Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιστολαί

Νικηφόρος Βλεμμύδης

Δογματικές επιστολές και θεολογική τεκμηρίωση

Εξέταση θεολογικών ζητημάτων περί της δημιουργίας διά του Λόγου, ανάλυση της συνοδικής κρίσεως και παράθεση αγιογραφικών και πατερικών μαρτυριών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 5 από 8

ἐγὼ μὲν οὖν οἶμαι τὰ καθ’ ἡμᾶς ἐμεμαθήκει ἡ Βασιλεία σου· τοῦ Ὑαγοῦ τὴν διένεξιν, εἶτα τὴν αἰσχύνην αὐτοῦ καὶ ὅπως ὁ θεοπρόβλητος βασιλεὺς εἴπερ ποτὲ καὶ ᾠκειώσατο ἡμᾶς καὶ τὸν λόγον τετίμηκε καὶ τῇ ἀληθεῖ φιλοσοφίᾳ τὴν νικῶσαν ἀπονενέμηκε καὶ εἴ τι ἄλλο αἴσιον τοῖς Θεὸν ὁρῶσιν ἀποκεκλήρωκεν· ὅμως καὶ ἀφ’ ὧν νῦν ὑπομιμνήσκομεν εἴσῃ παροδικώτερον. ὥσπερ τι κυνηγέσιον δέδεξο τὸ γραμμάτιον, τέκνον Θεοῦ· καὶ γὰρ οὐδὲ ἄνθρωπον ἐθέλω καλεῖν σε ἢ ἀνθρώπου υἱόν· πῶς γὰρ τὸν γνωστικώτατόν τε καὶ θεοειδέστατον; ὢ ποίας μετέσχηκας φύσεως, ὢ ποίας οὐσίας τετύχηκας· πάντως οὐ γεηρᾶς καὶ ἀνθρωπικῆς τὰ γὰρ σὰ προτερήματα οὐράνια καὶ ὑπὲρ ἄνθρωπον, τί γοῦν; ὑπερκοσμίου καὶ ἀγγελικῆς πάντως, κἂν σῶμα φορῇς, εἰ καὶ πάχος σαρκὸς ἀμφιέννυσαι. τοῦτο μὲν τοῖς ἐπισταμένοις δεόντως ὁρᾶν οὐ καινόν· καὶ γὰρ ἐγὼ Θεὸν προσκυνῶ μετὰ σώματος ὀφθέντα καὶ σαρκικῶς ἅμα καὶ θεοπρεπῶς ἡμῖν ὁμιλήσαντα. μήποτ’ οὖν ὥσπερ οὐρανοί, ὥσπερ ἥλιος ἐκ στοιχειακῶν ἀκροτήτων, ὑπερτερεῖ δ’ ἑκάτερος τὴν γενέτιν ὕλην καὶ τὸ ἔμμονον αὐχεῖ μετὰ τῆς ἀγλαΐας καὶ τῆς λαμπρότητος, οὕτω δὴ καὶ αὐτὸς ἀκρότης ἄκρως τῆς καθ’ ἡμᾶς γεγονὼς διαρτίας πάντων ἀνθρώπων ὑπερτερεῖς.

ἀλλ’ ἔχω τι καὶ πλέον εὐκαίρως φιλοσοφῆσαι· διττὴν γέννησιν δεδιδάγμεθα ἔκ τε δογμάτων ἔκ τε πραγμάτων αὐτῶν, ἀνθρωπίνην δὴ καὶ θείαν φημί· τοὺς γὰρ ὑπὲρ τὴν ὕλην καὶ νοοῦντας καὶ πράττοντας καὶ θείας γενέσεως καταλλήλως οἱ φιλοσοφοῦντες τὰ θεῖα κατηξιώκασιν. ἔχω τι καὶ πλέον ἀναβῆναι καὶ τὰ κατὰ σὲ θεωρῆσαι τὸν ὑπερύψηλον. καινοτομία φύσεων καὶ πραγμάτων ἐναλλαγαὶ διάφοροι κατὰ καιροὺς νεύματι Θεοῦ καθωράθησαν. καὶ οὐκ ἂν εἴποι τις καίτοι τῶν μήπω. κατειλημμένων μὴ δεδυνημένων γεγενῆσθαι βουλομένου Θεοῦ. τί γοῦν καινόν, οὕτω τοῦ πράγματος ἔχοντος, ὑπὲρ ἃς οἴδαμεν κατὰ φύσιν γενέσεις γεγενῆσθαι τὴν κατὰ σέ, καὶ θείαν ὄντως ἔμπνευσιν σώματι συνελθοῦσαν ἐκτελέσαι τὴν σὴν διαρτίαν καὶ θεῖον γόνον ἀναδεῖξαί σε καὶ Ὑψίστου υἱόν; οὕτως μὲν ὁ ἐμὸς λόγος, καὶ οἱ μὴ πειθόμενοι τοῖς πράγμασιν ἐλεγχέσθωσάν τε καὶ αἰσχυνέσθωσαν, καὶ τῇ ἀπιστίᾳ ὡς νεκροὶ ἐναποθνησκέτωσαν· ἐγὼ δὲ καὶ ζήσομαι καὶ χαρίσομαι τὰ μὴ ἐγνωσμένα τοῖς τῶν ἀνθρώπων υἱοῖς τεθεωρηκώς, καὶ τὴν κατὰ σὲ φύσιν σεσοφισμένος ἔκ γε τοῦ φύσαντός σε ὑπερβρότειον, ὑπερκόσμιον, θεοειδῆ. {

πρὸς αὐτόν} Ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι τοῦ θεόπτου Μωσέως καὶ νομοθέτου καὶ πρώτου δημαγωγοῦ κατὰ Κύριον τὸ παράγγελμα, μᾶλλον δὲ τοῦ ἐκεῖνον ἄγοντός τε καὶ σοφίζοντος Πνεύματος ἐκεῖθεν τὰς τῶν ἀγνοουμένων διασαφήσεις, ὅθεν αἱ τῆς ὑποστάσεως ἀρχαί, θεσπίζοντος καὶ μάλιστα τῆς τελεωτέρας καὶ κρείττονος καὶ ὅση τὸ ἡμερινὸν αὐχεῖ καὶ τὸ ἔμμονον, ὑπερανῳκισμένη καθεστηκυῖα πολλῷ τῆς τῷ νυκτερινῷ προβεβλημένης καὶ τῷ ἐπικήρῳ συνουσιωμένης καὶ διὰ ταῦτα συγκεχυμένης τε καὶ καταλυομένης καί γε κειμένης εἰς ὃ τοῦ βελτίονος ἐκνικήσαντος μεταστοιχειωθείη τὸ πῖπτον πρὸς τὸ ἑστὼς ᾗ πεποίθαμεν. ἐπεὶ τοίνυν καὶ ἡμεῖς τὸν μέγαν Ἰωάννην τὸν εὐαγγελιστὴν καὶ θεολόγον ἐγκωμιάζοντες τὰ πάντα διὰ τοῦ Λόγου γεγενῆσθαι παρὰ τοῦ Πατρὸς εἰπεῖν ἔφθημεν τῷ πατρόθεν ἔχειν τὸν Λόγον καὶ τὸ εἶναι καὶ τὸ δημιουργεῖν, καὶ μὴ ἄναρχον καθεστάναι δηλαδὴ καὶ ἀναίτιον· ἐς Κυνόσαργες δὴ μετὰ τῶν νόθων κἂν εἶεν διογενεῖς ἡ τῆς σῆς πολλῆς Ἁγιότητος κρίσις πατρικὴ καὶ δεσποτικὴ τὸ ῥητὸν συνοδικῶς ἀποπέπομφε, τῆς ἀληθείας εἰδυῖα μὴ προλαμβάνειν ἀνθρώπου πρόσωπον. πότερον, ἐπερωτῶμεν, τὸ δόγμα κοινῶς τῶν ἀποβλήτων, ἢ δι’ ἡμᾶς; ἐγὼ μέν, εἴπερ ἔστιν, οἶμαι τὸ πρῶτον, ὅτι μηδὲ τῶν φθονουμένων ἡμεῖς· εἰ δὲ καὶ τοῦτο, πῶς ἂν καὶ τῆς πίστεως αὐτῆς ὁ ἀλάστωρ κατακαυχήσαιτο;

τοῦτο μὲν οὖν ἀπεσκορακίσθω τῶν τῆς ἀληθείας καὶ τῆς εὐθύτητος κριτῶν καὶ δογματιστῶν· ἀλλὰ διορθώσεως ἄξιον ἢ σημειώσεως διὰ τὸ ἐπισφαλές, ἵν’ ἐπ’ αὐτῶν μνησθείην τῶν συλλαβῶν τοῦ τῆς πατριαρχικῆς καὶ θείας μεγαλειότητος ἀποφθέγματος, τὸ τὸν Πατέρα διὰ τοῦ Λόγου δημιουργεῖν, ὡς αἴτιον αὐτοῦ καὶ πάντων δὴ τῶν αὐτοῦ. καὶ πῶς οὐ διορθωτέον ἢ πῶς οὐ σημειωτέον πρότερον ὃ προείρηται τῷ Χρυσοστόμῳ πατρὶ περὶ τῶν αὐτῶν, ὅτι παραστατικὸν τοῦ αἰτιατοῦ τὸ δι’ αὐτοῦ; ἢ πῶς παροπτέον αὐτὸ δὴ τὸ τῆς πίστεως σύμβολον ἀδιόρθωτόν τε καὶ ἀσημείωτον, ποιητὴν μὲν πάντων ὁρατῶν τε καὶ ἀοράτων τὸν Θεὸν καὶ Πατέρα διαγορεῦον, τὸν δὲ Υἱὸν εἶναι διασαφοῦν τὸν δι’ οὗ τὰ πάντα ἐγένετο; εἰ ὁ Πατὴρ ποιητὴς πάντων, τὰ δὲ πάντα διὰ τοῦ Υἱοῦ, τάχ’ ἄν τις ὑποτοπάσοι τὸν Πατέρα διὰ τοῦ Υἱοῦ τὰ πάντα ποιεῖν ὡσπερεὶ διὰ σοφίας οἰκείας καὶ δυνάμεως καὶ δεξιᾶς, ἵν’ ὁ Λόγος μὲν εἴη παραγωγεὺς κτισμάτων ἁπάντων, αἴτιος δὲ ὁ πρῶτος νοῦς ὁ τὸν δημιουργὸν Λόγον γεγεννηκὼς ἀπαθῶς, οὗ εὐδοκίᾳ τὸ κτιστὸν ἅπαν αὐτὸς ὁ Λόγος οὐσίωσε καὶ Υἱός. ἀκούω δὲ καὶ τοῦ μεγάλου Παύλου τὴν μέλλουσαν κρίσιν διὰ τοῦ Υἱοῦ γενησομένην διδάσκοντος παρὰ τοῦ Πατρός. ἢ τί ἕτερον τὸ φάσκειν αὐτὸν οὑτωσὶ Ῥωμαίοις δι’ ἐπιστολῆς, ὅτι κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ;

καὶ αὐτὸς δὲ ὁ Κύριος περὶ τῆς ἑαυτοῦ διδαχῆς οὕτω διαγγέλλει τοῖς μαθηταῖς· τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με Πατρός, καὶ περὶ τῶν θεοσημείων· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα. κατὰ τούτους οὖν τοὺς λόγους τοῦ Υἱοῦ κρινοῦντος ὁ Πατὴρ κρινεῖ διὰ τοῦ Υἱοῦ, καὶ τοῦ Υἱοῦ διδάσκοντος ὁ Πατὴρ διδάσκει διὰ τοῦ Υἱοῦ, καὶ τοῦ Υἱοῦ τερατουργοῦντος ὁ Πατὴρ ποιεῖ τὰ ἔργα διὰ τοῦ Υἱοῦ· κατὰ ταὐτὰ καὶ τοῦ Υἱοῦ κτίζοντος ὁ Πατὴρ κτίζει διὰ τοῦ Υἱοῦ τῷ αἴτιος εἶναι τοῦ Υἱοῦ καὶ πάντων τῶν τοῦ Υἱοῦ. μήποτ’ οὖν καὶ ταῦτα πάντα καὶ τὰ παραπλήσια πολλά γε ὄντα διορθώσεως ἢ σημειώσεως, εἴτ’ οὖν ὀβελίσεως ἄξια; εἰ γὰρ μὴ τοῦτο, τοῦ Λόγου δημιουργοῦντος ὁ Πατὴρ ἀραρότως διὰ τοῦ Λόγου δημιουργεῖ· καὶ πάντα δι’ αὐτοῦ τοῦ Λόγου γέγονε παρὰ τοῦ Πατρός· ἐπεὶ καὶ τὸ δημιουργὸν αὐτὸν εἶναι παρὰ τοῦ Πατρός, οὗ τῆς ὑποστάσεως χαρακτὴρ καὶ ἀπαύγασμα τῆς δόξης προαιωνίως ἐξέλαμψεν. ὅτε δὲ πάλιν φησὶν ὁ ἀπόστολος ὡς ὁ Θεὸς ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν τί ἕτερον λέγων ἐστίν, ἢ ὅτι ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ καὶ πάντα μὲν τὰ ὄντα δηλαδὴ καὶ αὐτοὺς δὲ τοὺς αἰῶνας ἐποίησεν;

τὸ δ’ ὅτι δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν ὁ Θεὸς καὶ τὸ πάντα διὰ τοῦ Υἱοῦ ἐγένετο παρὰ τοῦ Πατρός, ταὐτόν ἐστι κατὰ τὴν δήλωσιν ἄντικρυς καὶ οὔ τί που διενήνοχεν. ἀκήκοα δέ ποτε καὶ τῆς σῆς εὐήχου γλώττης καὶ ἱερᾶς ἐπ’ ἀνακτορικῆς ἐκκλησίας ψαλτῳδούσης διάτορον· ἅγιος ὁ Θεὸς ὁ τὰ πάντα δημιουργήσας δι’ Υἱοῦ. εἰ ὁ Θεὸς καὶ Πατὴρ τὰ πάντα δεδημιούργηκε δι’ Υἱοῦ, πάντα διὰ τοῦ Υἱοῦ ἐγένετο παρὰ τοῦ Πατρός· εἰ μὴ πάντα διὰ τοῦ Υἱοῦ ἐγένετο παρὰ τοῦ Πατρός, οὐδ’ ἔστι λέγειν ὀρθῶς τε καὶ εὐσεβῶς· ἅγιος ὁ Θεὸς ὁ τὰ πάντα δημιουργήσας δι’ Υἱοῦ· τοῦτο γὰρ ἐξ ἀνάγκης καὶ οὐκ ἄλλως ἔχον ἐστί. τί τοίνυν; στερκτέον τὴν πρώτην ἀπόρρησιν ἢ ἀπορρητέον ἐκ δευτέρας μεταβουλεύσεως ὡς τῶν τοῦ μονογενοῦς ἁπάντων εὐλόγως ἀναφερομένων ἐπὶ τὴν πρώτην ἀρχήν, καὶ μήτε τοῦ Πατρὸς ὕφεσιν τῆς ἀξίας ὑφισταμένου τῷ λέγεσθαι τὰ πάντα ποιεῖν διὰ τοῦ Λόγου αὐτοῦ καὶ Υἱοῦ; πῶς γὰρ μήτε τοῦ μονογενοῦς ἐντεῦθεν ἐλαττουμένου; ποῦ γὰρ τὸ μεῖζον καὶ ὑψηλότερον τοῦ τὰ ἔργα τοῦ Υἱοῦ ἔργα τοῦ Πατρὸς καὶ εἶναι καὶ ὀνομάζεσθαι;

καὶ τοσοῦτον ἔχειν τὸ σεμνὸν τὸν δημιουργόν, ὡς ἔργα τοῦ Θεοῦ πεφηνέναι τὰ ἔργα αὐτοῦ καὶ παριστᾶν ἀριδήλως μετὰ τῆς πρώτης ἀρχῆς, ὡς ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν εἰσιν· εἴ γε ἅπερ ἐργάζεται ὁ Υἱὸς ὁ Πατὴρ αὐτὰ ἐργάζεται δι’ αὐτοῦ τοῦ Υἱοῦ, ὡς κυρίως πατὴρ διὰ κυρίως υἱοῦ καὶ διὰ τοῦτο καὶ κυρίως Θεοῦ, καὶ τοσοῦτο ἀμφοῖν τὸ συνημμένον καὶ ταὐτοδύναμον, ὡς μήτε τὸν Πατέρα κεχωρισμένως ἐργάζεσθαί τι, εἰ μὴ διὰ τοῦ Υἱοῦ, μήτε τι τὸν Υἱὸν ἐργάζεσθαι τῆς πατρικῆς ἐνεργείας ἀνάξιον, καὶ ὃ μὴ ὁ πατὴρ ἐργάζεται δι’ αὐτοῦ δὴ τοῦ υἱοῦ; ἐκ τούτων καὶ τῶν ὁμοίων ἦ μὴν τῶν ἀντικειμένων τὸ κρεῖττον ἐπιλεξάμενος δίδαξον. ὃ γὰρ πρότερον ἡ τῆς ἱερογραφικῆς ποικιλίας ἀναλυτικὴ ἐπιστήμη σου συνοδικῶς ἀποκέκρικεν ἀνεξοστράκιστον ἡμῖν ἕως δεῦρο διαμεμένηκεν, οὐ κατ’ ἀπείθειαν, οὐ μὲν οὖν, ἀλλ’ ὅτι δέον ἡγήμεθα καὶ αὖθις ὑπομνῆσαι περὶ αὐτοῦ, ἵν’ ἐκφυλλοφορηθείη τέως τὸ ἀδόκιμον καὶ ἁπανταχόθεν μετ’ ἐσκεμμένης ἐπὶ πλέον τῆς ἐπικρίσεως.

τοῦ αὐτοῦ εἰς τὸν Λάσκαριν Σοφωτάτη ψυχή, βασιλικωτάτη κεφαλή, παγκόσμιον ἐγκαλλώπισμα, τῶν τοῦ Χριστοῦ καύχημα, τοῦ λόγου τιμή, τῶν ἀρετῶν δόξα, ζῆθι ἐν κόσμῳ ὑπερκοσμίως, ἐν οὐρανοῖς αἰωνίως συμβασιλεύων τῷ πάντων οὐσιωδῶς βασιλεύοντι. {πρὸς αὐτόν} Δέσποτά μου ἅγιε· ἡ ἀσθένεια χειμάζει πολλὰ καὶ λυπεῖ καὶ οὐκ ἐᾷ πληρῶσαι τὰ τοῦ βασιλέως θεσπίσματα· καὶ πῶς ἂν γνωσθείη τοῦτο τῇ βασιλείῳ περιοπῇ, τὸ βασιλικώτατον νόημά τε καὶ οἰκονόμημα τῆς Βασιλείας σου ἐπίσταται. ἐγὼ δὲ πάλιν εἶμι πρὸς τὸ ἀποστεῖλαι εἰς τὴν Βασιλείαν σας, καὶ τότε τὰ κατ’ ἐμὲ κρειττόνως γνωσθήσεται. εἴη σου τὸ Κράτος ἐνταυθοῖ μὲν πολυχρονίως δεδοξασμένον, αἰωνίως δὲ τῷ παμβασιλεῖ συμβασιλεῦσον Χριστῷ. {πρὸς αὐτόν} Δέσποτά μου ἅγιε· τὴν μὲν ὁρισθεῖσάν μοι παρὰ τῆς Βασιλείας σου τοῦ λόγου μεταποίησιν ἐνεπόδισεν ἡ πολυήμερος ἀρρωστία καὶ δογματικὴ ἀσχολία. τὰς δὲ πρὸς Θεὸν ὑπὲρ τῆς Βασιλείας σου ἐντεύξεις οὐκ ἴσχυσεν ἐμποδίσαι οὔτε ἡ νόσος οὔτε ἡ περὶ τὸ δόγμα μελέτη· τοῦτο γὰρ εὐσυνειδότως εἰπεῖν ἐθάρρησα. χάριν οὖν τοῦ ἐμποδισθέντος ἔργου καὶ μακρόθεν αἰτῶ συμπάθειαν ὅσον εἰς τὸν καιρόν· γενήσεται δὲ τὸ ὁρισθὲν ἐξ ἀνάγκης, ἐὰν μὴ ὁ θάνατος ἐξαρπάσῃ με. ἰδοὺ δὲ πάλιν ἔστειλα πιττάκιον εἰς τὸν μέγαν βασιλέα καὶ αὐτοκράτορα τὸν γενέτορα τῆς Βασιλείας σου.