Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Τυπικὴ Διαθήκη

Νεόφυτος ὁ Ἔγκλειστος

Οργάνωση του μοναστηριακού χώρου και ιερά αφιερώματα

Διατάξεις για το άβατο, τα οικοδομήματα, τα ιερά κειμήλια και λείψανα, καθώς και νουθεσίες για την εξομολόγηση των λογισμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 5 από 8

Περὶ κελλιωτικῶν. [***] [Περὶ τοῦ τῆς Ἐγκλείστρας κηπίου. *** χείμαρρος βα]θύτατος μέσον διατέμνων αὐτό. Τὰ λαξεύματα δὲ τῶν κελλίων τοῦ κρημνοῦ τῆς Ἐγκλείστρας τὸ βάθος καὶ τὸ μῆκος τοῦ φάραγγος πληρωθὲν καὶ χώματος συγκαλυφθέντος διωρύχθη χείμαρρος ἕτερος βίᾳ κατὰ τὸ διάπλευρον.

Ὅτε δὲ πλημμυρήσει ῥαγδαιοτέρως καὶ ἐγνεύσει εἰς τὸ κηπίον καὶ καταχώσει αὐτὸ ἄμμον μετὰ λίθων καὶ ἐξαφανίσει αὐτό, τίς ἱκανὸς ἐξειπεῖν ὅση τοῖς ἀδελφοῖς προσγίνεται βάσανος ἀποκαθᾶραι αὐτό; Ὅμως, ἐπειδή, ὡς φθάσαντες ἔφημεν, ὅτι ἐκ θείας προμηθείας τετραπλοῦν ἔχει τὸ κῦρος, καὶ ὡς περιαύλιον κεῖται τῆς Ἐγκλείστρας καὶ ὡς ἐργόχειρον τοῖς ἀδελφοῖς, οὐδεὶς τὴν χρῆσιν αὐτοῦ διακωλύσειεν τὴν Ἐγκλείστραν, ἵνα μὴ καὶ Θεὸν εὑρήσει ἐκδικητὴν ὡς διακωλύσαντα πρόνοιαν Θεοῦ.

Περὶ τοῦ εἶναι τὴν περιφορὰν τῆς Ἐγκλείστρας γυναιξὶν ἀνεπίβατον καὶ περὶ κτηνῶν θηλυκῶν. Καλὸν πανταχοῦ ἡ ἀσφάλεια καὶ τὸ ἀπρόσκοπον· «Πάντα μοι ἔξεστι», φησίν, «ἀλλ’ οὐ πάντα συμφέρει» καὶ ὅτι· «Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γίνεσθαι χρή». Ὅτου χάριν κἀγὼ τὴν τῆς ἁγίας Ἐγκλείστρας περιφορὰν παντοίας γυναικὸς ἀπρόσιτον εἶναι παρεγγυῶ. Εἰ δέ τις γυνὴ μοχθηρευθεῖσα ἐντὸς εἰσέλθῃ τῆς ἐξωτέρας πύλης, ὑποπιπτέσθω ξηροφαγίας ἐπιτιμίῳ τεσσαράκοντα ἡμέρας καὶ γονυκλισίας τοσαύτας ἐν ταῖς τοσαύταις ἡμέραις ποιεῖν, ἵνα καὶ αὐτὴ παιδευθῇ καὶ ἑτέρας διδάξῃ ὅρους εὐταξίας μὴ καταλύειν καὶ θεσμοὺς σωτηρίους μὴ παραβαίνειν· οὐχ ὅτι συγγένειαν βδελυσσόμενοι ἐθεσπίσαμεν οὕτως, ἀλλὰ τὴν εὐταξίαν τοῦ τόπου περιποιούμενοι ἐγράψαμεν ταῦτα· σκανδάλου γὰρ καὶ ναυαγίου προφάσεις οὐ προσήκει τῷ κυβερνήτῃ συγχωρεῖν εἴσω τοῦ λιμένος εἰσδῦναι· ἀφωρισμένου γὰρ καὶ ἡσυχίου ὄντος τοῦ τῆς Ἐγκλείστρας χωρίου ὀφείλει καὶ σωτηρίου λιμένος ἐμφέρειαν ἀποσῴζειν. Ἐντελλόμεθα δὲ μετὰ ταῦτα καὶ τοῦτο, ὅτι ὄνον θηλείαν ἢ ἡμίονον οὐ προσήκει πρὸς ὑπηρεσίαν ἔχειν τὸ τῆς Ἐγκλείστρας σεμνεῖον· ἐπίμωμον γὰρ καὶ ἄσεμνον τὸ πρᾶγμα καὶ ἀπρεπὲς καὶ «πρὸς τὰς μεθοδείας τοῦ διαβόλου» ἐπίκουρον πρὸς τἀναντία, καὶ μάλιστα πρὸς τοὺς ἔτι ἀστηρίκτους καὶ ἐλλιπῶς ἔχοντας περὶ τὸν φόβον τοῦ Θεοῦ.

Χριστὸς δὲ ὁ Θεός μου ὡς κυβερνήτης τῶν ὅλων ἔστω διακυβερνῶν καὶ τὴν Ἐγκλείστραν ταύτην καὶ πάντας τοὺς ἐν αὐτῇ πρὸς σωτηρίους λιμένας τῇ αὐτοῦ χάριτι· ἀμήν.

Περὶ τῶν ἐν τῇ Ἐγκλείστρᾳ κτισμάτων καὶ ἀνατεθέντων Θεῷ καὶ περὶ ναοῦ. Οὐκ ἀπᾷδον θεοδόμητα φάναι τὰ δομηθέντα ἐν τῷ τῆς Ἐγκλείστρας σεμνείῳ, καθότι οὐκ ἦν ἐν ἐμοὶ ἔννοια πρὸς τὸ κτίσαι. Ὅτου χάριν καί τι μικρὸν τριγχίον ἐκ προοιμίων δομησάμενος κατὰ τὸ ἀκρόκρημνον, αὐτὸ καὶ μόνον ἦν ἕως ἕνδεκα χρόνους, καὶ οὐδὲν πλέον ἐβουλόμην οἰκοδομῆσαι οὐδὲ μαθητοῦ δέξασθαι συναυλίαν. Ὅμως τὰ μὲν περὶ τῆς ἐγκλείστρας καὶ τῶν ἐγγὺς αὐτῆς λαξευθέντων κρημνῶν εἰς κελλίων οἰκοδομὴν τὸ πέμπτον κεφάλαιον διὰ βραχέων παρεδηλώσατο, τὸ δὲ παρὸν κεφάλαιον συλλήβδην παραδηλώσει καὶ τὰ ἑξῆς δομηθέντα.

Ἔχουσι δὲ οὕτως· Ἄπωθεν τῆς ἐγκλείστρας ἐδομησάμεθα πύλην φιλοπόνως μεγάλην, καθιστήρια καὶ ἀνακλιντήρια ἔχουσαν βάθρα καὶ ἀνάπαυσιν ἱκανήν. Γνοὺς δὲ ἐγὼ ἐν αὐτῇ δόλον τινὰ καὶ μιασμὸν γεγονότα, ἔφην· Εἰδεχθὲς ἀνάπαυσις, κολάσεως αἴτιος, καὶ παρεκάλεσα τοὺς ἀδελφοὺς καθελεῖν αὐτὴν ἕως κρηπίδων αὐτῆς καὶ ἄπωθεν πάλιν αὐτῆς ἀνωτέρω δομηθῆναι ἄλλην πύλην μήτε ὄροφον εὐρὺ μήτε καθιστήρια ἐν αὐτῇ σκευάσαι· ἥτις καὶ ἀδόλως σὺν Θεῷ συνίσταται ἕως ἄρτι. Εἶτα μαγκιπεῖον, μαγειρεῖον, ἀποθήκη μὲ τὸ ἀνώγαιον αὐτῆς εἰς γενημάτων ἀπόθεσιν διάφορά τε κελλία καὶ ἕτερα δύο ἐν τῷ κήπῳ· ὁμοίως καὶ τὰ ἐν τῇ κρήνῃ κελλία ὄντα κατώγαια, ζωοστάσια καὶ ἀχυρώνιον, τὰ δὲ ἀνώγαια οἰκητήρια· εἶτα τὸ οἰκονομεῖον καὶ τὸ ἄνωθεν αὐτοῦ ἡλιακὸν πεντακάμαρον, ἐντὸς δὲ τῶν αὐτῶν καμάρων ἡ ἐν τῷ κρημνῷ λαξευθεῖσα τράπεζα τοῦ ἀρίστου· εἶτα ὁ νάρθηξ καὶ τὸ αὐτοῦ ὑπερῷον σκευοφυλάκιον καὶ τὸ τούτου πάλιν ἀνώτερον ἁγιαστήριον ἐμοὶ καὶ ἱερὸν ἀκροατήριον, ἐφ’ ᾧ ἁγιάζομαι τῇ μετοχῇ τῶν τοῦ Χριστοῦ μυστηρίων καὶ τῶν θείων ὕμνων ταῖς ἐπῳδαῖς· καὶ πάλιν ἐπάνωθεν τοῦ ῥηθέντος ἁγιαστηρίου ἡ καινοτέρα ἐγκλείστρα Νέα Σιών, τὸ πλήρης ἔργον προνοίας Θεοῦ· καὶ ἕτερον κελλίον, τὸ ἐπονομασθὲν τοῦ Προδρόμου, ἐν τῷ κρημνῷ λαξευτόν· εἶτα πάλιν ἡ ἐν τῷ χειμάρρῳ μεγίστη οἰκοδομὴ μετὰ πλείστων ἁψίδων ἐργωδεστέρως δομησαμένη.

Ἐπὶ νώτου δὲ τῶν αὐτῶν ἁψίδων, εἴγε Θεὸς εὐδοκήσει καὶ ὅτε εὐδοκήσει, δομηθήσεται ναὸς ἕτερος ἐπ’ ὀνόματι τῆς ἁγίας καὶ ὁμοουσίου καὶ ζωαρχικῆς Τριάδος. Τῆς δὲ τοιαύτης οἰκοδομῆς ἄρξασθαι ἐν ἀπορίᾳ καὶ ἀδυναμίᾳ τῶν ἀναλωμάτων καὶ ἐξόδων αὐτῆς ἐγὼ οὐ συναινῶ, οὐδὲ προτρέπομαι, ὅπως μὴ διὰ τὸ ὑστέρημα τῶν χρειωδῶν διακονῆτε καὶ ἐνοχλῆτέ τινας, εἰ μή που θεοδήγητός τις πλουσία καὶ βασιλικὴ διαταθῇ δεξιὰ ἢ ἀρχοντική τις θεοσδότως ἐπικουρία φανῇ, ὅτι τὰ θεῖα καὶ μέγιστα ἔργα μεγίστων καὶ χρείαν ἔχουσιν ἀναλωμάτων. Εἰ δέ πού τις ἐπικουρία τοιαύτη οὐ προσγενήσεται, καὶ ἡ χεὶρ ὑμῶν ἐστιν ἀνεύπορος, ἀρκεῖ ὑμᾶς ὁ παρ’ ἐμοὶ λαξευθεὶς ἐν τῷ κρημνῷ νεὼς τοῦ τιμίου καὶ πανσέπτου σταυροῦ τοῦ Χριστοῦ. Καὶ ταῦτα μὲν ὧδε.

Περὶ δὲ τῶν θείων εἰκόνων καὶ τῶν ἱερῶν σκευῶν καὶ τῶν τιμίων καὶ σταυρικῶν ξύλων καὶ τῶν ἁγίων λειψάνων, μαρτύρων καὶ ὁσίων, ὧν ἡ ποσότης τριάκοντα, ἃ καὶ κατὰ τὸ ἐγχωροῦν ἐκόσμησα ἐγὼ πόθῳ καὶ πίστει, {καθὼς καὶ} ἡ Βρέβιος βίβλος ἐκτραγῳδεῖ σαφεστέρως. Ταῦτα δὲ οὐ δυνάμεως ἐμῆς, ἀλλὰ προμηθείᾳ καὶ νεύσει Θεοῦ ἐπρυτανεύθησαν ὧδε· οὗ καὶ τῇ παναλκεῖ παλάμῃ ταῦτα πάντα καὶ τὸν τόπον τοῦτον καὶ τοὺς ἐνθάδε οἰκοῦντας ἀνέθηκα ἐνθέως.

Περὶ μετανοίας καὶ ἐξαγορεύσεως ἁμαρτιῶν καὶ λογισμῶν. Γέγραπται ὅτι «ἐβαπτίζοντο ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν» καὶ ὅτι «ὁ κρύπτων τὰς ἁμαρτίας αὐτοῦ οὐ χρησιμεύσει». Διὰ τοῦτο κἀγὼ παραινῶ τοὺς ἐν Χριστῷ ἀδελφούς μου τοὺς κατὰ γενεὰν καὶ γενεὰν ἐν τῇ μονῇ τῆς ἁγίας μου Ἐγκλείστρας προσκαθημένους ἐξομολογεῖσθαι προθύμως τὰ ἐπταισμένα καὶ τοὺς πονηροὺς λογισμοὺς ἢ τῷ ἐγκλείστῳ πατρὶ ἢ ᾧτινι τοῦτος προτρέψει τῶν ὧδε, καθότι οὐδὲ προτρέπουσιν οἱ Πατέρες μοναχὸν ἐν ἀλλοτρίᾳ μονῇ πνευματικὸν ἔχειν πατέρα, ὅτι οὐ κατὰ πολὺν ὁ ἀλλότριος πατὴρ τοῖς ἀλλοτρίοις κήδεται τέκνοις. Τεκμήριον δὲ μετανοίας καὶ ἀποχῆς τοῦ κακοῦ τὸ δι’ ἐξομολογήσεως καθαρᾶς θριαμβεῦσαι τὴν ἁμαρτίαν· ὁ δὲ ἔτι πρὸς αὐτὴν σχετικῶς ἔχων ἀποκρύπτει αὐτήν. Ἔνθεν κἀγὼ τῷ τοιούτῳ παρεγγυῶ τῶν φρικτῶν τοῦ Χριστοῦ μυστηρίων ἀκοινώνητον εἶναι, ὅτι ὁ τῇ ἁμαρτίᾳ δεδουλωμένος χωρὶς μετανοίας καὶ ἐξαγορεύσεως οὐ μὴ ὄψεται τὸν Κύριον. Καὶ μάρτυς ἀληθὴς ὁ Δεσπότης Χριστὸς λέγων· «Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν»· ἧς καὶ ἡμᾶς ἐν ἐλέει αὐτοῦ [***]. [