Οὕτως ἀναιρεῖ τὴν περιτομήν, ἡ περιτομή, τὴν τοῦ γράμματος προεισάγουσα περιαίρεσιν, καὶ τὸν νόμον ὁ νόμος, καθαρῶς ἐνορώμενος. Οὔτε γὰρ ὁ μὴ πνεύματι περιτετμημένος, ἐπηγγελμένην παράσχοι χαρὰν ἣν οὐκ ἔσχεν αὐτός, καὶ διανοίας ἀρχούσης καρπὸν εὐγενῆ, θάνατον καὶ ζωὴν καὶ ἀνάστασιν εὐαγγελιζόμενον τοῦ μονογενοῦς, οὔτε πρὸς τὴν ἁγίαν ὁδηγήσοι γῆν, ὁ μὴ τῶν ποδῶν ἐκλυσάμενος τὸ ὑπόδημα. Πῶς γάρ, ὁ μηδὲ ψαύειν αὐτῆς συγχωρούμενος, μήτε κατανοεῖν ὅλως τῆς ἀκάνθης τὴν πύρωσιν, ἢ προσομιλεῖν ἀρχιστρατήγῳ Κυρίου δυνάμεως, πρὶν ἐκκαθάραι τὰς νοερὰς πορείας καὶ λογικάς, παντὸς περιθέματος; Ἀλλ’ οὐδὲ τὴν τοῦ μωσαϊκοῦ χαρακτῆρος δόξαν κατίδοι τις, μὴ τοῦ ἐπιπροσθοῦντος ᾐρμένου πρότερον, οὐ τὰ τῶν ἁγίων ἅγια, τοῦ καταπετάσματος ἀντιφράττοντος. Παντός δε περιαιρουμένου προβλήματος, ἡ χάρις ἐκλάμπει καὶ ἡ ἀλήθεια, διὰ Μωσέως μὲν ὑπηρέτου, ἀρχομένη καὶ τυπουμένη, καὶ οἱονεὶ μετ’ ἐνδυμάτων προδεικνυμένη, διὰ τὴν τῶν ὁρώντων ἀσθένειαν, οὐ στεγόντων αὐτῆς τὴν λαμπρότητα, τελειουμένη δὲ καὶ φανερουμένη, διὰ δεσπότου Χριστοῦ, χορηγοῦντος καὶ δύναμιν ὀπτικήν, καὶ τὴν πρὶν ἀμβλυωπίαν ἐξαίροντος. Διὸ καὶ Οὐκ ἦλθον αὐτός φησιν εἰς νόμου κατάλυσιν ἢ προφητῶν, ἀλλ’ εἰς πλήρωσιν.