Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιστολαί

Νικηφόρος Βλεμμύδης

Φιλοσοφικά σχόλια, συστάσεις προσώπων και ικεσίες

Επιστολές περί κινήσεως, πρακτικής οικονομίας και σημασίας της σιωπής, συνοδευόμενες από συστάσεις προσώπων και ικεσίες υπέρ ασθενών και δοκιμαζομένων προς τη βασιλική εξουσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 4 από 8

τοῦ αὐτοῦ τῷ αὐτῷ} Πολλὰ πεφιλοσόφηται τῇ σῇ Βασιλείᾳ περὶ κινήσεως, ἐν οἷς καὶ τὴν στάσιν ἔδειξας κίνησιν· ἡ γοῦν ἡμετέρα κίνησις στάσις γέγονεν· εἰ θέλεις δεῖξαι τὴν στάσιν κίνησιν, ἔργοις δεῖξον αὐτὴν εἰς ἡμᾶς. οἱ λόγοι γὰρ λόγοις, ἀλλ’ οὐκ ἔργοις κινήσουσι· καὶ λογικῶς κινούμενοι τὴν στάσιν στέρξομεν ἄκοντες. οὓς ἀπέστειλας στατῆρας, στάσιν ὁρῶμεν προξενοῦντας ἡμῖν· οὐδεὶς ἐξ αὐτῶν αἴρει τὸ σάγμα, φέρει τὸν ἀναβάτην οὐδείς. ἓν ἔφθασεν εἰς ἡμᾶς γηραιὸν ὑποζύγιον καὶ τοῦτο κεχωλευμένον ἢ μᾶλλον τρίπουν ὡς γηραιὸν κατὰ τὸ αἴνιγμα τῆς Σφιγγὸς ἐκ τοῦ λογικοῦ ζῴου μεταφερόμενον πρὸς τὸ ἄλογον. ἡ δὲ ἡμίονος ὑπέσχηται μέν, ὡς ὁ Μουζάλων πεπληροφόρηκεν, ὃν ἀληθῆ καὶ ἁπλοῦν ἡ Βασιλεία σου μεμαρτύρηκεν· ἀλλ’ ἡ θρασύτης τῆς ἡμιόνου τὴν ὑπόσχεσιν διεκρούσατο. χάρισαι ἡμῖν τῆς ὑποσχέσεως τὴν ἐκπλήρωσιν ἢ τὴν αἴτησιν ἢ ὅπως ἂν ἐθέλοις μετ’ αὐτῆς τῆς θρασύτητος. οὐδὲν ἡ ἄλογος θρασύτης παραβλάψει τοὺς λογικούς.

εἰ δὲ θέλεις ἡμᾶς ἐνταῦθα προσκαρτερεῖν ἵνα γνῶμεν τὰ τρόπαια τῆς σῆς ἀνδρισοφίας, ἅπερ εὐχόμεθα, καὶ ἡμεῖς συνεθέλομεν· πλὴν μὴ οὕτω κατ’ ἀνάγκην ἀκινητήσωμεν, ἀλλ’ ἑκοντὶ προσμείνωμεν τὰς σὰς νίκας, τὰ σὰ κατορθώματα, τὰς δὲ τῆς ἐμῆς δεσποίνης ἀντιλήψεις, τῆς ὁμοψύχου τῇ Βασιλείᾳ σου, καὶ ὁ χρόνος παρέλθῃ με διηγούμενον εἰς χρόνους παμπόλλους διαφυλάξαι τὴν τοιαύτην ἁγίαν ὁμοψυχίαν. ὁ τῶν χρόνων καὶ τῶν αἰώνων δημιουργός τε καὶ Κύριος, ὁ πρύτανις τῆς ζωῆς, ὑπερμεγαλύναι, ὑπερδοξάσαι, ὑπερκρατύναι, ὑπερυψῶσαι τὴν Βασιλείαν σου. {τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν} Ἐκίνησας ἡμᾶς ἔργοις ὡς ὑπεμνήσαμεν καὶ ἀεικίνητόν σοι τὴν εὐχαριστίαν προσάγομεν ἐπευχόμενοι τῇ Βασιλείᾳ σου τὴν ἀπὸ δόξης εἰς δόξαν κίνησιν καὶ μετάβασιν ἑδραίωσίν τε καὶ στάσιν ἔμμονον τοῦ διὰ παντὸς ὑψοῦσθαι καὶ μεγαλύνεσθαι.

Τὸ δὲ τοῦ βίου τούτου πολυκίνητον καὶ πολύστροφον τὸν ἐκ Θεσσαλονίκης Βιλιλίδην τὸν εὐπορώτατον ἀπορώτατον ἡμῖν ἔδειξε καὶ πενέστατον, πολλοῖς μὲν πρὸς δύναμιν ἐπαρκέσαντα, παρ’ οὐδενὸς δὲ τούτων ἀντεπαρκούμενον. διὸ καὶ συνιστῶμεν αὐτόν, ὡς. ἄξιον εὖ παθεῖν, τῇ χειραγωγίᾳ τῆς Βασιλείας σου, ὡς ἄξιον τῆς σῆς θεομιμήτου χρηστότητος· ἐπεὶ καὶ ἀπὸ μόνης μικρᾶς ἐντυχίας οὐ παύεται θαυμάζων καὶ ὑπερεξαίρων τὴν Βασιλείαν σου. {τοῦ αὐτοῦ τῷ αὐτῷ} Τὸ προσκυνητὸν τῆς Βασιλείας σου κέλευσμα φθάσαι με πρὸς αὐτὴν κατηνάγκασε μετὰ πολλῆς κατεπείξεως. ἀλλ’ ἡ συμπεσοῦσά μοι κατάψυξις ὁλοσώματος προλαβοῦσα καὶ τὸ τοῦ καταστήματος ἰταμὸν καὶ ἀνένδοτον ἀντέστη μοι βιαίως καὶ τὴν ὁρμὴν διεκώλυσε. καὶ διὰ τοῦτο πενθῶν καὶ σκυθρωπάζων προσκάθημαι τῷ πυρὶ τὴν ἐκ τούτου θάλψιν καρπούμενος, ὀλίγον τοῦ ἀρρωστήματος παρηγόρημα. εἰ γοῦν μετριάσει τὸ πάθος, εὐθὺς ὡς ἔχω πρὸς τοὺς ἐμοὶ παρὰ πάντα κόσμον ἀφίξομαι, κελευσθεὶς παρ’ ἀμφοτέρων ὡς δεῖ. Θεὸς γὰρ οἶδεν, ἀλλὰ καὶ ὁ σὸς θεοειδέστατος νοῦς, ὡς ἐφετὸν ἄκρον ἐγκόσμιον ὑμᾶς κέκτημαι, οὓς ὁ πάντα σοφῶς ἐνεργῶν καταλλήλως ὅτι συνήρμοσε τὸν μὲν ἐν ἀνδράσι, τὴν δ’ ἐν γυναιξὶ τὰ πρώτιστα φέροντας. ἐπιτίμησον οὖν τῷ πάθει, θεόσοφε· ἐπιτίμησον τοῖς ἀνέμοις, τῷ κλύδωνι, καὶ τὸ σκάφος διασωθήσεται.

σὺ Χριστοῦ φίλος, ἡμεῖς δοῦλοι Χριστοῦ· πολὺ τὸ μέσον, καὶ δικαίως κατὰ πάντα ὑπερτερεῖς. ὁ σὸς φίλος Χριστὸς ὁ πρᾷος, ὁ ἥμερος, ὁ ἀλεξίκακος, ὁ φοβερὸς τοῖς ἀγρίοις καὶ θηριώδεσι δαίμοσι· καὶ σὺ ὁ φίλος αὐτοῦ, ὁ γλυκὺς καὶ ἐράσμιος δύνασαι τὸν τύραννον φυγαδεῦσαι μόνῳ προστάγματι, ἐκ τούτου γὰρ εἰς ἡμᾶς ἡ κατάψυξις, τοῦ τοῖς καλοῖς ἀδιαλείπτως ἐπιβασκαίνοντος. ἄλλοι τὴν ἀγάπην ψυχραίνουσιν οὐκ ἐκ προαιρέσεως ὑπεραπολογήσομαι τούτων, ἀλλ’ ὅτι φυσικαῖς ὁρμαῖς ἀκαθέκτοις ἐχρήσαντο, μὴ παιδαγωγήσαντες ταύτας, μὴ τὸ τῶν σκιρτημάτων βίαιον καρτερήσαντες, μὴ κοπιάσαντες, μὴ μοχθήσαντες· μόχθων γὰρ καὶ κόπων κατορθοῦται πᾶν ἀγαθόν. ἀλλ’ ἡμεῖς σωματικὴν νοσοῦμεν κατάψυξιν, εἰς δὲ τὴν ἀγάπην τῷ πνεύματι ζέομεν καὶ σπεύδομεν φυλάσσειν αὐτὴν οἵαν ὁ τῆς ἀγάπης νομοθέτης ἡμῖν παραδέδωκεν. εἰ τοίνυν σωματικῶς οὐκ ἐνεδημήσαμεν διὰ τὸ πάθος, ἀλλὰ πνευματικῶς ἐνδημοῦμεν διὰ παντὸς εὐχόμενοι πρὸς τὸν Κύριον πλέον τῆς σωματικῆς παρουσίας ἡμῖν κατορθῶσαι τὴν θείαν ῥοπήν, καὶ ἀσυγκρίτως πλέον, ἐν οἷς χρῄζεις ἡμῶν, βασιλεύτατε. {

τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν} Ἐδίδαξας ἡμᾶς καὶ λόγοις καὶ πράγμασι πάμπολλα καὶ τὸ οἰκονομικὸν ὅπως ἐστὶ σύνδεσμος τοῦ ἠθικοῦ καὶ πολιτικοῦ, καὶ πῶς ὁ τούτου λειπόμενος λείπεται παντός· ἡμεῖς δὲ τῆς τῶν πραγμάτων πείρας καθεστηκότες ἐκτὸς οὔπω συνήκαμεν τὰ τῆς ἀκροτάτης φρονήσεως. τέως δὲ οὖν μή ποτε καθάπερ τοῖς ἀμβλυωποῦσιν ἀπροσφυὴς ὁ καθαρώτατος ἥλιος, οὕτω καὶ τοῖς κατ’ ἐμὲ τὸν νοῦν ἀσθενοῦσιν ἀκατάλληλα τὰ τῆς ἀκροτάτης φρονήσεως ἐνεργήματα, καθὼς ἔχει φύσεως περιφερόμενα; καὶ γὰρ οὐδὲ τοῖς νηπίοις προσέοικε τὸ ῥητορικαῖς λέξεσιν ἢ ἐννοίαις φιλοσόφοις προσομιλεῖν, ἀλλὰ μᾶλλον ταπεινότερόν τε καὶ περιπέζιον· οὔτε μὴν στερροτάτοις αὐτὰ διατρέφειν ἐδέσμασιν, ἀλλὰ μᾶλλον εὐκατεργάστοις τάχα γὰρ ἂν τὸν λόγον τῆς φρονήσεως ἀπαρτήσῃ τὸ τοιοῦτον. οὕτω πρὸς τὸ τέλος χρὴ βλέπειν πάντοτε καὶ ὅπως ἂν ἐκπορευθείῃ τοῦτο καλῶς τὴν πᾶσαν ποιεῖσθαι σπουδήν. ταῦτα πλέον ἡμῶν οἶδας καὶ πολλῷ πλέον· εἰσόμεθα δὲ μικρὸν καὶ ἡμεῖς, ὅταν τῆς σῆς ἀρίστης οἰκονομίας ἐπαπολαύσωμεν τῶν καρπῶν καὶ ἴδωμεν ἐκτετελεσμένον ὅπερ ποθοῦμεν, τὴν εἰρήνην ὁλόκληρον, τὴν ὁμόνοιαν εἰλικρινῆ, τὴν ἀγάπην ὁποίαν Θεὸς ἐχορήγησεν. {τοῦ αὐτοῦ τῷ αὐτῷ} Ἄλλοι μὲν βοάτωσαν ἄσημα μετ’ ὀλίγον σιγήσοντες ὡς οὐ θέλουσιν. ἡμεῖς δ’ ὅσον σιγῶμεν τόσον βοῶμεν.

ἡ δὲ βοὴ πρὸς τὸν Κύριον, τὴν τῆς Βασιλείας σου σωτηρίαν αἰτουμένων ἡμῶν ἐν αἰσθητῇ σιωπῇ καὶ βοῇ νοερᾷ. {τοῦ αὐτοῦ τῷ αὐτῷ βασιλεῖ} Τὸν πολὺν τοῦ βίου δρόμον, ὡς ἐν τῇ καθ’ ἡμᾶς γενεᾷ ἐχούσῃ πολὺ τὸ ὠκύμορον, ὁ τοῦ Θεοῦ δοῦλος Μακάριος διεκδραμών, ἤδη τοῖς τῆς φθορᾶς ἀνιαροῖς ὡς ὑπὸ γένεσιν προκατείληπται καὶ γέγονεν ὅλος ἡμίπληκτος τῷ ληθάργῳ τε καὶ τῷ κάρῳ παρὰ μέρος διενοχλούμενος· τὴν δὲ δύναμιν τὴν φυσικὴν ὅλην σχεδὸν ἀποβέβληκεν ἔκ τε τῆς πολυημέρου δεινῆς ἀρρωστίας καὶ τῆς οἱονεὶ παντελοῦς ἀτροφίας. κεκόμισται δὲ πρὸς ἡμᾶς ἔμπνους νεκρός, ὡς ἂν εἴπῃ τις. ὅμως καὶ οὕτως ἔχων τῆς Βασιλείας σου ὑπερηύξατο καὶ ὑπερεύξεται πολλά, μνησθείσης αὐτοῦ καὶ ἐπισκεψαμένης κατὰ τὸ ἐγχωροῦν· τὸ δὲ ἡμέτερον ἔργον καὶ βούλημα ἡ ὑπὲρ τῆς Βασιλείας σου ἔμμονος εὐχὴ πρὸς Θεόν· καὶ εἴη προσδεκτέα τῶν ἡμετέρων ἁμαρτάδων παρορωμένων καὶ τῷ Κράτει τῆς Βασιλείας σου βραβευομένου θεόθεν παντὸς ἀγαθοῦ ψυχικοῦ καὶ σωματικοῦ καὶ παντοίου δοξασμοῦ ἐγκοσμίου καὶ ὑπερκοσμίου.

τοῦ αὐτοῦ τῷ αὐτῷ βασιλεῖ κυρῷ Θεοδώρῳ τῷ Λάσκαρι Βραχὺ τὸ γράμμα, ἡ προσευχὴ δὲ μακρά· σπάνιος ἡ κατ’ αἴσθησιν θέα, καὶ ἡ νοερὰ ἀδιάλειπτος. τί οὖν; νικῶμεν οἱ πρὸς Θεὸν ὁρῶντες καὶ νῷ διοικούμενοι καὶ μὴ τὸ πᾶν τῇ γῇ καὶ τῇ ἀλογίᾳ προσνέμοντες; ἢ ἡττώμεθα τῶν πᾶσι πάντα γινομένων ἵνα καὶ ἑαυτοῖς καὶ οἷς ἀρέσκουσι μηδεμίαν ὠφέλειαν προξενήσωσιν; ἐγὼ μὲν οὐκ ἔχω εἰπεῖν. ὁ δὲ ὀξύτατος νοῦς τῆς Βασιλείας σου καὶ ἀπαράμιλλος οἶδας ὡς οὐχ ὁρώμενος ὁρᾷ μάλιστα καὶ μὴ ἐγγιζόμενος ἐγγίζει, καὶ τοῖς ἀπωτάτω πλησιαίτερος πέφηνας ἢ τοῖς ἔγγιστα. διὸ καὶ στέργω τὸ δόξαν τῇ Βασιλεία σου καὶ ὡς ἀξίωμα λογίζομαι ἀναντίρρητον. {τοῦ αὐτοῦ τῷ αὐτῷ} Οὐδὲν ἕτερον εὐφραίνειν οἶδε ψυχὴν ὡς τὸ κατὰ τὴν ἑαυτῆς ἕξιν λεγόμενον ἢ πραττόμενον, οὐδέ γε πάλιν ἀνιᾶν, ὡς τὸ παρὰ βούλησιν καὶ προαίρεσιν· ἐπεὶ γοῦν τῇ θεοειδεστάτῃ τῆς Βασιλείας σου ψυχῇ φιλάνθρωπος ἕξις, φιλάγαθος, εὐεργετικὴ καὶ τοὺς ἐναντίους εὖ ποιεῖν οὐ παυομένη κατὰ τὴν τοῦ Κυρίου φωνήν, πόσον ἂν εὐφρανεῖ ταύτην λόγος ἱκέσιος εἰς εὐεργεσίαν κινητικός, ᾗ χαίρεις, ᾗ γέγηθας, ᾗ ἐνεργεῖς πλέον ἢ τῷ φαίνειν ὁ ἥλιος; διά τοι τοῦτο τὸ σὸν θυμῆρες οὐ παυσόμεθα καὶ λέγειν καὶ πράττειν ἡμεῖς, οὓς εὐδόκησας ὑπὲρ ἀξίαν ἅπασαν ἀγαπᾶν.

ἄλλοτε μὲν οὖν ἄλλους εὐεργέτησας ἡδέως ἐκ τῆς ἡμετέρας προσαγωγῆς, νῦν δὲ τὸν Μακάριον τουτονὶ προσάγομεν τῷ Κράτει τῆς Βασιλείας σου πολλῶν μὲν πεπειραμένον δεινῶν ὡς ἴσασιν οἱ ἱεροὶ καὶ ἔννομοι δικασταί, μᾶλλον μὲν οὖν οἱ τὰ κρύφια τῶν καρδιῶν θεοπρεπῶς ἐξετάζοντες, οἱ ἀόργητοι, οἱ ἐπιεικεῖς, οἱ τὴν πλείονα χώραν τῷ φιλανθρώπῳ προσνέμοντες, οἱ ἀσθένειαν εἰδότες περικειμένους ἑαυτοὺς καὶ μετρηθησομένους ὡς ἂν μετρήσωσιν· ταῦτα μὲν παρ’ ὧν εἴπομεν δεδεγμένον, εἰς δὲ τὸ σὸν ἔλεος, τὴν κοινὴν ἀναψυχήν, τὸ παγκόσμιον παρηγόρημα, προσφεύγοντα νῦν καὶ δι’ ἡμῶν ἄγκυραν τῆς ἐλπίδος στερράν τε καὶ ἱερὰν καὶ μὴ καταισχύνουσαν τὴν Βασιλείαν σου τὴν φιλανθρωποτάτην κατέχοντα καὶ δι’ αὐτῆς τοῦ πικροῦ κλύδωνος τῆς σατανικῆς συμφορᾶς ἐκεῖνος γάρ ἐστιν ὁ τῶν τοιούτων δεινῶν αὐτουργός ἀπαλλαγῆναι πιστεύοντα καὶ παρ’ ἡμῶν εἰς τοῦτ’ αὐτὸ κρατυνόμενον. {τοῦ αὐτοῦ τῷ αὐτῷ} Αἱ εὐεργεσίαι τῆς Βασιλείας σου ἐπλήμμυραν πρὸς ἡμᾶς καὶ τὰ πελάγη τῶν χαρισμάτων τοῦ Κράτους σου τὴν ἀχάριστον γνώμην ἀπήλεγξαν ναυαγήσασαν.

ἐγὼ δὲ ποικίλαις μὲν λογογραφίαις τοὺς ἐπαίνους ἐν καιρῷ ταμιεύσομαι· νῦν δὲ τῷ ἐκ Θετταλίας ἔναγχος διαπεφοιτηκότι γράμματι τῆς ἱερᾶς περιηγήσεως ποδηγούμενος εἶδον, φημί, κατὰ τὴν Σκαμάνδρου ἐπισκοπὴν ποικίλα ζωγραφήματα καὶ ἀλλόκοτα, ὧν ἦν καί τις ἀνὴρ εὐμήκης ἔνοπλος, ἐπίγραμμα φέρων ὁ προφήτης Ἀχιλλεύς. ἐπεὶ δὲ τῷ δηλωθέντι σοφῷ γράμματι τῷ ἐκ Θετταλίας καὶ ἀπὸ τῶν ἐπ’ ἐκκλησίας αἰτήσεων τεμάχιά τινα ἐγκεχάρακτο, καὶ μεμυημένος ἐκ τούτου κἀγώ φημι· μνήσθητι, κύριε βασιλεῦ, τῶν δούλων σου Ἀρχᾶ καὶ Σιναΐτου, καὶ ὅσα ἥμαρτόν σοι συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος τὸ εὐόλισθον ἐχούσης τῆς ἀνθρωπίνης οὐσίας καὶ φύσεως. εἰ δὲ καὶ τῷ Καππαδόκῃ δοθείη κατὰ τὰ Μάνδρια γῆ τις ἀροσίμη παρὰ τῶν ἀπογραφέων, ὁρισάσης τοῦτο τῆς Βασιλείας σου, γενήσεται χρήσιμος ἡ μεσιτεία ἡμῶν τῷ τρόπον τινὰ ἡμετέρῳ συμμαθητῇ. ὁ παπᾶς γὰρ Δέων ὁ τοῦ Καππαδόκη καὶ πατὴρ καὶ καθηγητὴς καὶ ὁ ἐμὸς μαΐστωρ ὁ Πρόδρομος ἑνὸς ἐγεγόνεισαν διδασκάλου τοῦ Καλοήθους ἐκείνου τοῦ Μαδύτων. τὸ δ’ ἑξῆς ὅπως συνάγεται; εἴτε διαλεκτικῶς, εἴτε σοφιστικῶς, εἴτ’ ἄλλως ὁπωσοῦν, ἡ Βασιλεία σου ἐπίσταται, ἧς τὰ θελήματα πάντα πληρώσαι ὁ Κύριος, θεοθέλητα ταῦτα πρότερον ἁπαξαπλῶς ἐργασάμενος, τὰ δ’ ἐμὰ καταργήσαι τέλεον, εἰ μὴ πρὸς τὸ αὐτοῦ σωστικώτατον ἀποτείνοιντο θέλημα. {

τοῦ αὐτοῦ τῷ αὐτῷ} Πολλοὶ τὴν Ἔφεσον παραμείβοντες τῶν γε τῆς σῆς θεοσόφου Βασιλείας ὑπηρετῶν οὔτε γράμμα ταύτης προσκυνητόν, οὔτε μήνυμα διακομίζουσιν εἰς ἡμᾶς. μή ποτ’ οὖν Ἰσραὴλ παρενόμησε καὶ πλάκες ἐν θυμῷ συνετρίβησαν, καὶ ὁ μὲν ἀμενηνῶς ἔχει τῆς πρὸς ἐπιστροφὴν ὁρμῆς, ὁ δὲ θεόπτης ἀσχάλλει καὶ ἀναδύεται; καὶ ποῦ τὸ Λευιτικὸν ἐννόημα καὶ ἱερόν; ποῦ δὲ ἡ ῥομφαία τοῦ ἐλεγμοῦ καὶ ἡ ἀνάκλησις ἑπομένη καὶ ἡ πρὸς Θεὸν ἐκδυσώπησις καὶ τὸ εἰ οὐκ ἀφήσεις, ἐξάλειψον δὴ κἀμὲ τῆς ἧς ἔγραψας βίβλου; ποῦ δ’ αὖ αἱ δεύτεραι πλάκες αἱ λαξευταὶ καὶ ἡ διττὴ τεσσαρακονθήμερος κακοπάθεια καὶ ὅσα τῆς πρᾳοτάτης ψυχῆς, ἵνα τὸν ἀποσκιρτήσαντα συμπαθῶς οἰκειώσηται; ἀλλ’ ἔγωγε οἶμαι σκιὰς εἶναι ταῦτα δὴ τῶν μελλόντων καὶ συμβολικὰ ἐκδιδάγματα· συντρίβονται μὲν γὰρ αἱ πρῶται πλάκες ἐκεῖναι καὶ δεύτεραι λατομοῦνται τὴν τοῦ παλαιοῦ νόμου συντριβὴν ὑποδηλοῦσαι καὶ τοῦ νέου τὴν ἔκφανσιν, τοῦ εὐαγγελικοῦ, τοῦ τῆς χάριτος.

τὰς δὲ νοερὰς πλάκας τῆς σῆς στερροτάτης καὶ ἀδαμαντίνου ψυχῆς, ἐν αἷς ἐπέξεσας, ἐν αἷς Θεοῦ δακτύλῳ νόμοι τῆς ἀκραιφνοῦς ἐνεχαράχθησαν οἰκειώσεως, ὧν ἐπέγνως, οὐκ ἂν συντετρίφθαι φαίην αὐτός· οὐδὲ γὰρ εὔθραυστοι κατ’ ἐκείνας τὰς νομικὰς οὐδ’ εὐσύντριπτοι, μᾶλλον μὲν οὖν καὶ πρὸς ἅπαν ἀνθιστάμεναι λαξευτήριον, καὶ πρὸς πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ κοσμοκράτειαν ἰσχυρῶς πεπαγιωμέναι τῷ ἀκαταλύτῳ τῆς χάριτος. τοιαύτας φέρεις τὰς τῆς διανοίας πλάκας, ὁ ἐμὸς θεοειδέστατος βασιλεύς, ὁ σοφώτατος, ὁ γεγραμμένον ἐν ταῖς οὐρανίαις πυκτίσιν ἔχων τὸ ὄνομα διὰ τὴν πρὸς τὸν δημιουργὸν καὶ πατέρα αἰδῶ, παρ’ οὗ σοι καὶ τὰ αἰτήματα περανθείη μᾶλλον ἐπὶ τὸ κρεῖττον ἢ ἐνενόησας. ὃν γὰρ προέκρινας, ᾧ ἀρέσκειν ἐσπούδακας, δίκαιός ἐστιν ἐκπληροῦν σοι καὶ τὰς βουλήσεις ἄγαν ἐπωφελῶς· ὅτι καὶ μόνος καθέστηκε δυνατὸς καὶ τῷ αὐτοῦ νεύματι καθαιροῦνται δυνάσται, καὶ οἱ τοῦτον δοξάζοντες πίστει τε καὶ ἔργοις μειζόνως ἀντιδοξάζονται καὶ ἀπροσδοκήτως ὑψοῦνται καὶ μεγαλύνονται καὶ θαυμάζονται.

ταῦτ’ οὖν εἰδὼς θεοειδέστατος οὕτως εἶ καὶ σοφώτατος· ἐπεὶ καὶ λόγον καὶ πρᾶξιν ἠγάπησας καὶ τὰ φύσει συνημμένα καὶ ἀδιαίρετα συνετήρησας καὶ πλέον δὴ τῶν τὰ μάταια σοφῶν ὑπερέστερξας, καὶ πρὸς τὴν τοιαύτην στοργὴν ἐπὶ μᾶλλον καὶ μᾶλλον σαυτὸν παρέθηξας καὶ ὤφθης ἐν σαυτῷ μὲν ἐργάτης τῆς ἀρετῆς, ἐν ἄλλοις δὲ συνεργάτης καὶ διδάσκαλος πρακτικώτατος. εἴη τὸ Κράτος τῆς Βασιλείας σου καὶ θεοθέλητον καὶ θεοφρούρητον καὶ Θεὸν ἀεὶ δοξάζον παντοίως, καὶ ἀδιαλείπτως ὑπ’ αὐτοῦ δοξαζόμενον.

τοῦ αὐτοῦ πρὸς τὸν Λάσκαριν Βραχὺ τὸ γράμμα καὶ πάλιν ἐξ ἡμῶν τῶν μικρῶν τῷ μεγάλῳ πελάγει τῶν χαρίτων καὶ κρατίστῳ κατὰ πᾶν ἀγαθὸν διαπέμπεται· ἀλλ’ ὅσον τῷ γράμματι τὸ βραχύ, τοσοῦτον τὸ μέγεθος τῇ στοργῇ. καὶ οὐκ ἄν τις τῶν παχυτέρων καὶ σαρκικωτέρων καταμωκήσαιτο ἡμῶν τῆς βραχύτητος. οὐ γὰρ τῆς ὕλης ἔχεται νοῦς, ἀλλὰ τῆς ὕλης ὑπερανῴκισται· καὶ εἴ τις οἶδεν ὃ λέγω, καὶ ἀγάπην οἶδεν ἄνευ τῆς ὕλης νοεράν τε καὶ ἱερὰν καὶ ἡδονὴν τοιαύτην καὶ ὑπὲρ αἴσθησιν. ὃς δ’ οὐκ ἔγνω τὸν λόγον, καὶ λόγου καὶ νοὸς ἀπεστέρηται, καὶ ἀγαπᾶν προηγμένος καὶ μὴ εἰδὼς μᾶλλον μαίνεται τοῖς τῆς λύσσης τρόποις ἀντὶ τῶν ἀγάπης αἰτιῶν χρώμενος σφαλερῶς. σὺ δέ, ὁ ἐν ὕλῃ ἄυλος καὶ ὑπὲρ ὕλην φρονῶν ἐν μέσῳ τῆς ὕλης, ἕξιν ἔχων ἄυλόν τε καὶ νοεράν, οὔτε τοῦ ὁρᾶσθαι χρῄζεις σωματικῶς, οὔτε τῶν ὅσα οἱ ἐπιλήσμονες εἰ μὴ τὸ πάχος ὑπομιμνῆσκον ἔχοιεν τῆς αἰσθήσεως. διὸ καὶ ταύτης τῆς γενεᾶς ἐξόχως ὑπερτερῶν, φύσει βασιλεὺς καὶ αὐτοκράτωρ καθέστηκας. τοῦτο γὰρ καὶ πρώην ἐξ ἄλλων πολλῶν λογισμῶν τεθεώρηται. {τοῦ αὐτοῦ τῷ αὐτῷ} Εἰ πτερωτὸς ἦν, ἤθελον τοῦτο νῦν εἴπερ ποτέ· τὸ γὰρ σπουδαζόμενον ἂν ἐπλήρωσα. ἐπεὶ δὲ πρὸς τοῖς πτεροῖς καὶ τὴν σωματικὴν ῥῶσιν ἀφῄρημαι, σκυθρωπάζω μὲν διὰ τοῦτο· πάλιν δὲ τὸ ἱλαρὸν προσλαμβάνω, μικρὸν γὰρ ὅσον εὐοδοῦντος Θεοῦ ἐπιτεύξομαι κατὰ τὸ Νυμφαῖον τοῦ ἐφετοῦ.