Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Περὶ τῆς ἱεραρχίας τοῦ Χριστοῦ

Νεόφυτος ὁ Ἔγκλειστος

Η αποδοχή της ιερωσύνης από τους Ιουδαίους ιερείς

Θεολογική ανάλυση των λόγων για τους οποίους ο Χριστός καταδέχθηκε να λάβει την ιεραρχική τάξη από τους Ιουδαίους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 2 από 4

Καὶ πῶς ἄρα κατεδέξατο ψῆφον ἱερωσύνης ἐξ ἱερέων παρανόμων καὶ φονευτῶν καὶ οὐ μᾶλλον αὐτοὺς ἀπεχειροτόνησεν; Ὅτι οὐ τὰ τῆς αὐθεντίας ἀλλὰ τὰ τῆς ταπεινώσεως ἦν οἰκονομῶν. Διὸ οὐ μόνον αὐτοὺς οὐκ ἀπεχειροτόνησεν, ἀλλὰ μᾶλλον ὑπείκειν αὐτοῖς τὸν δῆμον ἐκέλευσεν· «Πάντα» γάρ, φησίν, «ὅσα ἂν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν».

Κατεδέξατο δὲ καὶ τῆς ἀρχιερωσύνης ψῆφον παρ’ αὐτῶν διὰ τρεῖς ταύτας αἰτίας· πρῶτον μέν, ἵνα πληρώσῃ τὴν μεθ’ ὅρκου πατρικὴν προφητείαν, ὅτι «σὺ ἱερεὺς» ἐν τῷ ἱερῷ ἐπιχωριάζων διδάσκει τὸν λαόν· δεύτερον, ὅτι «σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ»· εἰ γὰρ καὶ ἱερεὺς ὢν ὅτε τοὺς θεοκαπήλους ἐξήγαγεν τοῦ ναοῦ, ἔλεγον «ἐν ποίᾳ ἐξουσίᾳ» πάντα «ταῦτα ποιεῖς», τί οὐκ ἂν εἶχον λέγειν <εἰ> καὶ ἱερεὺς οὐκ ἦν; Τὸ δὲ τρίτον καὶ πιθανώτερον, ὅτι καὶ ὡς ἱερεὺς καὶ ὡς ἀμνὸς αὐτὸς ἑαυτὸν ἔμελλεν ἱερουργεῖν ἐν τῷ παρόντι δείπνῳ τῷ μυστικῷ.