ἄφαντος καὶ ὁ ποταμὸς καὶ τὸ σκότος θᾶττον γεγόνασι· καὶ ἡ συνήθης κρήνη τοῦ ὕδατος πάλιν ὡρᾶτο μονώτατος, ἣν καὶ Ὅμορον ὕδωρ ὁ ἐπίσκοπος κέκληκε (ὅμορον δὲ ἑρμηνεύεται τὸ πλησίον καὶ οὐ πόρρω).

Ὁ δὲ ἐπίσκοπος καὶ πάντες οἱ σὺν αὐτῷ φθάσαντες ὁρῶσι μὲν τὸν ξένον νεκρὸν δερμοφόρον καὶ σιδηροφόρον ὁμοῦ· τίς δὲ ἦν καὶ πόθεν ὁ γινώσκων οὐδείς. Κελεύει δὲ ὁ ἐπίσκοπος τὴν παρειμένην γυναῖκα σὺν τοῖς τέκνοις αὐτῆς ἐν τοῖς ποσὶν προστεθῆναι τοῦ ἁγίου, καὶ ἐδυσώπουν αὐτὸν δοῦναι συγγνώμην τῇ γυναικὶ καὶ λυθῆναι τὴν τιμωρίαν· ὅπερ καὶ γέγονε. Καὶ ἰαθέντες ἀνέστησαν καὶ ἥλαντο καὶ περιεπάτουν δοξάζοντες μετὰ πάντων τὸν Κύριον καὶ τὸν ξένον ἐκεῖνον ἅγιον αὐτοῦ. Γίνεται οὖν φήμη μεγάλη [το]ῖς περὶ τὸ κάστρον καὶ τοῖς χωρίοις ὅτι σημειοφόρος τις μοναχὸς ἐκοιμήθη εἰς τὸ τῆς ἐπισκοπῆς κτῆμα Κισσόπτερα, καὶ ὁ ἐπίσκοπος σὺν τῷ κλήρῳ πρὸς αὐτὸν ἥκει· διὸ καὶ πανταχόθεν ἔτρεχον πάντες ἰδεῖν τίς ἆρα ὁ σημειοφόρος μοναχὸς οὗτος. Αὕτη δὲ ἡ φήμη καὶ τὸν προρρηθέντα Νεῖλον εἵλκυσε μετὰ πάντων, ὃς ἰδὼν καὶ ἐπιγνοὺς τὸν διδάσκαλον πλέον πάντων ὀλολύζων ἐθρήνει· καὶ ὡμολόγει μὲν αὐτὸν ἐπιστάτην αὐτοῦ, τίς δὲ καὶ πόθεν ἐστὶν εἰπεῖν οὐκ ἠνείχετο, ἄχρις ἂν ὁ ἐπίσκοπος κατ’ ἰδίαν αὐτὸν λαβὼν παρεκάλει ὁρκίζων αὐτὸν φανερῶσαι τίς ἆρα καὶ πόθεν ὁ ἅγιος οὗτος.

Ὁ δὲ ὑπολαβὼν ἔφη· Ἐγὼ μὲν ἐντέταλμαι παρ’ αὐτοῦ μηδενὶ γνωρίσαι τὰ κατ’ αὐτὸν καὶ ἐφύλαξα τὴν αὐτοῦ ἐντολήν, ἐκείνου δὲ τὸν βίον ἤδη ἀπολιπόντος, ἰδοὺ πρὸ πάντων ἀρτίως ἐρῶ τὸ μυστήριον· ἴσθι οὖν, δέσποτα, ὅτι ὁ μοναχὸς οὗτος, ὁ ξένος καὶ εὐτελὴς καὶ πτωχὸς καθορώμενος, Γεννάδιός ἐστιν ὁ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, ὃς γνώμῃ αὐθαιρέτῳ καταλείψας τὸν θρόνον κἀμοὶ τῷ ἐλαχίστῳ τεθαρρηκὼς τὸ μυστήριον, ἐξήλθομεν τῆς πόλεως λάθρᾳ ἐν ἀωρίᾳ νυκτὸς καὶ κατήλθομεν εἰς Ἱεροσόλυμα, κἀκεῖθεν μετὰ τὸ προσκυνῆσαι ἀνεζεύξαμεν ἐν τῇ Κύπρῳ· κἀμὲ περὶ τὸ κάστρον Πάφου καταλείψας·

Ἀπελεύσομαι, ἔλεγεν, ἰδεῖν τὸν τόπον ἐν ᾧ ὁ μέγας ἡσύχασεν Ἱλαρίων πάλαι καὶ εἶθ’ οὕτως ἐπανελεύσομαι. Καὶ τοῦτο μὲν οἶδα, ἐν ποίῳ δὲ τρόπῳ ἐλθὼν ἐνθάδε {καὶ} ἐτελεύτησεν οὐκ οἶδα. Ταῦτα δὲ καὶ τὰ ἑξῆς τῆς ἱστορίας ἐξειπὼν ὁ μαθητής, ἐξεπλάγη ὅ τε ἐπίσκοπος καὶ ἅπας ὁ λαὸς «καὶ ἐδόξαζον τὸν Θεὸν» καὶ τὸν κρυπτὸν δοῦλον αὐτοῦ. Εἶτα κελεύει ὁ ἐπίσκοπος γλωσσόκομον σκευασθῆναι καινόν, ἐν ᾧ καὶ ἀπετέθη τὸ ἅγιον λείψανον μετὰ δόξης καὶ ὕμνων καὶ θυμιαμάτων πολλῶν· καὶ αἴρουσιν αὐτὸ μετὰ λαμπάδων καὶ δορυφορίας πολλῆς καὶ μεγάλης παρεμβολῆς τοῦ ἀνακομίσαι καὶ θάψαι ἐν τῇ ἁγιωτάτῃ ἐπισκοπῇ. Φθάσαντες δὲ τὸν τόπον, ἔνθα νῦν ὁ αὐτοῦ ἵδρυται νεώς, ἄχθος καὶ ἀτονία ἥψατο τοῖς τὸ κιβώτιον φέρουσιν, καὶ καθῆκαν αὐτὸ ἐν τῇ γῇ ἀναπαύσεως χάριν· ἆραι δὲ αὐτὸ ἐξ ἐκείνου τοῦ τόπου ἴσχυσαν οὐδαμῶς, ἀλλ’ ὥσπερ ῥίζας βαθείας καταπῆξαν ἦν ἀμετάθετον. Τότε λοιπὸν ἤσθησαν ὅτι ἐν τῷ αὐτῷ τόπῳ ἠράσθη ὁ ἅγιος σορευθῆναι· διὸ καὶ θάπτουσιν αὐτὸν ἐντίμως ἐν τῷ αὐτῷ τόπῳ, καὶ γίνεται ὁ τάφος τοῖς πιστῶς προσιοῦσιν ἰαματοφόρος πηγή· καὶ «πάντες ἐδόξαζον τὸν Θεόν», ὅτι θησαυρὸν τηλικοῦτον καὶ ἰατῆρα ἐδωρήσατο αὐτοῖς.

Ἐπεὶ δὲ καὶ ὁ κατάρρους πολλάκις ἀπὸ πολλῆς ψυχρότητος εἴωθεν γίνεσθαι καὶ αὐτὸς ἀπὸ πολλῆς ψυχρότητος τέθνηκεν, ἰαματικὴν πρὸς τοῦτο τὸ πάθος κέκτηται χάριν. Εἶτα καὶ ναὸς ἐπάνω τοῦ τάφου δομεῖται ἐπὶ τῷ ὀνόματι τοῦ ἁγίου, καὶ ὁ ῥηθεὶς Νεῖλος, ὁ μαθητής, ὑποδιάκονος ἐν τῷ τέως χειροτονεῖται· τελευτᾷ δὲ καὶ αὐτὸς μετ’ ὀλίγον, ὅπως, κατὰ τὴν τοῦ Κυρίου φωνήν, ἔνθα ὁ κύριος, ἐκεῖ καὶ ὁ διάκονος αὐτοῦ συνδοξάζεται.

Ζητήσεως δὲ ἄξιόν μοι δοκεῖ πῶς οὐδεὶς τῶν βασιλέων ἢ τῶν πατριαρχῶν ἠρεθίσθη ἀνακομίσαι τὸ λείψανον τοῦ ἁγίου ἐν τῇ βασιλευούσῃ τῶν πόλεων, ὡς καὶ ἄλλα πλεῖστα ἀνεκομίσθησαν τῶν ἁγίων. Ἐμοὶ γὰρ δοκεῖ ὅτι οὐκ εὐδόκησεν ὁ ἅγιος ἐπὶ τοῦτο, εὐδόκησε δὲ μᾶλλον τὴν παροικίαν ὡς ἀεὶ τὴν ματαίαν δόξαν ἀποδιδράσκων, καὶ ἵνα λέγῃ τὰ τοῦ Δαβίδ· «Ὅτι πάροικος ἐγὼ καὶ παρεπίδημος» ἐν τῇδε τῇ νήσῳ Κύπρῳ, καὶ ἵνα, ὅτε ἀποστείλῃ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ ἐπισυνάξαι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπὸ τῶν περάτων τῆς γῆς, μὴ ἐκ βασιλίδος καὶ θρόνου ἀλλ’ ἔκ τινος ἐσχατίας καὶ παροικίας ἀναληφθεὶς ὑψωθῇ, κατὰ τὴν θείαν φωνήν, ὡς ἑαυτὸν ταπεινώσας. Ὁ θανὼν γὰρ ἐν ἀρετῇ καὶ εὐσεβείᾳ, κἂν εἰς βαρβαρικὴν χώραν πείσεται τοῦτο, οὐδὲν ζημιοῦται, ὥσπερ καὶ ὁ ἐν ἁμαρτίᾳ καὶ ἀσεβείᾳ θανών, κἂν εἰς βασιλικοὺς θαλάμους θανεῖται, οὐδὲν ὠφελεῖται.

Καὶ μαρτυρεῖ μου τῷ λόγῳ μετὰ πολλῶν καὶ ὁ προρρηθεὶς βασιλεὺς Ἀναστάσιος, ὃς διὰ πολλὴν καὶ ἄφατον μακροθυμίαν Θεοῦ ἑπτὰ καὶ εἴκοσι ἔτη ἐβασίλευσεν ἀσεβής· εἶτα βλέπει καθ’ ὕπνους νεανίαν τινὰ φοβερὸν κρατῶν ἐπὶ χεῖρας κώδικα γεγραμμένον καὶ ἀναπτύξας αὐτὸν λέγει πρὸς αὐτόν· Ἰδοὺ διὰ τὴν ἀπιστίαν σου ἀπαλείφω τῆς ζωῆς σου ἔτη ιδʹ, καὶ ἐχάραξεν αὐτὰ τῷ καλάμῳ. Οὐ πολὺν τὸ ἐν μέσῳ καὶ ἐπιπίπτουσιν αὐτῷ ἐν τῷ παλατίῳ ἀστραπαὶ καὶ βρονταὶ καὶ φόβητρα φοβερά, καὶ πάντες ἐξέφυγον τοῦ παλατίου, καὶ αὐτὸς κατελείφθη μονώτατος φεύγων ὦδε κἀκεῖσε τῆς ἀστραπῆς τὴν φοράν. Ἐν ἑνὶ δὲ τῶν κοιτωνίσκων, εἰς τὸ λεγόμενον Ὠᾶτον, ἡ ἀστραπὴ αὐτὸν κατατεφρώσασα, εὑρέθη νεκρός. Καὶ ἀποτίθεται ἐν τῷ τῶν ἁγίων Ἀποστόλων σηκῷ, ἐν λάρνακι λιθίνῳ, ἐν ᾧ καὶ μεθ’ ἡμέρας τινὰς ἐβόα λέγων·

Ἐλεήσατέ με καὶ ἀνοίξατέ μου τὸν τάφον. Ἀποκριθέντων δέ τινων ὅτι ἄλλος βασιλεύει, ἔφη· Οὐδέν μοι μέλει· εἰς μοναστήριον ἀπαγάγετέ με. Ἐάσαντες δὲ αὐτὸν καὶ μεθ’ ἡμέρας τινὰς ἀνοίξαντες τὸν τάφον, εὑρέθη ὅτι ἀπὸ πείνης καὶ τὰ καλλίγια καὶ τοὺς βραχίονας κατέφαγεν αὐτοῦ, ὅτι αἱρετικὸς ἦν.

Εἰ δέ τις λέγει διαπορῶν ὅτι πῶς μετὰ νέκρωσιν ἔκραζεν ἐκ τοῦ μνήματος, ἀκουέτω τὴν λύσιν. Εὔδηλον γὰρ ὅτι ἐκ τοῦ πολλοῦ φόβου τοῦ καταλαβόντος αὐτὸν σὺν τῷ ἀθλίῳ σώματι καὶ ἡ ἀθλία συνενεκρώθη ψυχή, ὡς μήτε ἀγγέλου πρὸς αὐτὴν καταξιώσαντος, μήτε δαιμόνων ἐπάνω τῆς θείας ὀργῆς προσπελάσαι κατατολμήσαντες. Καὶ ἐτάφη λοιπὸν τὸ σῶμα μετὰ ψυχῆς· ἀλλ’ ἐπειδὴ ἀθάνατος αὕτη καὶ διά τινος ἠρεμίας ἐν τῷ τάφῳ ἀπαλλαγεῖσα τοῦ δέους καὶ ἀνανήψασα, ἔκραζε διὰ τοῦ σώματος τὰς προλεχθείσας φωνάς, οὐ μέντοι καὶ εἰσηκούσθη εἰς φῶς ἐξελθεῖν ἔτι διὰ τὴν προλαβοῦσαν ἀσέβειαν, ὅτι πάντα καλὰ ἐν καιρῷ αὐτῶν· «ἐν τῷ ᾅδῃ» δέ, φησί, «τίς ἐξομολογήσεταί σοι;». Εἴωθεν γὰρ ἡ Γραφὴ πολλάκις ᾅδην καλεῖν καὶ τὸν τάφον, πρὸς ὃν ἐκεῖνος ἐτάφη σὺν τῇ ψυχῇ καὶ τῇ αἱρέσει.

Ἦν δὲ αὐτοῦ ἡ αἵρεσις ἡ λεγομένη τῶν Ἀκεφάλων, ἀπὸ Σεβήρου τινὸς ἀρξαμένη κακῶς. Ἐκλήθησαν δὲ Ἀκέφαλοι, ὡς ἐμοί γε δοκεῖ, ὅτι τὸ τῆς πίστεως ἀκροθίνιον καὶ τῶν ἀγαθῶν τὸ κεφάλαιον, τὴν σάρκωσιν τοῦ Κυρίου, ἠθέτησαν κακοφρόνως, δόκησίν τινα καὶ φαντασίαν τοπάσαντες αὐτὴν καὶ μὴ σάρκωσιν ἐν ἀληθείᾳ· διὸ καὶ ἐπειρῶντο συνάπτειν τῷ τρισαγίῳ ὕμνῳ «ἅγιος ὁ Θεὸς ὁ σταυρωθεὶς δι’ ἡμᾶς». Οἱ δὲ τοιοῦτοι Θεοπασχῖται καλοῦνται, ὡς ὅτι ἡ θεία φύσις ἔπαθεν, οὐχὶ δὲ ἡ ἀνθρωπίνη. Ὢ τῆς ἐσχάτης ἀνοίας· πῶς οὐκ ἐνόησαν ὅτι φύσις ἀσώματος οὔτε κρατηθῆναι δυνατὸν οὔτε πασχῆσαι ποτέ; Εἰ δὲ οὐκ ἦν ἀληθὴς ἡ τοῦ Χριστοῦ σάρξ, τίς ἐθήλασε, τίς περιετμήθη, τίς ἐβαπτίσθη, τίς ἐκοπίασε, τίς συνέφαγε καὶ [***]