Ἔργον
Νεόφυτος ὁ Ἔγκλειστος – Τυπικὴ Διαθήκη
Αυτοβιογραφικές διηγήσεις και ίδρυση της Εγκλείστρας
Η απάρνηση των εγκοσμίων από τον συγγραφέα, η αναζήτηση πνευματικού τόπου, η εγκατάσταση, η λατόμηση και η οργάνωση του σπηλαίου της μονής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αυτοβιογραφικές διηγήσεις και ίδρυση της Εγκλείστρας
Η απάρνηση των εγκοσμίων από τον συγγραφέα, η αναζήτηση πνευματικού τόπου, η εγκατάσταση, η λατόμηση και η οργάνωση του σπηλαίου της μονής.
Περὶ τῶν ἰδίων διαλογισμῶν καὶ τῆς τοῦ κόσμου φυγῆς. Γενόμενος ἄρτι ἐν τῷ τῆς ἁγίας Τριάδος ἰσαρίθμῳ κεφαλαίῳ, ἔνδικόν μοι δοκεῖ παραδηλῶσαι συλλήβδην τοῖς ποθοῦσί τινα τῶν κατ’ ἐμὲ καὶ παραθῆξαι ψυχάς τινων φιλοθέων πρὸς ὑμνῳδίαν Θεοῦ, ὃς οὐχ ἁπλῶς εἴργηκε τῷ ζυγῷ καὶ τῇ ζεύγλῃ με προσδεθῆναι τοῦ μοχθηροῦ βίου, ἀλλὰ καὶ τὴν τούτου δυσχέρειαν ἐκ πρώτης βαλβῖδος σχεδὸν ἐγνώρισέ μοι καὶ τὰς αὐτοῦ ἀγχιστρόφους διαγινώσκειν μεταβολάς, ὅτι ὃς μὲν τὴν ἐξάπινα ἐθρήνει ἐπελθοῦσαν ζημίαν, ὃς δὲ οἴμωζεν, ὅτι ἄωρον αὐτοῦ τέθνηκε τὸ παιδίον, ἄλλος ὡς πολύπαις κατετρύχετο τῇ πενίᾳ, ἕτερος ἐν ὅσῳ πλούσιος ἦν καὶ περίβλεπτος πρὸς πενίαν μετέπιπτεν, ἢ ὅτι θάνατος ἐπελθὼν ἐγύμνωσεν αὐτὸν πάσης εὐδαιμονίας (καὶ ἡ εὔκλεια πρὸς δύσκλει[αν] ἐξάπινα παρημείμφθη) θρήνους καὶ ὀλολυγμοὺς πληρώσας τὴν πρὸ μικροῦ εὐθυμοῦσαν οἰκίαν, ἄλλος ἀπὸ τιμῆς καὶ σεμνότητος πρὸς ἀτιμίαν μετήχθη, ἄλλος ἐξ ἀπηνείας ἀσυμπαθῶν φορολόγων κατεβαρύνετο σφόδρα καὶ ἕτερος τὴν ἀπροσδοκήτως ἐπελθοῦσαν αὐτῷ θλῖψιν ἐθρήνει.
Αἰσθανόμενος δὲ ἐγὼ ταῦτα, ὡς εἰκός, διενοούμην ὅτι ταῦτα πάντως πείσομαι καὶ αὐτὸς ἐμπλακεὶς ἐν τῷ βίῳ καὶ τὴν τούτων δυσχέρειαν διαδρᾶσαι ἀμήχανον, ἐὰν δέ τις καὶ τὴν τοιαύτην δυσχέρειαν δυνηθῇ διαδρᾶσαι καὶ τὴν τοῦ κόσμου ἐπαπολαῦσαι πᾶσαν εὐδαιμονίαν, ἐπεὶ θάνατος πρόκειται καί, ὡς ἀκήκοα, κόσμος ἕτερος ἡμᾶς περιμένει, τί τὸ κέρδος;
Ταῦτα δὲ τὰ διανοήματά τε καὶ τὰ ἐνθυμήματα οὐ τῆς ἐμῆς νεότητος καὶ ἀγροικίας ἀλλὰ θείας τινὸς χάριτος καὶ προνοίας ἔργον ἐγγράφως καὶ ἀγράφως ὁμολογῶ ἀτεχνῶς, καὶ μάρτυς μου Θεός, ἀληθῶς λέγω, οὐ ψεύδομαι. Διανοούμενος γὰρ πρὸς ἐμαυτὸν ἔλεγον ὅτι, εἴγε κατὰ τόνδε τὸν βίον ἐξαφανίσω ἐγὼ ἐμαυτόν, εἰς τὸν μέλλοντα πάντως φανεροῖ με Θεός, καὶ εὑρίσκομαι πάλιν. Ἀλλὰ καὶ ὅπερ νῦν λέξω ἐν Κυρίῳ ἀληθῶς λέξω, ὅτι, εἴγε πτωχός τις ἀλήτης καὶ ῥακενδύτης πρὸς τὴν πατρικήν μου ἦλθεν οἰκίαν ἐπαιτῶν ἄρτον, ζηλωτὸς καὶ μακάριος ἐμοὶ ὁ αὐτοῦ ἐλογίζετο βίος, καί, εἴγε ἦν μοι ἐφικτόν, εὐθυβόλως εἶχον παρέπεσθαι αὐτῷ. Οὐδεὶς δὲ τὰς ἐμὰς ἐγίνωσκε τοιαύτας ἐννοίας πλὴν τοῦ χορηγοῦντός μοι ταύτας Θεοῦ. Διὸ καὶ σπουδαίως εἶχον οἱ τεκόντες συναρμόσαι με γάμῳ ἐτῶν δέκα καὶ ὀκτώ με ὑπάρχοντα τότε υἱόν· πρὸ ἑπτὰ γὰρ μηνῶν ἦσαν κυρώσαντες τὰ εἰωθότα τοῖς γάμοις σύμφωνα καὶ τοὺς ἀρραβῶνας.
Κατὰ πόδας δὲ περὶ τοὺς γάμους περισκοπούντων ἐκείνων, κατὰ πόδας κἀγὼ περιεσκόπουν μηχανὰς φυγαδείας. Τότε γοῦν εὐδοκίᾳ Θεοῦ καὶ συνεργίᾳ βελτίονι λάθρᾳ τῆς πατρικῆς ἑστίας ἀπαναστὰς πρὸς τὴν ἐν τῷ ὄρει τοῦ Κουτζουβένδη τοῦ ἱεροῦ Χρυσοστόμου μονὴν ἐχρώμην τὴν φυγαδείαν, ὡς ἀδιοδεύτου ἐκείνου τοῦ χώρου τῶν μελλόντων ἰχνηλατεῖν με. Οἷος δὲ γονεῦσί τε καὶ γείτοσι καὶ γνωστοῖς γέγονε κοπετὸς καὶ ζήτησις κατὰ πᾶσαν ἐπαρχίαν τῆς νήσου λέγειν οὐκ ἀναγκαῖον· πῶς δὲ καὶ μετὰ μῆνας δύο καταλαβόντες εἰς τοὐπίσω με ἀνέζευξαν καὶ μετὰ πόσης πάλης καὶ μάχης καὶ περινοίας τοὺς γαμηλίους ἐκείνους συμφώνους κατέλυσα χάρτας μακρηγορεῖν οὐκ ἀνέχομαι· ἀλλὰ τοῦτο συντόμως φημί, ὅτι ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο.
Περὶ τῶν ἑξῆς τοῦ χωρίου καὶ τῆς ἐν τῇ Ἐγκλείστρᾳ ἀποκαταστάσεως. Δέον ἡγοῦμαι καὶ τὰ ἑξῆς τοῦ χωρίου συλλήβδην εἰπεῖν καὶ μὴ λυπῆσαί τινας φιληκόους ὡς τοῦ εἱρμοῦ διακοπέντος τοῦ λόγου. Ἔχει δὲ οὕτως· τῆς γὰρ ἐμῆς ἐρασμίου καταξιωθεὶς ἀποκάρσεως, οὐ νυμφικός, οἶμαι, κόσμος νυμφίῳ ἔθελξεν οὕτως, ὡς ἐμὲ σὺν Θεῷ ἡ τῆς μοναχικῆς ἐσθῆτος περιβολή· τῶν μανίκων γὰρ αὐτῆς τὰ τέρματα κατεφίλουν καὶ τὸν Κύριον ἐδυσώπουν καθαράν μοι αὐτὴν καὶ ἄμωμον διατηρῆσαι εἰς τέλος.
Ἐπεὶ δὲ παρὰ τῶν τεκόντων οὐδὲ μίαν ἡμέραν εἰς μαθημάτων διατριβὴν ἐπεδόθην, ὡς καὶ αὐτό με ἀγνοεῖν τὸ πρῶτον στοιχεῖον τῶν γραμμάτων, λοιπὸν παρὰ τοῦ τῆς μονῆς ἡγουμένου Μαξίμου τὰς ἐν ταῖς Γούπαις καλουμέναις ἀμπέλους καλλιεργεῖν ἐπετράπην. Καὶ πέντε χρόνους ἐν αὐταῖς διακονήσας καὶ τὰ πρῶτα τῶν γραμμάτων στοιχεῖα γνωρίσας καὶ τὸ Ψαλτήριον σὺν Θεῷ ἀποστηθίσας κελεύσει πάλιν τοῦ προρρηθέντος καθηγουμένου μετάγομαι ἐκεῖθεν πρὸς τὸν ἱερὸν τοῦ θείου Χρυσοστόμου ναὸν παρεκκλησιάρχου τάχα τόπον ἀποτελῶν.
Καὶ ἕτερα δύο ἔτη ἐν τῇ τοιαύτῃ διακονίᾳ προσκαρτερήσας, ἐν νυκτὶ καὶ ἡμέρᾳ παρηνώχλει με φιλήσυχος ἔρως, ὅς μοι παρηνώχλει καὶ ἐν ταῖς ἔξω διακονίαις ἐσχολακότα· εἰργόμην δὲ αὐτῆς παρὰ τῶν τῆς μονῆς ἡγουμένων διὰ τὸ τῆς νεότητος ἁπαλόν. Τότε λοιπὸν ἀπαναστὰς τῆς μονῆς τοὺς ἁγίους τῶν Ἱεροσολύμων κατέλαβον τόπους, τοῦτο μὲν προσκυνήσεως χάριν, τοῦτο δὲ μήπως καὶ ἐν ταῖς ἐρήμοις ἐκείναις περιτύχω ἀνδρὸς ἡσυχίου καὶ ἐρημικοῦ καὶ ἀκολουθήσω αὐτῷ· ὅτου χάριν καὶ τὰ τῆς Τιβεριάδος μέρη διαψηλαφήσας πρῶτον μέχρι καὶ τῆς ἐρήμου ἐν ᾗ ὁ Χριστὸς εὐλόγησε τοὺς ἄρτους τά τε ὅρια Μαγδαλὰ καὶ τὸ Θαβώριον ὄρος, εἶτα μετὰ τὴν τοῦ ἁγίου καὶ ζωηφόρου Τάφου προσκύνησιν τὴν ἔρημον τοῦ Σουκᾶ, τοῦ ἁγίου Σάβα τὸν χείμαρρον καὶ τοῦ Χωζιβᾶ καὶ τοῦ Ἰορδάνου τὰ μέρη περινοστήσας, καθάπερ θηρευτὴς μελισσῶν τρώγλας περισκοπῶν, καὶ ἀποτυχὼν τοῦ ἐφετοῦ, ὡς εἰκός, ἐλυπούμην.
Ἑξαμηναῖον δὲ χρόνον ἐκεῖσε διατρίψαντός μου χρηματίζομαι διά τινος ὄψεως ἐλέει Θεοῦ μὴ ἐν τῇ αὐτῇ ἐρήμῳ ἀλλ’ ἐν ἑτέρῳ τόπῳ με “χρὴ μεταβῆναι, ἐφ’ ᾧ καὶ ὁ βασιλεύς”, φησί, “καταβήσεται καὶ ἐκεῖσε τυπώσει ψωμίον”. Τότε λοιπὸν ἀπάρας ἐκεῖθεν ἀπέπλευσα εἰς Κύπρον ἐν τῇ ἱερᾷ τοῦ ἱεροῦ μου πατρὸς Χρυσοστόμου μονῇ, μήπως, λέγων, ἐν ταῖς ὑπωρείαις τοῦ αὐτοῦ ὄρους ὁ περὶ τῆς ἡσυχίας χρηματισμὸς ἀποβήσεταί μοι. Ἐπεὶ δὲ ὁ τὰ πάντα προβλέπων Κύριος οὐχ εὐδόκει πρὸς τοῦτο, οὐδὲ οἱ προάγοντες τῆς μονῆς συνευδόκουν, διὸ καὶ αὖθις ἐκεῖθεν ἀπάρας πρὸς τὸ φρούριον ἀφικνοῦμαι τῆς Πάφου, πρὸς τὸ τοῦ Λάτρους ὄρος βουλόμενος ὑποπλεῦσαι, οἰόμενος περιτυχεῖν ἐν αὐτῷ ἡσυχίῳ ἀνδρὶ καὶ λειτουργήσω αὐτῷ. Φωραθεὶς δὲ τοῖς φρουροῖς τοῦ νεσταύθμου καὶ ὡς φυγὰς ἁλωθεὶς ἐβλήθην εἰς φυλακὴν νυχθήμερον ἕν. Ἀφείλαντο δέ μοι καὶ ἃ χάριν ναύλου κατεῖχον νομίσματα δύο· πλανώμενοι δὲ τῆς πλεονεξίας οἱ ἐργάται πλέον τι εὑρεῖν ἐν ἐμοὶ καὶ αὐτὰς ἐμάστευον τὰς ῥαφὰς τῶν ἐμῶν ἐνδυμάτων· ἐψεύσατο δὲ ἡ ἀδικία ἑαυτὴν εὑροῦσα πλέον οὐδέν. Μεσιτείᾳ δέ τινων ἀνθρώπων εὐλαβῶν ἀπολυθεὶς τῆς φρουρᾶς διῆγον ἐν ἀπορίᾳ μὴ εἰδὼς ποῖος ἆρα καθέστηκέ μοι ὁ τῆς ἐπαγγελίας καὶ ὁ τῆς καταπαύσεως τόπος.
Ταῦτα δὲ πάντα ἠναγκάσθην εἰπεῖν δεῖξαι βουλόμενος πῶς τὸν τόπον τῆς Ἐγκλείστρας ταύτης κατέλαβον, ὃν προλαβὼν ποσῶς οὐκ ἐγίνωσκον. Καὶ νῦν τῆς ἱστορίας τὸ μῆκος ἑκὼν παρωσάμενος συλλήβδην ἐρῶ ὅτι ἀντ’ ἐκείνου τοῦ Λάτρους τὸν παρόντα κρημνὸν καὶ τὸ βραχύτατον σπήλαιον ἐδωρήσατό μοι ὁ Θεός· ὃ ἦν ἔρημον καὶ διαφόρων ὀρνίθων ἀνάπαυλα, ἐμοὶ δὲ κατεφάνη ἐράσμιον διὰ τοῦ τόπου τὸ ἥσυχον, καὶ ἐπ’ ἐλπίδι κατὰ μόνας ἐν τούτῳ συγκατῴκισμαι.
Περὶ τῆς οἰκοδομῆς τῆς Ἐγκλείστρας καὶ περὶ τοῦ ἐπισκόπου <Κιννάμου> καί τινα μυστικά. Ἐν ἔτει ἑξακισχιλιοστῷ ἑξακοσιοστῷ ἑξηκοστῷ ἑβδόμῳ, ἰνδικτιῶνος ἑβδόμης, μηνὶ Ἰουνίῳ εἰκοστῇ τετάρτῃ, ἐν τῇ γεννήσει τοῦ τιμίου Προδρόμου, εἰς τὸ ῥηθὲν σπήλαιον προσφοιτήσας ἦν ἐτῶν πέντε καὶ εἴκοσι· ἀνίχνευον δὲ τοῦ τόπου τὸ ἥσυχον μέχρι καὶ τοῦ Σεπτεμβρίου μηνός. Ἀπερικτύπητον δὲ καὶ ἀνενόχλητον ἐπιγνοὺς τὸ χωρίον λαξεύειν ἠρξάμην τὸ σπήλαιον καὶ περιευρύνειν αὐτὸ καὶ τὰ σαθρώματα αὐτοῦ κατασπᾶν· ἔδρων δὲ τοῦτο ἐν ὅλῳ ἐκείνῳ τῷ ἐνιαυτῷ μέχρι καὶ τοῦ ἑξῆς Σεπτεμβρίου καὶ τῆς ἁγίας Ὑψώσεως τοῦ τιμίου σταυροῦ. Διαγλύψας δὲ καὶ τάφον πρὸς τὰ ἐνδότερα τοῦ σπηλαίου εἶπον τῇ φύσει· Οὐδὲν πλέον τούτου καθέξεις, κἂν καὶ τοῦ ὅλου κόσμου φθάσῃς κρατῆσαι. Κέκληκα δὲ τὸ σπήλαιον κλήσει τοῦ τιμίου σταυροῦ θυσιαστήριον πήξας τῶν ἱερῶν τελετῶν, ἵνα μὴ μακρυνθῶ τῆς θείας κοινωνίας τοῦ σώματος καὶ αἵματος τοῦ Χριστοῦ.
Πενταετοῦς δὲ χρόνου παρῳχηκότος διηγέρθην καὶ πρὸς τιμίου ξύλου ζήτησιν ἐργωδῶς· καί, ὡς ἐν πᾶσιν, ἀληθεύσας καὶ ἐν τούτῳ ὁ εἰπὼν ὅτι «ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει», εὗρον ἤδη κἀγὼ τὸ ζητούμενον. Εἶτα καὶ μετά τινα χρόνον τὸ νοερόν μου καὶ ἀνάξιον οὖς μελισταγοῦς τινος ξένης καὶ ἀσυνήθους ἀκήκοε φωνῆς λεγούσης ἐκ τρίτου· Μνήσθητι, δηλονότι τὸ προχρηματισθέν σοι ἐπάγγελμα ἐν τῇ ἐρήμῳ, ὅτι ἐν ἑτέρῳ τόπῳ μετάβηθι, ἐν ᾧ καὶ ὁ βασιλεὺς κατελθὼν ἐκεῖσε τυπώσει ψωμίον. Εἰσὶ δὲ σὺν τούτῳ καὶ ἄλλα τινά, ἀλλὰ τίς χρεία φάναι κἀκεῖνα; τάχα γὰρ κἂν ἐμοὶ ἐντεῦθεν καθορᾶται εὐήθεια, ἀλλ’ εἰς δόξαν Θεοῦ ἔστωσαν. Καὶ αὖθις μετὰ χρόνους ὀλιγοστοὺς διά τινος ὄψεως ἐδόκουν ἀνέρχεσθαι τὸ ὄρος τοῦ Ὀλύμπου, τὸ κατέναντι Λευκάρων, πόλεως Ἀμαθούντων, πατρίδος ἡμεδαπῆς, εἰς προσκύνησιν δῆθεν τοῦ σταυροῦ τοῦ Χριστοῦ, καὶ ἰδοὺ φωνὴ λέγουσα πρός με· Μετὰ πεντήκοντα ἡμέρας, καὶ αὖθις ἐκ δευτέρου· Μετὰ ἑξήκοντα ἡμέρας. Ἡ δὲ ἀπόβασις τοῦ ῥήματος τούτου ἔτι ἄδηλος καθορᾶται. Κατὰ δὲ τοὺς χρόνους ἐκείνους ἡ Παφίων ἐχήρευεν ἐκκλησία καὶ ἐν τῷ ἑβδόμῳ ἔτει τῆς ἐν τῇ Ἐγκλείστρᾳ μου παροικίας συνάπτεται ἀνδρὶ τῷ μακαρίῳ ἐκείνῳ Βασιλείῳ τῷ Κιννάμῳ.
Εὔνοιαν δὲ καὶ πίστιν ὅ τι πολλὴν θεοδηγήτως πρὸς τὴν ἐμὴν ἐνδειξάμενος ταπεινότητα οὐκ ἐπαύσατο ἐπὶ τετραετίαν ὅλην ἐρεθίζων με πῇ μὲν αὐτὸς προσφοιτῶν, πῇ δὲ διὰ τῶν ἀρχόντων αὐτοῦ παραινῶν, ἄχρις οὗ εἰς τὸν τῆς ἱερωσύνης ζυγὸν κατεζεύγλησέ με καὶ μαθητὴν σύνοικον ἔχειν ἀνέπεισε γράψας διὰ σιγιλλίου καὶ τὸ ἀρκοῦν σιτηρέσιον.
Καὶ ἔκτοτε λοιπὸν ἤρξαντο καὶ τὰ τῆς Ἐγκλείστρας πλατύνεσθαί τε καὶ καλλωπίζεσθαι, καὶ τὸ τοῦ κρημνοῦ μῆκος ἐλαξεύθη καθόλου πρὸς κελλίων οἰκοδομήν. Ἐν δὲ τῷ εἰκοστῷ τετάρτῳ ἔτει τῆς καθείρξεώς μου ἱστορήθη τελείως ἡ ἐγκλείστρα, καὶ ὁ πλησίον αὐτῆς κρημνὸς λαξευθεὶς τοῦ πανσέπτου σταυροῦ καθιερώθη ναός. [*** Περὶ τῶν Παφηνῶν. ***] [Περὶ τοῦ τῆς Κύπρου ῥηγὸς καὶ ἐπιτρόπου τῆς παρούσης Ἐγκλείστρας. ***] Ἀλλὰ καὶ ὡς ἐπίτροπος μετὰ Θεὸν κηδέσθω, παρακαλῶ, τῆς ἁγίας μου ταύτης Ἐγκλείστρας· καὶ ὅτε πλεονεκτικόν τι πρὸς αὐτὴν ἀνακάμψῃ ἀδίκημα παρά τινος στερεωτέρου πρὸς θλῖψιν τῶν ἀδελφῶν, ποιήσεις μετὰ Θεὸν τὴν ἐκδίκησιν ἐν τάχει ὡς δυνατὸς πρὸς Θεοῦ, καὶ ὁ μισθὸς παρὰ Θεοῦ ψυχῆς ἔστω σοι σωτηρία. Εἶτα ὡς εὐεργέτης, ὡς ἐπίτροπος καὶ ὡς ἀδελφὸς ἀΐδιον καὶ τὸ μνημόσυνον ἕξεις πρὸς τῆς ἁγίας μου Ἐγκλείστρας.
Εἰ δέ που καὶ διά τινα κατεπείγουσαν χρῆσιν δόξειε τοῖς ἀδελφοῖς ἕνα ἐξ αὐτῶν στεῖλαι εἰς τὸν βασιλέα καὶ συνεργήσεις πρὸς τοῦτο καὶ λαλήσεις ὑπὲρ τῶν ἀδελφῶν πρὸς ἀπόβασιν τῆς αἰτήσεως, ἔσται σοι καὶ περὶ τῆσδε τῆς χάριτος ἔλεος παρὰ Θεοῦ· ἀμήν.
Ὑπόμνησις πρὸς τὸν βασιλέα. Ὁρῶμεν ὅτι καὶ λίθος πολλάκις θέει καταπρανὴς ἕως τόπου πεδινοῦ. Κἀγώ, δέσποτα αὐτοκράτορ, αὐτοβαδιούντων ποδῶν τὴν παροῦσαν χρησάμενος συλλαβὴν πρὸς τὴν σὴν ἔδραμον ἀριστοκρατίαν.
Ἤκουσα γὰρ ὅτι «τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ» καὶ πέποιθα ὅτι καὶ αὐτὸς θεοφρουρούμενος ἄνωθεν οὐ μή μου τὴν ὑπόμνησιν παραβλέψεις, ἀλλὰ ἐκπληρώσεις οἵα καὶ ἔστιν ἡ αἴτησις τῶν ἐμῶν φοιτητῶν καὶ δούλων καὶ εὐχετῶν σου τῶν ἐν τῇ ἁγίᾳ μου ταύτῃ Ἐγκλείστρᾳ προσκαρτερούντων καὶ τῷ ἐν αὐτῇ τιμίῳ σταυρῷ λειτουργούντων. Χριστὸς δὲ ὁ βασιλεὺς τῆς δόξης ἀμείψαι τὸν μισθὸν τῷ θείῳ κράτει σου καὶ σθενώσαι καὶ φυλάξαι καὶ κραταιώσαι πολυχρονίως τὴν βασιλείαν σου· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.