Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Τυπικὴ Διαθήκη

Νεόφυτος ὁ Ἔγκλειστος

Η διαδοχή του εγκλείστου και η πνευματική καθοδήγηση

Οδηγίες για την εκλογή, την εγκαθίδρυση και την πνευματική πατρότητα του νέου εγκλείστου, καθώς και παραπομπές στον διάδοχο ιερομόναχο Ησαΐα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 4 από 8

Περὶ ἐκλογῆς ἐγκλείστου καὶ εὐχὴ πρὸς ἔγκλειστον καὶ ἐγκλείστραν. Ὅτε γοῦν, ἀδελφοί, ὁ προειργμένος ἔγκλειστος ἀποβιοὺς ὑπεξέλθῃ τὸν βίον, μὴ ἀντερίζετε ἀλλήλοις ποῖος προαρπάσῃ τὴν τῆς ἐγκλείστρας καθέδραν· φιλοδοξίας γὰρ καὶ τύφου γνώρισμα ἡ τοιαύτη μοχθηρία. Ὁ γὰρ κενοδόξως καὶ ἀπροσέκτως προσκαθήμενος ἐν τῇ ἐγκλείστρᾳ τοῦ καλῶς ἔξω ἀναστρεφομένου ἀφελέστερος εὑρεθήσεται, ὅτι οὐχ ὁ τόπος ἀλλ’ ὁ τρόπος μετὰ Θεὸν σῴζει τὸν ἄνθρωπον. Εἰ γὰρ τρόπου χωρὶς ἔσῳζε τόπος, οὐκ ἂν ἐξ οὐρανοῦ ἐξέπεσον ἄγγελοι, οὐκ ἂν ἐξέπεσον τοῦ παραδείσου ἡμῶν οἱ προπάτορες, οὐκ ἂν ἐξ ἀποστολικῆς φάλαγγος προδότης Ἰούδας ἐγένετο. Καὶ πλεῖστα τοιαῦτα εὐπορῶν λέγειν οὐ βούλομαι ἑλόμενος μάλιστα λέγειν εὐσύνοπτα· ἔνθεν καὶ συντόμως ἐρῶ ὅτι πᾶσαν ἐριθείαν καὶ φθόνον παρωσάμενοι ἐκλέξασθε τὸν ἔργῳ καὶ λόγῳ ἄξιον τῆς ἐγκλειστικῆς πολιτείας· καὶ ὅτε τὰ τεσσαρακοστὰ μνημόσυνα τοῦ παρελθόντος ἐγκλείστου ἐν ἀγρύπνῳ δοξολογίᾳ Θεοῦ συντελέσητε, τότε μετὰ τὸ τέλος τῆς θείας λειτουργίας ἀναγάγετε αὐτὸν σὺν Θεῷ ἐν τῇ ἐγκλείστρᾳ τῇ Νέᾳ Σιὼν καὶ μετὰ τὸ ἐξ ἔθους τρισάγιον ἐξείπατε αὐτῷ καὶ ἣν ἔγραψα εὐχὴν πρὸς ἔγκλειστον καὶ ἐγκλείστραν· καὶ ὑμεῖς μὲν κατάβητε εὐθέως, αὐτὸς δὲ συνεργοῦντος Θεοῦ προοιμιαζέσθω τὰ τῆς καθείρξεως καρτερῶς.

Οὐκ ἀπείργω δὲ αὐτὸν τῆς πνευματικῆς πρὸς τοὺς ἀδελφοὺς εὐκαίρου ὁμιλίας, καὶ μάλιστα τὸν προφορὰν λόγου καὶ γνώσεως εὐμοιροῦντα· μείζων ὁ λόγος τῆς σιωπῆς, ὅτι σιωπὴ μὲν τὸν ἐργάτην αὐτῆς ὠφελεῖ μόνον, ὁ δὲ λόγος καὶ ἄλλους ὠφελεῖ πλείστους. Τοῦτο γὰρ καὶ ὁ Δεσπότης Χριστὸς ἐδίδαξεν ἔργῳ πῇ μὲν ἐπιχωριάζων καὶ διδάσκων τοὺς ὄχλους, πῇ δὲ ἐν τῷ ὄρει καὶ τῇ ἡσυχίᾳ σχολάζων καὶ τῇ εὐχῇ. Εἴγε καὶ ἡμεῖς ποιοῦμεν οὕτως, ἑκατέρωθεν δρεψόμεθα τὴν ὠφέλειαν.

Εὐχή. Ὁ πατρικῇ εὐδοκίᾳ καὶ συνεργίᾳ Πνεύματος ἁγίου καὶ παντὸς ἀγαθοῦ αἴτιος καὶ δοτήρ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πάλαι μὲν Ἠλιοὺ τὸν Θεσβίτην, ἐπ’ ἐσχάτων δὲ τὸν σὸν πρόδρομον καὶ βαπτιστὴν Ἰωάννην ἐνδυναμώσας καὶ χαριτώσας ἡσύχιον καὶ ἐρημικὸν βίον διελθεῖν καὶ ἀγγελικὴν ἐπὶ γῆς πολιτείαν κατορθῶσαι, ὧν τὸν βίον ζηλώσας Ἀντώνιος, Εὐθύμιος, Ὀνούφριος καὶ οἱ τούτων συμμέτοχοι κατ’ ἴχνος ἐβάδισαν, αὐτός, χρηστοπάροχε Κύριε, καὶ τὸν δοῦλόν σου τόνδε, τὸν τὰ πάντα καταλιπόντα γνώμῃ αὐθαιρέτῳ καὶ τὴν ἐγκλειστικὴν καὶ ἡσύχιον ἀγωγὴν ταύτην ἑλόμενον, σκέπασον, φύλαξον, ἁγίασον, ἑδραίωσον καὶ ἐνδυνάμωσον, ἵνα τῷ σῷ σθένει νευρούμενος βαδίσῃ κατ’ ἴχνος τῶν προρρηθέντων ἁγίων σου καὶ τῶν ἐν τοῖς στύλοις διαλαμψάντων ὁσίων σου. Καὶ τὴν ἐγκλείστραν ταύτην ἀπρόσιτον ἀοράτων καὶ ὁρωμένων ἐχθρῶν ποίησον τῷ ἐλέει σου πρεσβείαις τῆς πανάγνου μητρός σου, τοῦ πανσέπτου σταυροῦ σου καὶ πάντων σου τῶν ἁγίων· ἀμήν.

Ἰδικὴ παραίνεσις πρὸς τὸν ἔγκλειστον. (Οὐ πρὸς ἕνα ἔγκλειστον ἀλλὰ πρὸς ἕκαστον κατὰ γενεὰν καὶ γενεὰν ἡ παραίνεσις ὑποτίθεται.) Ὁ τὴν ἐγκλειστικὴν ἑλόμενος ἀγωγήν, ἀδελφέ, προηγουμένως μὲν μνήμην κτῆσαι θανάτου καὶ ἑτοίμαζε πρὸς τὴν ἔξοδον τοῦ βίου σου τὰ ἔργα σου. Κτῆσαι ἀμεριμνίαν, τὸ κάλλιστον τῆς ἡσυχίας θεμέλιον. Ψαλμῳδία καὶ εὐχὴ καὶ ἀνάγνωσις συναυλιζέσθωσάν σοι, δι’ ὧν ἀγχίθεοι πολλοὶ γεγόνασιν. Ἐργόχειρον μεταχειρίζου ἀπέριττον, μὴ κατασπῶν σου τὸν νοῦν πρὸς χαμαίζηλα κέρδη. Φιλαργυρίας νόσον ῥαϊζέτω ῥαϊστήρα ἀκτημοσύνης.

Πολλούς, καὶ μάλιστα βλᾶκας, ἐκ προοιμίων τῆς ἡσυχίας μὴ συνομίλει, σύννοιαν περιποιούμενος καὶ λογισμῶν ἐπικράτειαν. Μὴ καταδέχου λογισμοὺς ἐξαγορευομένων τινῶν πρὸ πνευματικῆς δυναστείας· πολλοὶ γὰρ ἐντεῦθεν εἰς βάραθρον ἀπωλείας ἐνέπεσον, ὡς ἐξ αὐτῶν ἐκείνων μεμάθηκα, καὶ ἀντὶ τοῦ ἀναστῆσαι ἑτέρους πεπτώκασι καὶ αὐτοί, ἀντὶ δὲ τοῦ ἰατρεῦσαι ἐπλήγησαν ἀοράτως. Ὅτε δὲ νοήματα ἐμπαθῆ καὶ φιληδόνους ῥοπὰς παραμείμψῃς πρὸς θεοφιλίαν θείᾳ ῥοπῇ, καρῇς δὲ καὶ μεγαλόσχημος καὶ προτροπὴν λάβῃς ἐξ ἀρχιερέως, ὡς οἱ Πατέρες ὁρίζονται, οὐκ ἀποδέει πνευματικόν σε τότε ἀναγορευθῆναι πατέρα· λέγουσι γὰρ ὅτι ὁ χωρὶς προτροπῆς δεχόμενος λογισμοὺς οὐδὲ ἡ δέσμευσις αὐτοῦ ἰσχὺν ἔχει, οὐδὲ ἡ λύσις αὐτοῦ λογίζεται λύσις· «τί» γάρ, φησίν, «ἔχεις ὃ οὐκ ἔλαβες;».

Συντετριμμένην καρδίαν καὶ φρόνημα ταπεινὸν ἐνώπιον ἔχε τοῦ Θεοῦ, ὑπομονὴν ἐπὶ πᾶσι καὶ νηστείαν τὴν κατὰ δύναμιν ἄσκει. Χριστὸν τὸν Θεὸν ἡμῶν ὡς βοηθὸν ἀβοηθήτων κάλει πρὸς βοήθειαν ἐξ ὅλης σου τῆς καρδίας κατὰ πᾶσαν ὑπόθεσίν σου καὶ θάρσει χρησταῖς ἐλπίσιν ἐπερειδόμενος, ἀδελφέ. «Τίς» γάρ, φησίν, «ἤλπισεν ἐπὶ Κύριον καὶ κατελείφθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ, καὶ ὑπερεῖδεν αὐτόν;» καί· «Μὴ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεός;» ἢ «Μὴ ἐπιλήσεται γυνὴ τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς τοῦ μὴ ἐλεῆσαι αὐτά; εἰ δὲ καὶ γυνὴ ἐπιλήσεται, ἐγὼ οὐκ ἐπιλήσομαί σου, λέγει Κύριος». Εἰ γὰρ καὶ στενὴ ἐκ προοιμίων ἡ πύλη διὰ τὸ ἀσύνηθες καὶ τεθλιμμένη ἡ ὁδὸς διὰ τὸ ἀσθενὲς ἡμῶν, ἀλλά γε καὶ τοῦ χρόνου προϊόντος χρηστὸς ὁ ζυγὸς Χριστοῦ χάριτι καὶ ἐλαφρὸν τὸ φορτίον εὑρίσκεται.

Ἀπροΐτως καθ’ ἡμέραν ἐξέρχου ὡς ἄνθρωπος ἐπὶ τὸ πνευματικὸν ἔργον σου καὶ ἐπὶ τὴν ἐργασίαν σου ἕως ἑσπέρας τοῦ βίου σου, ἵνα ἐξείπῃς γηθόμενος· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα», καὶ τὰ ἐμά, «ἐν σοφίᾳ ἐποίησας». Νῆφε δὲ καὶ κατὰ λογισμῶν μεμψιμοίρων καὶ γογγυστῶν, ὅπως μὴ φορτικὸς καὶ ἐπαχθὴς φωραθῇς ἐπὶ τῇ βρώσει σου καὶ τῇ πόσει σου καὶ τῇ φωταψίᾳ τῆς κέλλης σου, ἀλλ’ εὐχαρίστως ἀρκούμενος τοῖς εὑρισκομένοις μετ’ εὐκολίας· εἰ γὰρ παντὶ ἀνθρώπῳ ἐπαινετὸν ἐγκράτεια καὶ ὀλιγαρκία, πολλῷ μᾶλλον καὶ μοναχῷ ἀναχωρητῇ καὶ ἡσυχίῳ. Εἰ γὰρ κἀγὼ πολλάκις ἠθέλησα κἂν δέκα κόκκους βρεκτοὺς ὕδατι δοθῆναί μοι ἐν τῇ δημοτελεῖ ἑορτῇ τῆς Ὑψώσεως τοῦ τιμίου σταυροῦ, ἀλλ’ οὐκ ἐδόθησάν μοι, οὐδὲ ἐμνήσθησάν μοι· κἀγὼ δὲ ἔκρινα ὅτι οὐκ ἀπὸ καταφρονήσεως γέγονε τοῦτο ἀλλ’ ἐκ τῆς πολυοχλίας τοῦ λαοῦ καὶ διὰ τὸ εἶναί με ἀποκεκρυμμένον καὶ μὴ καθορᾶσθαι ῥᾳδίως· καὶ τοῦτο οὐχ ἅπαξ συνέβη, ἀλλὰ καὶ κατὰ διαφόρους καιροὺς πανηγύρεων, καθότι οὐδὲ ἐχρώμην τι ὅσα πεπαίνει τὸ πῦρ. Κἀγὼ ταῦτα οὐκ ἤθελον ἐξειπεῖν, ἀλλ’ ὅμως ἐξεῖπον αὐτὰ πρὸς ὑπομονὴν ἐρεθίζων σε, ἀδελφέ. Οὕτω γοῦν καλῶς τὸν δρόμον σὺν Θεῷ τελέσας καὶ εἰς καλὸν τέλος Χριστοῦ χάριτι καταντήσας, δοξασθήσεται πάντως ἐν τοῖς καλοῖς ἔργοις σου ὁ Πατὴρ σὺν τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι· καὶ αὐτὸς τοὺς αὐτὸν δοξάζοντας ἀντιδοξάζειν ὑπέσχετο.

Χρὴ δὲ μηδὲ παντὶ βουλομένῳ ἀκωλύτως ἀνέρχεσθαι πρὸς τὴν ἀνωτέραν ἐγκλείστραν, ἵνα μὴ καὶ ἐν αὐτῇ, ὥσπερ καὶ ἐν τῇ κατωτέρᾳ, σύγχυσις καὶ ὄχλησις ἀποβήσεται, εἰ μή που ὀλίγοι τινὲς καὶ εὐλαβεῖς ἐκ πίστεως τὴν ἄνοδον ἐξαιτήσονται.

Περὶ τοῦ ἰδίου διαδόχου καὶ ἀδελφιδοῦς ἱερομονάχου Ἠσαΐου καὶ οἰκονόμου. Πρῶτον μὲν Χριστῷ τῷ Θεῷ μου καὶ τῇ ἀχράντῳ μητρὶ αὐτοῦ καὶ τῷ θείῳ τούτου σταυρῷ παρατίθημι τόνδε τὸν τόπον τῆς ἁγίας μου Ἐγκλείστρας καὶ τοὺς ἐποίκους αὐτῆς, εἶτα τῷ ἀδελφιδῷ μου ἱερομονάχῳ Ἠσαΐᾳ καὶ οἰκονόμῳ, οὐ πάντως διὰ στοργικῆς συγγενείας διάθεσιν, ἀλλ’ ὡς ὅτι ἐξ ἁπαλῶν ὀνύχων ἐνθάδε ἀνατραφεὶς καὶ χρηστὰς περὶ τούτου ἐσχηκὼς τὰς ἐλπίδας τὴν ἁγίαν Ἐγκλείστραν καὶ πάντα τὰ διαφέροντα αὐτῇ καὶ τὴν ψυχικὴν καὶ σωματικὴν προστασίαν τῶν ἀδελφῶν ἐν τῇ αὐτοῦ μετὰ Θεὸν ἐξουσίᾳ καὶ χειρὶ παρατίθημι. Εἰ δέ πού τις τῶν χαιρεκάκων καὶ μοχθηρῶν ἐκ διαβολικῆς ἐνεργείας ὠθούμενος τοῦτον ἀνιᾷ καὶ προσκρούει πρὸς τὸ ἀποδρᾶσαι τῶν ὧδε, ἀντίδικος ἔστω τῷ τοιούτῳ ἔνδικος Θεοῦ μεγάλη ὀργή, καὶ ἐχθρὸν ἄσπονδον ἕξει τὸν σταυρὸν τοῦ Κυρίου. Ἐὰν δὲ αὐτὸς γνώμῃ αὐθαιρέτῳ δοξομανῶς πως ἀποφοιτήσῃ τῶν ὧδε ἢ ῥαθύμως καὶ ἀμελῶς καὶ καταφρονητικῶς φωραθῇ πρὸς τὰ αὐτῷ ἀνατεθέντα καὶ πιστευθέντα, αὐτὸς πάντως καὶ τῶν καμάτων αὐτοῦ δρέψεται τὰς προσόδους, καθότι καὶ ἕκαστος ὃ σπείρει, τοῦτο καὶ θερίσει, ὡς καὶ ἡ πεῖρα διδάσκει καὶ Παῦλος ὁ θεῖος.

Πρόσχες δὲ τί καὶ Σολομὼν εἰσηγεῖται· «Τέκνον», φησίν, «ἐὰν σοφὸς γένῃ, σοφὸς ἔσῃ καὶ τῷ πλησίον· ἐὰν δὲ πονηρὸς ἀποβῇς, μόνος ἀντλήσεις τὰ κακά σου». Καὶ ἀπόχρη σοι, τέκνον, πρὸς ἀσφάλειαν ταῦτα. Σὺ δὲ ἀπελθών, προχειρίσαι Θεός. <Εἰ δὲ> εἴτε διὰ τὸ ἀκμάζον τῆς νεότητος ἔτι εἴτε καὶ διὰ τὴν προκειμένην σοι διακονίαν τοῦ οἰκονομείου οὐ σθένεις πρὸς τὴν κάθειρξιν τῆς ἐγκλείστρας, προχείρισαι ἄλλον εὐδοκοῦντος Θεοῦ, πλὴν ἐνάρετον καὶ δοκιμώτατον καὶ πρὸς τὴν τοιαύτην λειτουργίαν σεμνοπρεπέστατον εἰς αὐτοῦ πλείονα εὔκλειαν καὶ σωτηρίαν καὶ οἰκοδομὴν πολλῶν καὶ δόξαν Θεοῦ· ἀμήν.