Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Περὶ θεοσημείας

Νεόφυτος ὁ Ἔγκλειστος

Ευχαριστήριες δοξολογίες και ευχές

Ύμνοι και προσευχές προς τον Τριαδικό Θεό, τη Θεοτόκο, τον Τίμιο Σταυρό και τις αγγελικές δυνάμεις εις ένδειξη ευγνωμοσύνης για τη διάσωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 4 από 6

Δοξολογία περὶ τῆς ἁγίας Τριάδος. Δόξα σοι, δόξα σοι, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως. Δόξα σοι, δόξα σοι, ὁ τῶν νῦν καὶ τῶν πάλαι θαυμασίων Θεός. Δόξα σοι, ὁ γεννήτωρ Πατήρ, ὁ ἐκ σοῦ γεννηθεὶς Λόγος καὶ Θεὸς καὶ τὸ ἐκ σοῦ αἰωνίζον θεοπρεπῶς παράκλητον Πνεῦμα. Δόξα σοι, ἄκτιστε, ἄναρχε, παναλκὴς τρισυπόστατε μονὰς καὶ ἀμέριστε τῇ οὐσίᾳ. Δόξα σοι, σύνθρονε, συναΐδιε, ὀρθόδοξε καὶ ὁμοβασίλειε Τριάς. Δόξα σοι, ὁ Πατήρ, ὅτι ἐποίησας ἡμᾶς, δόξα σοι, ὁ Υἱός, ὅτι ἔσωσας ἡμᾶς, δόξα σοι, τὸ πανάγιον Πνεῦμα, ὅτι ἀνεκαίνισας ἡμᾶς. Δόξα τῷ κράτει τῆς ἰσχύος σου, ὁ ἐν Τριάδι καὶ μιᾷ θεότητι δοξαζόμενος Θεός. Δόξα σοι, ὅτι οὐ κρημνός, οὐ θάλασσα, οὐ ποταμός, οὐ φρέαρ, οὐ ξίφος, οὐ πῦρ, οὐ θηρίον, οὐδ’ ἄλλο τι κατεπεῖγον σφοδρῶς καὶ ὀξέως προσαπολέσαι τινὰ δύναται ἢ ἀντιβλέψαι τῷ κράτει τῆς ἰσχύος σου, ἐν οἷς βούλει σε διασῴζειν τοὺς κινδυνεύοντας.

Ἀλλὰ νῦν μὲν ἡ εὐδοκία καὶ μόνη τῆς δυναστείας σου, ἀστραπῆς ταχινώτερον ἐπιφθάσασα, τῶν κινδύνων διασῴζει τοὺς κινδυνεύοντας. Νῦν δέ, κατὰ γνώμην τῆς σῆς ἀγαθότητος, ἄγγελος θεῖος, παρακαλῶν κύκλῳ τῶν φοβουμένων σε, διαφυλάττει αὐτοὺς καὶ ἐξέλει τῶν ἀναγκῶν τῷ ἐλέει σου.

Ὅτε δὲ τοῖς κινδύνοις παραδιδόμεθα καὶ ὑπ’ αὐτῶν συντριβόμενοι προσαπολλύμεθα, οὐκ ἀπορίαν καὶ ἀδυναμίαν ἢ ἀπρονοησίαν τῆς ἀπορρήτου δυνάμεως καὶ προνοίας σου οἱ δοῦλοί σου ἐπιγράφομεν, Δέσποτα, ἀλλὰ γεώργιον καὶ καρπὸν τῶν πονηρῶν ἔργων καὶ πράξεων ἡμῶν, ὅτι «Ἐν τοῖς ἔργοις», φησί, «τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός», καὶ «Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοὶ» καὶ ὅσα τοιαῦτα.

Δόξα σοι, Χριστὲ παμβασιλεῦ τῆς δόξης, Κύριε τοῦ ἐλέους, δι’ οὗ, καὶ τῆς τυραννίδος τοῦ ᾅδου καὶ μοχθηρᾶς δουλείας τοῦ ἀντικειμένου ἀπαλλαγέντες, ἐλευθερίας ἐτύχομεν, κινδύνων δὲ ἀοράτων καὶ ὁρατῶν θαυμαστῶς ἐκλυτρούμενοι. Δόξα σοι, μονογενὲς Υἱέ, ὁμοφυὲς καὶ ἀγαπητὲ Λόγε τοῦ Θεοῦ καὶ Πατρός, τὸ τοῦ Θεοῦ ἔλεος καὶ ἡ ἀλήθεια ἡ ἐλθοῦσα ἐκ τοῦ οὐρανοῦ καὶ σώσασα ἡμᾶς, περὶ ἧς καὶ ὁ Δαβὶδ λέγων προανεφώνει τρανῶς· «Ἐξαπέστειλεν ἐκ τοῦ οὐρανοῦ καὶ ἔσωσέ με». «Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ καὶ ἐρρύσατο τὴν ψυχήν μου». Δόξα σοι, μόνε ἀναμάρτητε Ἰησοῦ Ἐμμανουὴλ καὶ αὐτεπάγγελτε βοηθὲ τοῦ γένους τῶν ἀνθρώπων. Θεός μου εἶ σὺ καὶ ἐξομολογήσομαί σοι, Θεός μου εἶ σὺ καὶ ὑψώσω σε, ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου καὶ ἐγένου μοι εἰς σωτηρίαν.

Εἰς τὴν Θεοτόκον. Δόξα σοι, καὶ αὐτὴ πανάχραντε ἁγνὴ Δέσποινα, εὐλογημένη Παρθένε Θεοτόκε, ἡ πρωτόκλητος ἐμοὶ διὰ γλώττης καὶ καρδίας ἐν τῇ ὥρᾳ φρικτῇ τῆς περιστάσεως τῆς ἐμῆς. Δόξα σοι, Δέσποινα Θεοτόκε, ἡ κραταιὰ βοήθεια τῶν πιστῶν καὶ τῶν ἐπὶ σοὶ πεποιθότων, σὺν τῇ ἐμῇ ἀναξιότητι, ταχυτάτη ἀντίληψις. Δόξα σοι, πανάχραντε ἁγνὴ Θεογεννῆτορ, δι’ ἧς ἡ ζωαρχία φθορᾶς καὶ θανάτου ἡμᾶς ἐλυτρώσατο.

Τοῦ σταυροῦ. Δόξα σοι, καὶ αὐτός, παγκόσμιε καὶ πανσεβάσμιε τοῦ Κυρίου σταυρὲ καὶ οἰκοδέσποτα τῶν ὧδε καὶ τῆς ἡμῶν ἀρωγὲ σωτηρίας καὶ τῶν ἡμῶν ἐπιβουλῶν δαιμόνων κατακάρδιος ἧλος. Δόξα σοι, θεοφόρε θεῖε σταυρέ, τὸ ἀήττητον ὅπλον καὶ εἰρηναῖον, τὸ διαφυλάττον ἡμᾶς ἐκ τῶν βελῶν τοῦ Βελίαρ, ἡ ἐμὴ ῥάβδος καὶ ἀκλινὴς βακτηρία, δι’ ἧς τοῦ δεινοῦ πτώματος καὶ ὀλεθρίου ἀνέστην καὶ ἀνωρθώθην ἐγώ. Δόξα σοι, εὐθαλὲς καὶ κατάσκιον μονοδένδριον καὶ τριδένδριον δένδρον τῆς ἀκτίστου Τριάδος, δι’ οὗ, τῆς δαιμονιώδους πτώσεως καὶ καυσώδους ὀχλήσεως ἐγὼ διασωθείς, πρὸς τὴν ζωηφόρον σκιὰν ἐπανῆλθον ξενοπρεπῶς· ὁ τοῦ ἀώρου θανάτου τῷ καύσωνι πεφθακὼς καὶ θαυμασίως ἐκεῖθεν πάλιν ἀνακληθείς, ὁ ἐλθὼν ἤδη καὶ πεφθακὼς πρὸς τὰς τοῦ βίου δυσμάς, καὶ ἡ διὰ σοῦ πρὸς τὴν δύσιν ἡμῶν ἐνδημήσασα ἀνατολὴ τῶν ἀνατολῶν ἀνατολὴν ζωτικὴν ἡμῖν ἐχαρίσατο πᾶσιν.

Τῶν Ἀσωμάτων. Δόξα σοι, καὶ αὐτὴ δεδοξασμένη πρὸς Θεοῦ, ἡ φλογοφόρος δυὰς τῶν θείων ἀρχαγγέλων Μιχαὴλ καὶ Γαβριὴλ σὺν τῇ λοιπῇ χορείᾳ τῶν οὐρανίων δυνάμεων, δι’ ὧν καὶ φυλαττόμεθα πάντες ἐκ τῶν σκανδάλων τοῦ πολεμήτορος.

Περὶ τοῦ ἰδίου φύλακος. Δόξα σοι, καὶ οὗτος πυρσοφωτότατε ἄγγελε Θεοῦ, ὁ νεύσει θεϊκῇ παραφυλάττων μου τὴν ζωὴν καὶ τὴν ψυχήν, δι’ οὗ καὶ τυραννίδος δαιμόνων καὶ κινδύνων πολλῶν καὶ τῆς μανίας τοῦ σατανᾶ ἐξεῖλέ με ῥᾳδίως. Ἀλλὰ μὴ νυστάξῃς, μηδὲ ὑπνώσῃς, μηδὲ ἀποκάμῃς, μηδὲ ἀποστῇς σου τῆς φυλακῆς, παρακαλῶ, διὰ τὸ ταύτης ἀνάξιον καὶ ἐμπαθές, ἵνα μὴ ὑπὸ κλεπτῶν καὶ φονέων καὶ πετεινῶν ἀκαθάρτων, ἑρπετῶν τε καὶ θηρίων ἀοράτων ἀναλωθῶ καὶ δώσῃς λόγον τῷ Κυρίῳ καὶ Δεσπότῃ σου. Ἀλλὰ φύλαξόν σου δέομαι ἀνυστάκτως τὴν ψυχήν, ἄχρις ἂν τῷ Κυρίῳ σου, ταῖς αὐτοῦ ἀποθήκαις εἰσοδεύσῃς αὐτήν, καὶ δαψιλεῖς μὲν τοὺς ἐπαίνους, πλουσίους δὲ τοὺς μισθούς σου πρυτανεῦσαί σοι εἰς αἰῶνας.

Ταῦτα οὖν σὺν Θεῷ συνεγραψάμην ἐγὼ πίστει καὶ πόθῳ καὶ φόβῳ Θεοῦ καὶ οὐ χάριν φιλοτιμίας, ὡς προείρηκα, οὐδὲ παρέργως ἁπλῶς, ἀλλὰ πρὸς Θεοῦ δοξολογίαν καὶ ὠφέλειαν τῶν παρόντων. Εἰ δὲ δυνάμεως εἶχον ἀναπτῆναι καὶ πρὸς ἀέρα καὶ σαλπίσαι τρανῶς καὶ πᾶσαν γλῶσσαν κινῆσαι πρὸς εὐφημίαν Θεοῦ, εἶχον ἂν καὶ τοῦτο ἐπιτελέσαι γαννύμενος.

Ἐπεὶ δέ μοι τὸ χαμερπὲς καὶ χαμαίζηλον πρὸς τοῦτο ἀδυνατεῖ, καὶ ὑμεῖς οἱ παρόντες καὶ ἀκούοντες, ὡς τοῦ καλοῦ ἐρασταὶ καὶ φιλόχριστοι, τῆς καθέδρας ὑμῶν ἕκαστος ταχέως ἐξαναστάς, δεῦτε σὺν ἐμοὶ προσκυνήσατε καὶ δῶμεν δόξαν τῷ Θεῷ καί, συνευξάμενοι, λέξωμεν οὕτως.

Εὐχὴ περιεκτική. Ὁ πατρικῇ εὐδοκίᾳ καὶ συνεργίᾳ Πνεύματος ἁγίου, τοῦ πατρικοῦ κόλπου ἐπαναστὰς κἀκεῖθεν μὴ χωρισθεὶς καὶ οὐρανοὺς κλίνας καὶ καταβὰς καὶ μορφὴν δουλικὴν ἐκ τῆς ἀχράντου Μαρίας ὑπὲρ νοῦν καὶ λόγον προσειληφὼς καὶ πληρώσας πᾶσαν οἰκονομίαν ὑπὲρ ἡμῶν καὶ σταυρὸν καὶ θάνατον ἐπονείδιστον ἑκουσίως καταδεξάμενος καὶ τριήμερος ἐκ τοῦ τάφου καὶ τῶν τοῦ ἅδου ταμείων ἐξαναστάς, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ δεσμοῖς αἰωνίοις καταδεσμεύσας τὸν τύραννον καὶ λύσας τοὺς δεδεμένους καὶ συνεγείρας τῷ κράτει σου καὶ θανατώσας τὸν θάνατον, εὐχαριστῶ, εὐλογῶ, δοξάζω τὸ κράτος καὶ τὸ ἔλεος τῆς ἀγαθότητός σου καὶ ὑπὲρ τῆς νῦν γενομένης μοι ὑπερφυεστάτου κηδεμονίας σου, τῆς ἐκ τῶν πυλῶν τοῦ θανάτου παραδόξως ἐξελουμένης με.

Ὁ ἐλθὼν καὶ διασώσας ἀπολλύμενον κόσμον, ὁ τῆς φθορᾶς ἀναιρέτης καὶ χορηγὸς τῆς ζωῆς, ὁ φιλανθρώπως ἐλθὼν καὶ καλέσας ἁμαρτωλοὺς εἰς μετάνοιαν, ὁ υἱοθετήσας ἡμᾶς βαπτίσματι ἁγίῳ, τοὺς μακρυνθέντας Θεοῦ, καὶ εἰς χώραν μακρὰν τῶν πονηρῶν πολιτῶν καὶ καταφαγόντας ἐν ἀσωτίᾳ τὸν πλοῦτον τὸν πατρικόν, ὁ τὰ πάντα παραγαγὼν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι καὶ τὰ πάντα συνέχων δρακὶ τῇ πανσθενεῖ δεξιᾷ, ὁ κἀμὲ ποιήσας καὶ πλάσας καὶ τῆς τοῦ κόσμου ζάλης καὶ ῥυπαρίας καὶ μοχθηρᾶς δουλείας καὶ τρικυμίας ἐξαγαγὼν καὶ ὡς ἐν λιμένι τινὶ τῷ κρημνῷ τούτῳ καὶ τῇ Ἐγκλείστρᾳ προσορμίσας με τῷ ἐλέει τῶν οἰκτιρμῶν σου καὶ <ἐκ> τοῦ ἀφανοῦς πρὸς τὸ ἐμφανὲς ταύτην παραγαγών, ἣν ἐπρυτάνευσάς μοι καὶ ἣν παρέδωσας τῇ χειρί σου σὺν τῇ ψυχῇ καὶ τῇ πνοῇ καὶ τῷ σώματί μου, ἣν καὶ διαφύλαξον ἐν εἰρήνῃ, ὡς εἰρήνη Θεοῦ καὶ Θεὸς ἀληθινὸς ἐκ Θεοῦ ἀληθινοῦ, ὅπως μὴ ἀτίμως κατὰ τὴν γνώμην τοῦ πονηροῦ, ἀλλ’ ἐντίμως καὶ σωτηρίως κατὰ τὴν γνώμην σοῦ, τοῦ φύσει ἀγαθοῦ, τὸ τέλος ἡμῶν ἐκεῖνο περατωθέν, δοξασθῇ σου καὶ ἐντεῦθεν ἀξιοχρέως τὸ πανάγιον ὄνομα.

Σὺ γὰρ καὶ τὴν καθ’ ἡμῶν οἶδας μανίαν τοῦ σατανᾶ καὶ τῆς ἡμῶν φύσεως τὸ ἀδρανές, ὡς πλάσας αὐτὴν καὶ ὡς φορέσας αὐτὴν πρὸς τὸ σῶσαι αὐτήν. Διὸ καί, τὴν αὐτῆς ἀσθένειαν καλῶς ἐπιστάμενος, ἐνετείλω ἡμῖν ὅτι «Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν·» καὶ «καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ, οὕτω οὐδὲ ὑμεῖς». Διὸ καὶ ἡμᾶς καταξίωσον κολληθῆναί σοι ὡς τὸ κλῆμα, Κύριε, ἐν τῇ ἀμπέλῳ, ἵνα, ὥσπερ ἡ ἄμπελος μὲν ἐκφύει τὸ κλῆμα, τὸ κλῆμα δὲ τὸν καρπόν, ὁ καρπὸς δὲ τὸν οἶνον, οὕτω καὶ ἡμᾶς, Κύριε, καταξίωσον καρποφορῆσαι σοὶ ἀρετὰς ἐνθέων πράξεων καὶ καρπῶν. Καὶ καθάπερ ὁ τῆς ἀμπέλου λινοπατεῖται καρπὸς καὶ γλεῦκος ἀποτελεῖται καὶ ἀπαρτίζεται οἶνος εὐφραίνων τὸν γεωργόν, οὕτω καὶ ἐφ’ ἡμᾶς εὐδόκησον, Κύριε, τὴν σὴν εὐφρᾶναι ἀγαθότητα γεωργοῦ τοῦ πανγεωργοῦ.

Καὶ ὥσπερ <ὁ> φιλόπονος γεωργὸς φιλοπόνως καθαίρει, ἀροτριᾷ, τειχίζει, διαφράττει, καλλιεργεῖ, σοβεῖ πετεινά, κλέπτας, ἑρπετὰ καὶ θηρία πρὸς τὸ μὴ βλάψαι τὴν ἄμπελον <καὶ> τὸν ταύτης καρπόν, οὕτω καὶ σύ, Κύριε, «ἡ ἄμπελος ἡ ἀληθινὴ καὶ ὁ Πατήρ» σου «ὁ γεωργὸς» καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον, ἡ ὁμόθεος ἐξουσία, κάθαρον ἡμᾶς, ἀροτρίασον ἡμᾶς δικαιοσύνης νεώματα, καλλιέργησον ἡμᾶς τηρήσει τῶν ἐντολῶν σου καὶ τείχισον ἡμᾶς ἁγίοις ἀγγέλοις σου, ἵνα τῇ τούτων φωτοφανείᾳ καὶ ἀγρύπνῳ φυλακῇ φυγαδευθῶσιν οἱ κλέπται, τὰ θηρία, τὰ πετεινὰ καὶ οἱ τοῦ σκότους ἐργάται, ἵνα μὴ κλέψωσι καὶ θύσωσι καὶ ἀπολέσωσιν, ἀλλ’ ἵνα ἀποστραφῶσι κατῃσχυμμένοι μᾶλλον καὶ ἄπρακτοι.

Ἡμᾶς δὲ τοὺς ταπεινοὺς καὶ Πνεύματος ἁγίου μετόχους ἀνάδειξον καὶ τέλους ἀγαθοῦ καταξίωσον, συγγράφους, ἀναγνώστας, ἀκροατὰς καὶ ὁλικῶς τοὺς παρόντας μου. Καὶ τὸν τόπον τοῦτον, ὡς οἰκεῖόν σου κτῆμα, καὶ τοὺς οἰκοῦντας ἐνθάδε ἱλέῳ σου ὄμματι καὶ σκέπῃ τῶν πτερύγων σου ἀσινεῖς διαφύλαξον.

Καὶ τοὺς ἐν πίστει ἐν τούτῳ διακονήσαντας ἢ διακονοῦντας ἁμαρτημάτων λύσιν τὸν μισθὸν αὐτοῖς ἐπιβράβευσον, εὐχαῖς τῆς πανοσίου σου Ξένης, ἧς καὶ τὴν ἐτήσιον μνήμην γεραίρομεν σήμερον, καὶ τὴν εἰς ἡμᾶς κηδεμονίαν σου ἀνεκηρύξαμεν, ὅπως ἐκ πάντων καὶ πασῶν δοξάζηταί σου τὸ πανάγιον ὄνομα, σὺν τῷ ἀνάρχῳ καὶ συνανάρχῳ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωαρχικῷ καὶ ὁμοουσίῳ σου Πνεύματι, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.