Ἔργον
Νικηφόρος Βλεμμύδης – Εἰς τοὺς ἀνδριάντας
Η αρετή στη δημόσια διοίκηση και η επιλογή αρχόντων
Η ανάγκη αποφυγής της ανοησίας και της πονηρίας κατά την επιλογή των αξιωματούχων και η προβολή δίκαιων ανδρών ως προτύπων για τον δημόσιο βίο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αρετή στη δημόσια διοίκηση και η επιλογή αρχόντων
Η ανάγκη αποφυγής της ανοησίας και της πονηρίας κατά την επιλογή των αξιωματούχων και η προβολή δίκαιων ανδρών ως προτύπων για τον δημόσιο βίο.
δικασπόλους δὲ καὶ ἀγορανόμους δήμοις ἐγκαταστατέον καὶ πόλεσιν, οὐχ ἠπάτων ἀνδρομέων ἐμφορουμένους ὡς τῶν Προμηθέως λέγουσιν ἐν τῷ Σκυθικῷ Καυκάσῳ τὸν ἀετόν, κεκλοφότος τὸ πῦρ· ἀλλὰ τὴν ἀλόγιστον ἐπιθυμίαν ἐκκόπτοντας, πλεονεξίαν ἐξαίροντας, δικαιοσύνην εἰσφέροντας, εὐταξίαν παιδεύοντας, πᾶσαν ἄτοπον πρᾶξιν κολάζοντας, πρὸς τὸ ἔννομον ἀποσκοποῦντας καὶ διορθωτικόν, οὐ πρὸς χρημάτων παράνομον ἀθροισμὸν καὶ λῃστείαν τοῦ πολιτεύματος, ἄνδρας συνέσει τῶν πολλῶν ὑπερφέροντας, οὐ κατὰ Κόροιβον ὄντας καὶ Μαργίτην καὶ Μελιτίδην· ὧν ὁ μὲν τοὺς ῥηγμῖνας περινοστῶν ἠρίθμει τὰ κύματα καὶ μέχρι τριῶν προβαίνων ὑπενόστει, προϊέναι περαιτέρω μὴ ἐγνωκώς· ὁ δ’ ἐκμαθεῖν ἀνηρώτα τίς ἐξ ἀμφοῖν τοῖν γονέοιν ἐγκυμονήσας αὐτὸν ἀπέτεκεν· ὁ δ’ ὕστατος, οὐ παρθενίαν τιμῶν, οὐχ ἁγνεύειν προῃρημένος, τῇ γαμετῇ συνελθεῖν οὐκ ἐπείθετο, δεδιέναι λέγων, μὴ πρὸς τῆς γειναμένης αὐτὴν ἐγκληθεὶς ὑφέξει δίκας τῆς συνελεύσεως· οὔτε μὲν ἐκ διαμέτρου Κάκκους, Αὐτολύκους, Εὐρυβάτους, ἐκ τῶν ὀπίσω ποιουμένους ἐν ταῖς σφῶν αὐτῶν καταδύσεσι τὴν τῶν κλωπευομένων ζῴων ὑπείσδυσιν, ὥστε δοκεῖν ἐξιέναι μᾶλλον τὰ εἰσαγόμενα, μεταχρωννύντας τε καὶ μεταμείβοντας καὶ ποικίλως παρακρουομένους τοὺς ἔχοντας, ἀναρριχωμένους τε καὶ κρημνοβατοῦντας ἐπ’ ὄψεσι τῶν τηρούντων καὶ δίκην ἀέλλης ἐκδραπετεύοντας, διαλανθάνοντας, ἀφαντουμένους, πολυειδῶς αὖ ἐξαλλαττομένους, ὡς Νηρεύς τις ἢ Περικλύμενος ἢ Πρωτεὺς ὁ Αἰγύπτιος σοφιστής οὗ καὶ τὴν πρὸς Αἴγυπτον ἐκ Παλλήνης τῆς Θρᾳκικῆς παλιννόστησιν ἐν χάσμασι καὶ μυχοῖς ὑποποντίοις παραδοξοποιοῦσιν ὡς ἀδιάγνωστον, ἀλλὰ τὸ εὔηθες ἐκκεκλικότας καὶ πονηρὸν ἐν ταὐτῷ.
φρονήσει κεκοσμῆσθαι δίκαιον τοὺς τῶν ἄλλων ἐπισκεπτῆρας· οὕτω γὰρ τῶν τῆς ἀφροσύνης ἔργων ἐλαυνομένων, εὐκοσμία τῷ πλήθει προσείη καὶ δόξα μεγίστη τῷ τοιούτου λαοῦ βασιλεύοντι. τοιούτους εἶναι προσήκει τοὺς διαιτητὰς καὶ τοὺς ἐφόρους, οἷος ὁ Ἄραψ Γουνεύς, Κέφαλος ὁ ἐξ Ἰταλῶν εἰς Ἀθήνας πολιτογραφηθείς, Ἀριστείδης καὶ Ἀριστοφῶν, Ἀθηναίων ἰθαγενεῖς.
Γουνεὺς μὲν γὰρ ἐννομώτατος ὢν δικαστὴς καὶ πλεονεξίαν πᾶσαν ἀποστυγῶν καὶ τοὺς ἁρπακτῆρας αἰσχύνων καὶ τιμωρούμενος, ἐπειδή ποτε Βαβυλώνιοι καὶ Φοίνικες στασιάσειαν, ἥκει πρὸς αὐτοὺς ἐγκέλευστος ὑπὸ Σεμιράμιδος· ὁ δὲ λύει τὴν στάσιν ὀφθεὶς καὶ ἀποκαταλλάττει τὰ γένη, τῷ τρόπῳ καταιδέσας τοὺς στασιάζοντας·
Ἀριστείδης δὲ κατακρινόμενος ἐξοστρακισμὸν καὶ πυνθανόμενος, τί ἂν λυποίη, δίκαιος εἶ πολλοῦ καὶ τοῖς πλείοσι δύσχρηστος ἤκουεν· οὕτως ἐν Ῥώμῃ Μάρκιος στρατηγός, ὃν διὰ δικαιοσύνην τῆς πατρίδος ἐξελαυνόμενον ἐπένθει μὲν ἡ πόλις, αὐτὸς δ’ ἦν ἀκαμπὴς καὶ τῆς οἰκείας στερρότητος οὐ δή τι παρέκλινε·
Κέφαλος μικροῦ δεῖν διαμεμενήκει πάμπαν ἀνέγκλητος, εἰ μὴ ψηφίσματος ἀπροβουλεύτου συκοφαντία παρεισδεδύκει, μηδὲν ἔχοντος ἐπιμέμψασθαι τῷ ἀνδρὶ μηδενός· Ἀριστοφῶν δὲ τοὐναντίον, διὰ βίου κατηγορούμενος—τὸ γὰρ αὐτοῦ μισοπόνηρον τοὺς ἀντιπολιτευομένου νύττον οὐκ ἀπημβλύνετο—πλὴν ἀλλὰ τὴν νικῶσαν ἀπενηνεγμένος ἐξῄει δικαστηρίου παντός. εἰ δὲ δυσχερὲς τοιούτους ἄνδρας εὑρίσκεσθαι νῦν, ἀλλ’ ὅτι περιφρονοῦνται, πονηροὶ δ’ ἐπιδιδόασι προκρινόμενοι· πᾶν γὰρ τὸ ζητούμενον καὶ τιμώμενον αὔξει καὶ παρρησιάζεται, τὸ δ’ ἀμελούμενον φθινύθει καὶ ἀποκρύπτεται. πόθεν γὰρ ἄλλοθεν ὁ πολὺς λόγος ἀπέσβη παρ’ ἡμῖν καὶ ἡ κοσμιότης διέφθορε τῶν ἠθῶν, ἢ πάντως ἐκ τῆς αὐτῶν ἀποπομπῆς, ἐκ τῆς τῶν ἐναντίων ἐπιλογῆς, ἔν τε τοῖς πολιτικοῖς ἔν τε τοῖς πνευματικοῖς ἀξιώμασι; καὶ οὐκ ἔγνωσται πόσον εἰς εὐδοξίαν ἢ ἀδοξίαν συμβάλλεται τὸ στρατηγοὺς καὶ πραίτωρας καὶ ἱεράρχας καὶ πολιτάρχας τοίους ἢ τοίους ἐξᾴδεσθαι προσόντας τῇ πρώτῃ ἀρχῇ, καὶ πόσον εἰς αὐτὴν ἐντεῦθεν διαβιβάζεται, μὴ μόνον εἰς τὴν πληθύν, τὸ συνοῖσον ἢ τὸ λυμαντικόν; ὅθεν γὰρ ἀπῴχετο λόγος, ἐκεῖ καὶ φήμη καὶ δρᾶσις τῆς ἀλογίας ἐνέσκηψεν· ὅθεν ἀρετὴ ἀπελήλαται, τὸ τῆς κακίας ἔργον διάγδουπον ἐπεισπέπαικε.
τί οὖν μέγιστον καὶ κύδιστον ἐκφανεῖ τὸν προὔχοντα· τὸ λογιότητα καὶ ἤθους σεμνότητα κεκτημένον ἅμα καὶ περὶ πολλοῦ τιθέμενον ἐξακούεσθαι, ἢ τοὔμπαλιν ἀμουσίαν καὶ ἀβελτηρίαν εἰσοικιζόμενον καὶ τιμῶντα διαφημίζεσθαι; τὸ γὰρ τῶν πεπαιδευμένων ὑπερορᾶν καὶ τοὺς ἀποφωλίους προσίεσθαι καὶ ἀνυψοῦν, τί ἄλλο ἐστὶν ἢ κακίαν ἐξαίρειν καὶ ἀρετὴν ἀποτρέπεσθαι, θαυμάζειν ἀλογίαν καὶ λόγον ἀποδιοπομπεῖν; τὸ δ’ οὕτω κρῖνον, ὁμολογουμένως μετὰ τοῦ πλήθους καὶ τῆς συστοιχίας αὐτοῦ. διὰ ταῦτα περιόπτους τιθέναι τοὺς ἐσθλοὺς ἄνδρας ἀναγκαιότατον, ἵν’ ὁ τοῦτο δρῶν αἴροι μὲν ζῆλον ἔργων σπουδαίων πολλοῖς, αἴροι δὲ κῦδος ἄσπετον ἑαυτῷ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.