Ζωὴν δὲ ἡμῖν, καὶ θάνατον τοῖς διώκταις, ὁ σταυρὸς ἐνεργεῖ τοῦ Χριστοῦ, μωσαϊκῇ ῥάβδῳ καὶ θαλάσσης πληγαῖς προτυπούμενος· εἰς γὰρ τὸν θάνατον Χριστοῦ βαπτιζόμεθα. Ἐκεῖνοι, ξένῃ τροφῇ κατὰ τὴν ἔρημον ἄνωθεν ἐκορέννυντο· καὶ ἡμεῖς, τὸν οὐράνιον ἄρτον ἔχομεν εἰς τρυφὴν ταῖς ψυχαῖς δαψιλῆ καὶ ἀκήρατον, τὴν ἀπαθείας χώραν ὁδεύοντες. Ἐκείνοις, ὕδωρ εἰς πόσιν ἐκαινουργήθη, τὸ μέν, ἐξ ἀκροτόμου ῥυέν, τὸ δέ, ξύλῳ θεοδείκτῳ μεταβαλὸν ἐκ πικρότητος· καὶ ἡμῖν, πόμα κεχάρισται λογικόν, τὸ μέν, φύσει πότιμον καὶ γλυκύ, καὶ ὄντως ὕδωρ ζῶν, ἐκ πέτρας βλύζον πνευματικῆς, τὸ δέ, μετεσχηκὸς μὲν πικρίας ἑλληνικῆς, ἀλλὰ τῷ σταυρῷ καὶ τῇ πίστει, μεταποιούμενον. Τότε χαλκοῦς ὄφις ἐν ξύλῳ κρεμαννύμενος ἦν, τοῖς ἰοβόλοις νεκροποιός, τοῖς δηχθεῖσιν ἀλεξιτήριος ἐνορώμενος· νῦν δὲ τῷ σταυρῷ τοῦ Σωτῆρος, ὁ νοητὸς ὄφις, ὁ τῆς κακίας πρωτουργὸς στηλιτεύεται, δεικνύμενος ἄπνους καὶ ἀνενέργητος, καὶ οἱονεὶ σχηματισμὸν φέρων μόνον καὶ μόρφωσιν ὄφεως, καὶ συννεκρῶν τὰς ὑπ’ αὐτὸν δυνάμεις τὰς ὀλεθρίους, οἱ δὲ τῷ τῆς ἁμαρτίας πληγέντες δήγματι, σώζονται, κατανοοῦντες τὴν τοῦ δράκοντος διὰ Χριστοῦ συντριβήν, καὶ τελείαν κατάλυσιν.