Ἡ Παλαιστίνη κεκλήρωτο μετὰ τὸν κατακλυσμόν, τῷ τῶν υἱῶν τοῦ Νῶε δευτέρῳ τῷ Σήμ, ὃν ὑπερευλόγησεν ὁ πατήρ, καὶ τὸν Κύριον ἐγκατοικῆσαι τοῖς αὐτοῦ σκηνώμασιν, ηὔξατό τε καὶ προεφήτευσεν. Ἀπόγονοι τοῦ Σήμ, οἱ πάντων ἀνθρώπων ἀληθῶς εὐγενέστατοι, Ἁβραὰμ καὶ Δαυΐδ· ὅθεν τὸ κατὰ σάρκα ὁ Κύριος, ὅθεν καὶ ὁ νῦν εὐφημούμενος. Ταύτην μέντοι τὴν Παλαιστίνην, οἱ περὶ τὸν Χαναὰν ἀφήρπασαν, καταδυναστεύσαντες τῶν τοῦ Σήμ· ἰδόντες γὰρ αὐτὴν ὅτι πίων, ὅτι κρείττων τῆς ἑαυτῶν εἰς πολύ, τοὺς κληρονόμους ἀπήλασαν, καὶ κατασχόντες τυραννικῶς, γῆν Χαναὰν κατωνόμασαν, ἐπείπερ ἡ Αἰγυπτία χώρα τῷ Χὰμ τῷ προγόνῳ τῶν Χαναναίων ἀπονενέμητο, καθὼς τῷ πρωτοτόκῳ Ἰάφεθ, ἡ Μηδική. Διά τοι ταῦτα, δικαίως ἄγαν ἡ τῆς ἐπαγγελίας γῆ, καὶ τῷ πατριάρχῃ προεπήγγελτο, καὶ τοῖς ἐξ αὐτοῦ ἀποδέδοτο· καὶ οἱ πλεονεκτήσαντες, ἀσεβείας ἅμα καὶ παρανομίας δίκας ἀπέτισαν. Διὸ καὶ κατὰ τούτους τοὺς λόγους, εἰς τὰ ἴδια ἦλθεν ὁ Κύριος, εἰς Παλαιστίνην ἐλθών, καὶ οἱ ἴδιοι καὶ συγκληρονόμοι καὶ δι’ οὓς ἐληλύθει πρώτως, αὐτὸν οὐ παρέλαβον· ὅσοι δὲ ἔλαβον αὐτόν, οὕτως ἀδιορίστως, εἴτε τῶν συμφυλετῶν, εἴτε τῶν ἀλλογενῶν, εἰς τὸ αὐτοῦ πιστεύσαντες ὄνομα, ἐξουσίαν ἔσχον γενέσθαι τέκνα Θεοῦ, καὶ κληρονόμοι τῆς ἄνω πατρίδος, καὶ συγκληρονόμοι Χρίστου, ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτοῦ.