Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιστολαί

Νικηφόρος Βλεμμύδης

Επιστολή προς τον δεσπότη Μιχαήλ και το αυτοκρατορικό ζεύγος

Έπαινος της φρονήσεως και της δικαιοσύνης του αυτοκρατορικού ζεύγους, με χρήση κλασικών αναφορών και αλληγορική ερμηνεία της φιλοξενίας του Αβραάμ ως τυπολογίας της αρετής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 7 από 8

τοῦ Βλεμμίδου ἐπιστολὴ πρὸς τὸν κυρὸν Μιχαὴλ τὸν δεσπότην Τῇ δεσποτικῇ μου συμπνοίᾳ καὶ συμφυΐᾳ προσάγω τὴν προσκύνησιν ἀδιαίρετον. οὓς γὰρ νόμος συνέζευξε καὶ φύσις συνέδησεν, εὐγένεια συνήρμοσε καὶ ἀρετὴ συνεμόρφωσε, πῶς ἂν διέλοιμι ταῖς ἐπιστολαῖς παρὰ μέρος ἀπονέμων ἐκείνοις τὴν πρόρρησιν; εἰ μὲν γὰρ τόπος αὐτοῖς ἐσχημάτιζε τὴν διάστασιν, καὶ αὐτὸς τὸν λόγον παρεῖχον συσχηματίζοντα, νοερῶς μὲν τὸ τῆς ἑνώσεως ἀδιάρρηκτον συνιστῶν, λογικῶς δὲ τὴν δοκοῦσαν διάστασιν παριστῶν καὶ οὕτω τὴν καλὴν ἀλληλουχίαν κυδαίνων καὶ τὸ ὁμόψυχον. ἐπεὶ δὲ καὶ τόπος καλῶς ποιῶν τὴν φύσιν ἐζήλωσε καὶ τοῖς ὑπερφυέσιν ὑπέκυψε καὶ τὸ τῶν καλλίστων συνάγειν ἐδοκίμασεν, οὐκ ἔχει λόγον ὁ λόγος διορισμοῦ, κἂν ᾗ ποσὸν τοῦ τόπου διώρισται· ἀλλ’ ὥσπερ αὐτῷ κατὰ τὸ εὐσώματον κεκοινώνηκεν, οὕτω καὶ κατὰ τὸ συνεχὲς κοινωνείτω τόπον τινὰ διὰ τῆς τῶν ὁμοφυῶν καὶ ἄκρως ἡνωμένων συμπεριλήψεως· ὅτι καὶ τόπος αὐτοῖς ὁ λόγος· λόγῳ γὰρ περιέχονται, καὶ λόγου ἐκτὸς οὐχ εὑρίσκονται, πάντα γὰρ κατὰ λόγον αὐτοῖς. εἰ μὲν οὖν πείθοιτό μοι καὶ ὁ παρὼν λόγος καὶ συνάψοι τοὺς συνημμένους, εὖ ἂν ποιοίη καὶ τῇ τοῦ λέγοντος προθέσει κατάλληλον· εἰ δ’ οὖν, ἀλλὰ προσπατταλεύσω τοῦτον τῷ γράμματι καὶ δεσμώτην ἐκπέμψω τὸν πτερωτὸν τοῖς ἀετιδέσι τοῖς ὠκυπτέροις τοῖς ὁρῶσι βασιλικῶς καὶ πατοῦσι πρὸς οὐρανόν.

ἐπεὶ δὲ βασιλικῆς ἐμνήσθην ὁράσεως, ὁποῖά ποτ’, ἂν φαίην, ὁρᾶται τοὺς καθ’ ἡμᾶς, τοὺς ἐπήλυδας; πότερον λεῖα καὶ ἀσκαμβῆ καθὼς ὁ τοῦ πνεύματος δίδωσι νόμος, καθὼς ἐπηγγέλμεθα πρὸς τὸν Θεόν, εἴη δὲ εἰπεῖν καὶ τοῖς ἔργοις ἐβεβαιώσαμεν, ἢ ἄλλως ἔχοντα; καινὸν γὰρ οὐκ ἔστιν ἡ τοῦ ἀγαθοῦ βασκανία τῷ κατὰ τοῦ ὄντως ἀγαθοῦ μεμηνότι καὶ τοῖς αὐτοῦ τεκταινομένῳ τὰ σκαιωρήματα διὰ τῆς ἐπιθολώσεως τοῦ ἀληθοῦς. ἀλλ’ ἡ καθαρωτάτη καὶ λαμπροτάτη συναυγεία τῶν βασιλικῶν ὀφθαλμῶν οὐκ ἂν ἀπατηθείη ποτέ. λόγῳ γὰρ βλέπει καὶ κρίνει τὰ πράγματα, καὶ ἄλογον ὑπόνοιαν οὐδέποτ’ ἂν παραδέξαιτο. πολλοὺς μὲν ἠδίκησεν αὕτη παρὰ τοῖς νοσοῦσι τὸ διανοητικόν, μᾶλλον μὲν οὖν αὐτοὺς τοὺς διανοουμένους σαθρῶς τε καὶ πλημμελῶς, αὐτοὺς τὰ μέγιστα ἐζημίωσε καὶ πολλῶν ἀγαθῶν ἀπεστέρησε καὶ Θεῷ μὲν ὑπεναντίους, ἀνθρώποις δὲ νουνεχέσι καταγελάστους ἀπέφηνεν· ὅτι καὶ θείας δόξης καὶ τῆς ἑαυτῶν τιμῆς καὶ τοῦ συνοίσοντος ἀλόγως οὕτως ἠλόγησαν, ψευδέσιν ὑπονοίαις αἰχμαλωτισθέντες καὶ ἀτενέστατα λίαν ἀνδράποδα. τοῖς δέ γε ὑγιῶς ὅτι λογιζομένοις καὶ ὑπὲρ σύγκρισιν πῶς ἂν ἰσχύσοι τὸ τοιοῦτον κακόν;

ὡς γὰρ τὸν Λαέρτου φασὶ τῇ Κίρκῃ τὸ ξίφος ἐπανατείναντα τὰς ἐκείνης μαγγανείας ἐκ μέσου ποιήσασθαι, τὸν αὐτὸν τρόπον καὶ οἱ κατ’ ἐξοχὴν λελογισμένοι καὶ στερεόφρονες, οἱ τὴν Ὀδύσσειον εὐβουλίαν διπλασιάσαντες ἑαυτοῖς, τῇ τοῦ λόγου ῥομφαίᾳ τὴν ἀλογίαν ἐκδειματοῦντες, ἐξαφανίζουσι τὰ ταύτης ματαιοβούλια. ὡς δὲ καὶ Ἡρακλῆς ὁ μεγάεθλος τὰς τῆς Ὕδρας ἐξέτεμε κεφαλάς, Ἰόλεως δὲ ὁ καρτερικώτατος ἐκείνου ἀδελφιδοῦς τὰς τομὰς ἐπικαίων τὰς ἀποφύσεις ἐκώλυε, καὶ οὕτως τὸ δεινὸν θηρίον ἀνῄρητο, τὸ πολύμορφόν τε καὶ πολυκέφαλον· παραπλησίως καὶ ἡ δεσποτικὴ ξυνωρὶς ἡ ὁμόψυχος ἡ τὴν διττὴν εὐγένειαν ἀπαράμιλλος, ὥσπερ τινὰ δίστομον μάχαιραν ἄκρως ἐπεστιλβωμένην αὐχοῦσα τὸ νοερόν τε καὶ διανοητικὸν καὶ τὸ τοῦ ζήλου πῦρ ὑπὲρ ἀληθείας ἄσβεστον φέρουσα, τέμνει, καίει, παντοίως ἐξαναιρεῖ τὴν βασκανίαν, τὸ ψεῦδος, τὴν καχυπόνοιαν καὶ ὅσα πέφυκε τὸ πάνδημον θηρίον, τὸ πολύτροπον καὶ ἀλλόκοτον. ὡς γὰρ τὸ ἰσάκις ἴσως ἐν ἀριθμοῖς, ὅταν αὖ προσλάβοιτο τὸ ἰσάκις, στερεοῖ τὸ ἐπίπεδον καὶ ἀπαρέγκλιτον τίθησιν· οὕτω καὶ ἡ τῶν ἐμῶν δεσποτῶν ἰσότης, ἐν πᾶσιν ἀγαθοῖς προτερήμασιν ἴσως ἔχουσα, στερέμνιον ἑαυτῇ τὸ γνωστικὸν ἀπειργάσατο καὶ τὸ κριτικὸν πάμπαν ἀπαραλόγιστον.

ὡς δὲ καὶ τὸ πολυθρύλλητον ἐν γεωμετρίᾳ παραλληλόγραμμον προσλήψει μεγέθους ἐκ τῆς ἑαυτοῦ πλευρᾶς διὰ τοῦ γνώμονος ὁμοειδῶς αὔξεται, τοιουτοτρόπως καὶ ὁ ἐμὸς δεσπότης ἐκ τῆς ἑαυτοῦ βασιλικωτάτης πλευρᾶς εἰς ἐξαίρετον μεγαλεῖον ἐπαύξεται καὶ γνώμων τῆς ἀληθείας εὑρίσκεται μετὰ τῆς ὁμοδόξου κατ’ αὐτὸν βοηθοῦ. ὡς δέ γε καὶ ἁρμονικὴ τὰς διττὰς ἀναλογίας εἰς ἓν ἀγαγοῦσα, τὴν ἐν ποιῷ λέγῳ καὶ τὴν ἐν ποσῷ, θαυμασίαν τινὰ σύμμικτον ἐκ τῆς ἑαυτῆς ἑνώσεως ἀπετέλεσεν· οὕτω δὴ καὶ ἡ δεσποτικὴ ἁρμονία τὰς διττὰς συνεχεῖς ἁρμονίας συνάψασα θαυμασιωτάτην ἀριστόνοιαν ἐκ τῆς τοιαύτης ὁμονοίας ἀπήρτισε καὶ ὅλην ἐξηυγενισμένην γνῶσίν τε καὶ διάκρισιν. ποίαν οὖν ἕξει χώραν ἐνταυθοῖ παραλογισμός, ὅπου κἀν ταῖς κοινολογίαις ὑπέρτερον ἢ κατ’ ἐπιστήμην ἐκλάπη τὸ ἀποδεικτικὸν ἐκ τῶν πρώτων αἰτίων καὶ καθ’ αὑτῶν συνάγον τῶν ἀποφάνσεων, ἢ μὴν ἐκ τῶν αἰτιατῶν δευτέρως καὶ τεκμηριωδῶς ὅτ’ ἐξ ἀνάγκης ἕπονται τοῖς αἰτίοις; ὅπου καὶ Θεοῦ χεὶρ κινοῦσα τὰς καρδίας, ῥυθμίζουσα τὰ νοήματα, κυβερνῶσα τὰς ψυχάς, συνεργοῦσα περιέπουσα διεξάγουσα, τῶν πλουτησάντων τὴν πίστιν δόκιμον, τὴν φιλοήθειαν ἀκίβδηλον; διὰ ταῦτά τοι θαρρείτω σύμπας ὁ τοῦ Θεοῦ λαὸς τοῖς θεοειδέσι δεσπόταις καὶ ὧν τὸ κλέος ἐπὶ θεοσοφίᾳ καὶ ἐξαρεσκείᾳ τὴν πολλὴν οἰκουμένην κατέλαβε.

ποῖ δὲ γῆς, ποῖ δὲ θαλάσσης οὐκ αὐτῶν περιλαλεῖται τὸ ἀφωμοιωμένον Θεῷ κατά τε φρόνησιν καὶ προαίρεσιν; ὡς γὰρ ὁ φύσει δεσπότης Θεὸς διττὰς ἔχει τὰς ἐνεργείας, τὰς μὲν τῶν ὄντων γνωστικάς, τὰς δὲ τῶν ἐπιδεῶν προμηθευτικάς, οὕτω καὶ ἡ δεσπότις αὕτη δυὰς ὑπεριδοῦσα δυάδα τὴν ὑλικήν, διὰ τὸ μοναδικὸν τῆς ἑνώσεως, διὰ τὴν πρὸς τὴν τριάδα σύννευσιν καὶ τὸν ἁγιασμὸν καὶ τὴν θέωσιν, νοῦν ὅλον ἐκάθηρε καὶ πᾶσαν ἐπαιδαγώγησεν αἴσθησιν, καὶ γνῶσιν οὕτω θεοδιδάκτως εὗρεν ἐξαίρετον καὶ πρᾶξιν ὅλην θεομιμήτως ἔσχεν ἀσύγκριτον. ἐντεῦθεν ἡ τοῦ λόγου στοργὴ καὶ οἰκείωσις· ὃ γὰρ γινώσκει τις, τοῦτο καὶ ἀγαπᾷ προσίεσθαι· οὗ δ’ οὐ πεῖραν ἔσχηκε, τούτου καταπεφρόνηκεν. ἐντεῦθεν ἀντιλήψεις καὶ κηδεμονίαι τῶν ὅσοι πτωχεύειν εἵλοντο πνεύματι· διὰ γάρ τοι τῶν τοιούτων ὁ τῆς ψυχῆς πλοῦτος ἐπιγινώσκεται. τίς ἀξίως τὴν φιλοξενίαν ἐκφράσοι δι’ ἧς καὶ ἄγγελοι ξεναγοῦνται οἱ τῆς σαρκὸς καὶ τῆς ὕλης ἀνωτέρω; καὶ τὸν Ἁβραὰμ κατίδοι πάλιν ἀναπτυσσόμενον τὸν πατέρα τὸν ἐκλεκτὸν τῆς ἠχοῦς· τὸ μὲν ὅτι τοῖς ἀρχομένοις οἷα πατὴρ προσφέρεται γνήσιος, διδοὺς καὶ ἀντιλαμβάνων ὥσπερ ἐκ τέκνων ἀνόθευτον τὸ φιλόστοργον· τὸ δ’ ὅτι πρὸς τὸ δεσπόζειν ἐκλέλεκται, τοῦ λαοῦ πρὸς αὐτὸν διὰ τὴν ἀρετὴν ἐπισπεύσαντος· τὸ δ’ αὖ τρίτον ἐπείπερ ἁπανταχοῦ τὰ τούτου σεμνὰ περιήχηται.

τὸ δὲ τῆς Σάρρας πρόδηλον· ἄρχουσα γὰρ καὶ ἡγεμονὶς ἑρμηνεύεται καὶ βασίλισσα, φανερὸν ὅτι τῶν ὑπηκόων διὰ τὸν αὐτῆς τρόπον αἱρετισαμένων τὸ ἐθελόδουλον. τὰ τρία μέτρα τῆς σεμιδάλεως, ὅθεν οἱ ἐγκρυφίαι οἱ ἄζυμοι, δι’ ὧν τρέφεται ἡ τριὰς ἡ τοῦ τριμεροῦς τῆς ψυχῆς, ἀκραιφνεστάτη προσαγωγὴ τῷ Θεῷ δι’ ἐνθυμίων καὶ ἔργων κρυπτῶν· λανθάνει γὰρ τοὺς πολλοὺς τὰ ἐπάρσεως καθαρεύοντα τῆς ὀζώδους κακίας τῆς παλαιᾶς. ὁ δ’ ἁπαλὸς μόσχος, τὸ τοῦ βίου σωφρονικόν, τὸ ὑπὲρ πᾶσαν ἁγνείαν θῦμα εὐπρόσδεκτον, ἔτι δὲ τὸ πρὸς καρτερίαν καὶ τοῦ ἐναντίου πλῆξιν παρεσκευάσθαι μέν, ἀλλὰ μετριοφρονεῖν καὶ οἴεσθαι τὸ ἰσχυρὸν ἁπαλόν. τὸ βούτυρον τὰς ἀκμαιοτέρας ἤδη καὶ πίους ὑπεμφαίνει τῶν ἀρετῶν, τὸ δὲ γάλα τὰς ἐπιτικτομένας ταῖς πρώταις, καὶ ἄμφω τὸ διόλου γόνιμόν τε καὶ τρόφιμον τοῦ ἀγαθοῦ καὶ πιαντικόν.

Ἀλλ’ ἡμεῖς μὲν νῦν ἠρξάμεθα λέγειν· ἐπεὶ δὲ τὴν ἐπιστολὴν ὁρῶμεν τὸ σύμμετρον ὑπερβαίνουσαν, σιωπῶμεν καὶ παρὰ βούλησιν· τοῖς δὲ δεσποτικοῖς καλοῖς τε κἀγαθοῖς ἐπευχόμεθα τὸ αἰεί.