Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νεόφυτος ὁ Ἔγκλειστος – Περὶ θεοσημείας

Νεόφυτος ὁ Ἔγκλειστος

Λειτουργικές διατάξεις και υμνογραφία της εορτής της Θεοσημείας

Τυπικές οδηγίες για την ετήσια τέλεση της Θείας Λειτουργίας και του Εσπερινού σε ανάμνηση του γεγονότος, καθώς και τα σχετικά ιδιόμελα στιχηρά του αγίου Νεοφύτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νεόφυτος ὁ Ἔγκλειστος

—

Κεφάλαιο 6 από 6

Ἡ Ἀκολουθία τῆς Θείας Λειτουργίας τῆς προγραφείσης Θεοσημείας Ὀφείλει οὖν ὁ ἱερεὺς ἐν τῇ πρώτῃ μου προσφορᾷ τὰ συνήθη τῆς προσκομιδῆς ῥήματα λέγειν. Τῆς δευτέρας δὲ ἔστωσαν ταῦτα, μνημονεύοντες: Κύριε, ὁ Θεὸς ἡμῶν. Τῷ καιρῷ ἐκείνῳ περὶ τῆς τῷ δούλῳ σου γενομένης θαυματουργίας σου τὴν παροῦσάν σοι προσφορὰν προσκομίζομεν, ἣν προσδεξάμενος, καὶ αὖθις ἐπίδος τῷ δούλῳ σου τὰ ἐλέη σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἡ δὲ τοιαύτη προσφορὰ ἔξω ἐν τῷ πυλῶνι ὀφείλει ἐπιδίδοσθαι τῷ παρατυχόντι ἀδελφῷ τινι πτωχῷ πρὸς διατροφὴν αὐτοῦ.

Προκείμενον τοῦ ἀποστόλου. Ἦχος βαρύς. Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν. Στίχ. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου. Πρὸς Κορινθίους. Ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν περὶ τῆς θλίψεως ἡμῶν τῆς γενομένης <ἡμῖν> ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερβολὴν ἐβαρύνθημεν ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν.

Ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς, ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς, ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων καὶ <ὑμῶν ὑπὲρ> ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν προσώπων εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.

Ἀλληλούϊα. Ἦχος πλ. αʹ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. Στίχ. βʹ. Ἐν ἡμέρᾳ κακώσεώς μου ἐσκέπασέ με καὶ ἐν πέτρᾳ ὕψωσέ με. Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου εὐαγγελίου. Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Μὴ οὖν φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν; Ὑμῶν δὲ καὶ αἱ τρίχαι τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί. Μὴ οὖν φοβηθῆτε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς· καὶ τ<ὰ λοιπά>.

Ἐνταῦθα ἐλλείπει τὸ λοιπὸν τῆς εὐχῆς. Ἡμᾶς ἐν ἐλέει ἐπίσκεψαι, Κύριε, καὶ τῆς ἐνεστώσης λύτρωσαι περιστάσεως ἀμετρήτῳ ἐλέει σου, ὅπως καὶ ἐντεῦθεν ὑμνῆται, προσκυνῆται, εὐλογῆται καὶ ὑπερυψοῦται τὸ τριαδικὸν ἐνούσιον καὶ πανάγιόν σου ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Τὴν ἐκ τῶν χαρίτων σου, Κύριε, καὶ ἐκ τῶν πηγῶν τοῦ σωτηρίου σου συλλογισθεῖσαν εὐχὴν ἔτι χαρίτωσον τῇ χάριτί σου, Κύριε σωτήρ μου, καὶ πάσης θλίψεως ἀκεσώδυνον καὶ ἀλεξιτήριον ἔργασαι, τοῖς διὰ ταύτης σὲ ἱκετεύουσι, Κύριε σωτήρ μου. Ἀμήν.

Μηνὶ Ἰαννουαρίῳ εἰς τὴν κδʹ. Βίος καὶ πολιτεία τῆς ὁσίας Εὐσεβείας τῆς μετονομασθείσης Ξένης. Καὶ ἀναγινώσκεται ὁ βίος τῆς ὁσίας εἰς τὸν συναξαριστήν.

Εὐχὴ τῆς ἀγρυπνίας τοῦ μεγάλου ἑσπερινοῦ. Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ὑγείας καὶ σωτηρίας καὶ ἀφέσεως ἁμαρτιῶν τοῦ δούλου τοῦ Θεοῦ Νεοφύτου μοναχοῦ καὶ ἱερέως καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος καὶ ὑπὲρ πάσης ψυχῆς χριστιανῶν, θλιβομένης τε καὶ καταπονουμένης, ἐλέους Θεοῦ καὶ βοηθείας ἐπιδεομένης· σκέπης τοῦ ἁγίου τόπου τούτου καὶ τῶν κατοικούντων ἐν αὐτῷ, εἰρήνης καὶ καταστάσεως τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, σωτηρίας καὶ βοηθείας τῶν μετὰ σπουδῆς καὶ φόβου Θεοῦ κοπιώντων καὶ διακονούντων πατέρων καὶ ἀδελφῶν ἡμῶν· ὑπὲρ τῶν ἀπολειφθέντων καὶ ἐν ἀποδημίαις ὄντων, ἰάσεως ἐν ἀσθενείαις κατακειμένων· ὑπὲρ κοιμήσεως, ἀνέσεως, μακαρίας μνήμης καὶ ἀφέσεως ἁμαρτιῶν τῶν προαπελθόντων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε κειμένων καὶ ἁπανταχοῦ Ὀρθοδόξων· ὑπὲρ ἀναρρύσεως τῶν αἰχμαλώτων καὶ ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἐν ταῖς διακονίαις ἀσχολουμένων καὶ πάντων τῶν διακονούντων καὶ διακονησάντων ἐν τῇ ἁγίᾳ μονῇ ταύτῃ εἴπωμεν.

Στιχηρὰ ἰδιόμελα. Ποίημα Νεοφύτου πρεσβυτέρου, μοναχοῦ καὶ ἐγκλείστου. Ὀφείλει ψάλλεσθαι ἔξωθεν τοῦ κελλίου τοῦ ἐγκλείστου. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι. Ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἐξ ἀπειρογάμου μητρὸς «μορφὴν δούλου λαβὼν» καὶ σχέσιν πρὸς τοὺς ἰδίους δούλους ἐσχηκώς, ἐν ταῖς αὐτῶν καρδίαις ἐπισπείρει τὰ δόξαντα. Ἔνθεν καὶ τὸν ἔγκλειστον δοῦλον αὐτοῦ πρὸς τὰ τῆς Ἐγκλείστρας ἀνώτερα νοερῶς ἀνελθεῖν καὶ ταμεῖον ἡσύχιον ἀνεγεῖραι ὑπετίθετο. Τοῦτο ὁ ἀντίπαλος, τιτρωσκόμενος, μηχαναῖς ἐπειρᾶτο ἀθετῆσαι τὸ ἐγχείρημα, ἀλλά, τούτου ἀποτυχών, φόνον διὰ κρημνοῦ τε καὶ λίθου δολίως ὁ δόλιος μεμελέτηκεν.

Ἀλλ’ ἡ μητρόθεος Δέσποινα καὶ ὁ γεννηθεὶς ἐξ αὐτῆς ἄχραντος Λόγος, προσκληθέντες, ταχέως καταργοῦσι τὸν τύραννον, καὶ ὁ θάνατος οἴχεται καὶ ὁ τούτου θεράπων θαυμαστῶς διασῴζεται, ὃς καὶ τότε καὶ νῦν σὺν ἡμῖν ἐκβοᾷ· Ἔσωσέ με ἡ δεξιά σου, Κύριε, δόξα τῷ κράτει σου.

Ἕτερον ἰδιόμελον. Ἦχος γʹ. Ὀφείλει ψάλλεσθαι ἔνδοθεν τοῦ κελλίου τοῦ ἐγκλείστου. Ὢ σοφία καὶ Λόγε τοῦ Θεοῦ καὶ δύναμις, ὢ πέτρα θαυμάτων Μωσαϊκῶν ἐξ ἧς ποτιζόμεθα, αἷμα σωτήριον καὶ ὕδωρ καθάρσιον δι’ ἧς κατεκλύσθησαν πύλαι τυραννικαὶ καὶ «μοχλοὶ συνετρίβησαν» καὶ πᾶσα ἄψυχος κτίσις ὑπείκει τῷ κράτει σου. Ὢ λίθος ἐκλελεγμένος, ὁ τεθεὶς πρὸς Πατρὸς εἰς τὰ θεμέλια Σιὼν τῆς σεπτῆς Ἐκκλησίας σου, «καὶ πύλαι ᾅδου αὐτὴν οὐκ ἐσάλευσαν». Ὢ λίθος ἀκρόγωνος, θαυμαζόμενος ἐν γωνίᾳ τῆς θεοκλήτου Ἐκκλησίας σου, καὶ λίθος ὁ ἄνευ ἀνδρὸς ἐκ παρθένου ἀποτμηθεὶς καὶ συντρίψας εἰς χοῦν τὰ τῶν εἰδώλων ξόανα, ὁ τῶν νῦν καὶ τῶν πάλαι θαυμασίων Θεός, ὁ τοῦ κρημνοῦ καὶ τοῦ λίθου καὶ τοῦ ἐντεῦθεν θανάτου διασώσας τὸν δοῦλόν σου, βοήσαντα τῇ μητρὶ καὶ τῷ κράτει σου· Φιλάνθρωπε, δόξα σοι.

Ἕτερον στιχηρὸν ἰδιόμελον. Ἦχος πλ. αʹ. Ὀφείλει ψάλλεσθαι ἐν τῇ δευτέρᾳ κλίμακι. «Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον Θεοῦ Ἰακώβ», καὶ κατίδωμεν ἐκεῖ καινοπρεπῆ τεράστια καὶ ὀψόμεθα ἐκεῖ ἄβυσσον ἐλέους καὶ θαυμάσια Θεοῦ παράδοξα· πῶς ἠλιβάτου κρημνοῦ καὶ θανάτου πικροῦ καὶ φθορᾶς αἰφνιδίου θανάτου χειρὶ κραταιᾷ καὶ σταυροῦ τῇ δυνάμει, τοῦ Προδρόμου πρεσβείαις καὶ τῆς Θεοτόκου λιταῖς ἐν ἀτόμῳ ῥιπῇ διεσώσατο, ἧς ταῖς πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον πάντας ἡμᾶς.

Ἄλλος. Ἦχος πλ. αʹ. Ὀφείλει ψάλλεσθαι ἐντὸς τοῦ κελλίου τοῦ ἐγκλείστου. Τὴν παντουργὸν καὶ κυρίαν καὶ παναλκεστάτην φύσιν Τριάδος τῆς ἀκτίστου πῶς ἐξυμνήσωμεν, ὁ δοῦλός σου ἐβόα, ὅτι, μετὰ τῶν πολλῶν καὶ μεγάλων εἰς ἐμέ σου χαρίτων, καὶ ἀπὸ κρημνοῦ καὶ θανάτου ἐρρύσω με παραδόξως καὶ λίθων τριῶν τὴν πτῶσιν ἐπέδησα τῇ κλήσει τοῦ Ἑνὸς τῆς Τριάδος, καὶ ἡ ῥύμη τῆς πτώσεως κεκράτηται νοερῶς καί, ἀχειρογλύφους γραμμάς, ἐν λιθίναις πλαξί, τῆς Τριάδος ἰσαρίθμους, τὸ σπέος λαξεύων, εὑρηκώς, εἰς σημεῖον ἀγαθὸν ὑπετόπασα τοῦτο, ἀλλ’ ἡ Τριὰς ὁ Θεός μου, δόξα τῷ κράτει σου.