Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Τυπικὴ Διαθήκη

Νεόφυτος ὁ Ἔγκλειστος

Επικυρώσεις και επισφράγιση της Τυπικής Διαθήκης

Επικυρωτικά κείμενα επισκόπων, αυστηρά επιτίμια κατά των παραβατών των διατάξεων και ολοκλήρωση του πρώτου μέρους της διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 6 από 8

Περὶ τοῦ ἐπισκόπου Κιννάμου ἐπικυρωτικὸν τῆς διατάξεως καὶ ὑπογραφὴ τοῦ ἐπισκόπου Βάκχου. »***] τῶν ἡγουμένων ἢ τῶν μοναχῶν ἢ ἁπλῶς οἱονδήτινα ἕτερον ταράξαι ἢ ἀνατρέψαι τι τῶν παρὰ τοῦ ῥηθέντος ἐγκλείστου διατεταγμένων ἢ θλῖψίν τινα προσοῖσαι τοῖς ἐν τῇ Ἐγκλείστρᾳ προσκαρτεροῦσιν ἀδελφοῖς, εἰ μή που λάχῃ φιλάδικός τις καὶ ἀλλότριος τοῦ καλοῦ καὶ ἐπισπάσασθαι θέλων τὰς τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων τὰς ἀράς, καὶ τῷ παρὰ τῆς ἡμῶν μετριότητος ἐν ἁγίῳ Πνεύματι καθυποβληθῆναι ἀφορισμῷ τῆς θείας ἐκκλησίας καὶ τῆς κοινωνίας τοῦ θείου σώματος καὶ αἵματος τοῦ Χριστοῦ. Τοῖς δέ γε τὰ διαταχθέντα μάλιστα ἐπικυροῦντες καὶ τὰ περὶ τῆς ἁγίας Ἐγκλείστρας καλῶς διακειμένοις παρὰ Θεοῦ ἐχέτωσαν τὴν εὐλογίαν τοῦ πατριάρχου Ἀβραὰμ καὶ ἐπίκουρον ἀεὶ τὸν σταυρὸν τοῦ Χριστοῦ. Ταῦτα ἔγραψα οἰκείᾳ χειρὶ ἐνώπιον συνέδρων πολλῶν μετὰ θάρσους ὅ τι πολλοῦ καὶ ὡς τὰ περὶ τοῦ ῥηθέντος ἐγκλείστου καλῶς ἐπιστάμενος ἐπεκύρωσα τὴν τυπικὴν ταύτην διάταξιν αὐτοῦ μηνὶ Ἰαννουαρίῳ ἕκτῃ, ἰνδικτιῶνος ὀγδόης, Ὁ ἐλέῳ Θεοῦ εὐτελὴς ἐπίσκοπος Πάφου Βασίλειος».

Καὶ τὸ ἴσον τῆς ὑπογραφῆς τοῦ ἐπισκόπου Πάφου κυροῦ Βάκχου· «Τὴν παροῦσαν τυπικὴν διάταξιν ὑπαναγνοῦσα ἡ ἡμῶν εὐτέλεια καὶ διαγνοῦσα τὰ ἐν αὐτῇ διατεταγμένα καλῶς ἔχειν καὶ θεαρέστως οἰκειοχείρως ὑπεσημήνατο εἰς πλείονα πίστωσιν καὶ βεβαίωσιν μηνὶ Μαΐῳ, ἰνδικτιῶνος ιβʹ, Ὁ εὐτελὴς ἁμαρτωλὸς μοναχὸς Βάκχος καί, εἰ καὶ ἀνάξιος, ἐπίσκοπος Πάφου».

Καὶ αὕτη μὲν ἡ τῶν προρρηθέντων ἱεραρχῶν μαρτυρία καὶ ὑπογραφὴ καὶ βεβαίωσις. Ἐγὼ δὲ διὰ κεφαλαίων τεττάρων καὶ εἴκοσι τὴν τυπικὴν ταύτην καταρτίσας διάταξιν δίκαιον ᾠήθην καὶ διά τινος ἀφορισμοῦ αὐτὴν ἀσφαλίσαι, ὥστε μήτε προσθεῖναι μήτε ἀφελέσθαι τι ἐξ αὐτῆς <τις> τολμήσειεν· ἔγνων γὰρ ἔγωγε ἀληθῶς ὅτι μετὰ ἀποβίωσίν τινων κτητόρων κατετόλμησάν τινες τῆς μονῆς νοθεῦσαί τινα τῶν τυπικῶν διατάξεων καὶ διαγράψαι τὰ δόξαντα αὐτοῖς ὡς μὴ ἀκούσαντες ὅτι «ἐπικατάρατος πᾶς ὃς μεταίρει ὅρια αἰώνια» καὶ ὅτι «μὴ μέταιρε ὅρια <αἰώνια>, ἃ ἔθεντο οἱ πατέρες σου». Διὰ τοῦτο κἀγὼ γράφω τὰ πρὸς ἀσφάλειαν οὕτως· Εἴ τις τὴν παροῦσάν μου τυπικὴν διάταξιν ἐπιβουλεύσῃ πρὸς τὸ ἀφανίσαι ἢ προσθεῖναι ἢ ἀφελέσθαι τι τῶν παρ’ ἐμοὶ σὺν Θεῷ διατεταγμένων, πρῶτον μὲν ὑπεύθυνος ἔστω τῇ ἄνωθεν προρρηθείσῃ ἀρᾷ, εἶτα καὶ τῆς δόξης τοῦ Θεοῦ καὶ τῆς ἁγίας Ἐκκλησίας καὶ τῶν τοῦ Χριστοῦ μυστηρίων ἀφωρισμένος.