Τοίνυν ὁ λόγος ἦν ἐν ἀρχῇ, καὶ πρὸς τὸν Θεὸν ἦν, ὡς λόγος αὐτοῦ. Εἰ δὲ τοῦ Θεοῦ ὁ λόγος, καὶ τῆς αὐτῆς οὐσίας αὐτῷ· καὶ γὰρ καὶ ὁ τοῦ κατ’ εἰκόνα Θεοῦ γεγονότος λόγος, ὁ ἔμφυτός τε καὶ ἀνεκφοίτητος, οὐκ ἔστιν ἀλλότριος τῆς οὐσίας τοῦ νοός, οὖ λόγος ἐστίν, ὥσπερ οὐδὲ τὸ δένδρον τῆς ἑαυτοῦ ῥίζης, ἢ τὸ ὕδωρ τῆς οἰκείας ἀρχῆς. Ὁ λόγος ἄρα Θεὸς ἦν, καὶ ὥσπερ οὐκ ἐγεγόνει, κατὰ τὴν οἰκείαν ὑπόστασιν, οὕτως οὔτε πρὸς τὸν Θεὸν ἐγεγόνει, μὴ πρότερον ὢν πρὸς αὐτόν, οὔτε Θεὸς ὕστερον ἐγεγόνει, μὴ ὢν ἀϊδίως Θεός, ἀλλὰ καὶ ὑφεστὼς ἦν ἀεί, καὶ πρὸς τὸν Θεὸν ἦν ἀεί, καὶ Θεὸς ἦν ὁ λόγος, ἀεί. Ἐν ἀρχῇ ἦν ὁ λόγος· εἴτε τὴν χρονικὴν εἴποις ἀρχήν, ὁ λόγος ἦν, εἴτέ τινα αἰωνικήν, ἢ ὅλως διαστηματικὴν ἐννοήσαις ἀρχήν, ὁ λόγος ἦν, αὐτὸς τῶν χρόνων ποιητής, αὐτὸς τῶν αἰώνων δημιουργός, αὐτὸς τῶν αἰσθητῶν, αὐτὸς τῶν νοητῶν ἁπάντων κτισμάτων παραγωγεύς. Ἐν ἀρχῇ τῶν χρόνων, ἦν· ἐν ἀρχῇ τῶν αἰώνων, ἦν, πάντοτε ἦν, καὶ οὐδέποτε οὐκ ἦν. Ἐν ἀρχῇ ἦν ὁ Θεός, ὡμολόγηται· ἐν ἀρχῇ ἦν ὁ λόγος, τεθεολόγηται.