Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Περὶ θεοσημείας

Νεόφυτος ὁ Ἔγκλειστος

Η πτώση του βράχου και η θαυματουργική διάσωση

Η επικίνδυνη αποκοπή του λίθου κατά την εκσκαφή, η θαυμαστή προστασία του εγκλείστου, ο απεγκλωβισμός του από τους αδελφούς της μονής και η περιποίηση του τραύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 3 από 6

Καὶ ὅτε πρὸς τοῦ τόπου τέλος ἤδη πεφθάκαμεν, ἐν ᾧ οὐδ’ ἑνὸς κινδύνου καθωρᾶτο ὑπόνοια, λαλητάς τε καὶ ἀλαλήτους ἐκ πολλῆς θυμηδίας ἀνεπέμπομεν δοξολογίας καὶ εὐχαριστίας τῷ Θεῷ. Τότε λοιπόν, κατὰ θείαν πάντως συγχώρησιν, συνάντημά τι δεινοτάτου «συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ» συνήντησέ μοι.

Ὥρα ἦν ὡσεὶ ἕκτη καὶ ἡμέρα Παρασκευή, ἐν ᾗ με «περιέσχον, φεῦ, παγίδες θανάτου», ὡς ἐξεῖπε Δαβίδ, καὶ πύλαι τελευτῆς περιεκύκλωσάν με ταχέως καὶ «ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα», καὶ «εἰ μὴ ταχέως προφθάσας ἐρρύσατό με, παρὰ βραχὺ ἂν παρῴκισε τῷ ᾅδῃ ἡ ψυχή μου».

Καθημένου γάρ μου καὶ περισκάπτοντος μετὰ σκαπάνης τινός, ἐξαίφνης ἐκ τοῦ δεξιοῦ μου μέρους ἐτμήθη λίθος βραχώδης τις καὶ σκληρὸς καὶ τῷ βάρει μολύβδου μηδὲν ἀποδέων, ὀργύαν μεγάλην ἔχων τὸ μῆκος, ἀνδροαγκασκελίσματος πλεῖον φέρων τὸ πάχος, προσέπεσέ μοι καί, τοῦ δεξιοῦ μου ὤμου τὸ ἱμάτιον διαρρήξας καὶ τὴν πλευράν μου πατάξας, πρὸς τὰ κάτω συνεῖλκε. Κἀγὼ εὐθὺς ἐβόησα μεγάλῃ τῇ φωνῇ καὶ εἶπον· «Δέσποινα, βοήθησον, Χριστέ, βοήθησον». Τὸ κατεπεῖγον γὰρ τῆς ἀνάγκης οὐκ ἔασεν ἡμῖν διακρίσεως ἴχνος, ἵνα πρῶτον κληθῇ ὁ Δεσπότης ἀλλ’ ἡ Δέσποινα, καὶ ξένον οὐδέν.

Τότε οὖν ἡ πανταχοῦ παροῦσα καὶ τὰ πάντα πληροῦσα καὶ μὴ βραδύνουσα χάρις, ἀστραπῆς ταχινώτερον παρεγένετό μοι καὶ «ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος», κατὰ τὸν θεῖον Δαβίδ. Καὶ δι’ ἀγγελικῆς, οἶμαι, τινὸς καὶ ἀοράτου ἐπιστασίας, ὢ θαύματος ξένου, ὢ μυστηρίου καινοῦ, ὢ ἀνεκφράστου καὶ ἀκαταλήπτου δυνάμεως Θεοῦ, ὡρᾶτο ὁ λίθος ὠθούμενος εἰς τοὐπίσω καί, τὴν κατωφερῆ καὶ εὔλογον αὐτοῦ καταλείψας ὁρμήν, τῇ ἀνωφερεῖ καὶ δυσκόλῳ ξενοπρεπῶς ἐπωθεῖτο, κατέσχε δὲ ὑποκάτω αὐτοῦ τὴν δεξιάν μου χεῖρα σὺν τῇ σκαπάνῃ καὶ τῆς ποδέας μου τὸ ἄκρον, ἵνα μὴ κάτω ἀπορριφῶ. Καί, καθάπερ τι θήραμα διακατέχεται, οὕτως ὑπὸ τοῦ λίθου ἐκείνου κατεκρατούμην δεινῶς, μηδεμίαν ἐν μηδενὶ σωτηρίας ἔχων ἐλπίδα. Τότε οὖν, ἐν τῇ δεινῇ ταύτῃ θήρᾳ καὶ συμφορᾷ καθορῶντές με οἱ ἀόρατοι θηρευταί, εἰκὸς ἦν οὐ τὴν τυχοῦσαν χαίρειν χαράν. «Εὐλογητὸς δὲ ὁ Θεὸς ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν, ἀλλ’ ἐρρύσατο ἡμῶν τὴν ψυχὴν ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς γὰρ αὐτῶν συνετρίβη σθένει Θεοῦ καὶ ἡμεῖς ἐρρύσθημεν» χάριτι καὶ φιλανθρωπίᾳ αὐτοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἡ μέση τοῦ λόγου. Οὕτως οὖν, ὡς ἔφην, ὑπὸ τοῦ λίθου κρατούμενος, ὁ ἀριστερὸς ποὺς κάτω ἐν τῷ κρημνῷ ἀπῃωρημένος ἦν, ὁ δεξιὸς δὲ ἡπλωμένος ἦν σύνεγγυς κατὰ τὸ μῆκος τοῦ λίθου ἐγγίζων αὐτοῦ, ὃν κρατηθῆναι ὑποκάτω αὐτοῦ καὶ ὑπ’ αὐτοῦ συντριβῆναι ἡ προφθάσασα χάρις οὐ συνεχώρησε. Μεταξὺ δὲ τούτων, ἕτερόν τι ὑπερφυὲς καὶ ξένον ἦν καθορώμενον θέαμα, ὅτι ἡ δεξιὰ χείρ μου, τοῦ λίθου ὑποκάτωθεν πιεζομένη, ἀσινὴς διεσῴζετο, ἡ ἀριστερὰ δέ, ἔξωθεν οὖσα ἐλευθέρα, κρουνίδας αἱμάτων ἐν τῇ γῇ καὶ ἐν τῷ κόλπῳ μου ἦν καταφέρουσα. Ὁ δευτερεύων γὰρ τοῦ μικροῦ μου δακτύλου ἐπλήγη δεινῶς καὶ τὸ τῆς παλάμης μου ὄπισθεν μέρος ἐτραυματίσθη μικρόν, ἐγὼ δὲ οὐκ ᾔδειν οὐδὲ αἴσθησίν τινα ἔλαβον περὶ τῆς τούτων πληγῆς.

Ἔχω δὲ περὶ τούτων οὕτως εἰπεῖν, ὅτι, ὥσπερ τὴν κάμινον τῶν Χαλδαίων, ἵνα μή τινες ὑποτοπάσωσι τῶν ἀθέων φαντασίαν τινὰ καὶ μὴ ἀληθὲς εἶναι ἐκεῖνο τὸ πῦρ μηδὲ καυστικὴν ἔχειν ἐνέργειαν, κατέφλεγε μὲν τοὺς ἔξω καὶ τὴν καυστικὴν αὐτοῦ δύναμιν ὑπεδείκνυεν, οἱ ἐν μέσῳ δὲ τῆς φλογὸς διεσῴζοντο ἀβλαβεῖς, οὕτω παραπλησίως ἡ τότε καὶ νῦν ἔδρασε χάρις ξένως καὶ ὑπερφυῶς.

Εἰ γὰρ καὶ ἄπειρος ὁ μεταξὺ χρόνος τῶν νῦν καὶ τῶν τότε καὶ πολλὴ ἡ διαφορά, ἀλλ’ ἡ θεία χάρις ἄχρονός τε καὶ ἀδιάφορος πέλει ἀεί, δυναμένη κατὰ γενεὰν καὶ γενεὰν τοιαῦτα δρᾶν εἴτε καὶ μείζονα, ἔνθα καὶ βούλεται. Ὥσπερ δὲ οἱ τρισμακάριοι παῖδες ἐκεῖνοι, βληθέντες ἐν τῇ καμίνῳ καὶ τῆς παρούσης ἀπελπίσαντες ζωῆς, ἀπεφθέγγοντο τὰ τελευταῖα καὶ ἔλεγον· «Ὡς ἐν ὁλοκαυτώμασι κριῶν, Κύριε, καὶ ταύρων καὶ ὡς ἐν μυριάσι ἀρνῶν πιόνων, οὕτω γενέσθω καὶ ἡ θυσία ἡμῶν εὐπρόσδεκτος ἐνώπιόν σου σήμερον καὶ ἐκτελείσθω, ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σέ». Καὶ ὥσπερ ταῦτα ἔλεγον οἱ γεννάδες ἐκεῖνοι, μηδεμίαν ζωῆς ἐσχηκότες ἐλπίδα, οὕτω κἀγώ, τὸ ἄσχετον ἰδὼν τῆς τοῦ λίθου ὁρμῆς, πρὸς τὸ κάταντες συνωθούμενον, ἀπήλπισα ἤδη τῆς παρούσης ζωῆς.

Κρατηθεὶς δὲ ὑπὸ τοῦ λίθου, ὡς εἴρηται, ἄλλος με πάλιν διεδέξατο φόβος. Διενοούμην γὰρ ὅτι, εἰ καὶ τοῦ λίθου ἀπολυθῶ, καὶ οὕτως ἀπορριφήσομαι κάτω διὰ τὸ μὴ ἔχειν με κράτημα ἢ πάτημα κἂν ποσῶς. Ἀλλὰ καὶ τοῦτον εὐθὺς τὸν φόβον τῆς ἐμῆς καρδίας ἀφείλετο ἡ προφθάσασα χάρις καὶ ἀντεισάξασα θάρσος καὶ ἀγαλλίασιν, ἠρξάμην τοῦ λέγειν· «Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις σφόδρα».

Καὶ στραφείς, βλέπω πλησίον μου ἑστῶτά τινα ἡμέτερον ἱερομόναχον, Ἰάκωβον τοὔνομα, ὅλον ὑπότρομον καὶ ὡς «κάλαμον ὑπὸ ἀνέμου κλονούμενον» καὶ τί δρᾶσαι ἢ φράσαι ὅλως μηδὲν ἔχοντα. Πρὸς ὃν καὶ εἶπον ἐν ἀταράχῳ φωνῇ· «Μὴ φοβοῦ, ἀδελφέ, μὴ φοβοῦ· ἀλλ’ ἅψε τοῦ λίθου ἐπιμελῶς, μήπως, μικρὸν κουφισθείς, ἐκβάλω τὴν χεῖρά μου». Τοῦτο δὲ πεποιηκότος καὶ κοπιάσαντος, ἀκίνητος ὁ λίθος διέμεινεν ὥσπερ μόλυβδος πολυτάλαντος. Εἶτα φωνήσαντος καὶ τοὺς λοιποὺς ἀδελφούς, ἀνῆλθον μετὰ σπουδῆς, ἀλλὰ διὰ τὸ τοῦ τόπου στενὸν ἵσταντο ῥάδα ἕκαστος ὄπισθεν τοῦ ἑτέρου· ἦν γάρ, ἀκμὴν ἣν διεχάραξα τρίβον, στενὴ καὶ μονόπατος καὶ οὐδὲν πλεῖον, ἐν ᾗ καὶ ἵσταντο ῥάδα ἐν ἀμηχανίᾳ ὅτι πολλῇ.

Ἐγὼ δὲ τῷ προρρηθέντι μοναχῷ, ὡς πλησιάζοντί μοι, καὶ πάλιν ἔφην· «Λάβε μοι τὸ βαρυσφύριον καὶ κροῦσον τοῦ λίθου». Λαβὼν δὲ καὶ κρούσας, προμηθείᾳ Θεοῦ ἀπερράγησαν τμήματα δύο, ἀνδροσηκώματος πλεῖον, καὶ μόλις ταῦτα κυλίσαντες μικρὸν ἄποθεν τοῦ λίθου, τὸ ἄχθος κουφότερον γέγονε· ὃν καὶ μικρὸν διακουφίσαντες, ἐξείλαντό μου τὴν χεῖρα, ὢ θείας καὶ ἀνεκφράστου δυνάμεως, μηδὲν δεινὸν πεπονθυίας, πλὴν ὅτι ὁ λιχανὸς δάκτυλος μόνος ἐνάρκησε μικρόν. Ἐγὼ δέ, τοῦ λίθου ἐπιλαβόμενος τῇ μιᾷ χειρί, τὴν ἑτέραν κρατήσαντες οἱ ἀδελφοί, κἀγὼ κατὰ μικρὸν πρὸς αὐτοὺς ἐνδιδούς, μόλις ἐπανῆλθον τῆς δεινῆς κρεμαστῆρος ἐκείνης. Καὶ ἐν τῇ ῥηθείσῃ μικρᾷ τρίβῳ προσερείσας τοὺς πόδας καὶ τὰς χεῖρας ἄνω διαπετάσας, ἔδωκα δόξαν τῷ Θεῷ, τῷ ἐκ τηλικούτου θανάτου ῥυσαμένῳ με παραδόξως· «Καὶ ὑψώσω σε», ἔλεγον, «Κύριε, ὅτι ὑπέλαβές με καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου, ἐπ’ ἐμέ· Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ καὶ ἰάσω με· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου καὶ ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον», ὅτι «εὐλογητὸς εἶ» εἰς τοὺς αἰῶνας. Ἀμήν.

Καὶ οὕτω χαρᾶς πολλῆς πληρωθείσης μου τῆς καρδίας, ἤθελον, πρὸς δόξαν Θεοῦ καὶ αἰσχύνην τοῦ δαίμονος, τὴν προρρηθεῖσαν σφῦραν λαβεῖν καὶ διὰ τῆς μιᾶς χειρὸς καταλῦσαι τὸν λίθον, διεκωλύθην, δὲ παρὰ τῶν ἀδελφῶν. «Δέον ἐστίν», ἔλεγον, «τὸν πληγωθέντα περιποιήσασθαι δάκτυλον, μήπως, ἀποψυχρανθείς, ὀδύνην σοι παρεισάξει». Εἶξα οὖν κἀγὼ τῇ αὐτῶν συμβουλῇ. Εὐθέως κατήλθομεν καί, μετὰ χλιαροῦ ὕδατος τὴν χεῖρα καὶ τὴν τομὴν ἀποκλύσαντες, τῶν αἱμάτων τὸν δάκτυλον μετὰ ῥάμματος ἐδεσμεύσαμεν. Ἦν γὰρ τὸ τούτου τραῦμα δεινότατον. Ὅλη γὰρ αὐτοῦ ἡ ῥὼξ κατεκόπη μέχρι καὶ τοῦ ὀνύχου, κἀγὼ τὸν τῆς πληγῆς τρόπον εἰπεῖν οὐκ ἐπίσταμαι, ξένον δέ, ὅτι τὸ ὀνύχιον σὺν Θεῷ παρεβλάβη οὐδέν. Τὸν δάκτυλον δέ, ὡς εἴρηται, περισφίξας καὶ τὴν ἐξ ἔθους σύναξιν ἐκτελέσας καὶ ἄρτου γευσαμένων τῶν ἀδελφῶν, διεστειλάμην αὐτοῖς λέγων· «Ὁρᾶτε καὶ μηδενὶ ἐξείπητε τὸ γενόμενον, μήπως τινὲς τῶν περιέργων, ἀντὶ τοῦ θαυμάσαι, περιεργάσωνται τὰ μὴ δέοντα». Διὸ καὶ ἐσιωπήθη τὸ δρᾶμα μέχρι καιροῦ.

Κἀγώ, ἀπολύσας τοὺς ἀδελφούς, εἰσῆλθον ἐν τῇ ἐγκλείστρᾳ καὶ ἀνεκλίθην ἐν τῷ χαραδρίῳ μου, πολλὰς μετὰ δακρύων εὐχαριστίας ὁμολογῶν τῷ Θεῷ, τῷ ἐκ τοῦ αἰφνιδίου καὶ πικροῦ καὶ ἀτιμοτάτου τούτου θανάτου ῥυσαμένῳ με παραδόξως.

Τοῦ δὲ δακτύλου ὁ πόνος, αὐξάνων κατὰ μικρόν, ὀξυτάτους μοι καὶ δριμυτάτους προσῆγε τὰς ἀλγηδόνας· καί, ὡς μηδεμίαν ἀνακλινόμενος εἶχον ἀνάπαυσιν, ἐξανέστην ταχέως καί, τὸν παρατυχόντα χάρτην καὶ κάλαμον ἐπὶ χεῖρας λαβών, ἠρξάμην τοῦ γράφειν καὶ λέγειν οὕτως· «ξένον ὄντως ἀλλὰ καὶ πάνυ ξένον ὄντως». Ἐπεὶ δὲ καὶ ἡ νὺξ κατέλαβε καὶ ἡ ἀλγηδὼν ἐπετείνετο, καὶ μὴ δυνάμενος γράφειν καὶ προσπαλαίειν πόνῳ τοσούτῳ, ἀναστὰς ἀνεκλίθην καὶ αὖθις. Καὶ νῦν μὲν τὴν χεῖρα ἐπετίθην τῷ στήθει μου, νῦν μὲν ὑπτίαν, νῦν δὲ ὄρθιον, καὶ κουφισμὸς τοῦ πόνου παρῆν οὐδαμῶς κἀγὼ πρὸς πλείονα δοξολογίαν διεγειρόμην Θεοῦ. «Εἰ γὰρ δακτύλου ἑνὸς ἄκρον», ἔλεγον, «οὕτως ἡμᾶς κατατήκει, τί ἂν λοιπὸν ὑπεισόμεθα εἰ κατεκλάσθη τὸ σχέλος ἢ συνετρίβη χεὶρ ἢ ἄλλ’ ὅ,τι τοῦ σώματος συνεθλάσθη μόριον;

Ἐὰν δὲ καὶ ἐν τῷ κρημνῷ κάτω συνεχωρήθην ἀκοντισθῆναι ὡς ἡ ὁρμὴ κατηπείγετο, τίς ἱκανὸς ἐξειπεῖν τὴν πολλὴν καὶ δεινὴν τραγῳδίαν ἐκείνην καὶ συμφοράν; Λέγω δὴ τὴν τῶν μελῶν συντριβήν, τὴν διάλυσιν τῶν ἁρμῶν, τὴν διατομὴν τῆς σαρκός, τὴν τοῦ μυελοῦ διασποράν, τὴν χύσιν τῶν ἐγκάτων καὶ ἁπλῶς τὸν τοῦ σώματος καθόλου ἀφανισμόν. Οὐδὲ γὰρ ἦν μέτριος ὁ κρημνός, ἵνα καὶ ἡ συντριβὴ μέτριος ἀποβῇ, ἀλλὰ οὐργύων ἦν δέκα καὶ ὀκτώ, ὡς ὕστερον ἔγωγε τοῦτο καταμετρήσας μεμάθηκα πείρᾳ. Ἀλλὰ καὶ ἡ κάτωθεν ἱσταμένη κυπάρισσος ἱκανῶς εἶχε καὶ ἐλέφαντος σῶμα καταδιελεῖν, μήτοι γε ἀδρανέστατον τοιοῦτον οἷον καὶ τὸ ἡμέτερον».

Ταῦτα οὖν ἀδολεσχῶν καὶ προσπαλαίων τῷ πόνῳ καὶ ἀντιμαχόμενος, ἄυπνος διετέλουν τὴν νύκτα ὅλην ἐκείνην, ἄχρις οὖν καὶ ἡμερῶν ἓξ ὀδυνηρῶς εἶχον καὶ ἀλγεινῶς, ὅθεν καὶ θερμασία πολλὴ προσεγένετό μοι, ἐξ ἧς ἀσιτία καὶ ἀυπνία παντελὴς κατεδάμασέ με καὶ διῆγον ἔμπνους, νεκροῦ σχεδὸν μηδὲν διαφέρων. Παρελθουσῶν δὲ τῶν ῥηθεισῶν ἓξ ἡμερῶν, ὀδύνη λοιπὸν ἡσύχασεν ἅπασα καὶ τὰ πρὸς ῥῶσιν ἔνθεν ἐχορήγει μοι Θεός. Κἀγὼ δέ, διανοούμενος τὴν ὑπερφυῶς προσγινομένην μοι κηδεμονίαν Θεοῦ, ἐδόξαζον αὐτὸν καὶ πάλιν δοξάσω, ἀλλὰ καὶ ὑμᾶς, ὡς φιλοχρίστους, ἀξιῶ τοὺς ἀκροατὰς σὺν ἐμοὶ δοῦναι δόξαν τῷ Θεῷ.