Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Εἰς τοὺς ἀνδριάντας

Νικηφόρος Βλεμμύδης

Στρατιωτική προετοιμασία, προνοητικότητα και ετοιμότητα

Η συστηματική εκπαίδευση του στρατεύματος κατά την περίοδο της ειρήνης, η ταχύτητα των ενεργειών απέναντι στις κρίσιμες περιστάσεις και η ικανότητα προνοητικότητας του άρχοντα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 5 από 9

Ἰτέον τὸ λοιπὸν ἐπὶ τὰ γυμνάσια τὸ στρατιωτικόν· ἀλείπτης δὲ καὶ παιδευτὴς προηγείσθω κατὰ λόγον ὁ ἡγεμών. τὸ γὰρ ἀγύμναστον ἀδαές τε καὶ ἀκαρτέρητον· μελέτῃ δὲ καὶ ἀσκήσει καὶ πρᾶξις καὶ τέχνη κρατύνεται, καὶ καλῶς εἴρηται φύσις ἄλλη τὸ ἔθος, ἐπείπερ οἱ μοχθεῖν εἰθισμένοι καὶ τληπαθεῖν, κἂν ἀσθενεῖς εἶεν, κἂν γεραιοί, τῶν ἀκμαίων, τῶν εὐσθενῶν ἀσυνήθων φερεπονώτεροι. καὶ μαρτυροῦσιν οἱ περὶ τὰς οἰκοδομίας καὶ φυτηκομίας ἐξυπουργοῦντες, οἷς ἔργον τὸ σκάπτειν καὶ τὸ ἀχθοφορεῖν· οὕτω καὶ ἱππάζεσθαι προειθισμένος τις, ἅμα δὲ καὶ ὁπλοφορεῖν στερρῶς τε κατέχειν αἰχμὴν ἢ φάσγανον καὶ πλήττειν καιρίως καὶ νεανικῶς καὶ βῶν ἀζαλέην ἠδ’ ἐπὶ δεξιὰ νωμᾶν, ἠδ’ ἐπ’ ἀριστερὰ προσφόρως καὶ ἀσφαλῶς, οὔποτ’ ἂν ἀδόκιμος ἐν ταῖς κατὰ πόλεμον ξυμβολαῖς, ἀλλὰ καὶ πολλῶν σθεναρωτέρων μετὰ τῆς ἀπειρίας ἐπικρατέστερος. τό γε μὴν τὴν μικρὰν ὑφαρπάζειν σφαῖραν διὰ τοῦ δίνου καὶ περιάγειν καὶ μετεωρίζειν καὶ ἀπολαμβάνειν ἐνδέξια καὶ τἄλλα τῶν ἀθυρμάτων, οὐκ οἶδ’ ὁπόσον ἂν πρὸς ὁπλομαχίαν συμβάλοιντο καὶ ἀντιπολέμησιν γενναίαν καὶ ἀνδρικήν, εἰ καὶ τηνάλλως ἐντεῦθεν αἰτιολογοίη τις τὸ ἐν πολέμοις εὐκίνητον· οὗτος δ’ ἂν καὶ τὴν χυτρίνδα προσλήψαιτο καὶ μάλιστα διὰ τὴν ἀμφίβασιν, ἢ καὶ τὸ ἀσκωλιάζειν, ὥστε κατὰ τοὺς δρόμους ἢ τὰς ἅλσεις μὴ ὀλισθαίνειν.

κἂν ταῦτα δοίημεν, ἀλλ’ ὃ προειρήκαμεν προφερέστερον, εἴ γε μετὰ τῆς εὐκινησίας καὶ πᾶσαν ἄλλην ἐκπαιδεύει μέθοδον ὁμοῦ καὶ καρτερίαν πολεμικήν. οὐδὲ τὸ διττὼ λίθω χεροῖν ἀμφοῖν διαμερισάμενον καὶ πρότερον ὥσπερ ἐπὶ τρυτάνης αὐτὼ ταλαντεύσαντα καὶ ζυγοστατήσαντα καὶ σὺν αὐτοῖν τὼ χέρε πρόσω τε καὶ ὀπίσω νωμήσαντα καὶ τὸ λοιπὸν συγκινήσαντα καὶ περικλονήσαντα σῶμα, μετὰ τοσαύτης μελλήσεως ἅλλεσθαι καὶ ἐφάλλεσθαι χρήσιμον ἐς πολύ. μᾶλλον μὲν οὖν τοὺς μεθ’ ὅπλων δρόμους καὶ τὰς ἐξ αὐτῶν καὶ μετ’ αὐτῶν ἅλσεις προαιρετέον καὶ τὴν πάλην καὶ τοὺς ἀκοντισμούς, τὸ τῶν ὅπλων ἄχθος εἰ οἷόν τε πανταχόσε συμπεριφέροντα τόν γε κυδιάνειραν ἀφ’ ἑαυτοῦ τὴν μάχην γνωσόμενον καὶ τῶν ἀμφ’ αὐτόν. ἐκύκλωσάν ποτε βάρβαροι Ῥωμαίους· οἱ δὲ τὸ πλαίσιον λύσαντες εἰς λόχους περιέσχον ἐξαπιναίως τοὺς περιέχοντας, καὶ συγκλείσαντες, ἀκοντισμοῖς διεχρήσαντο· προμεμελέτητο γὰρ αὐτοῖς καὶ τὸ ἀκοντίζειν καὶ τὸ μεθ’ ὅπλων ἱππάζεσθαι καὶ ταχυδρομεῖν, καὶ τὸ εὐπερίστροφον καὶ ὅπως χρὴ διαπεφευγέναι κύκλωσιν καὶ ὅπως κυκλώσασθαι· μελέτη δέ τοι πᾶν ἔργον ὀφέλλει καὶ βελτιοῖ. διὸ τῶν ἀναγκαιοτάτων προγεγυμνᾶσθαι πᾶσι τοῖς κατὰ πόλεμον καὶ μὴ συνάγειν εἰς ταὐτὸ πρᾶξιν ἀρεϊκὴν καὶ προπαίδευσιν, ἀλλ’ ὥσπερ κεφαλισμούς τινας τὰς προασκήσεις ἀρίστως προεκδιδάσκεσθαι πρὸς εὐχερεστέραν τῶν μειζόνων κατόρθωσιν.

Εἰ δὲ καὶ τῆς κατὰ θάλατταν ἐμπειρίας τετυχηκέναι καιρός, μηδὲ ταύτην παραιτητέον· κάρτα γὰρ εὔχρηστος πρὸς τὸ ναυμαχεῖν, ὡς ἐπὶ πέτρας τῆς νεὼς ἱστᾶσα τὸν ὁπλίτην ἀκράδαντον, οἷον ἕτερον Εὔφημον πάσχοντα μηδὲν ἐκ τῶν κλυδασμῶν ἀηδές. ὁ μέντοι γε μὴ πεπειραμένος, κἂν ἄλλως ἀκαταγώνιστος μαχητής, ἐκ πρώτης ἡττημένος εὑρίσκεται προσβολῆς· οὐ γὰρ οἷός τε ἐστὶ τοῖς ἐναλίοις ἀντιμάχοις ἀντικαθίστασθαι τῆς τριήρους σαλευομένης, ναυτιῶν σκοτοδινιῶν, τὰς βάσεις περιτρεπόμενος. ἐξαίρω τῶν Ἀθηναίων τοὺς πάλαι, λόγων καὶ νόμων μελέτῃ πεζομαχίας τε καὶ ναυμαχίας τὸν βίον διῃρηκότας· ἐξ ὧν διάνοιαν ἐσυνέτισαν, γλῶσσαν ἐπαίδευσαν, εὐνομίαν ἐξήσκησαν, ἐλευθερίαν ἐφύλαξαν, νίκαις πυκναῖς ἐλαμπρύνθησαν, ἀριστείαις πολλαῖς ἐκλεΐσθησαν.

Δαρεῖον μὲν πρότερον τὸν Ὑστάσπου υἱέα καὶ Ξέρξου γενέτην κατῄσχυναν, ὁπότε κατ’ αὐτῶν ἐκπεπόμφει Δάτιν καὶ Ἀρταφέρνην, μυριάδας τριάκοντα στρατοῦ Περσικοῦ τροπωσάμενοι περὶ Μαραθῶνα χιλιάσιν ἐννέα καὶ Πλαταιεῦσι χιλίοις, Μιλτιάδου μὲν καὶ Στησίλεω στρατηγούντων καὶ Καλλιμάχου δὲ καὶ Κυναιγείρου πολεμαρχούντων· ὕστερον δὲ καὶ τῆς ἄλλης συμμαχούσης Ἑλλάδος τὸν Ξέρξην κατηγωνίσαντο, καὶ ὁ πρὶν ἄμετρα κομπάζων καὶ στοιχεῖα μετακινῶν, ἤπειρον θαλαττῶν καὶ θάλατταν ἠπειρῶν καὶ μὴ πειθομένην μαστίζων τε καὶ δεσμῶν— τῆς ἐμπληξίας—, καὶ τειχέων περιοχῇ τὸν στρατὸν ὡς μεδίμνῳ μετρῶν διὰ τὸ δυσάριθμον καὶ ποταμοὺς ἀποξηραίνων ἐν τῷ τοὺς ἵππους αὐτοῦ διερχομένου κύψαντας ὕδωρ πιεῖν, ὡς ἐν Φρυγίᾳ τὸν Σκάμανδρον, ἐν Θετταλίᾳ τὸν Πηνειόν, ἐν Ἀττικῇ δὲ τὸν Ἰλισσόν, κἀκ τῆς τῶν βελῶν ἐπαφέσεως ἀποκρύπτων τὸν ἥλιον, μόλις ἐκ Στρυμόνος ἐν νηῒ μιᾷ διεσῴζετο, τὰς τῶν Ἀθηναίων χεῖρας ἀγωνίᾳ μεγάλῃ καὶ πολλῷ καμάτῳ διεκφυγών, ἐν θαλάσσῃ τὸ πρῶτον περὶ Σαλαμῖνα καταναυμαχηθείς, ἑνὸς μὲν ὄντων πρὸς ἑβδομήκοντα καὶ διακοσίοις τῶν Ἀττικῶν πλοίων ὁμοῦ καὶ συμμαχικῶν, ἑπτὰ δὲ πρὸς διακοσίοις καὶ δισχιλίοις τῶν Περσικῶν, ἔπειτα κατὰ τὴν ἤπειρον τέλεον ἠττηθεὶς καὶ τὰς πεντακοσίας τοῦ μαχίμου καὶ ἀπομάχου λαοῦ μυριοστύας ἀποβαλών, τῶν μὲν πολέμῳ διαφθαρέντων, τῶν δὲ λιμῷ καὶ κρύει κατὰ τὴν φυγήν· οὐκ οἶδα τίνων τὴν Περσίδα ἑωρακότων.

τοιαῦτα ποιεῖν οἶδε προμελέτησις καὶ προεθισμὸς ἔργων ἀρεϊκῶν, τοῦ λόγου συνεργοῦντος καὶ συνιστῶντος τὰ τρόπαια.

Τὸ πάντων μέγιστον ἐν ταῖς πράξεσι καὶ ἀνυσιμώτατον, μὴ τούτων αὐτῶν ἐν τῷ παρασκευάζεσθαι κατατρίβειν τὸν καιρὸν καὶ ἀναισιμοῦν, μηδ’ ἐν τοῖς ἐπιχειρήμασι μελλονικιᾶν ἢ καὶ σχολαιότερον βαίνειν πρὸς τὸ καλοῦν, ἢ καὶ Χαρινάδου νωθέστερον, ἀλλὰ προητοιμᾶσθαι μὲν εἰς ἅπαν μὴ προσδοκώμενον, πάντων φυλακτηρίων, πάντων ἀμυντηρίων προηυτρεπισμένων, εἰρήνης οὔσης, εἰρήνης ἐλπιζομένης· ἐπὰν δέ τι φανείη τῶν δεόντων ἢ πρὸς ἑαυτῶν λυσιτέλειαν ἢ πρὸς ἐναντίων ἐπήρειαν, αἴφνης καὶ ἀνυπόπτως ἐπιέναι χρεών, ὅσον τὸ τῆς ἰσχύος. ὀξὺς γὰρ ὁ χρόνος, καὶ οὐκ ἂν οὐδενὶ καταληφθείη παραδραμών, οὐδ’ εἰ Ζῆτις καὶ Κάλαϊς ἐπετρεχέτην τὼ υἱὼ Βορέου τὼ πτερωτώ.

Λύσιππος ὅθεν ὁ Σικυώνιος, ὅ τί ποτέ ἐστιν ὁ χρόνος καλῶς συμβολογραφῶν, κωφὸν αὐτὸν ἠγαλμάτωσεν ὀπισθοφάλακρον πτερόποδά τε κἀπὶ σφαίρας βεβηκότα, μάχαιράν τινι πρὸς τὸ κατόπιν ὀρέγοντα· δηλῶν ἐντεῦθεν ὡς οὐκ ἂν ἐπιστραφείη καλούμενος, διότι κεκώφευκεν, οὔτε τις αὐτὸν ἐκ τῶν ὀπίσω παρακατάσχοι δεδραγμένος τῆς κόμης, τὸ γὰρ ὀπισθόκρανον κατεψίλωτο. πῶς δὲ καὶ ὅλως παραδραμόντα τις καταλήψαιτο, τὴν ὀξυκινησίαν τοσαύτην φέροντα κἀκ τῶν ποδῶν κἀκ τῆς βάσεως; ῥομφαίαν σπάσαιτο λύπης, ὥστε θυμὸν ἀμύσσειν, ὁ τῆς ζημίας αἰσθόμενος.

Ἀννίβας Ἀφρικῆς καὶ Σικελικῆς στρατιᾶς ἀρχηγός, ἐπειδὴ Ῥωμαῖοι κατὰ Σικελῶν ἐξορμήσειαν, προφθάνει τὴν ἔφοδον καὶ τὰς τῶν Ἀλπίων ὀρέων διακαθάρας ἀβάτους, δι’ αὐτῶν πρὸς Ἰταλίαν χωρεῖ καὶ διαφόρως Ῥωμαίοις ἀντιταξάμενος διαφόρως αὐτοὺς ἐκνικᾷ· τέλος, ὅσον οἷόν τε πλῆθος ἠθροικόσι καὶ παρεμβεβληκόσι κατὰ Καλαυρίαν ἐπεισρυεὶς ἄπιστον ἐπάγει τὸν ὄλεθρον· λέγεται γὰρ τοὺς τῶν ἀνῃρημένων δακτυλίους μεδίμνοις ἐκμεμετρῆσθαι, τάς τε Ῥωμαίας ἐκ λειπανδρίας βαρβάροις συνῳκηκέναι καὶ ἀνδραπόδοις. ἀλλ’ ὁ τοσοῦτος νικητὴς ἐπάρσει καὶ τρυφῇ καταχαυνωθεὶς καὶ τοῦ τέλος ἐπιθεῖναι τῇ πράξει καὶ παραλήψεσθαι τὴν Ῥώμην ἢ καὶ κατασκάψαι τὴν ἄνεσιν ἀνθελόμενος, ὕστερον ὑπὸ Σκηπίωνος στρατηγοῦ Ῥωμαίων κατεδιώκετο καὶ φυγὰς τὴν Βιθυνίαν κατειληφώς, δηλητηρίῳ τὸν βίον μετήλλαττεν. ἄλλοι τε ἄλλως τοῦ καιροῦ καταμελήσαντες ἐδυσφόρησαν· σπευστέον οὖν τὸν εὔθετον ἁρπάζειν ἀπηντηκότα καιρὸν καὶ μὴ προϊέναι παραχωρεῖν τῷ τηνικαῦτα ζητεῖν τὰ συντείνοντα καὶ οἰκονομεῖν, ἢ τῷ νωθρεύεσθαί τε καὶ ἀναβάλλεσθαι καὶ τύχην ἀναμένειν αὐτουργὸν τῶν ἀποτελεσμάτων, ἀλλ’ οὐκ ἐπιστήμην κατορθωτικὴν τῶν χρησίμων προβάλλεσθαι.

καὶ κυβερνήτης γὰρ ἄριστος ἐκεῖνός ἐστιν, ὃς οὐ κακῶς τὸ πρὸς διαπλοϊσμὸν παραπόλλυσιν εὔκαιρον· ᾧπερ εὖ ἔχει τὰ πηδάλια, τὰ ἱστία, τὰ πρότονα καὶ εἴ τι ἄλλο πρὸς καταρτισμὸν τῆς νεώς, γαλήνης οὔσης, αἰθρίας οὔσης, ἥ τε νῆψις ἔμμονος τὸ ἐμμέριμνον ἄπαυστον· ὅπως ἄν, εἰ προκύψειε καταιγίς, εἰ κλύδων ἐγείροιτο, παραυτόθεν ἀντικατασταίη καὶ περιγένοιτο καὶ πρὸς ἀγαθοὺς ἀγάγοι λιμένας τὴν ναῦν. ὅ γε μὴν τῶν τῆς νεὼς ἐπιτηδείων καταμελῶν, ἢ τὸν τῆς εὐπλοίας καιρὸν εἰκῇ προϊέμενος, καὶ ὅλως ἐκ ῥᾳστώνης ὑποσκάζων πρὸς τὸ ἔργον καὶ δυσκινητῶν, καταποντιστὴς μᾶλλον ἢ κυβερνήτης ἐστί· καὶ εἰ διασωθείη τοῦ πελάγους καὶ κρείττων ὀφθείη τῶν κυμάτων ἡ ναῦς, τοῦθ’ ὡς ἔτυχε, καὶ τούτου δὲ τὸ εὖ ἡ τοῦ ναυαρχοῦντος εἰκαιοτροπία πρὸς τοὐναντίον ἐνίοτε μετεσκεύασεν.

οὐ χρὴ τοίνυν οὐδὲ τὸν ἀρχηγὸν ἀπαρασκεύως ἔχειν ἢ νωχελῶς, ἀλλὰ κατηρτισμένον ἐν τοῖς ἔργοις ἄπασι τῆς ἀρχῆς, ὠκὺν εἶναι, πτηνὸν εἶναι, φθάνειν ἀερίως εἴς τε τὴν τῶν προσόντων ὑπερμάχησιν καὶ συντήρησιν, εἴς τε τὴν τῶν μὴ προσόντων θήραν καὶ πρόσληψιν, καὶ μὴ τοῖς τῶν Ἀσκληπιαδῶν ἀμεθόδοις ἐοικέναι καὶ φρενολήπτοις—ὧν οἱ δεύτεροι κατ’ αὐτὴν τὴν τῆς ἀνάγκης ἀκμὴν τὰ φάρμακα πορίζεσθαι βούλονται, καὶ μὴ εὑρίσκοντες ἴσως, ὑφαίνουσι λήρους μακρούς· εἴπερ ἦν ἡμῖν τοδὶ τὸ ἀλεξιτήριον, λέγοντες, ἦν ἂν ἡμῖν κάρτιστα πρὸς τὴν νοῦσον ἀνταγωνίσασθαι· τὸ μὲν γὰρ δυνάμεως τοίας τετύχηκεν, ἡ δὲ τοίας δυσκρασίας ἐξέθορεν· οἱ λοιποὶ τῇ φύσει τὸ πᾶν ἐπιρριπτοῦσιν, ἐτώσιον ἄχθος ἐπιπεφορτισμένοι τοῖς κάμνουσιν· εἰ καί τις αἰτιῷτο τῆς ἀπραξίας, φύσεως εἶναί φασιν ὑπουργοί, τῶν οἰκείων ἐξελόντες βίβλων τὸ λοιπὸν τῆς ὑπογραφῆς· ἐῶ γὰρ εἰπεῖν ὡς τῇ φύσει πολλάκις καὶ ἀντιπράττουσιν, ἀκέστορες μὲν οὐδαμῶς, ἀναιρέται δὲ μᾶλλον εὑρισκόμενοι καὶ βροτολοιγοί—, τοὺς δ’ ἐπιστήμονας ἐκμιμεῖσθαι καὶ νουνεχεῖς, ὅτι λυσιτελές τε καὶ τίμιον· οἳ τὸν καιρὸν εἰδότες ὀξὺν μετὰ πάσης ἵστανται τῆς ἑτοιμασίας ἐπὶ τῆς ἀφετηρίας αὐτῆς, ὡς ἐν ἀκαρεῖ τὸ παρὸν ἀγαθὸν διασώσειαν, ἀνακαλέσοιντό τε τὸ μὴ παρόν, οὐ τὸ εὔκαιρον παραπέμποντες, ἀλλ’ ἐξ ὧν ἐργάζονται προκαλούμενοι, μᾶλλον δ’ ἕλκοντες, εἴτ’ ἐφεστηκότι πρὸς ἐργασίαν βελτίω χρώμενοι, πάμπαν ἀμελλητί, μεθ’ ὅσης ἠπειγμένης ὁρμῆς.

εἶεν.