Ὅσα τε πάλιν πεποίηκεν ἐν τῷ ὀνόματι τοῦ Κυρίου τεράστια, νοσοῦντας ἰώμενος, κυλλοὺς ἀνορθῶν, παρειμένους συσφίγγων, ὑγιάζων πεπηρωμένους, νεκροὺς ἀνιστῶν, ἀπελαύνων δαίμονας, εὐχῆς δυνάμει ναοὺς εἰδωλικοὺς καθαιρῶν, ἀνατρέπων βωμούς, καταβάλλων ξόανα, τοὺς τῆς ἀπάτης συνηγόρους ἐπιστομίζων, τοὺς τῆς πολυθεΐας προμάχους τρεπόμενος, σοφιστικὰς ψευδηγορίας, ἀπελέγχων θεηγορίαις, σημεῖα δὲ πλάνης, σημείοις ἀληθείας ἐξαναιρῶν· τὰ πόρρω βλέπων ὥσπερ ἐγγύς· τὰ ἐσόμενα προφθεγγόμενος· χόρτον εἰς χρυσὸν ἐξαμείβων, ἵν’ ἄνθρωπος εὖ πάθοι, διὰ πλῆθος ὀφλημάτων καὶ πενίαν ἰσχυρὰν θανατῶν· εὐχερῶς ἐπιστρέφων τοὺς ἀνομήσαντας, καὶ καταλλάττων Θεῷ· νεανίαν ὃν αὐτὸς τῇ πίστει προσήγαγεν, ἀποστάντα τῆς ὑγιοῦς ἀναστροφῆς, καὶ γεγενημένον ληστήν, καὶ ἄρχοντα ληστῶν ἰταμώτατον, ἐπανάγων ἐν βραχεῖ πρὸς τὴν προτέραν εὐγένειαν, ἐπιζητήσει καὶ βλέμματι καὶ προσφθέγματι· πάντα γὰρ τὰ Ἰωάννου, χάριτος πεπλήρωτο καὶ δυνάμεως· καὶ φωνή, καὶ ὄψις, καὶ βάδισμα, καὶ εἴ τι ἕτερον· καὶ ἡ πρὸς αὐτὸν αἰδώς, ὑπερβάλλουσα· καὶ ὡς Θεὸν ἐπὶ γῆς, τὸν πρὶν ἀποτρόπαιον ἅπαντες ἔβλεπον.