Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιστολὴ πρὸς Ἰωάννην Γ΄ Δούκαν

Νικηφόρος Βλεμμύδης

Δογματικός έλεγχος και καταδίκη των λατινικών καινοτομιών

Θεολογική αναίρεση της διδασκαλίας περί εκπορεύσεως του Αγίου Πνεύματος και εκ του Υιού, καθώς και απόρριψη της αντικανονικής προσθήκης στο Σύμβολο της Πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 2 από 3

Ἐχρῆν μὲν οὖν ταῦθ’ οὕτως ἔχειν καὶ τὴν διάγνωσιν ἔχοντας τῶν πρὸ ἡμῶν μηδὲν πλέον ζητεῖν. Ἐπεὶ δ’ οἱ νῦν ἐλθόντες τιμιώτατοι τοῦ πάπα ἀποκρισιάριοι δοκοῦσιν ἀποφεύγειν, δι’ ὧν λέγουσιν, ὅπερ οἱ πρὸ αὐτῶν ἠλέγχθησαν ἁμαρτάνοντες, καὶ τὸ δύο αἴτια λέγειν ἢ δύο ἀρχὰς καὶ τὰ ἐντεῦθεν ἄτοπα τὸ δοκεῖν ἀπαγορεύουσι, καὶ κατὰ τοῦτό γε νεώτεροι πρὸς τοὺς παλαιοὺς ἐκείνους ἔρχονται· καὶ ἡμεῖς ὡς περὶ νέου τοῦ παρόντος αὐτῶν σκοποῦ διασκεψάμενοι τοῦτο διαγινώσκομεν, ὡς εἰ καὶ τῇ γλώσσῃ τὸ δύο εἰσάγειν αἴτια ἢ δύο ἀρχὰς ἀποφεύγουσιν, ἀλλὰ καὶ πάλιν ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοντες ἐκπορεύεσθαι, εἰς τοῦτο μᾶλλον τῷ νοῒ περιπίπτουσι, καὶ ὃ διὰ λόγων ἀποδιδράσκουσιν, εἰς τοῦτ’ αὐτὸ διὰ τῶν ἔργων περιτρέπονται. Τὸ δὲ λέγειν αὐτοὺς οὕτως ἔχοντας ὡς οὐ δύο δοξάζομεν αἴτια ἢ δύο ἀρχάς, οὐδὲν ἔμοιγε διοίσει, ἔστ’ ἂν καὶ δι’ ἄλλης ὁδοῦ ἐς τὸν αὐτὸν τῆς ἀπωλείας κρημνὸν περιπίπτωσι· ταὐτὸν γὰρ ποιοῦσιν, ὡς εἴ τις ἄνθρωπον λέγων ἐνίσταται μὴ λέγειν καὶ ζῷον αὐτόν.

Καὶ ὅπως καὶ τίνι λόγῳ περιτρεπομένους εὑρίσκομεν τούτους εἰς ἅπερ ἀπαγορεύουσι, δῆλον ἐντεῦθεν. Εἰ τὸ γεννᾶσθαι τὸν Υἱὸν καὶ ἐκπορεύεσθαι τὸ Πνεῦμα τῆς ὑποστατικῆς διαφορᾶς ἑκατέρων τυγχάνουσιν ἴδια, καθὸ δὲ γεννᾶται ὁ Υἱός, κατὰ τοῦτο αἴτιον ἔχει τὸν Πατέρα, καὶ καθὸ ἐκπορεύεται τὸ Πνεῦμα ἐκ τοῦ Πατρός, κατὰ τοῦτο αἴτιον ἔχει τὸν Πατέρα· καθὸ ἐκπορεύεται τὸ Πνεῦμα καὶ ἐκ τοῦ Υἱοῦ, κατὰ τοῦτο αἴτιον ἔχει καὶ τὸν Υἱόν.

Εἰ ὁ Πατὴρ γεννῶν τὸν Υἱὸν αἴτιος αὐτοῦ ἐστιν, ἐκπορεύων δὲ τὸ Πνεῦμα αἴτιος αὐτοῦ ἐστιν, ἐκπορεύει δὲ τὸ Πνεῦμα καὶ ὁ Υἱός, αἴτιος καὶ ὁ Υἱὸς ἄρα τοῦ Πνεύματος. Εἰ κατὰ τὴν ἀληθῆ τῆς εὐσεβείας παράδοσιν καὶ τὴν τῶν πατέρων διδασκαλίαν τὸ ἐκπορεύεσθαι καὶ ἡ ἐκπόρευσις, ἐπὶ τοῦ ἁγίου λεγόμενα Πνεύματος, τοῦ πῶς ἀπὸ τοῦ Πατρὸς εἶναι τυγχάνει δηλωτικὰ καὶ τῆς ὑποστατικῆς διαφορᾶς τῆς πρὸς τὸν Υἱὸν γνωριστικὸν ἴδιον ὡμολόγηται, οὔμενουν τῆς πρὸς αὐτὸν συναφείας εἴτ’ οὖν συμφυΐας ἢ καὶ ὁμοουσιότητος δεικτικόν, τούτου δ’ αἴτιος ὁ Πατήρ, ἔχει δὲ τοῦτο κατ’ αὐτοὺς καὶ ἐκ τοῦ Υἱοῦ—ὅτι μηδὲν ἄλλο δίδωσι νοεῖν τὸ καὶ τιθέμενον ἐπὶ τοῦ Υἱοῦ, ἀλλὰ μᾶλλον ὡς ἐκ τοῦ Πατρός, οὕτω καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι παριστᾷ—, δύο ἄρα τὰ αἴτια τοῦ Πνεύματος εἴτουν τῆς ἀποκληρωθείσης αὐτῷ ἰδιότητος, τῆς ἐκπορεύσεως δηλαδή, κατὰ πάντα τρόπον συνάγεται.

Ὁ λέγων γεννᾶσθαι τὸν Υἱὸν ἐκ τοῦ Πατρός, μὴ καὶ αἴτιον δὲ ἀπισχυριζόμενος τοῦτον αὐτοῦ ψεύδεται πάντως· εἰ γὰρ γεννᾶται, καὶ αἴτιον ἔχει τὸν ἐξ οὗ γεννᾶται, καὶ ὁ λέγων ἐκπορεύεσθαι τὸ Πνεῦμα ἐκ τοῦ Πατρός, μὴ καὶ αἴτιον δὲ αὐτοῦ τοῦτον λέγων ψεύδεται, συνεισάγει γὰρ πάντως διὰ τῆς ἐκπορεύσεως καὶ τὸ αἴτιον αὐτὸν εἶναι, ἐπείπερ ἐξ αὐτοῦ ἐκπορεύεται. Ὁ λέγων ἐκπορεύεσθαι τὸ Πνεῦμα καὶ ἐκ τοῦ Υἱοῦ, μὴ καὶ αἴτιον δὲ αὐτοῦ τοῦτον λέγων ψεύδεται.

Ἐξὸν καὶ ἄλλα εἰπεῖν, ἀλλ’ ἐπείπερ ὅσ’ ἄν τις εἴποι καὶ ἕτερα πρὸς τὸν αὐτὸν σκοπὸν τῶν εἰρημένων ἔσονται ἀφορῶντα, παρήκαμεν τὰ πολλά. Τέως μὲν οὖν οὕτως αὐτοὺς συνιστῶντας μᾶλλον ὅπερ δοκοῦσιν ἀνατρέπειν διαγινώσκομεν καὶ εἰς τὸ δύο δοξάζειν αἴτια καὶ δύο ἀρχὰς περιτρεπομένους, καὶ ὅσα τῆς αὐτῆς ἀτοπίας ἐντεῦθεν συνεισάγοντας. Ἀλλ’ οὐδὲ μὴν ὅταν αὐτοῖς καὶ τοῦτο συνεχωρήθη, τὸ τῆς προσθήκης κρίμα ἀθωοῦν αὐτοὺς καταδέχεται· ἡ γάρ τοι τῶν πατρικῶν θεσπισμάτων παραβασία, μᾶλλον δὲ τῆς αὐτολέκτου τοῦ σωτῆρος φωνῆς ἡ ἀθέτησις κατὰ στόμα τούτοις προσυπαντᾷ καὶ μετ’ αὐθεντίας ἐμβριμωμένη τὰ πάνδεινα ἐπαπειλεῖται καὶ ἀπευκταιότατα.

Τίνα δὲ ταῦτα ᾖ; πᾶσι δῆλα, κἂν ἡμεῖς μὴ λέγωμεν· τὸ γὰρ ἀραῖς ὑποβάλλεσθαι καὶ τοῖς μείζοσι τῶν ἀρῶν τοὺς ὅσοι παραποιεῖν ἐπιχειροῦσι τὰς εὐαγγελικὰς φωνὰς καὶ τὴν τοῦ ἁγίου συμβόλου ἀρτιότητα, εἴρηται μὲν καὶ τοῖς ἄλλοις καὶ ἡμῖν αὐτοῖς συμπεφρόνηται, ἁρμόζει δὲ καὶ τούτοις καὶ λίαν ἀραρότως· ὥστε καὶ συμπεριλαβόντες οὕτως ἀποφαινόμεθα, ὅτι καὶ φυσικῶς εἰς ἃ λέγουσι βλασφημοῦσι καὶ διὰ τὴν προσθήκην ἐξάπαντος σφάλλονται. Τὸ δὲ καὶ διὰ τὴν προσθήκην μὴ καλόν, πῶς οὐ καὶ καθ’ ἑαυτὸ διὰ τὴν βλασφημίαν τῶν ἀποβλήτων κριθήσεται; Ὅταν γὰρ ἡ προσθήκη συγχωρηθῇ, τὸ καὶ φυσικῶς κακὸν εἶναι προσίσταται· καὶ ὅταν δοθῇ τὸ μὴ κακὸν εἶναι τὸ τῆς προσθήκης ἐπισφαλές, οὐ συγχωρεῖ τὰ κατὰ διαδοχήν· καὶ οὕτως ἀμφοτέρωθεν ἀλληλουχεῖται τῆς κακότητος καί, κατὰ τοὺς ἐπεμβεβλημένους τῶν κρίκων ἀλλήλοις, συνδέδεται.