Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν

Νικηφόρος Βλεμμύδης

Προοίμιο: Η πνευματική ωφέλεια από το εγκώμιο του Ευαγγελιστή Ιωάννη

Εισαγωγικές σκέψεις σχετικά με την αγιαστική δύναμη και τη σημασία του εγκωμιασμού των αγίων, και ειδικότερα του Ιωάννη του Θεολόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 1 από 8

Νικηφόρου πρεσβυτέρου καὶ μοναχοῦ τοῦ Βλεμμύδου ἐγκώμιον εἰς τὸν ἅγιον ἀπόστολον τοῦ Χριστοῦ καὶ εὐαγγελιστὴν Ἰωάννην τὸν θεολόγον. Εὐαγγελιστῇ θεολόγῳ, προσήκοι ἂν αἶνος εὐαγγελικός τε καὶ θεολογικός· ὅθεν οὐ κατοκνητέον ἡμᾶς αὐτῷ τοῦτον καθόσον οἷόν τε προσαγαγεῖν. Ἐπεὶ γὰρ οὗτος τὰς ἡμῶν διανοίας ὠλβίωσε, τὴν ἀϊδιότητα τοῦ Λόγου παραστησάμενος, καὶ τὰ πᾶσι σοφοῖς ἀνέφικτα παραδοὺς καὶ διατράνωσας μυστήρια, χρὴ καὶ ἡμᾶς λαμπρύνειν αὐτὸν ἐκ τῶν ἑαυτοῦ, καὶ τὸν δεδοξασμένον δοξάζειν, οἷς δεδόξασται οἴκοθεν. Εἴγε καὶ μᾶλλον κάθαρσις ἐντεῦθεν καὶ φωτισμὸς ταῖς ἡμετέραις ψυχαῖς, τῇ ἀνακαινίσει τῆς γνώσεως· ὥστε κέρδος ἡμῖν ὁ τοῦ μάκαρος ἔπαινος, καὶ τῆς εὐφημίας ἡ δύναμις, εὐεργεσίας ὑπόθεσις. Ἄλλως τε καὶ τὸ μεμνῆσθαι μόνον αὐτοῦ, βελτίωσις καὶ ἁγιασμός· τὸ μέν, ἐναγομένων ὅλως εἰς μίμησιν, τῶν μεμνημένων ὡς δεῖ· τὸ δέ, διὰ τὴν τῶν λόγων ἰσχύν, ἐπεὶ καὶ τὰ περὶ τῶν ἁγίων λεγόμενα, δύναμιν ἔχειν πέφυκε πρὸς τοὺς πιστοὺς ἁγιαστικήν, ὥσπερ καὶ ἡ ἐπίκλησις αὐτῶν, σωστική, καὶ ἡ πρὸς αὐτοὺς ἔντευξις, ἀνυστικὴ τῶν αἰτήσεων.

Τὸ δ’ ὅτι καὶ τῆς ἀρετῆς διὰ τῶν αὐτῆς ἐγκωμίων πρόκλησις γίνεται, τῆς κακίας αἰσχυνομένης καὶ ἀποσοβουμένης ἔκ γε τῶν μὴ πεπηρωμένων ἐς τέλεον, ἡ τῶν πραγμάτων φύσις παρίστησιν· ὅτι δὲ καὶ ὁ τοῦ σκότους ἄρχων τοῖς ἐπαίνοις τῆς ἀρετῆς ὥσπερ ὑπό τινων ἀστραπῶν καὶ μαρμαρυγῶν ἐξελαυνόμενος δραπετεύει, τοῖς οἰκείοις συμπάσχων καὶ συνδιαλυόμενος ἐξευρήμασιν, ὥσπερ αὖ ἐκ τῶν ἐναντίων ἀναισχυντεῖ καὶ παρρησιάζεται, τοῖς γε νοῦν ἔχουσι φανερόν· τῶν γὰρ ἐναντίων ἐπικρατούντων, τἀναντία διώκεται, καὶ τούτοις, οἱ αὐχοῦντες συνδιατίθενται.

Τῶν δ’ ἄλλων θείων ἀνδρῶν τοὺς ἐπαίνους τοσοῦτον εἰδότες ἰσχύοντας, περὶ τοῦ νῦν ἐγκωμιαζομένου, τί ἂν ὑπολάβοιμεν, ἢ πάντως, ὅσῳ τῶν λοιπῶν οὗτος θειότερος, τοσούτῳ καὶ τὰ τούτου ἐγκώμια, τῶν ἑτέρων ἀνυσιμώτερα;