Ἢ γὰρ υἱὸν ἢ κτίσμα κελεύεις νοεῖν. Καὶ ὅτι μὴ υἱὸς ὠνόμασται, διὰ τοῦτο κτίσμα εἶναι βλασφημεῖς τὸ τῆς κτίσεως αἴτιον, τὸ τῆς κτίσεως ἁγιαστικὸν καὶ θεοποιόν, τὸ Κυρίου καὶ Θεοῦ δοξαζόμενον ὀνόματι, τὸ τῶν θείων ἐνεργειῶν πληρωτικόν. Ἐπεὶ οὖν ἀνάξιόν σοι φαίνεται τῆς τοῦ Υἱοῦ προσηγορίας ὡς ἀλλότριον Υἱοῦ καὶ Πατρός, σκέψαι πῶς υἱοὺς ἀπεργάζεται τοὺς ἁγιαζομένους. Εἰ δὲ σὺ διὰ τοῦ Πνεύματος υἱὸς Θεοῦ, πῶς τὸ Πνεῦμα ξένον υἱότητος; Καὶ αὖθις· Λέγομεν οὖν ὅτι τὸ εἰπεῖν υἱὸν ἐξ Υἱοῦ, τὴν τριάδα τῆς Θεότητος εἰς πλήθους ὑποψίαν προσῆγεν ἀνθρώποις ἀκούσασιν· ἕτοιμον γὰρ ἦν ὑπολαβεῖν ὡς, εἴπερ υἱὸς ἐξ υἱοῦ γεγέννηται, καὶ ἐκ τούτου πάλιν ἕτερος ἂν εἴη γεγεννημένος, καὶ πάλιν ἄλλος, καὶ ἐπὶ πλῆθος ἑξῆς. Διὰ δὴ τοῦτο τὸ μὲν ἐκ Θεοῦ τὸ Πνεῦμα εἶναι, τρανῶς ἀνεκήρυξεν ὁ ἀπόστολος, λέγων ὅτι τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ ἐλάβομεν. Καὶ τὸ δι’ Υἱοῦ πεφηνέναι σαφὲς πεποίηκεν, Υἱοῦ Πνεῦμα ὀνομάσας αὐτὸ καθάπερ Θεοῦ, καὶ νοῦν Χριστοῦ προσειπών, καθάπερ καὶ Θεοῦ Πνεῦμα ὡς τοῦ ἀνθρώπου· υἱὸν δὲ τοῦ Υἱοῦ προσειπεῖν ἐφυλάξατο, ἵνα εἷς μὲν Πατὴρ καὶ Θεός, ὁ ἀεὶ Πατὴρ διαμένων, καὶ ὢν ἀϊδίως ὅ ἐστιν, εἷς δὲ Υἱός, ἀϊδίῳ γεννήσει γεγεννημένος, ὁ ἄναρχος σὺν τῷ Πατρί, Υἱὸς ἀληθινὸς Θεοῦ, ἀεὶ ὢν ὅ ἐστι, Θεὸς Λόγος καὶ Κύριος, ἓν δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀληθῶς ἅγιον πνεῦμα.