Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιστολαί

Νικηφόρος Βλεμμύδης

Φιλοσοφικοί στοχασμοί, δώρα και πρακτικές υποθέσεις

Επιστολές σχετικά με την προσφορά δώρων, την υπεροχή της αρετής έναντι του πλούτου, καθώς και αναφορές σε τρέχοντα διοικητικά ζητήματα και την αδιάλειπτη πνευματική κοινωνία με τον ηγεμόνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 2 από 8

Ἐστείλαμεν τῇ Βασιλείᾳ σου καὶ σιτευτοὺς ἀλεκτορικοὺς ἐκτομίας· καί, εἴπερ κριθεῖεν ἄξιοι, τιμηθήτωσαν τῷ ἀξιώματι τῷ ἐπὶ τῆς τραπέζης· εἰ δ’ οὖν, ἀλλ’ εἰς τὴν γυναικωνῖτιν ἀποπεμφθήτωσαν. ἐπεὶ δὲ καὶ τόκος ἀλεκτορικὸς σὺν αὐτοῖς, ᾠὰ πάντως ὁ λόγος διασαφεῖ, διδόαμεν τῷ βουλομένῳ ἐννοεῖν ὅτι καὶ οἱ ἄτοκοι φύσει τίκτοντες εὑρίσκονται παρ’ ἡμῖν. {τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν} Λάχανα ἥγηνται τῷ ὑπὲρ τιμὴν Κράτει τῆς Βασιλείας σου τὰ τοῖς ἄλλοις τιμιώτατά τε καὶ πολυσπούδαστα· οὐ γὰρ τοῖς χρήμασιν ἀπονέμει τὸ χρήσιμον, ἀλλὰ τῷ φύσει καλῷ, χρημάτων ἔχων ἁπάντων ὑπεράνω τὴν ἀρετήν. εἰ δὲ καὶ τούτων λόγος μικρός, ἀλλὰ διὰ τὴν ἐλευθεριότητα τήν τε μεγαλοπρέπειαν καὶ πάλιν ἡ ἀρετὴ προτετίμηται. σύμβολον οὖν ἐν καταλλήλῳ καιρῷ βασιλικωτάτης ἕξεως προσαγωγὴ μοναχοπρεπής. {τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν} Εἰ Θεός, καὶ πρόνοια· εἰ μὴ πρόνοια, οὐδὲ Θεός. τοῦτο λέγουσιν οἱ φιλόσοφοι σὺν ἀντιθέσει ἀντιστροφήν· σὺ τοίνυν θεοειδέστατος ὤν, προνοοίης ἂν ἀναγκαίως τῶν τῆς σῆς προνοίας ἐξηρτημένων ἀντιστρέψαι γὰρ οὐ προῄρημαι. πάλιν εἰ φιλανθρωπία, καὶ συγκατάβασις· εἰ μὴ συγκατάβασις, οὐδὲ φιλανθρωπία. σὺ γοῦν φιλάνθρωπος ὤν, ἐπεὶ καὶ αὐτὸς χρῄζεις φιλανθρωπίας, δίκαιος ἂν εἴης συγκαταβαίνειν τῇ ἀσθενείᾳ ἡμῶν. ὁ γὰρ μὴ τοῖς οἰκειοτάτοις συγκαταβαίνων πότε τοῖς ἀλλοτρίοις συγκαταβήσεται;

μὴ συγκαταβαίνων δὲ ποῦ ἂν δείξαι τὸ θεοειδές; ἢ πῶς ἂν αὐτὸς τύχοι συγκαταβάσεως; εἰ δὲ θεῖον τὸ συγκαταβαστικόν, τίνος ἂν εἴη τὸ ἀσυγκατάβατον; εἰ τὸ ἥμερον βασιλικόν, ποῖον ἂν εἴη τὸ ἀντίθετον; ἀλλ’ εὐσεβές; οὐ μὲν οὖν. διὰ ταῦτα θαυμάζω τὸ μεγαλόφρον τῆς Βασιλείας σου, ὅτι θέλεις ἔχειν ἡμᾶς ὁμιλητάς, τοὺς οὐτιδανούς. προσαπαιτῶ δὲ καὶ εἰς πλεονασμὸν τὸ μειλίχιον, ἵνα μηκέτι Χριστὸς εἴποι πρὸς τὸν ταῖς ἀρεταῖς πλουσιώτατον· ἔτι ἕν σοι λείπει, ἀλλὰ τὸ ἀνενδεὲς πανταχόθεν προσμαρτυροῖτό σοι, διότι καὶ πάντων ὑπερφέρεις καὶ οὐδεὶς ἐν τῷ κόσμῳ σήμερον ὁποῖος ἦσθα σύ, ταῖς ἀληθείαις βασιλικώτατε. {τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν} Μανθάνομεν τοὺς ἐξ Ἰσραὴλ μετὰ τὴν τῆς Αἰγυπτιακῆς τυραννίδος ἀπαλλαγὴν ἐπιλελῆσθαι μὲν τῆς Μωσέως σοφίας καὶ χάριτος, μεμνῆσθαι δὲ τῶν σκορόδων καὶ τῶν παραπλησίων τῶν ἐν Αἰγύπτῳ, καὶ πολὺν ποιεῖσθαι λόγον τῶν μηδενὸς ἀξίων τοῖς γε νοῦν ἔχουσι, τῶν δὲ πρόσθεν συνθηκῶν καὶ Μωσέα τὸν ὑποφήτην Θεοῦ κατολιγωρεῖν καὶ ἀφίστασθαι καὶ τοὺς οἰκείους λόγους ἀθετεῖν καὶ ὡς μηδὲ λελαλημένους λογίζεσθαι. κἀκεῖνοι μὲν ταῦτα μέχρι τοῦ νῦν ὀνειδίζονται.

ἡμεῖς δὲ μήτε σοφίας ἠξιωμένοι Μωσαϊκῆς, μήτε χάριτός τινος μεταδόντες Ἰσραηλίτῃ λαῷ, γνωστοὶ δ’ ὁπωσοῦν γεγονότες τῷ νοερῷ πάντων ἀνθρώπων τῆς καθ’ ἡμᾶς γενεᾶς καὶ ὄντως ὁρῶντι Θεόν, τῷ κρατίστῳ καὶ ὑπερτάτῳ, παρὰ τοῦ γνόντος ἡμᾶς ἐπιλελήσμεθα νῦν σκορόδων Αἰγυπτιακῶν, εἴτ’ οὖν σκορδυλλίων ἀμούσων ἐξεχομένων πῶς εἰπεῖν οὐκ ἔχομεν, καὶ ἡμᾶς ἀθετησάντων, ὡς περὶ τὴν Ἔφεσον Σαμίων ἡμῖν μὴ αἰτησαμένοις, ἀνατεθειμένων τὸ πρότερον, ὕστερον δὲ μετεγγιζομένων ἐξ ἡμῶν εἰς σκορδύλλιον ἢ μᾶλλον κορυδαλλόν. τετιμήσθω γὰρ ὁ ἀνὴρ διὰ τὸ πρώην καπηλικὸν καὶ εἰσέπειτα στρατιωτικόν. λέγεται γὰρ τὸν κορυδαλλὸν κάπηλον εἶναί ποτε καὶ κέρας φέρειν ὡς ἔκπωμα, κἀν τούτῳ κρητίζειν ἢ κερατίζειν μετ’ οἴνου τοὺς παραβάλλοντας· οὔπω γὰρ εὕρηντο τὰ ὑάλινα ἢ τὰ ἐκ τῆς ἄλλης ὕλης ἐκπώματα. τοιοῦτος ὢν ὁ κορυδαλλὸς περιτίθεται κόρυθα καὶ στρατιωτικῶς σχηματίζεται καὶ τὴν ἀπόνοιαν ἐπαύξων πρὸς τὸν Ἑρμῆν παρατέταται καὶ ζητεῖ μετὰ τοῦ λογίου καὶ νήφοντος μάχην ὁ κάτοινός τε καὶ ἄλογος. τί γοῦν ὁ Ἑρμῆς; οὐδὲν πλέον διατίθεται τὸν κορυδαλλόν, ἢ μεταμείβει τοῦτον εἰς ὄρνιν διὰ τὴν ἀλογίαν καὶ τὸ πτερὸν τῆς ἐπάρσεως, περιτίθησι δὲ κατὰ κεφαλῆς αὐτοῦ τὸ κέρας, τῆς οἰνοχοείας τὸ ὄργανον, καὶ οὕτω θριαμβεύει τὸν ἄνουν καὶ ὑπερήφανον.

ἀλλὰ ταῦτα μὲν εἰκονίζει μυθικῶς τὴν ἀλήθειαν· τὸ δὲ σὸν θειότατον Κράτος καὶ λογιώτατον καὶ σοφώτατον ἐασάτω τοὺς κατὰ τὴν Ἔφεσον Σαμίους καὶ τὴν ταύτης περίχωρον ἀνακεῖσθαι ἡμῖν καθὼς προεθέσπισε. καὶ ἔστωσαν καὶ πάλιν οὗτοι πάντες μικρὸν ἐξυπηρετοῦντες ἡμῖν, οὐ μικρὸν δὲ παρ’ ἡμῶν βοηθούμενοι. τοῦτο γὰρ καὶ ὁ τῷ ἁγίῳ βασιλεῖ πιγκέρνης οἰκεῖος καὶ τῇ Βασιλείᾳ σου θελητὸς ἔγνω τε καὶ ἐπῄνεσε, καὶ τὸ μηκέτι βαρύνειν αὐτοὺς ὡμολόγησε. τὰ τέλη δὲ αὐτῶν καὶ ζητήματα, εἴπερ εὐδοκεῖ ἡ Βασιλεία σου, ἀποχαρισάσθω τῷ ἀκράτῳ καὶ δριμυστρατιώτῃ τῷ σκορδυλλίῳ, πλὴν τῆς τῶν Σαμίων δουλείας. ἐπεὶ τυραννικὸς ὁ ἀνήρ, ἅμα δὲ καὶ σαθρὸς εἰς ἀντίληψιν· διὰ ταῦτα γὰρ οἱ ἄνθρωποι δυσχεραίνουσι καὶ παραιτοῦνται τοῦτον καὶ φεύγουσι. τὰ δὲ τῆς ἱστορίας κεφαλαιωδέστερά τε καὶ ἀναγωγικώτερα τῇ ἀγχινοίᾳ καὶ μεγαλονοίᾳ τῆς θεοσόφου Βασιλείας σου πρὸς θεωρίαν καταλελοίπαμεν καὶ τελείαν ἀπάρτισιν. {τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν} Τάχ’ ἂν οἱ τῇ αἰσθήσει βιοῦντες καὶ μηδὲν πλέον εἰδότες ἡμᾶς ταλανίσαιεν καὶ ἀθλίους ὑποτοπάσαιεν, ὅτι σὲ τὸν ἡμέτερον πλοῦτον, τὸν τηλικοῦτον θησαυρόν, ἐπὶ τοσαύταις ἡμέραις οὐκ ἐζητήσαμεν, οὐχ ἑωράκαμεν, οὐ τῆς σῆς παραπελαύσαμεν χάριτος. ἀλλ’ ἴστωσαν οἱ οὕτω φρονοῦντες ὡς σφάλλονται.

καὶ γὰρ τὸ σὸν Κράτος, τὸ ἡμέτερον ἐντρύφημά τε καὶ καύχημα, τὴν ἔνθεον Βασιλείαν ἐντὸς ἡμῶν φέρομεν καὶ ταύτης οὐ διιστάμεθα· πλέον δὲ μᾶλλον αὐτὴν ἀχώριστον ἔχομεν ἐξ ἡμῶν, ἢ τὴν ἀναπνοήν· ὅθεν καὶ ὁρῶμεν ταύτην διηνεκῶς καὶ ὁρώμεθα παρ’ αὐτῆς· εἰς τόσον δίδωσι τολμᾶν ἡ θειοτέρα καὶ ὑπὲρ φύσιν στοργή. σὺ ἐξελέξω ἡμᾶς ἐκ τοῦ κόσμου· καὶ πῶς οὐκ ἔσῃ μεθ’ ἡμῶν πάσας τὰς ἡμέρας; ἀδύνατον ἄλλως ἔχειν τὰ καθ’ ἡμᾶς, εἰκὼν τοῦ Χριστοῦ καὶ χριστὲ τοῦ Κυρίου καὶ ἐκμαγεῖον τῶν αὐτοῦ ἀρετῶν. ἐρῶ δὲ καὶ νεανικώτερον· τὸ κρεῖττον τῷ κρείττονι χαίρει καὶ τὸ χεῖρον τῷ χείρονι, καὶ ἐν ἀλλήλοις τὰ συγγενῆ· καὶ εἴπερ ἐν σοὶ Θεός, ἡμεῖς δὲ Θεοῦ, πάντως σὺ ἐν ἡμῖν. οὕτω τῇ εὐκληρίᾳ πάντας τοὺς καθ’ ἡμᾶς νενικήκαμεν· καὶ ἡμεῖς μὲν χαίρομεν ἀεὶ διὰ σὲ καὶ πάσης ἀηδίας κοσμικῆς ὑπέρτεροι διαμένομεν ἔχομεν γὰρ τὸ ἐξαίρετον παρηγόρημα, τὴν ἐν ἡμῖν ἀδιάλειπτον παρουσίαν τῆς Βασιλείας σου, σὺ δ’ ἔντειναι καὶ κατευοδοῦ καὶ βασίλευε καὶ δεδοξασμένος εἰς πάντα τῆς οἰκουμένης ἔσο τὰ πέρατα ἕνεκεν θεοειδοῦς νοερότητος, σωφροσύνης ἀπαραμίλλου καί, ἧς οὐδὲν Θεῷ τιμιώτερον, ἀνδρείας διττῆς καὶ πάντων τῶν τοῖς ἀτίμοις τιμίων περιφρονήσεως.