Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Εἰς τὸν ἅγιον Ἰωάννην τὸν εὐαγγελιστήν

Νικηφόρος Βλεμμύδης

Η μετάσταση, ο εσχατολογικός ρόλος και η σημασία του Ιωάννη

Θεολογική προσέγγιση της άφθαρτης μετάστασης του Ευαγγελιστή, ο ρόλος του στους έσχατους χρόνους και ο παραλληλισμός του με τον Ενώχ, τον Ηλία και τον Ιωάννη τον Πρόδρομο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 7 από 8

Ἐνὼχ μετατέθειται πρῶτος· Ἠλίας, δεύτερος ἐκδηλότερον, ἅρματι πυρός, διὰ τὸν ζῆλον, ὡς εἰς οὐρανόν, διὰ τὸ τῆς βιοτῆς ὑψηλόν, ἑκάτερος, σώματι θνητῷ· πῶς γὰρ ἄλλως ἐχρῆν, οὔπω τοῦ τῆς ἀφθαρσίας ἐληλυθότος καὶ τῆς ἀναστάσεως ἀρχηγοῦ; Καὶ ἡ μετάθεσις πάλιν ἐν γῇ, διά τε τὴν φθοράν, καὶ τὸ μήπω τοῖς ἀνθρώποις ὑποδεδεῖχθαι τὴν εἰς οὐρανὸν εἴσοδον, παρὰ τοῦ ταύτην καινίσαντος μετὰ σώματος. Ἰωάννης, δίχα φθορᾶς, καὶ εἰς οὐρανόν, ὅσῳ τοῦτο παραδοξότερον· εἶχε γὰρ καινοποιόν, ὁδηγόν, κληροδότην, τὸν Ἰησοῦν. Ὥσπερ οὖν οὐκ ἦν ἐν ἀφθαρσίᾳ γενέσθαι μετάθεσιν, πρὸ τοῦ τὴν ἀφθαρσίαν πηγάσαντος, οὕτως οὐκ ἔστιν ἐν φθορᾷ μετὰ τὴν ἀναίρεσιν τῆς φθορᾶς. Εἰ δὲ σώματός τις μόνου παρεισάγει μετάθεσιν, οὐκ οἶδα τίνα δίδωσιν αὐτῷ κλεϊσμόν, τῆς παρὰ τῶν πιστῶν ἀποστερίσκων τιμῆς, ἢ τίνα τὴν αἴσθησιν ἐν τῇ χώρᾳ τῆς ἀπολαύσεως, ἢ τί ἂν ἡ μεταφορὰ βούλοιτο τῆς ἀποκεκριμένης φθαρτότητος. Εἰ δ’ οὔπω καιρὸς τῆς κοινῆς ἀμοιβῆς, ἀλλὰ τὸ δεδοξασμένον, πρὸ τοῦ κοινοῦ· ἢ οὐκ ἔξεστι τῷ Κυρίῳ ποιεῖν ὃ κρίνει ἐν τοῖς ἑαυτοῦ, ἀλλὰ καιρῶν ἀναμενεῖ καὶ χρόνων συμπλήρωσιν, ὁ μηδαμῶς ἀνάγκῃ τινὶ περιορίσας αὐτούς, ἀλλ’ ἐν ἰδίᾳ θέμενος ἐξουσίᾳ, πάντα μετασκευάζων ὡς βούλεται;

Θανὼν τοιγαροῦν Ἰωάννης, ἔργοις ἀνεῖλεν ὃ λόγοις πρότερον, τὸ μὴ θνήσκειν αὐτόν· ζῶν δε πάλιν ἐν σώματι, μενεῖ τοῦ δεσπότου τὴν ἔλευσιν, προελευσόμενος αὐτῆς μηνυτής, καὶ τῆς ἀποστασίας θριαμβευτής. Ἔπρεπε γὰρ ἔκ τε νόμου καὶ χάριτος, ἔκ τε τῆς ἀρχαιοτέρας βιώσεως, ἔχειν προκήρυκας τὸν κριτήν, ὡς πάντων καὶ δημιουργὸν καὶ Θεόν, καὶ ὧν μὲν ἡ παῦλα, θνητούς, οὗ δὲ τὸ εἶναι, καινόν, τοῖς ἄλλοις μέντοι καὶ αὐτὸν συμφερόμενον, ἐπεὶ καὶ Χριστός, μετὰ τὴν ἀπέκδυσιν τοῦ θνητοῦ καθορώμενος, ἐσθίων καὶ ψηλαφώμενος. Πῶς γὰρ ἂν ἄλλως τὸ ἄνθρωπος εἶναι πιστώσοιτο; Προσφόρως δὲ καὶ τὰ περὶ τὸ τέλος προεκδιδάσκεται, ὁ καὶ περὶ τὸ τέλος ἀπόστολος, καὶ διὰ τῆς ἀποκαλύψεως, προδηλοποιεῖ τὰ κεκρυμμένα, καὶ πρὸς τὸ μέλλον προασφαλίζεται, μονονουχὶ βοῶν, ὡς αὐτὸς ἔσται καὶ τότε τῶν ἐνεργουμένων ὁ ἑρμηνεύς, ἡ τοῦ ψεύδους ἀνατροπή, ἡ τῆς ἀληθείας ἑδραίωσις. Δεῖν γὰρ εἰπὼν προφητεῦσαι πάλιν αὐτὸν ἐπὶ λαοῖς ἔθνεσι γλώσσαις καὶ βασιλεῦσι πολλοῖς, διττὸν ἐνέφῃνε τὸν καιρὸν τῆς προφητείας αὐτοῦ, τὸν μέν, νῦν, γραφικῶς, τόν δ’ ὕστερον, αὐταγγελτικῶς.

Ἐνὼχ μὲν οὖν καὶ Ἠλίας, μετὰ τὸ πέρας τῆς μαρτυρίας αὐτῶν, ὑπὸ τοῦ σκοτεινοῦ τυράννου ἀναιρεθήσονται, καὶ ἀτίμως ἐν πλατείᾳ τῆς μεγάλης πόλεως ἐκριφήσονται· καὶ μετ’ οὐ πολύ, πρὸ τῆς κοινῆς ἐγέρσεως ἀναστήσονται, καὶ εἰς οὐρανοὺς φανερῶς ἀνελεύσονται, πολλὴν ἐμποιοῦντες ἔκπληξιν τοῖς ἐχθροῖς. Ἰωάννης δὲ πάσης ἐπιβουλῆς ἀνώτερος ὤν, αὐτὴν τὴν ἐπιφάνειαν τοῦ λαμπροῦ βασιλέως μενεῖ· τοῦτο γὰρ ἂν εἴη δηλοῦν, καὶ τό, Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι. Τὸν γὰρ αὐτόπτην καὶ γνώστην καὶ θεωρὸν ἀκριβέστατον, πάντων θαυμάτων καὶ παθημάτων καὶ ὑψωμάτων, διδαγμάτων τε καὶ μυστηρίων Χριστοῦ, πῶς οὐ μᾶλλον τῶν ἄλλων παρεῖναι χρεών, καὶ τὸν τοῦ Χριστοῦ τὴν δόξαν ἁρπάζοντα, καὶ τὸ κράτος σφετεριζόμενον, ἀποσοβεῖν τε καὶ καθαιρεῖν, τὸν ὄντως δὲ Χριστὸν καὶ δεσπότην, καταγγέλλειν ἤδη ἐρχόμενον, καὶ πᾶσιν ἐγκατοχυροῦν τὴν προσδοκίαν αὐτοῦ; Πάνυ μὲν οὖν.

Ἐγώ δ’ εἴ τι καὶ περιεργότερος δοκοίην τοῦ δέοντος, οὐκ ὀλίγην θηρῶμαι τοῖς πράγμασι καὶ ἀπὸ τῶν ὀνομάτων ἰσχύν, καὶ μάλισθ’ ὅτε παρὰ τοῦ Πνεύματος τίθενται, τὸ ἐσόμενον προθεσπίζοντος. Τί οὖν εὑρίσκω κατεξετάζων; Ἰωάννην ἐν προφήταις, Ἰωάννην ἐν ἀποστόλοις, οὕτω κεκλημένον ἑκάτερον, διά τε τὸ πεπαρρησιασμένον τῆς ἀγγελίας καὶ μεγαλόφωνον, διά τε τὸ κεχαρισμένον τοῦ τρόπου τῆς ἁγιότητος. Καὶ ἄμφω γὰρ ἡ κλῆσις δηλοῖ· ἑκάτερον, πρόδρομον ἐξαίρετον παρουσίας Χριστοῦ, μὴ μέχρι τῶν προθύρων ἱστάμενον ἀλλ’ ἐντὸς εἰσϊόντα, καὶ τὸν κηρυττόμενον κατοπτεύοντα, τῷ τῆς οἰκειότητος ὑπερβάλλοντι. Καὶ εἴ τις οἶδε τὸ ἡγεμονικὸν ἐν ἐγκεφάλῳ παρὰ τῆς καρδίας ὡς πρώτης ἀρχῆς, ὅθεν καὶ πᾶσα ζωὴ καὶ κίνησις, εἴσεται τὸν βαπτιστὴν ἡγεμόνα τῶν προφητῶν, τὸν δὲ θεολόγον, τῶν ἀποστόλων ἐξάρχοντα, εἴγε τῷ μέν, ἡ κεφαλή, τῷ δέ, τὸ στέρνον τοῦ δεσπότου πιστεύεται.